721 23 0 0 0 IV-III a. C. Bucolico Theocritus Idyllia 4

THEOCRITUS - Idyllia - XVI - ΧΑΡΙΤΕΣ Η ΙΕΡΩΝ

Αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,

ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.

Μοῖσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι·

ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν.

Τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπ' ἠῶ

ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ

ἀσπασίως, οὐδ' αὖθις ἀδωρήτους ἀποπέμψει;

αἳ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδ' ἴασι,

πολλά με τωθάζοισαι, ὅτ' ἀλιθίην ὁδὸν ἦλθον,

ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ

ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,

ἔνθ' αἰεί σφισιν ἕδρη, ἐπὴν ἄπρακτοι ἵκωνται.

τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει;

οὐκ οἶδ'· οὐ γὰρ ἔτ' ἄνδρες ἐπ' ἔργμασιν ὡς πάρος ἐσθλοῖς

αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δ' ὑπὸ κερδέων.

πᾶς δ' ὑπὸ κόλπου χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ

ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,

ἀλλ' εὐθὺς μυθεῖται· 'ἀπωτέρω ἢ γόνυ κνάμα·

αὐτῷ μοί τι γένοιτο.' 'θεοὶ τιμῶσιν ἀοιδούς.'

'τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὅμηρος.'

'οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.'

Δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσός

κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,

ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δέ πού τινι δοῦναι ἀοιδῶν·

πολλοὺς εὖ ἔρξαι πηῶν, πολλοὺς δὲ καὶ ἄλλων

ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,

μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι ἀλλὰ τραπέζῃ

μειλίξαντ' ἀποπέμψαι ἐπὴν ἐθέλωντι νέεσθαι,

Μοισάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,

ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς,

μηδ' ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,

ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας

ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.

πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα

ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται·

πολλοὶ δὲ Σκοπάδαισιν ἐλαυνόμενοι ποτὶ σακούς

μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι·

μυρία δ' ἂμ πεδίον Κραννώνιον ἐνδιάασκον

ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις·

ἀλλ' οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν

θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῖο γέροντος·

ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες

δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,

εἰ μὴ θεῖος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων

βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκ' ὀνομαστούς

ὁπλοτέροις· τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,

οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.

τίς δ' ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας

Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,

εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;

οὐδ' Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθείς

πάντας ἐπ' ἀνθρώπους, Ἀίδαν τ' εἰς ἔσχατον ἐλθών

ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,

δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δ' ἂν ὑφορβός

Εὔμαιος καὶ βουσὶ Φιλοίτιος ἀμφ' ἀγελαίαις

ἔργον ἔχων αὐτός τε περίσπλαγχνος Λαέρτης,

εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί.

Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,

χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.

ἀλλ' ἶσος γὰρ ὁ μόχθος ἐπ' ᾐόνι κύματα μετρεῖν

ὅσσ' ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,

ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον,

καὶ φιλοκερδείῃ βεβλαμμένον ἄνδρα παρελθεῖν.

χαιρέτω ὅστις τοῖος, ἀνήριθμος δέ οἱ εἴη

ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν·

αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα

πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.

δίζημαι δ' ὅτινι θνατῶν κεχαρισμένος ἔλθω

σὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς

κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος.

οὔπω μῆνας ἄγων ἔκαμ' οὐρανὸς οὐδ' ἐνιαυτούς·

πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἄματος ἵπποι·

ἔσσεται οὗτος ἀνὴρ ὃς ἐμεῦ κεχρήσετ' ἀοιδοῦ,

ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας

ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου.

ἤδη νῦν Φοίνικες ὑπ' ἠελίῳ δύνοντι

οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν·

ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα,

ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν·

ἐν δ' αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι

ζώννυται, ἵππειαι δὲ κόρυν σκιάουσιν ἔθειραι.

αἲ γάρ, Ζεῦ κύδιστε πάτερ καὶ πότνι' Ἀθάνα

κούρη θ' ἣ σὺν μητρὶ πολυκλήρων Ἐφυραίων

εἴληχας μέγα ἄστυ παρ' ὕδασι Λυσιμελείας,

ἐχθροὺς ἐκ νάσοιο κακαὶ πέμψειαν ἀνάγκαι

Σαρδόνιον κατὰ κῦμα φίλων μόρον ἀγγέλλοντας

τέκνοις ἠδ' ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν.

ἄστεα δὲ προτέροισι πάλιν ναίοιτο πολίταις,

δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατ' ἄκρας·

ἀγροὺς δ' ἐργάζοιντο τεθαλότας· αἱ δ' ἀνάριθμοι

μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι

ἂμ πεδίον βληχῷντο, βόες δ' ἀγεληδὸν ἐς αὖλιν

ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν·

νειοὶ δ' ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ

ποιμένας ἐνδίους πεφυλαγμένος ὑψόθι δένδρων

ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δ' εἰς ὅπλ' ἀράχναι

λεπτὰ διαστήσαιντο, βοᾶς δ' ἔτι μηδ' ὄνομ' εἴη.

ὑψηλὸν δ' Ἱέρωνι κλέος φορέοιεν ἀοιδοί

καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος

ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν.

εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους

θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὴν Ἀρέθοισαν

ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὴν Ἱέρωνα.

ὦ Ἐτεόκλειοι Χάριτες θεαί, ὦ Μινύειον

Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,

ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων

θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἴοιμ' ἄν.

καλλείψω δ' οὐδ' ὔμμε· τί γὰρ Χαρίτων ἀγαπητόν

ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμ' εἴην.