- Ὣς εἰπὼν ἐς Ὄλυμπον ἔβη θεός· ἐν δὲ μελάθρῳ
ὑψορόφῳ νόον εἶχεν ἀλώμενον ἐγγύθι νύμφης,
Θήβης οἶστρον ἔχων πλέον αἰθέρος· ἱμερόεις γὰρ
οὐρανὸς ἦν Κρονίδῃ Σεμέλης δόμος, ἀμφὶ δὲ παστῷ
ἀμφίπολοι Κάδμοιο Διὸς πέλον εὔποδες Ὧραι.
- καὶ γαμίῃ ῥαθάμιγγι Διιπετέων ὑμεναίων
ὄγκῳ θλιβομένη Σεμέλης κυμαίνετο γαστήρ·
μαρτυρίῃ δὲ τόκοιο φιλοστεφάνου Διονύσου
στέμματι θυμὸν ἔτερπεν, ἐπ' ἀνθοκόμῳ δὲ καρήνῳ
θυιάδος αὐτοέλικτον ἀνέπλεκε κισσὸν ἐθείρης
Βασσαρίδων ἅτε μάντις, ἐπεσσομένῃσι δὲ νύμφαις
ὄψιμον ἀγχιτόκοισιν ἐπωνυμίην πόρε κισσοῦ.
καὶ βαρὺν ὄγκον ἔχουσα θεηγενέος τοκετοῖο,
εἴ ποτέ τις σύριγγι γέρων ἐμελίζετο ποιμήν,
γείτονος εἰσαΐουσα φιλαγραύλου μέλος Ἠχοῦς
οἰοχίτων θαλάμοιο διέστιχε θυιάδι ῥιπῇ·
εἰ κτύπος οὐρεσίφοιτος ἀκούετο δίζυγος αὐλοῦ,
ὑψορόφων ἀπέδιλος ἀναθρῴσκουσα μελάθρων
εἰς ῥάχιν αὐτοκέλευθος ἐρημάδος ἔστιχεν ὕλης·
κύμβαλον εἰ πλατάγησε, ποδῶν ἐλελίζετο παλμῷ,
λοξῷ καμπύλον ἴχνος ὑποσκαίρουσα πεδίλῳ·
εἰ δὲ τανυκραίροιο μεμυκότος ἔκλυε ταύρου,
ἀντίτυπον μίμημα βοὸς μυκήσατο λαιμῷ·
πολλάκι ποιμενίην ὑπὸ δειράδα θυιάδι φωνῇ
Πανὶ μέλος συνάειδε καὶ ἔπλετο σύνθροος Ἠχώ,
καὶ νόμιον κερόεντος ἀμειβομένη κτύπον αὐλοῦ
εἰς χορὸν ἴχνος ἔκαμψε· πάις δ' ἀλόχευτος ἐχέφρων
ἅλμασιν ἐνδομύχοισι συνεσκίρτησε τεκούσῃ,
αὐλομανὲς μίμημα, καὶ αὐτοδίδακτον ἀοιδὴν
ἡμιτελὴς κελάδησε χέων ὑποκόλπιον ἠχώ.
ὣς ὁ μὲν ἀρσενόπαιδος ἀέξετο γαστέρος ὄγκῳ
ἄγγελος εὐφροσύνης, νοερὸν βρέφος· ἀμφὶ δὲ κούρῳ
ἀμφίπολοι Κρονίωνος ἐπέστεφον οὐρανὸν Ὧραι.
- καὶ Φθόνος ὑψιμέδοντος ὀπιπεύων Διὸς εὐνὴν
καὶ Σεμέλης ὠδῖνα θεηγενέος τοκετοῖο
Βάκχου ζῆλον ἔδεκτο καὶ ἔνδοθι γαστρὸς ἐόντος,
αὐτοπαθὴς ἄστοργος ἑῷ βεβολημένος ἰῷ.
καὶ φρενὶ κερδαλέῃ σκολιὴν ἐφράσσατο βουλὴν
Ἄρεος ἀντιτύποιο φέρων ψευδήμονα μορφὴν
ἔντεσι μιμηλοῖσι, καὶ οἷά περ αἵματος ὁλκῷ
ἄνθεϊ φαρμακόεντι κατέγραφε νῶτα βοείης
ποιητῇ ῥαθάμιγγι, καὶ ὡς κταμένων ἀπὸ φωτῶν
βάψας ἰσοτύπῳ δεδολωμένα δάκτυλα μίλτῳ
χεῖρας ἐρευθιόωντι νόθῳ φοινίσσετο λύθρῳ·
καὶ κτύπον ἐννεάχιλον ἀνήρυγεν ἀνθερεῶνος
σμερδαλέοις στομάτεσσι χέων ῥηξήνορα φωνήν·
κλεψινόοις δ' ὀάροισιν ἀνεπτοίησεν Ἀθήνην,
καὶ φθονερὴν οἴστρησεν ἔτι πλέον εἰς χόλον Ἥρην·
ἀμφοτέρας δ' ἐρέθιζε· τόσῳ δ' ἠνίπαπε μύθῳ·
- δίζεό σοι νέον ἄλλον ἐν αἰθέρι νυμφίον, Ἥρη,
ἄλλον, ἐπεὶ Σεμέλη τεὸν ἥρπασεν, ἧς χάριν εὐνῆς
Θήβης ἑπταπύλοιο γαμήλιον οὖδας ἀμείβων
οὐρανὸν ἑπτάζωνον ἀναίνεται· ἀντὶ σέθεν δὲ
τέρπεται ἀγκὰς ἔχων χθονίην ἐγκύμονα νύμφην.
πῇ μοι ζῆλος ἔβη μητρώιος; ἦ ῥα καὶ αὐτῆς
εἰς Σεμέλης ὑμέναιον ἐθηλύνθη χόλος Ἥρης;
πῇ σέο κέντρα μύωπος ἀφειδέος; οὐκέτι πόντῳ
πόρτις ἁλιπτοίητος ἐλαύνεται· οὐκέτι βούτης
Ἄργος ἀκοιμήτοισι πολυσπερέεσσιν ὀπωπαῖς
κλεψιγάμου Κρονίδαο νεώτερα λέκτρα φυλάσσει.
ἀλλὰ τί μοι δόμος οὗτος Ὀλύμπιος; εἰς χθόνα βαίνων
αἰθέρα καλλείψω πατρώιον, ἡμετέρην δὲ
Θρῄκην ναιετάων οὐ μητέρος ἄλγεα λεύσσω
ἀχνυμένης, οὐ Ζῆνα γαμοκλόπον· εἰ δέ ποτ' ἔλθῃ
γαῖαν ἐς ἡμετέρην ποθέων Βιστωνίδα κούρην,
γνώσεται, οἷος Ἄρης, ὅτε χώεται· ἡμετέρην γὰρ
Τιτήνων ὀλέτειραν ἔχων θανατηφόρον αἰχμὴν
ἐκ Θρῄκης Κρονίωνα γυναιμανέοντα διώξω·
καὶ πρόφασιν μεθέπων, ὅτι παρθένον εἰς λέχος ἕλκει,
ἔσσομαι αὐτοκέλευστος ἐμῆς τιμήορος εὐνῆς. ‑
ὅττι χαμαιγενέεσσιν ὁμιλήσας ὑμεναίοις
αἰθέρα ποικιλόνωτον ἑῶν ἔπλησεν ἐρώτων.
οὐρανὸς ἱλήκοι, μερόπων δόμος· εἰς χθόνα βαίνω·
Καλλιστὼ κατ' Ὄλυμπον ἑλίσσεται, ἧχι φαείνει
κύκλος ἀερσιλόφοιο φερώνυμος Ἀρκάδος Ἄρκτου.
Πλειάδος ἑπταπόρου στυγέω δρόμον· ἐν γὰρ Ὀλύμπῳ
Ἠλέκτρη κλονέει με συναστράπτουσα Σελήνῃ.
νῦν πόθεν ἠρεμέεις; ὑποκόλπιον υἱέα Λητοῦς
ἤκαχες Ἀπόλλωνα, καὶ οὐ Διόνυσον ὀρίνεις;
τικτομένης, Ἥφαιστε, μογοστόκε Τριτογενείης,
υἷα νόθης ἀλόχοιο λοχεύσεται αὐτοτόκος Ζεὺς
ὠδίνων τόκον ἄλλον ὑπέρτερον ἄρσενι μηρῷ,
οὐδὲ τεοῦ βουπλῆγος ἔτι χρέος. εἶξον, Ἀθήνη,
λῆγε Διὸς βοόωσα λεχώιον ἄντυγα κόρσης,
ὅττι σοφὴν ὠδῖνα τελεσσιγόνοιο καρήνου
αἰσχύνει Διόνυσος, ὅτι χθονίης ἀπὸ φύτλης
ἔσσεται αὐτολόχευτος Ὀλύμπιος, ὥς περ Ἀθήνη,
κρύπτων Παλλάδος εὖχος ἀμήτορος. ἀλλὰ καὶ αὐτὸς
αἰδέομαι πολὺ μᾶλλον, ὅταν μερόπων τις ἐνίψῃ·
'Ζεὺς πόρε δῆριν Ἄρηι καὶ εὐφροσύνην Διονύσῳ.'
ἀλλὰ πόλον Κρονίδαο νόθοις τεκέεσσιν ἐάσσας
ἵξομαι οὐρανόθεν μετανάστιος· ὑγροπαγὴς δὲ
Ἴστρος ἑὸν σκηπτοῦχον ἀλητεύοντα δεχέσθω,
πρὶν Διὸς οἰνοχόον Γανυμήδεα δεῦρο νοήσω,
βουκόλον εὐχαίτην, μετὰ Πέργαμον ἀστὸν Ὀλύμπου,
οὐρανίης ἄψαυστον ἀμειβόμενον δέπας Ἥβης,
πρὶν Σεμέλην καὶ Βάκχον ἴδω ναετῆρας Ὀλύμπου,
καὶ στέφος ἀστερόφοιτον ἐπιχθονίης Ἀριάδνης
σύνδρομον Ἠελίοιο, συνέμπορον Ἠριγενείης.
κεῖθι μένω, μὴ Κῆτος ἴδω, μὴ Περσέος ἅρπην,
μὴ τύπον Ἀνδρομέδης, μὴ Γοργόνος ὄμμα Μεδούσης,
οὓς Κρονίδης μετόπισθεν ἐνιστήσειεν Ὀλύμπῳ.
- εἶπε καὶ αὐτογόνοιο νόον συνέχευεν Ἀθήνης
καὶ πλέον ἠέξησε βαρυζήλου χόλον Ἥρης.
καὶ Φθόνος ὀξὺς ὄρουσε, καὶ ἀγκύλα γούνατα πάλλων
ἤιε λοξὰ κέλευθα δι' ἠέρος· ἀνδρομέοις δὲ
ὄμμασι καὶ πραπίδεσσιν ὁμοίιος ἔσσυτο καπνῷ,
εἰς δόλον, εἰς κακότητα νόον Τελχῖνα κορύσσων.
- οὐδὲ Διὸς βαρύμηνις ἐλώφεεν εὐνέτις Ἥρη·
ἀλλὰ θυελλήεντι παραΐξασα πεδίλῳ
ποικίλον εὐφαέεσσι κεκασμένον οὐρανὸν ἄστροις
ἄσπετα φοιτητῆρι διέδραμεν ἄστεα ταρσῷ,
κερδαλέην Ἀπάτην διζημένη, εἴ που ἐφεύροι.
ἀλλ' ὅτε Δικταίης Κορυβαντίδος ὑψόθι πέτρης
γείτονος Ἀμνισοῖο λεχώιον ἔδρακεν ὕδωρ,
ἔνθα οἱ ἀλλοπρόσαλλος ὀρεστιὰς ἤντετο δαίμων·
καὶ γὰρ ἀεὶ παρέμιμνε Διὸς ψευδήμονι τύμβῳ
τερπομένη Κρήτεσσιν, ἐπεὶ πέλον ἠπεροπῆες.
ἀμφὶ δέ οἱ λαγόνεσσι Κυδωνιὰς ἔρρεε μίτρη,
τῇ ἔνι δαίδαλα πάντα βροτῶν θελκτήρια κεῖται·
ἐν μὲν ἐπικλοπίη πολυμήχανος, ἐν δ' ὀαριστὺς
πάρφασις, ἐν δὲ δόλοι πολυειδέες, ἐν δὲ καὶ αὐτὸς
σύνδρομος ἠερίοις ἀπατήλιος ὅρκος ἀήταις.
- καὶ δολίην Ἀπάτην δολίῳ μειλίξατο μύθῳ
Ἥρη ποικιλόμητις, ἀμυνομένη παρακοίτην·
- χαῖρε, θεὰ δολόμητι δολοπλανές· οὔ σε καὶ αὐτὸς
κλεψινόοις ὀάροισι παρέρχεται αἱμύλος Ἑρμῆς·
δὸς καὶ ἐμοὶ ζωστῆρα παναίολον, ὅν ποτε Ῥείη
δῆσεν ἑαῖς λαγόνεσσιν, ἕως ἀπάφησεν ἀκοίτην.
οὐ μὲν ἐγὼ Κρονίωνι φέρω πετρώδεα μορφήν,
οὐδὲ λίθῳ δολόεντι παρακλέπτω παρακοίτην,
ἀλλὰ γυνὴ χθονίη με βιάζεται, ἧς χάριν εὐνῆς
θοῦρος Ἄρης βαρύμηνις ἀναίνεται αἰθέρα ναίειν.
τί πλέον, εἰ γενόμην θεὸς ἄμβροτος; οὐτιδανὴ γὰρ
θνητὴ ἐμὸν πόσιν ἔσχε, τὸν οὐ θεὸς ἥρπασε Λητώ·
οὐ Δανάῃ παρίαυε τὸ δεύτερον ὑέτιος Ζεύς,
ἀλλὰ σιδηρορόφοιο μετὰ σφρηγῖδα μελάθρου
μεμφομένη χρυσέοισι γάμοις ναυτίλλετο νύμφη,
καὶ λάχεν ἕδνον Ἔρωτος ὕδωρ ἁλός· ἐν δὲ θαλάσσῃ
σύμπλοος ἀσταθέεσσιν ἐνήχετο χηλὸς ἀήταις.
οὐδὲ μετὰ Κρήτην πάλιν ἔπλεε ταῦρος Ὀλύμπου,
οὐκ ἴδεν Εὐρώπην μετὰ δέμνιον· ὑγροβαφὴς δὲ
οἰστρηθεῖσα μύωπι κερασφόρος ἔπλεεν Ἰώ.
οὐδὲ θεὰ γάμον εἶχεν ἐλεύθερον, ἀλλὰ καὶ αὐτὴ
γαστέρι φόρτον ἔχουσα πολύστροφος ἔτρεχε Λητώ,
ἄστατα παπταίνουσα πολυπλανέων σφυρὰ νήσων
καὶ ῥόον οὐ μίμνοντα κακοξείνοιο θαλάσσης,
καὶ λοχίης μόγις εἶδεν ἐλεύθερον ἔρνος ἐλαίης.
Λητὼ τόσσα μόγησε, καὶ οὐ χραίσμησεν ἀκοίτης·
θνητῆς δ' ὠκυμόροιο μιῆς διὰ δέμνια νύμφης
οὐρανίης ἀπέειπε κασιγνήτης λέχος Ἥρης.
δείδια, μὴ Κρονίδης με πόσις καὶ γνωτὸς ἀκούων
αἰθέρος ἐξελάσειε γυναικείης χάριν εὐνῆς,
μὴ Σεμέλην τελέσειεν ἑοῦ βασίλειαν Ὀλύμπου.
εἰ δὲ Διὶ Κρονίωνι χαρίζεαι ἠέ περ Ἥρῃ
μηδὲ τεὴν ὀπάσειας ἐμοὶ πανθελγέα μίτρην,
ὄφρα μόλῃ πρὸς Ὄλυμπον ἐμὸς πάλιν υἱὸς ἀλήτης,
ὑστατίην ἐπὶ πέζαν ἐλεύσομαι Ὠκεανοῖο
αἰθέρα καλλείψασα χάριν βροτέων ὑμεναίων
Τηθύος ἀρχεγόνοιο συνέστιος· ἔνθεν ἱκάνω
εἰς δόμον Εὐρυνόμης καὶ Ὀφίονος ἐγγύθι μίμνω.
ἀλλὰ σύ, κυδαίνουσα Διὸς παμμήτορα νύμφην,
δός μοι ἔχειν ζωστῆρα βοηθόον, ὄφρα φυγόντα
θέλξω θοῦρον Ἄρηα τὸ δεύτερον αἰθέρα ναίειν.
- ὣς φαμένης ἀπάμειπτο θεὰ πειθήμονι μύθῳ·
- μῆτερ Ἐνυαλίοιο, Διὸς πρωτόθρονε νύμφη,
δώσω ἐμὸν ζωστῆρα, καὶ εἰ πλέον ἄλλο κελεύεις·
πείθομαι, ὅττι θεοῖσι μετὰ Κρονίωνος ἀνάσσεις.
δέχνυσο τοῦτον ἱμάντα· περισφίγξασα δὲ κόλπῳ
Ἄρεα μὲν κομίσειας ἐς οὐρανόν· ἢν δ' ἐθελήσῃς,
θέλγε νόον Κρονίδαο καί, εἰ χρέος, Ὠκεανοῖο
χωομένου· χθονίων δὲ λιπὼν ὑμέναιον Ἐρώτων
ἵξεται αὐτοκέλευστος ἐς οὐρανὸν ὑψιμέδων Ζεὺς
ἡμετέρῳ δολόεντι περιγνάμψας φρένα κεστῷ·
οὗτος ἐμῆς Παφίης φρενοθελγέα κεστὸν ἐλέγχει.
- ὣς φαμένη δολόμητις ὑπηνέμιος φύγε δαίμων
ἠέρα πωτήεντι διαστείχουσα πεδίλῳ.
- Δικταίης δὲ λιποῦσα σακεσπάλον ἄντρον ἐρίπνης
καὶ λοχίην σπήλυγγα τελεσσιγόνοιο θεαίνης
εἰς θάλαμον Σεμέλης ἀπατήλιος ἤλυθεν Ἥρη,
ζήλῳ φυσιόωσα· μελιγλώσσῳ δὲ γεραιῇ
ἰσοφανὴς φιλόπαιδι δέμας μορφοῦτο τιθήνῃ
παιδοκόμῳ, τὴν αὐτὸς ἀνηέξησεν Ἀγήνωρ,
καί οἱ κλῆρον ἔδωκε, καὶ ὤπασεν ἀνδρὶ γυναῖκα
οἷα πατήρ· κομιδῆς δὲ χάριν τίνουσα καὶ αὐτὴ
νήπιον εἰσέτι Κάδμον ἑῷ μαιώσατο μαζῷ
καὶ βρέφος Εὐρώπην φιλίῳ πήχυνεν ἀγοστῷ.
τῇ δέμας ἶσον ἔχουσα διέστιχεν ἐς δόμον Ἥρη
χωομένη Σεμέλῃ καὶ Κύπριδι καὶ Διονύσῳ
μή πω φέγγος ἰδόντι, καὶ ἀρτιγάμῳ παρὰ παστῷ
τοῖχον ἐς ἀντικέλευθον ἑὴν ἔκλινεν ὀπωπὴν
ὄμμα παραστρέψασα, Διὸς μὴ λέκτρα νοήσῃ.
τὴν μὲν Πεισιάνασσα καθίζανεν ὑψόθι δίφρου
ἀμφίπολος Σεμέλης, Τυρίης βλάστημα γενέθλης,
Θελξινόη δὲ τάπητας ἐνήρμοσεν ἤνοπι δίφρῳ.
ἔνθα θεὰ σχεδὸν ἧστο δολοπλόκος· εὗρε δὲ κούρην
βριθομένην ὠδῖνι πεπαινομένου τοκετοῖο·
καὶ τόκον, οὐ ψαύοντα τελεσσιγόνοιο Σελήνης,
γαστρὸς ἀσημάντου χλοερὴ κήρυξε παρειὴ
καὶ χλόος †ἦν ἐπεὼν μελέων πάρος· ἑζομένης δὲ
Ἥρης ψευδομένης δολόεν δέμας ἔτρεμε παλμῷ
ἀντιτύπῳ, καὶ νέρθεν ἐπὶ χθόνα κάμπτετο νεύων
ὤμοις θλιβομένοισι γέρων κυρτούμενος αὐχήν.
καὶ πρόφασιν μόγις εὗρεν· ἐπεστενάχιζε δὲ μύθῳ
δάκρυον εὐποίητον ἀποψήσασα προσώπου,
καὶ δολόεν κατέλεξεν ἔπος φρενοθελγέι φωνῇ·
- εἰπέ, πόθεν, βασίλεια, τεαὶ χλοάουσι παρειαί;
πῇ σέο κάλλος ἐκεῖνο; τίς εἴδεϊ σεῖο μεγαίρων
πορφυρέους σπινθῆρας ἀπημάλδυνε προσώπου;
καὶ ῥόδα τίς μετάμειψεν ἐς ὠκυμόρους ἀνεμώνας;
καὶ σὺ κατηφιόωσα τί τήκεαι; ἦ ῥα καὶ αὐτὴ
ἔκλυες αἴσχεα κεῖνα, τά περ βοόωσι πολῖται;
ἐρρέτω ἀρχεκάκων ὀλοὸν στόμα θηλυτεράων.
εἰπὲ δέ μοι, μὴ κρύπτε τεῆς συλήτορα μίτρης·
τίς σε θεῶν ἐμίηνε; τίς ἥρπασε σεῖο κορείην;
εἰ μὲν Ἄρης λαθραῖος ἐμὴν νυμφεύσατο κούρην
καὶ Σεμέλῃ παρίαυεν ἀφειδήσας Ἀφροδίτης,
ἐλθέτω ἐς σέο λέκτρα γαμήλιον ἔγχος ἀφάσσων·
γινώσκει μενέχαρμον ἑὸν γενέτην σέο μήτηρ.
εἰ δέ σοι ὠκυπέδιλος ἐκώμασε νυμφίος Ἑρμῆς
καὶ Σεμέλης διὰ κάλλος ἑὴν ἠρνήσατο Πειθώ,
ῥάβδον ἑὴν ὀπάσειε τεῆς αὐτάγγελον εὐνῆς,
ἠέ σε κοσμήσειεν ἑοῖς χρυσέοισι πεδίλοις
δῶρον ἄγων λεχέων σέθεν ἄξιον, ὄφρα καὶ αὐτὴ
εἴης χρυσοπέδιλος, ἅ περ Διὸς εὐνέτις Ἥρη.
εἰ δέ σοι οὐρανόθεν πόσις ἤλυθε καλὸς Ἀπόλλων
καὶ Σεμέλης ὑπ' ἔρωτι λελασμένος ἔπλετο Δάφνης,
νόσφι δόλου κρυφίοιο δι' ἠέρος εἰς σὲ χορεύσῃ
ἁβρὸς ἀσιγήτων ἐποχημένος ἅρματι κύκνων,
ἕδνα τεῆς φιλότητος ἑὴν φόρμιγγα κομίζων,
πιστὸν ἑῶν θαλάμων σημήιον· εἰσορόων γὰρ
Κάδμος ἐπουρανίην κιθάρην Φοίβοιο νοήσει,
ἣν ἴδεν αἰολόφωνον ἑῆς παρὰ δεῖπνα τραπέζης
Ἁρμονίης μέλπουσαν ἐπιχθονίους ὑμεναίους.
εἰ δὲ γυναιμανέων σε βιήσατο Κυανοχαίτης
καί σε σοφῆς προβέβουλεν ἀειδομένης Μελανίππης,
ἀμφαδὰ κωμάσσειε, παρὰ προπύλαια δὲ Κάδμου
νυμφιδίης πήξειεν ἑῆς γλωχῖνα τριαίνης,
ξυνώσας γέρας ἶσον ἐχιδνοκόμῳ παρὰ Δίρκῃ,
οἷα παρ' Ἀργείοισι λεοντοβότῳ παρὰ Λέρνῃ
σῆμα γάμων ἔστησεν, Ἀμυμώνης ὅθι νύμφης
Λερναίης ἔτι χῶρος ἐπώνυμός ἐστι τριαίνης.
ἀλλὰ τί κικλήσκω σε παρευνέτιν Ἐννοσιγαίου;
ποῖα Ποσειδάωνος ἔχεις σημήια λέκτρων;
ὑδρηλαῖς παλάμῃσι χυθεὶς ἠγκάσσατο Τυρὼ
παφλάζων δολόεντι ῥόῳ μιμηλὸς Ἐνιπεύς.
εἰ δὲ καί, ὡς ἐνέπεις, σέο νυμφίος ἐστὶ Κρονίων,
ἐλθέτω εἰς σέο λέκτρα σὺν ἱμερόεντι κεραυνῷ,
ἀστεροπῇ γαμίῃ κεκορυθμένος, ὄφρα τις εἴπῃ·
'Ἥρης καὶ Σεμέλης νυμφοστόλοι εἰσὶ κεραυνοί.'
ζηλήμων περ ἐοῦσα Διὸς δάμαρ οὔ σε χαλέψει·
οὐ γὰρ ἐπιτρέψειε τεὸς μητρώιος Ἄρης.
ὀλβίη Εὐρώπη Σεμέλης πλέον, ἣν ὑπὲρ ὤμων
Ζεὺς κερόεις ἀνάειρε· ποθοβλήτοιο δὲ ταύρου
ἄβροχος ἀκροτάτοιο δι' ὕδατος ἔτρεχε χηλή,
καὶ σκάφος ἦεν Ἔρωτος ὁ τηλίκος. ἆ μέγα θαῦμα,
παρθένος ἡνιόχευε τὸν αἰθέρος ἡνιοχῆα.
ὀλβίζω Δανάην Σεμέλης πλέον, ἧς διὰ κόλπου
χρύσεος ἐξ ὀρόφοιο κατέρρεεν ὑέτιος Ζεὺς
ἀφνειῇ ῥαθάμιγγι γυναιμανέος νιφετοῖο·
οὐ μὲν χρύσεα δῶρα μακαρτάτη ᾔτεε νύμφη·
εἶχε γὰρ ἕδνον Ἔρωτος ὅλον πόσιν. ἀλλά τις εἴη
σιγὴ ἐφ' ἡμείων, γενέτης μὴ Κάδμος ἀκούσῃ.
- ὣς φαμένη λίπε δῶμα καὶ ἀχνυμένην ἔτι νύμφην,
Ἥρης ζῆλον ἔχουσαν ἀμιμήτων ὑμεναίων,
μεμφομένην Κρονίωνι· παλιννόστῳ δὲ κελεύθῳ
αἰθέρος ἔνδον ἵκανε, καὶ οὐρανίῳ παρὰ θώκῳ
κείμενα δερκομένη Διὸς ἔντεα νόσφι φορῆος,
οἷά περ εἰσαΐοντα, φίλῳ μειλίξατο μύθῳ·
- βροντή, καὶ σὲ λέλοιπεν ἐμὸς νεφεληγερέτα Ζεύς;
τίς πάλιν ἁρπάξας σε τεὸν γύμνωσε φορῆα;
βροντή, ἐσυλήθης ‑ οὐκ αἴτιός ἐστι Τυφωεύς ‑
Ἥρης ξυνὰ παθοῦσα παρήγορε· νυμφοκόμος γὰρ
ἡμέας ἀμφοτέρους ἀπαναίνεται ὑέτιος Ζεύς.
οὐ νιφετοῖς ἔτι γαῖα παλύνεται, ὑγροχύτου δὲ
ὄμβρου λειπομένου περιβόσκεται αὐχμὸς ἀρούρης
αὔλακα, καρπὸν ἔχων ἀχρήιον· ἀγρονόμοις δὲ
ἀντὶ κελαινεφέος κικλήσκεται ἀννέφελος Ζεύς.
ἀστεροπαί, Κρονίωνι πυρώδεα ῥήξατε φωνήν,
Ζηνὶ γυναιμανέοντι, φίλοι, φθέγξασθε, κεραυνοί.
ἀλλὰ βαρυζήλων ἀχέων ποινήτορες Ἥρης
εἰς Σεμέλην ἔρχεσθε γαμοστόλοι, ἕδνα δὲ μίτρης
λισσομένη φλογόεντας ἑοὺς δέξοιτο φονῆας.
- τοῖα μὲν ἀφθόγγοις Διὸς ἔντεσιν ἴαχεν Ἥρη
ἀχνυμένη, φθονερῷ δὲ χόλῳ κυμαίνετο δαίμων.
- καὶ Σεμέλη †βαρύθυμος ἑῷ νεοπενθέι θυμῷ
ἀστεροπὴν ποθέουσα, πυραυγέα πομπὸν Ἐρώτων,
μεμφομένοις στομάτεσσιν ἑὸν λιτάνευεν ἀκοίτην,
Ἡραίης ἐθέλουσα πυριστεφέος τύπον εὐνῆς·
- πρὸς Δανάης λίτομαί σε ῥυηφενέων ὑμεναίων,
δὸς χάριν, Εὐρώπης κερόεις πόσις· αἰδέομαι γὰρ
κικλήσκειν Σεμέλης σε, τὸν ὡς ὄναρ εἶδον ἀκοίτην.
Ἀκρίσιος Κάδμοιο μακάρτερος· ἀλλὰ καὶ αὐτὴ
ἤθελον, εἰ χρύσειον ἴδον γάμον, ὑέτιε Ζεῦ,
εἰ μὴ τοῦτο γέρας σέο Περσέος ἥρπασε μήτηρ·
ἤθελον, εἴ με κόμισσας ἐν ὕδασι ταῦρος ὁδίτης
ὤμοις ὑμετέροισιν, ἵνα πλάζοιτο καὶ αὐτὸς
γνωτὸς ἐμὸς Πολύδωρος, ἀλήμονος ἅρπαγα νύμφης
μαστεύων, ἅτε Κάδμος, ἐμὸν Κρονίωνα φορῆα.
ἀλλὰ τί μοι βοέοιο γάμου τύπος ἢ νιφετοῖο;
οὐκ ἐθέλω γέρας ἶσον, ὅ περ χθονίη λάχε νύμφη.
Εὐρώπῃ λίπε ταῦρον, ἔα Δανάῃ χύσιν ὄμβρου·
Ἥρης μοῦνος ἔχει με γάμων φθόνος. εἴ με γεραίρεις,
παστὸν ἐμὸν κόσμησον ἐπουρανίῳ σέο πυρσῷ
αἰθύσσων νεφέων ἐρόεν σέλας, ἀστεροπὴν δὲ
ἕδνον ἐμῆς φιλότητος ἀπειθέι δεῖξον Ἀγαύῃ·
Αὐτονόη φρίξειεν ἐμῷ παρὰ γείτονι παστῷ
νυμφοκόμων ἀίουσα μέλος βρονταῖον Ἐρώτων,
σύμβολον αὐτοβόητον ἀκηρύκτων σέο λέκτρων.
δὸς δέ, περιπτύξαιμι φίλην φλόγα καὶ φρένα τέρψω
ἀστεροπῆς ψαύουσα καὶ ἀμφαφόωσα κεραυνούς.
δός μοι σῶν θαλάμων ζυγίην φλόγα· πᾶσα δὲ νύμφη
πυρσὸν ἔχει πομπῆα τελεσσιγάμων ὑμεναίων.
ἦ ῥα τεῶν γαμίων οὐκ ἄξιός εἰμι κεραυνῶν
Ἄρεος αἷμα φέρουσα καὶ ὑμετέρης Ἀφροδίτης;
δειλὴ ἐγώ· Σεμέλης μὲν ἔχει γάμος ὠκύμορον πῦρ
καὶ χθονίους λαμπτῆρας, ἐφαπτομένη δὲ κεραυνοῦ
καὶ στεροπῆς ψαύουσα τεὴ νυμφεύεται Ἥρη.
νυμφίε τερπικέραυνε, σὺ μὲν πολυφεγγέι παστῷ
ἔνθεον εἶδος ἔχων ἐπὶ δέμνιον ἔρχεαι Ἥρης
ἀστεροπαῖς γαμίῃσι καταυγάζων σέο νύμφην
Ζεὺς πυρόεις, Σεμέλῃ δὲ δράκων ἢ ταῦρος ἱκάνεις·
κείνη μὲν βαρύδουπον Ὀλύμπιον ἦχον Ἐρώτων
εἰσαΐει, Σεμέλη δὲ τύπῳ σκιοειδέι μορφῆς
ταύρου ψευδαλέοιο νόθον μυκηθμὸν ἀκούει·
ἄψοφος εἰς ἐμὰ λέκτρα κατέρχεται ἀννέφελος Ζεύς,
καὶ νεφεληγερέτης ὑψαύχενι μίγνυται Ἥρῃ.
κούρης δ' αἰνογάμοιο πατὴρ ἐμὸς αἴσχεα φεύγων
ἐνδόμυχος σέο Κάδμος ἀλυσκάζει πάτον ἀνδρῶν,
αἰδόμενος ναέτῃσι φανήμεναι, ὅττι πολῖται
πάντες ἐπιβρίζουσι τεοῖς κρυφίοις ὑμεναίοις
μεμφόμενοι Σεμέλην, ὅτι φώριον ἔσχεν ἀκοίτην.
καὶ χορὸς ἀμφιπόλων ἐμὲ μέμφεται, ἔξοχα δ' ἄλλων
δειμαίνω στόμα λάβρον ἀσιγήτοιο τιθήνης·
καλὸν ἐμοὶ πόρες ἕδνον ὀνείδεα θηλυτεράων.
μνώεο, τίς Τυφῶνι δολόφρονα πότμον ὑφαίνων
σοὶ πόρεν ἁρπαμένοιο πάλιν σπινθῆρα κεραυνοῦ·
δεῖξον ἐμῷ γενετῆρι, τά περ πόρε· γηραλέος γὰρ
Κάδμος ἀπαιτίζει με τεῆς σημήιον εὐνῆς.
οὔ πω ἐγὼ Κρονίωνος ἀληθέος εἶδον ὀπωπήν,
οὐ βλεφάρων ἀκτῖνα σελασφόρον, οὐδὲ προσώπου
μαρμαρυγὰς ἐνόησα καὶ ἀστράπτουσαν ὑπήνην·
οὔ πω ἴδον τεὸν εἶδος Ὀλύμπιον, ἀλλὰ δοκεύω
πόρδαλιν ἠὲ λέοντα, θεὸν δ' οὐκ εἶδον ἀκοίτην.
ὡς βροτὸν εἰσορόω σε θεὸν μέλλουσα λοχεύειν.
ἄλλον ἐγὼ πυθόμην φλογερὸν γάμον· Ἠέλιος γὰρ
σὺν πυρὶ νυμφιδίῳ Κλυμένην ἠγκάσσατο νύμφην.
- ἔννεπεν αἰτίζουσα φίλον μόρον· ἶσα γὰρ Ἥρῃ
εἰς γάμον ἀθρῆσαι μινυώριος ἔλπετο νύμφη
μειλίχιον σπινθῆρα γαληναίοιο κεραυνοῦ.
- Ζεὺς δὲ πατὴρ ἀίων φθονεραῖς ἐπεμέμφετο Μοίραις,
καὶ Σεμέλην ἐλέαιρεν ἀώριον· ἀμφὶ δὲ Βάκχῳ
κερδαλέον γίνωσκεν ἀμειλίκτου χόλον Ἥρης.
Ἑρμείῃ δὲ κέλευεν ἀπὸ φλογεροῖο κεραυνοῦ
ἁρπάξαι νέον υἷα πυριβλήτοιο Θυώνης.
καί τινα μῦθον ἔλεξε πατὴρ ὑψαύχενι κούρῃ·
- ὦ γύναι, ἦ σε δόλοις φθονερὸς νόος ἤπαφεν Ἥρης·
ἦ ῥα, γύναι, δοκέεις, ὅτι μείλιχοί εἰσι κεραυνοί;
τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἔτι φόρτον ἀείρεις,
τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἐμὸν υἷα λοχεύεις·
μὴ πρὸ τόκου πυρόεντας ἀπαιτίζῃς με φονῆας.
οὐ στεροπὴν μεθέπων Δανάης σύλησα κορείην,
οὐ βροντῆς κελάδημα, καὶ οὐ Τυρίης σέο νύμφης
Εὐρώπης ὑμέναιον ἐνυμφεύσαντο κεραυνοί,
οὐκ ἴδεν Ἰναχίη δαμάλη σέλας· ἀλλὰ σὺ μούνη
θνητὴ ἀπαιτίζεις με, τὰ μὴ θεὸς ᾔτεε Λητώ.
- τοῖον ἔπος κατέλεξε καὶ οὐ μενέαινεν ἐρίζειν
νήμασι Μοιριδίοισι· δι' αἰθερίοιο δὲ κόλπου
ἀστράπτων πεφόρητο καὶ ἱκεσίην ἕο νύμφης
οὐκ ἐθέλων ἐτέλεσσε πόσις στεροπηγερέτα Ζεύς,
εἰς Σεμέλην δ' ἐχόρευε κατηφέι χειρὶ τιταίνων
νυμφιδίους σπινθῆρας ἀμερσιγάμοιο κεραυνοῦ·
καὶ θάλαμος στεροπῇσιν ἐλάμπετο, καὶ πυρὸς ἀτμῷ
Ἰσμηνὸς σελάγιζεν, ὅλη δ' ἀμαρύσσετο Θήβη.
- καὶ Σεμέλη φλογόεντας ἑοὺς ὁρόωσα φονῆας
αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ·
- πηκτίδος οὐ χατέω λιγυηχέος, οὐ χρέος αὐλοῦ·
βρονταὶ ἐμοὶ γεγάασι Διὸς σύριγγες Ἐρώτων,
αὐλὸς ἐμοὶ κτύπος οὗτος Ὀλύμπιος, αἰθερίης δὲ
δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας· οὐτιδανῶν δὲ
οὐκ ἀλέγω δαΐδων· δαΐδες δέ μοί εἰσι κεραυνοί.
εἰμὶ δάμαρ Κρονίωνος, Ἐχίονός ἐστιν Ἀγαύη,
Αὐτονόην καλέσωσιν Ἀρισταίοιο γυναῖκα·
Ἰνὼ ἔχει Νεφέλην, Σεμέλη λάχε σύγγαμον Ἥρην.
οὐ γενόμην Ἀθάμαντος ἐγὼ δάμαρ, ὠκύμορον δὲ
οὐ τέκον Ἀκταίωνα κυνοσπάδα, σύννομον ὕλης.
οὐ χατέω φόρμιγγος ὀλίζονος· οὐρανίη γὰρ
ἀστραίη Κιθάρη Σεμέλης ὑμέναιον ἀείδει.
- ἔννεπε κυδιόωσα καὶ ἤθελε χερσὶν ἀφάσσειν
ἀστεροπὴν ὀλέτειραν, ἀφειδήσασα δὲ Μοίρης
τολμηρῇ παλάμῃ φονίων ἔψαυσε κεραυνῶν·
καὶ γάμος ἦν Σεμέλης θανατηφόρος, ἧς ἑνὶ θεσμῷ
πυρκαϊὴν καὶ τύμβον ἐθήκατο παστὸν Ἐρινύς·
καὶ λοχίαις ἀκτῖσι γαμήλιον ἄσθμα κεραυνοῦ
Ζηνὸς ἀφειδήσαντος ὅλην τεφρώσατο νύμφην·
καὶ στεροπὴ πέλε μαῖα, καὶ Εἰλείθυια κεραυνοί·
κόλπου δ' αἰθομένοιο διαθρῴσκοντα τεκούσης
Βάκχον ἐπουρανίη μαιώσατο φειδομένη φλόξ,
μητροφόνῳ σπινθῆρι μαραινομένων ὑμεναίων·
καὶ βρέφος ἠλιτόμηνον ἀδηλήτου τοκετοῖο
ἄσθμασι φειδομένοισιν ἐχυτλώσαντο κεραυνοί·
καὶ Σεμέλη πυρόεσσαν ἐσαθρήσασα τελευτὴν
ὤλετο τερπομένη λόχιον μόρον· ἦν δὲ νοῆσαι
Ἵμερον, Εἰλείθυιαν, Ἐρινύας εἰν ἑνὶ παστῷ.
καὶ βρέφος ἡμιτέλεστον ἑῷ γενετῆρι λοχεῦσαι
οὐρανίῳ πυρὶ γυῖα λελουμένον ἤγαγεν Ἑρμῆς.
- Ζεὺς δὲ βαρυζήλοιο μετατρέψας νόον Ἥρης
ἄγριον ἐπρήυνε παλίλλυτον ὄγκον ἀπειλῆς,
καὶ φλογερὴν Σεμέλην μετανάστιον εἰς πόλον ἄστρων
οὐρανὸν οἶκον ἔχουσαν ἀνήγαγε μητέρα Βάκχου
αἰθερίοις ναέτῃσιν ὁμέστιον, ὡς γένος Ἥρης,
ὡς τόκον Ἁρμονίης ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης·
καὶ καθαρῷ λούσασα νέον δέμας αἴθοπι πυρσῷ ...
καὶ βίον ἄφθιτον ἔσχεν Ὀλύμπιον· ἀντὶ δὲ Κάδμου
καὶ χθονίου δαπέδοιο καὶ Αὐτονόης καὶ Ἀγαύης
σύνθρονον Ἄρτεμιν εὗρε καὶ ὡμίλησεν Ἀθήνῃ
καὶ πόλον ἕδνον ἔδεκτο, μιῆς ψαύουσα τραπέζης
Ζηνὶ καὶ Ἑρμάωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.