- Εἰ καὶ μὴ σύγκληρα κατ' Ἀσίδα τείχεα δῆμοι
τύρσεσιν ἐστήσαντο τέων ἀνεδέγμεθα βλάστας,
Πρωταγόρη, δολιχὸς δὲ διάπροθι χῶρος ἐέργει,
ῥεῖά κέ τοι ποσίεσσιν ἀλέξια φαρμακοέσσαις
5αὐδήσαιμ' ἅ τε φῶτας ἐνιχριμφθέντα δαμάζει.
ἦ γὰρ δὴ σὺ μὲν ἄγχι πολυστροίβοιο θαλάσσης
Ἄρκτον ὑπ' ὀμφαλόεσσαν ἐνάσσαο ἧχί τε Ῥείης
Λοβρίνης θαλάμαι τε καὶ ὀργαστήριον Ἄττεω·
αὐτὰρ ἐγὼ τόθι παῖδες ἐυζήλοιο Κρεούσης
10πιοτάτην ἐδάσαντο γεωμορίην ἠπείρου
ἑζόμενοι τριπόδεσσι πάρα Κλαρίοις Ἑκάτοιο.
- Ἀλλ' ἤτοι χολόεν μὲν ἰδὲ στομίοισι δυσαλθές
πνυθείης ἀκόνιτον, ὃ δή ῥ' Ἀχερωΐδες ὄχθαι
φύουσιν τόθι χάσμα δυσέκδρομον Εὐβουλῆος
15ἄστυρά τε Πριόλαο καταστρεφθέντα δέδουπε.
τοῖο δὲ πάντα χαλινὰ καὶ οὐρανόεσσαν ὑπήνην
οὖλά θ' ὑποστύφει χολόεν ποτόν, ἀμφὶ δὲ πρώτοις
εἰλύεται στέρνοισι κακῇ ἀλάλυγγι βαρῦνον
φῶτ' ἐπικαρδιόωντα· δύῃ δ' ἐπιδάκνεται ἄκρον
20νειαίρης, ἄκλειστον ἀειρόμενον στόμα γαστρός,
τεύχεος ἣν κραδίην ἐπιδορπίου οἱ δὲ δοχαίην
κλείουσι στομάχοιο, πύλη δ' ἐπικέκλιται ἀρχαῖς
πρῶτα κόλων ὅθι πᾶσα βροτῶν ἅλις ἐμφέρεται δαίς.
αἰεὶ δ' ἐκ φαέων νοτέων ὑπολείβεται ἱδρώς,
25ἡ δὲ κυκαομένη τὰ μὲν ἔβρασεν ἤλιθα νηδύς
πνεύματα, πολλὰ δ' ἔνερθε κατὰ μέσον ὀμφαλὸν ἵζει·
κράατι δ' ἐν βάρος ἐχθρόν, ὑπὸ κροτάφοισι δὲ παλμός
πυκνὸς ἐπεμφέρεται, τὰ δὲ διπλόα δέρκεται ὄσσοις
οἷα χαλικραίῃ νύχιος δεδαμασμένος οἴνῃ.
30ὡς δ' ὁπότ' ἀγριόεσσαν ὑποθλίψαντες ὀπώρην
Σιληνοὶ κεραοῖο Διωνύσοιο τιθηνοί
πρῶτον ἐπαφρίζοντι ποτῷ φρένα θωρηχθέντες
ὄθμασι δινήθησαν ἐπισφαλεροῖσι δὲ κώλοις
Νυσαίην ἀνὰ κλιτὺν ἐπέδραμον ἀφραίνοντες,
35ὣς οἵγε σκοτόωσι κακῇ βεβαρηότες ἄτῃ.
τὴν μέν τε κλείουσι μυοκτόνον, ἦ γὰρ ἀνιγρούς
παμπήδην ὕρακας λιχμήμονας ἠρήμωσεν·
οἱ δέ τε παρδαλιαγχές, ἐπεὶ θήρεσσι πελώροις
πότμον βουπελάται τε καὶ αἰγινομῆες ἔθεντο
40Ἴδης ἐν νεμέεσσι Φαλακραίῃ ἐνὶ βήσσῃ,
πολλάκι θηλυφόνον καὶ κάμμαρον· ἐν δ' Ἀκοναίοις
δηλήειν ἀκόνιτον ἐνεβλάστησεν ὀρόγκοις.
τῷ καί που τιτάνοιο χερὸς βάρος ἔσσεται ἄρκος
πιμπλαμένης ὅτε νέκταρ ἐύτριβι κιρρὸν ἀφύσσῃς
45μετρήδην ‑ κοτύλη δὲ πέλοι καταμέστιος οἴνης ‑
σὺν δὲ καὶ ἁβροτόνοιο ταμὼν ἄπο καυλέα θάμνου
ἢ χλοεροῦ πρασίοιο τὸ δὴ μελίφυλλον ὑδεῦσι·
καί τε σὺ ποιήεντος ἀειθαλέος χαμελαίης
βλάστην πηγάνιόν τε πόροις, ἐν βάμματι σίμβλων
50σβεννὺς αἰθαλόεντα μύδρον γενύεσσι πυράγρης,
ἠὲ σιδηρήεσσαν ἄπο τρύγα τήν τε καμίνων
ἔντοσθεν χοάνοιο διχῆ πυρὸς ἤλασε λιγνύς·
ἄλλοτε δὲ χρυσοῖο νέον βάρος ἐν πυρὶ θάλψας
ἠὲ καὶ ἀργυρόεν θολερῷ ἐνὶ πώματι βάπτοις.
55πολλάκι δ' ἡμιδαὲς χειρὸς βάρος αἴνυσο θρίων
παῦρα χαμαιπίτυος, τότ' ὀνίτιδος αὖον ὀρείης
ἠὲ νέον ῥάδικα πολυκνήμοιο κολούσας,
τέτρασιν ἐν κυάθοισι χαδεῖν μελιανθέος οἴνης·
ἢ ἔτι μυελόεντα χαλικρότερον ποτὸν ἴσχοις
60ὄρνιθος στρουθοῖο κατοικάδος εὖθ' ὑπὸ χύτρῳ
γυῖα καταθρύπτῃσι βιαζομένη πυρὸς αὐγή·
καί τε βοὸς νέα γέντα περιφλίοντος ἀλοιφῇ
τηξάμενος κορέσαιο ποτῷ εὐχανδέα νηδύν.
ναὶ μὴν βαλσάμοιο τότ' ἐν σταγόνεσσι γάλακτος
65θηλυτέρης πώλοιο χέαις ὀπόν, ἄλλοτε νύμφαις,
ἔστ' ἂν ὑπὲκ φάρυγος χεύῃ παναεργέα δόρπον.
πολλάκι δ' ἢ σκίνακος δερκευνέος ἢ ἀπὸ νεβροῦ
πυετίην τμήξαιο πόροις δ' ἐν νέκταρι φύρσας·
ἄλλοτε καὶ μορέης ἄπο ῥίζεα φοινηέσσης
70ὅλμου ἐνὶ στύπεϊ προβαλὼν καὶ ὁμήρεα κόψας
οἴνῳ, ἐνεψηθέντα πόροις καμάτοισι μελίσσης·
καί κεν ἐπικρατέουσαν ἀπεχθέα νοῦσον ἀλάλκοις
φωτός, ὁ δ' ἀσφαλέεσσι πάλιν μετὰ ποσσὶν ὁδεύοι.
- Δεύτερα δ' αἰγλήεντος ἐπιφράζευ πόσιν ἐχθρήν
75κιρναμένην ὀλοοῦ ψιμυθίου ἥ τε γάλακτι
πάντοθεν ἀφρίζοντι νέην εἰδήνατο χροιήν
πελλίσιν ἐν γρώνῃσιν ὅτ' εἴαρι πῖον ἀμέλξαις.
τοῦ μὲν ὑπὲρ γένυάς τε καὶ ᾗ ῥυσαίνεται οὖλα
ἀφρὸς ἐπιστύφων ἐμπλάσσεται, ἀμφὶ καὶ ὁλκός
80τέτρηχε γλώσσης, νέατος δ' ὑποκάρφεται ἰσθμός,
ξηρὰ δ' ἐπιλλύζων ὀλοῇ χελλύσσεται ἄτῃ,
ἀβλεμὲς ἦ γὰρ κεῖνο πέλει βάρος· αὐτὰρ ὁ θυμῷ
ναυσιόεις ὀλοοῖσιν ὑποτρύει καμάτοισι·
πολλάκι δ' ἐν φαέεσσιν ἄλην ἑτερειδέα λεύσσων
85ἄλλοτε δ' ὑπναλέος ψύχει δέμας, οὐδ' ἔτι γυῖα
ὡς τὸ πάρος δονέει, καμάτῳ δ' ὑποδάμναται εἴκων.
τῷ καὶ πρημαδίης ἢ ὀρχάδος εἶαρ ἐλαίης
ἢ ἔτι μυρτίνης σχεδίην δεπάεσσιν ὀρέξαις
ὄφρ' ἂν ὀλισθήνασα χέῃ κακὰ φάρμακα νηδύς·
90ἠὲ σύ γ' οὐθατόεντα διοιδέα μαζὸν ἀμέλξας
ῥεῖα πόροις, φιαρὴν δὲ ποτοῦ ἀποαίνυσο γρῆυν.
καί τε σύ γ' ἢ μαλάχης ῥαδάμους ἢ φυλλάδα τήξας
χυλῷ ἔνι κλώθοντι κακηπελέοντα κορέσσαις.
πολλάκι σήσαμα κόπτε, πόροις δ' ἐν νέκταρι καὶ τά·
95ἠὲ σὺ κληματόεσσαν ἐν ὕδατι πλύνεο τέφρην
θαλπομένην, τὸ δὲ ῥύμμα νεοπλεκέος καλάθοιο
κόλποις ἰκμήνειας, ὁ γάρ τ' ἀναδέξεται ἰλύν.
καί τε κατατριφθέντα μετ' ἀργήεντος ἐλαίου
σκλήρ' ἀπὸ περσείης κάρυα βλάβος οὖλον ἐρύξει,
100Περσεὺς ἥν ποτε ποσσὶ λιπὼν Κηφηίδα γαῖαν,
αὐχέν' ἀποτμήξας ἅρπῃ γονόεντα Μεδούσης,
ῥεῖα Μυκηναίῃσιν ἐνηέξησεν ἀρούραις,
Κηφῆος νέα δῶρα, μύκης ὅθι κάππεσεν ἅρπης,
ἄκρον ὑπὸ πρηῶνα Μελανθίδος ἔνθα τε Νύμφη
105Λαγγείης πόμα κεῖνο Διὸς τεκμήρατο παιδί.
πολλάκι δ' ἐνθρύψειας ἐν ὀπταλέῃσιν ἀκοσταῖς
Γερραίης λιβάνοιο χύσιν περιπηγέα θάμνοις·
καί τε σύ γ' ἢ καρύης ἄπο δάκρυον ἢ ἀταλύμνου,
ἢ πτελέης ὅ τε πολλὸν ἀεὶ καταλείβεται ὄσχαις,
110κόμμινά τε χλιόεντι ποτῷ ἐπαρωγέα τήξαις,
ὄφρα τὰ μέν τ' ἐρύγῃσι τὰ δ' ἑψητοῖσι δαμασθείς
ἀλθήσῃ ὑδάτεσσιν ὅτ' ἰκμήνῃ δέμας ἱδρώς.
καί κεν ὅγ' ἄλλοτε δόρπα δεδεγμένος ἄλλοτε δ' οἴνης
πιοτέρης κορέοιτο, καὶ ἀκλέα πότμον ἀλύξαι.
115- Μὴ μὲν κανθαρίδος σιτηβόρου εὖτ' ἂν ὀδώδῃ
κεῖνο ποτὸν δέξαιο χυτῇ ἐναλίγκια πίσσῃ·
πίσσης γὰρ ῥώθωσιν ἄγει βάρος, ἐν δὲ χαλινοῖς
οἷά τε δὴ καρφεῖα νέον βεβρωμένα κέδρου.
αἱ δ' ὁτὲ μὲν πλαδόωντι ποτῷ ἐπὶ χείλεσι δηχμόν
120τεύχουσιν τοτὲ δ' αὖτε περὶ στόμα νείατα γαστρός·
ἄλλοτε καὶ μεσάτη ἐπιδάκνεται ἄλγεσι νηδύς
ἢ κύστις βρωθεῖσα· περιψαύουσι δ' ἀνῖαι
θώρηκος τόθι χόνδρος ὑπὲρ κύτος ἕζετο γαστρός·
αὐτοὶ δ' ἀσχαλόωσιν, ἄλη δέ φιν ἤθεα φωτός
125ἄψυχος πεδάει, ὁ δ' ἀελπέα δάμναται ἄταις,
οἷά τε δὴ γήρεια νέον τεθρυμμένα κάκτου
ἠέρ' ἐπιπλάζοντα διαψαίρουσι πνοῇσι.
τῷ δὲ σὺ πολλάκι μὲν γληχὼ ποταμηΐσι νύμφαις
ἐμπλήδην κυκεῶνα πόροις ἐν κύμβεϊ τεύξας,
130νηστείρης Δηοῦς μορόεν ποτὸν ᾧ ποτε Δηώ
λαυκανίην ἔβρεξεν ἀν' ἄστυρον Ἱπποθόωντος
Θρηΐσσης ἀθύροισιν ὑπὸ ῥήτρῃσιν Ἰάμβης.
δήποτε δ' ἢ σιάλοιο καρήατος ἠὲ καὶ ἀμνοῦ
ἀμμίγδην σπεράδεσσιν ἐυτροχάλοισι λίνοιο,
135ἠὲ νέον κορσεῖα ταμὼν κερόεντα χιμαίρης,
ἢ ἔτι που χηνὸς μορόεν ποτὸν αἴνυσο χύτρου,
ἐς δ' ἔμετον κορέσαιο, τὰ δ' ἀθρόα νειόθι βράσσοι
ἐμματέων ἔτ' ἄπεπτα πύλῃ μεμιασμένα δόρπα.
πολλάκι δ' ἐν κλυστῆρι νέον γλάγος οἰὸς ἀμέλξας
140κλύζε, τὰ δ' ἤλιθα γαστρὸς ἀφόρδια κεινώσειας·
ἄλλοτ' ἀλυσθαίνοντι ποθὲν γάλα πῖον ἀρήξει·
ἠὲ σύ γ' ἀμπελόεντα γλυκεῖ ἔνι καυλέα κόψαις
χλωρά, νέον πετάλοισι περιβρίθοντα κολούσας·
ἠὲ μελισσάων καμάτῳ ἔνι παῦρα μορύξαις
145σκορπιόεντα χαδὼν ψαθυρῆς ἐκ ῥίζεα γαίης
αἰὲν κεντρήεντα· πόη γε μὲν ὕψι τέθηλεν
οἵη περ μολόθουρος, ἔνισχνα δὲ καυλέα βάλλει.
καί τε σὺ δραχμάων πισύρων βάρος αἴνυσο γαίης
Παρθενίης τὴν Φυλλὶς ὑπὸ κνημοῖσιν ἀνῆκεν,
150Ἰμβρασίδος γαίης χιονώδεος ἥν τε κεράστης
ἀμνὸς Χησιάδεσσι νέον σημήνατο Νύμφαις
Κερκέτεω νιφόεντος ὑπὸ σχοινώδεσιν ὄχθαις·
ἢ καὶ σειραίοιο πόσιν διπλήθεα τεύξαις,
σὺν δέ τε πηγανόεντας ἐνιθρύψειας ὀράμνους
155ὀργάζων λίπεϊ ῥοδέῳ θρόνα· πολλάκι χραίνοις
ἰρινέῳ τό τε πολλὸν ἐπαλθέα νοῦσον ἔτευξεν.
- Ἤν γε μὲν οὐλόμενόν γε ποτὸν κορίοιο δυσαλθές
ἀφραδέως δεπάεσσιν ἀπεχθομένοισι πάσηται,
οἱ μέν τ' ἀφροσύνῃ ἐμπληγέες οἷά τε μάργοι
160δήμια λαβράζουσι παραπλῆγές θ' ἅτε Βάκχαι
ὀξὺ μέλος βοόωσιν ἀταρμύκτῳ φρενὸς οἴστρῳ.
τῷ μέν τ' ἐξ ἑδανοῖο πόροις δέπας ἔμπλεον οἴνης,
Πράμνιον αὐτοκρηές, ὅπως ὑπετύψατο ληνοῦ,
ἢ νύμφαις τήξαιο βαλὼν ἁλὸς ἔμπλεα κύμβην,
165πολλάκι δ' ὀρταλίχων ἁπαλὴν ὠδῖνα κενώσας
ἀφρὸν ἐπεγκεράσαιο, θοοῦ δορπήια κέπφου·
τῷ γὰρ δὴ ζωήν τε σαοῖ, καὶ πότμον ἐπισπεῖ
εὖτε δόλοις νήχοντα κακοφθόρα τέκν' ἁλιήων
οἰωνὸν χραίνωσιν, ὁ δ' ἐς χέρας ἔμπεσε παίδων
170θηρεύων ἀφροῖο νέην κλύδα λευκαίνουσαν.
καί τε σύ γ' ἀγλεύκην βάψαις ἰόεντα θάλασσαν,
ἥν τε καὶ ἀτμεύειν ἀνέμοις πόρεν Ἐννοσίγαιος
σὺν πυρί· καὶ γὰρ δὴ τὸ πνοαῖς συνδάμναται ἐχθραῖς.
πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ
175ἀργέστας· καί ῥ' ἡ μὲν ἀκοσμήεσσα φιλοργής
δεσπόζει νηῶν τε καὶ ἐμφθορέων αἰζηῶν,
ὕλη δ' ἐχθομένοιο πυρὸς κατὰ θεσμὸν ἀκούει.
ναὶ μὴν ἀτμένιόν τε κεραιόμενον λίπος οἴνῃ
ἢ χιόνι γλυκέος μίγδην πόσις ἄλγος ἐρύξει,
180ἦμος ὑπὸ ζάγκλῃσι περιβρίθουσαν ὀπώρην
ῥυσαλέην ἑδανοῖο καὶ ἐκ ψιθίης ἑλίνοιο
κείροντες θλίβωσιν, ὅτε ῥοιζηδὰ μέλισσαι,
πεμφρηδών, σφῆκές τε καὶ ἐκ βέμβικες ὄρειαι
γλεῦκος ἅλις δαίνυνται ἐπὶ ῥαγέεσσι πεσοῦσαι,
185πιοτέρην ὅτε βότρυν ἐσίνατο κηκὰς ἀλώπηξ.
- Καί τε σὺ κωνείου βλαβόεν τεκμαίρεο πῶμα·
κεῖνο ποτὸν δὴ γάρ τε καρήατι φοινὸν ἰάπτει
νύκτα φέρον σκοτόεσσαν· ἐδίνησεν δὲ καὶ ὄσσε,
ἴχνεσι δὲ σφαλεροί τε καὶ ἐμπλάζοντες ἀγυιαῖς
190χερσὶν ἐφερπύζουσι· κακὸς δ' ὑπὸ νείατα πνιχμός
ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον·
ἄκρα δέ τοι ψύχει, περὶ δὲ φλέβες ἔνδοθι γυίων
ῥωμαλέαι στέλλονται· ὁ δ' ἠέρα παῦρον ἀτύζει
οἷα κατηβολέων, ψυχὴ δ' Ἀιδωνέα λεύσσει.
195τὸν μέν τ' ἢ λίπεος κορέοις ἢ ἀμισγέος οἴνης
ὄφρα κεν ἐξερύγῃσι κακὴν καὶ ἐπώδυνον ἄτην,
ἠὲ σύ γε κλυστῆρος ἐνεὶς ὁπλίζεο τεῦχος·
πολλάκι δ' ἢ οἴνης ἀμιγῆ πόσιν, ἢ ἀπὸ δάφνης
Τεμπίδος ἢ δαυχμοῖο φέροις ἐκ καυλέα κόψας
200ἣ πρώτη Φοίβοιο κατέστεφε Δελφίδα χαίτην,
ἢ πέπερι κνίδης τε μίγα σπερμεῖα λεήνας
νείμειας, τοτὲ νέκταρ ὀπῷ ἐμπευκέι χράνας·
δήποτε δ' ἰρινέου θυέος μετρηδὸν ὀρέξαις
σίλφιά τ' ἐνθρυφθέντα μετ' ἀργήεντος ἐλαίου·
205ἐν δὲ μελιζώρου γλυκέος πόσιν, ἐν δὲ γάλακτος
ἀφριόεν νέμε τεῦχος ὑπὲρ πυρὸς ἠρέμα θάλψας.
- Καί κεν λοιγήεντι παρασχεδὸν ἄχθος ἀμύνοις
τοξικῷ, εὖτ' ἀχέεσσι βαρύνηται ποτῷ ἀνήρ.
τοῦ καὶ ἔνερθε γλῶσσα παχύνεται, ἀμφὶ δὲ χείλη
210οἰδαλέα βρίθοντα περὶ στομάτεσσι βαρύνει,
ξηρὰ δ' ἀναπτύει, νεόθεν δ' ἐκρήγνυται οὖλα·
πολλάκι δ' ἐς κραδίην πτοίην βάλε, πᾶν δὲ νόημα
ἔμπληκτον μεμόρηκε κακῇ ἐσφαλμένον ἄτῃ·
αὐτὰρ ὁ μηκάζει μανίης ὕπο μυρία φλύζων,
215δηθάκι δ' ἀχθόμενος βοάᾳ ἅ τις ἐμπελάδην φώς
ἀμφιβρότην κώδειαν ἀπὸ ξιφέεσσιν ἀμηθείς,
ἢ ἅτε κερνοφόρος ζάκορος βωμίστρια Ῥείης,
εἰνάδι λαοφόροισιν ἐνιχρίμπτουσα κελεύθοις,
μακρὸν ἐπεμβοάᾳ γλώσσῃ θρόον, οἱ δὲ τρέουσιν
220Ἰδαίης ῥιγηλὸν ὅτ' εἰσαΐωσιν ὑλαγμόν·
ὣς ὁ νόου λύσσῃ ἐσφαλμένα βρυχανάαται
ὠρυδόν, λοξαῖς δὲ κόραις ταυρώδεα λεύσσων
θήγει λευκὸν ὀδόντα παραφρίζει δὲ χαλινοῖς.
τὸν μὲν καὶ δεσμοῖσι πολυπλέκτοισι πιέξας
225νέκταρι θωρήξαιο, καὶ οὐ χατέοντα κορέσκων
ἦκα βιησάμενος· διὰ δὲ στόμα βρῦκον ὀχλίζοις
ὄφρ' ἂν ὑπεξερύγῃσι δαμαζόμενος χερὶ λώβην·
ἠὲ σὺ βοσκαδίης χηνὸς νέον ὀρταλιχῆα
ὕδασιν ἐντήξαιο πυρὸς μεμορημένον αὐγαῖς·
230καί τε σὺ μηλείης ῥηχώδεος ἄγρια κάρφη
οὔρεσιν ἐνθρεφθέντα πόροις ἀπὸ σίνεα κόψας,
ἢ ἔτι καὶ κλήροισιν ἐπήβολα τοῖά περ ὧραι
εἰαριναὶ φορέουσιν ἐνεψιήματα κούραις,
ἄλλοτε δὲ στρούθεια, τοτὲ βλοσυροῖο Κύδωνος
235κεῖνο φυτὸν Κρήτηθεν ὃ δή ῥ' ἐκόμισσαν ἄναυροι·
πολλάκι δὴ σφύρῃσιν ἅλις ἐναολλέα κόψας
ὕδασιν ἐμβρέξαιο, νέην δ' ὀσμήρεα γληχώ
σπέρμασι μηλείοισι βάλοις ἐνομήρεα φύρων·
καί τε σύ γε ῥοδέης θυόεν μαλλοῖσιν ἀφύσσων
240παῦρα λίπος στάξειας ἀνοιγομένοις στομάτεσσιν,
ἠὲ καὶ ἰρινέοιο· μόλις δέ κε μυρί' ἐπιτλάς
ἤμασιν ἐν πολέεσσιν ἀκροσφαλὲς ἴχνος ἰήλαι
ἀσφαλέως πτοιητὸν ἔχων ἑτεροπλανὲς ὄθμα.
τῷ μὲν Γερραῖοι νομάδες χαλκήρεας αἰχμάς
245οἵ τε παρ' Εὐφρήταο ῥόον πολέοντες ἀρούρας
χραίνουσιν· τὰ δὲ πολλὸν ἀναλθέα τραύματα τεύχει
σάρκα μελαινομένην, πικρὸς δ' ὑποβόσκεται Ὕδρης
ἰός, σηπόμενον δὲ μύδῳ ἐκρήγνυται ἔρφος.
- Ἢν δὲ τὸ Μηδείης Κολχηΐδος ἐχθόμενον πῦρ,
250κεῖνό τις ἐνδέξηται ἐφήμερον, οὗ περὶ χείλη
δευομένου δυσάλυκτος ἰάπτεται ἄμμιγα κνηθμός
οἷά τ' ὀπῷ νιφόεντι κράδης ἢ τρηχέι κνίδῃ
χρῶτα μιαινομένοις ἢ καὶ σπειρώδεϊ κόρσῃ
σκίλλης ἥ τ' ἔκπαγλα νέην φοινίξατο σάρκα.
255τοῦ καὶ ἐπισχομένοιο περὶ στόμαχον βάρος ἵζει
πρῶτον ἐρεπτόμενον, μετέπειτα δὲ λοιγέι συρμῷ
ῥιζόθεν ἑλκωθέντα, κακὸν δ' ἀποήρυγε δειρῆς,
σὺν δέ τε καὶ νηδὺς μεμιασμένα λύματα βάλλει
ὡς εἴ τε κρεάων θολερὸν πλύμα χεύατο δαιτρός.
260ἀλλὰ σὺ πολλάκι μὲν χαίτην δρυὸς οὐλάδα κόψας,
πολλάκι καὶ φηγοῖο πόροις ἀκύλοισιν ὁμαρτῇ,
ἠὲ σύ γε βδήλαιο νέον γλάγος ἔνδοθι πέλλης·
αὐτὰρ ὁ τοῦ κορέοιτο καὶ ἐν στομάτεσσιν ἐρύξας.
ἦ μὴν πουλυγόνοιο τοτὲ βλαστήματ' ἀρήξει,
265ἄλλοτε δὴ ῥιζεῖα καθεψηθέντα γάλακτι.
σὺν δὲ καὶ ἀμπελόεις ἕλικας ἐνθρύπτεο νύμφαις,
ἴσως καὶ βατόεντα περὶ πτορθεῖα κολούσας.
καί τε σὺ γυμνώσειας ἐυτρεφέος νέα τέρφη
καστηνοῦ, καρύοιο λαχυφλοίοιο κάλυμμα,
270νείαιραν τόθι σάρκα περὶ σκύλος αὖον ὀπάζει
δυσλεπέος καρύοιο τὸ Καστανὶς ἔτρεφεν αἶα.
ῥεῖα δὲ νάρθηκος νεάτην ἐξαίνυσο νηδύν
ὅς τε Προμηθείοιο κλοπὴν ἀνεδέξατο φωρῆς·
σὺν δὲ καὶ ἑρπύλλοιο φιλοζώοιο πέτηλα
275εὐφίμου τ' ἀπὸ καρπὸν ἅλις καταβάλλεο μύρτου·
ἢ καί που σιδόεντος ἀποβρέξαιο κάλυμμα
καρπείου, μιγάδην δὲ βαλὼν ἐμπίσεο μήλοις
ὄφρ' ἂν ἐπῇ στῦφόν τι ποτῷ, νοῦσον δὲ κεδάσσεις.
- Ἰξιόεν δέ σε μή τι δόλῳ παρὰ χείλεσι πῶμα
280οὐλόμενον λήσειεν ὅ τ' ὠκιμοειδὲς ὄδωδε.
τοῦ μὲν ὑπὸ γλώσσης νέατος τρηχύνεται ὁλκός
νέρθεν ἐπιφλεγέθων, τὸ δέ οἱ ἐμπλάζεται ἦτορ·
λυσσηθεὶς γλῶσσαν δὲ καταπρίει κυνόδοντι,
δὴ γὰρ ὅγ' ἔμπληκτος φρένα δάμναται· ἀμφὶ δὲ δοιούς
285εἰκῆ ἐπιφράσσουσα πόρους τυφλώσατο νηδύς
ὑγρῶν τε βρωτῶν τε, καταπνίγουσα δὲ πνεῦμα
ἐντὸς ὑποβρομέει, ὀλίγῳ δ' ἐνελίσσεται ὄγμῳ
πολλάκι δὴ βροντῇσιν ἀνομβρήεντος Ὀλύμπου
εἰδόμενον, τοτὲ δ' αὖτε κακοῖς ῥόχθοισι θαλάσσης
290οἵοις πετραίῃσιν ὑποβρέμεται σπιλάδεσσι.
τῷ καὶ στρευγομένῳ περ ἀνήλυθεν ἐκ καμάτοιο
πνεῦμα μόλις, πόσιες δὲ παραυτίκα λύματ' ἔχευαν
φαρμακόεις ᾠοῖσιν ἀλίγκια τοῖά τε βοσκάς
ὀρταλὶς αἰχμητῇσιν ὑπευνασθεῖσα νεοσσοῖς
295ἄλλοτε μὲν πληγῇσι νέον θρομβήια γαστρός
ἔκβαλεν ἐν μήνιγξιν ἀνόστρακα, πολλάκι νούσῳ
δαμναμένη δύσποτμον ὑπὲκ γόνον ἔκχεε γαίῃ.
τῷ μέν τ' εὐβραχέος ἀψινθίου ἄλγος ἐρύξει
ἐνστῦφον πόμα κεῖνο νεοθλίπτῳ ὑπὸ γλεύκει·
300καί ποτε ῥητίνην τερμινθίδα, πολλάκι πεύκης,
πολλάκι καὶ πίτυος γοερῆς ἀπὸ δάκρυα τμήξαις
Μαρσύου ἧχί τε Φοῖβος ἀπὸ φλόα δύσατο γυίων·
ἡ δὲ μόρον πολύπυστον ἐπαιάζουσα κατ' ἄγκη
οἴη συνεχέως ἁδινὴν ἀναβάλλεται ἠχήν.
305ἆσαι δ' ἢ πολίοιο μυοκτόνου ἀργέος ἄνθην,
ἢ ἔτι καὶ ῥυτῆς πεδανὰς ἀπαμέργεο βλάστας,
νάρδον, λιμναίου τε χαδὼν ἀπὸ κάστορος ὄρχιν·
ἢ ὀδελὸν κνηστῆρι κατατρίψαιο χαρακτῷ
σιλφίου, ἄλλοτε δ' ἶσον ἀποτμήξειας ὀποῖο·
310πολλάκι δ' ἀγροτέρης τραγοριγάνου ἠὲ γάλακτος
πηγνυμένου κορέοιτο νεημέλκτῃ ἐνὶ πέλλῃ.
- Ἢν δέ τις ἀφροσύνῃ ταύρου νέον αἷμα πάσηται,
στρευγεδόνι προδέδουπε δαμαζόμενος καμάτοισιν
ἦμος πιλνάμενον στέρνοις κρυσταίνεται εἶαρ
315ῥεῖα θρομβοῦται δὲ μέσῳ ἐνὶ τεύχεϊ γαστρός·
φράσσονται δὲ πόροι, τὸ δὲ θλίβεται ἔνδοθι πνεῦμα
αὐχένος ἐμπλασθέντος, ὁ δὲ σπαδόνεσσιν ἀλύων
δηθάκις ἐν γαίῃ σπαίρει μεμορυχμένος ἀφρῷ.
τῷ μέν τ' ἢ ὀπόεντας ἀποκραδίσειας ἐρινούς
320ὄξει δ' ἐμπίσαιο, τὸ δ' ἀθρόον ὕδατι μίξαις
συγκεράων νύμφας τε καὶ ἐνστῦφον ποτὸν ὄξευς·
ἠὲ καὶ ἐκβδήλαιο καταχθέος ἕρματα γαστρός.
καί τε σὺ πυετίην ὀθόνης πολυωπέι κόλπῳ
φύρσιμον ἠθήσαιο, τοτὲ προκός, ἄλλοτε νεβροῦ
325ἢ ἐρίφου, τοτὲ δ' ἂν σὺ καὶ εὐσκάρθμοιο λαγωοῦ
αἰνύμενος μογέοντι φέροις εὐαλθέ' ἀρωγήν.
ἠὲ λίτρου στήδην ὀδελοῦ πόρε τριπλόον ἄχθος
εὐτριβέος, κίρνα δὲ ποτῷ ἐν δεύκεϊ Βάκχου,
ἐν καὶ σιλφιόεσσαν ὀποῖό τε μοιρίδα λίτρην,
330καὶ σπέραδος κραμβῆεν ἄδην μεμορυχμένον ὄξει·
ἆσαι δὲ ῥάδικα κακοχλοίοιο κονύζης,
ἢ πέπεριν τά τε βλαστὰ κατασμώξαιο βάτοιο,
καί κεν πηγνυμένοιο χύσιν διὰ ῥεῖα κεδάσσαις
ἠὲ διαθρύψειας ἐν ἄγγεσιν ἑστηυῖαν.
335- Μὴ μὲν ἐπαλγύνουσα πόσις βουπρήστιδος ἐχθρῆς
λήσειεν, σὺ δὲ φῶτα δαμαζόμενον πεπύθοιο.
ἡ δ' ἤτοι λίτρῳ μὲν ἐπιχρώζουσα χαλινά
εἴδεται ἐμβρυχθεῖσα βαρύπνοος· ἀμφὶ δὲ γαστρός
ἄλγεα δινεύοντα περὶ στομάτεσσιν ὄρωρεν,
340οὖρα δὲ τυφλοῦται, νεάτη δ' ὑπὸ κύστις ὀρεχθεῖ,
πᾶσα δέ οἱ νηδὺς διαπίμπραται ὡς ὁπόθ' ὕδρωψ
τυμπανόεις ἀνὰ μέσσον ἀφυσγετὸς ὀμφαλὸν ἵζει,
ἀμφὶ δέ οἱ γυίοις τετανὸν περιφαίνεται ἔρφος.
ἡ καί που δαμάλεις ἐριγάστορας ἄλλοτε μόσχους
345πίμπραται ὁππότε θῆρα νομαζόμενοι δατέονται,
τούνεκα τὴν βούπρηστιν ἐπικλείουσι νομῆες.
τῷ δὲ καὶ εὐκραδέος τριέτει ἐν νέκταρι μίξαις
συκέης αὐανθεῖσαν ἅλις πόσιν ὀμφαλόεσσαν,
ἢ ἔτι καὶ σφύρῃ μιγάδην τεθλασμένα κόψας
350ἐν πυρὶ τηξάμενος πορέειν ἀλκτήρια νούσων.
καί κε μελιζώροιο νέον κορέσαιο ποτοῖο
ἀνέρα λαιμάσσοντα, τοτὲ γλάγος εἰν ἑνὶ χεύας·
πολλάκι φοίνικος ψαφαρὸν καταμίσγεο καρπόν,
ἄλλοτε δ' αὐαλέας δὴν ἀχράδας, ἢ ἀπὸ βάκχης,
355ἢ ἀπὸ μυρτίνης, ὁτὲ μυρτίδας οἰνάδι βάλλων.
ἢ ὅγε καὶ θηλῆς ἅτε δὴ βρέφος ἐμπελάοιτο
ἀρτιγενές, μαστοῦ δὲ ποτὸν μοσχηδὸν ἀμέλγοι,
οἵη τ' ἐξ ὑμένων νεαλὴς ὑπὸ οὔθατα μόσχος
βράσσει ἀνακρούουσα χύσιν μενοεικέα θηλῆς.
360ἄλλοτε πιαλέης πόσιος χλιαροῖο κορέσκοις,
ἐς δ' ἔμετον βιάοιο καὶ οὐ ποθέοντά περ ἔμπης
χειρὶ βιαζόμενος ἠὲ πτερῷ, ἢ ἀπὸ βύβλου
στρεβλὸν ἐπιγνάμψαιο ταμὼν ἐρυτῆρα φάρυγγος.
- Ἢν δ' ἐπιτυρωθῇ νεαρὸν γάλα τεύχεϊ γαστρός,
365δὴ τοτὲ τόνδε πνιχμὸς ἀθροιζομένοιο δαμάζει.
τῷ δ' ἤτοι τρισσὰς πόσιας πόρε, μέσσα μὲν ὄξευς
δοιὰς δὲ γλυκέος, στεγανὴν δ' ὑποσύρεο νηδύν·
ἢ ἔτι καὶ Λιβύηθε ποτῷ ἐγκνήθεο ῥίζας
σιλφίου, ἄλλοτ' ὀποῖο, νέμοις δ' ἐν βάμματι τήξας·
370πολλάκι δὲ θρύπτειραν ἐπεγκεράσαιο κονίην,
ἠὲ νέον βρυόεντα θύμου στάχυν· ἄλλοτ' ἀμύνει
βότρυς ἐυκνήμοιο μίγα βρεχθέντος ἐν οἴνῃ·
ἐν καί που ταμίσοιο ποτὸν διεχεύατο θρόμβους,
καὶ χλοεραὶ μίνθης ἄπο φυλλάδες ἠὲ μελίσσης
375ἠὲ καὶ ἐνστύφοντι ποτῷ μεμορυχμέναι ὄξευς.
- Ἀλλ' ἄγε δὴ φράζοιο δορύκνιον, οὗ τε γάλακτι
ὠπή τε βρῶσίς τε παρὰ στομάτεσσιν ἔικται·
τῷ δ' ἤτοι λυγμοὶ μὲν ἀηθέσσοντες ὁμαρτῇ
αὐχέν' ἀνακρούουσιν, ὁ δ' ἀχθόμενος στόμα γαστρός
380πολλάκι μὲν δαίτην ἀπερεύγεται αἱματόεσσαν,
ἄλλοτε νηδυίων θολερὴν μυξώδεα χεύει
τηνεσμῷ ὡς εἴ τε δυσέντερος ἀχθόμενος φώς·
δήποτε τειρόμενος καμάτοις κάρφουσι δέδουπε
γυῖα δαμείς· οὐ μὲν ποθέει ξηρὸν στόμα δεῦσαι.
385τῷ δὲ σὺ πολλάκι μὲν γλάγεος πόσιν, ἄλλοτε μίγδην
ῥεῖα γλυκὺ νείμειας ἀλυκρότερον δεπάεσσι·
καί τε καὶ ὄρνιθος φιαρῆς πυρὶ τηκομένη σάρξ
θωρήκων ἤμυνεν ἐυτρεφέων βρωθεῖσα·
ἤμυνεν καὶ χυλὸς ἅλις κύμβῃσι ῥοφηθείς,
390ὅσσα τε πετρήεντος ὑπὸ ῥόχθοισι θαλάσσης
κνώδαλα φυκιόεντας ἀεὶ περιβόσκεται ἀγμούς·
ὧν τὰ μὲν ὠμὰ πάσαιτο, τὰ δ' ἑφθέα, πολλὰ δὲ θάλψας
ἐν φλογιῇ. στρόμβων δὲ πολὺ πλέον, ἢ ἔτι κάλχης,
κηραφίδος, πίνης τε καὶ αἰθήεντος ἐχίνου
395δαῖτες ἐπαλθήσουσιν ἰδὲ κτένες· οὐδέ τι κῆρυξ
†δὴν ἔσεται †τήθη τε γεραιρόμενα μνίοισι.
- Μηδέ σέ γ' ἐχθομένη λήθῃ πόσις ‑ οὐ γὰρ ἄιδρις ‑
Φαρικοῦ, ἣ γναθμοῖσιν ἔπι βαρὺν ὤπασε μόχθον.
τὴν ἤτοι γευθμῷ μὲν ἰσαιομένην μάθε νάρδῳ,
400ἤνυσε δὲ σφαλερούς, ὁτὲ δ' ἄφρονας, ἐν δὲ μονήρει
ῥηϊδίως ἀκτῖνι βαρὺν κατεναίρεται ἄνδρα.
ἀλλὰ σὺ πολλάκι μὲν σταδίην εὐανθέα νάρδου
ῥιζίδα θυλακόεσσαν ὀπάζεο τήν τε Κίλισσαι
πρηόνες ἀλδαίνουσι παρὰ πλημμυρίδα Κέστρου,
405ἄλλοτε δὲ σμυρνεῖον ἐυτριβές. αἴνυσο δ' αὐτήν
ἴριδα λειριόεν τε κάρη τό τ' ἀπέστυγεν Ἀφρώ,
οὕνεκ' ἐριδμαίνεσκε χρόης ὕπερ, ἐν δέ νυ θρίοις
ἀργαλέην μεσάτοισιν ὀνειδείην ἐπέλασσε
δεινὴν βρωμήεντος ἐναλδήνασα κορύνην.
410πολλάκι δὲ σκύλαιο κάρη, περὶ δ' αἴνυσο λάχνην
κέρσας εὐήκει νεόθεν ξυρῷ, ἐν δέ νυ θάλψαις
ἤια κριθάων νεοθηλέα φυλλάδα τ' ἰσχνήν
πηγάνου ἥν τ' ὤκιστα βορῇ ἐπεσίνατο κάμπη,
βάμματι δ' ἐνδεύσαιο καὶ εὖ περὶ κόρσεα πλάσσοις.
415- Μηδὲ συοσκυάμῳ τις ἀιδρήεντα κορέσκοι
νηδύν, οἷά τε πολλὰ παρασφαλέες τεύχονται,
ἠὲ νέον σπείρημα καὶ ἀμφίκρηνα κομάων
κοῦροι ἀπειπάμενοι ὀλοήν θ' ἑρπηδόνα γυίων,
ὀρθόποδες βαίνοντες ἄνις σμυγεροῖο τιθήνης
420ἠλοσύνῃ βρύκουσι κακανθήεντας ὀράμνους,
οἷα νέον βρωτῆρας ὑπὸ γναθμοῖσιν ὀδόντας
φαίνοντες τότε κνηθμὸς ἐνοιδέα δάμναται οὖλα.
τῷ δ' ὁτὲ μὲν καθαρὴν γλάγεος πόσιν ἄλθεα πίσαις,
ἄλλοτε βουκέραος χιληγόνου ὅ ῥα κεραίας
425εὐκαμπεῖς πετάλοισιν ὑπηνεμίοισιν ἀέξει,
ἀτμενίῳ μέγ' ὄνειαρ ὅτ' ἐμπλώῃσιν ἐλαίῳ.
ἠὲ σύ γ' αὐαλέον κνίδης σπόρον, ἄλλοτε δ' αὐτήν
νείμαις ὠμόβρωτον ἄδην ἀνὰ φυλλάδ' ἀμέλξαι,
κίχορα καρδαμίδας τε καὶ ἣν Περσεῖον ἔπουσιν,
430ἐν δέ τε νάπειον ῥάφανόν θ' ἅλις, ἐν δέ τε λεπτάς
ἄμμιγα κρομμύων γηθυλλίδας· ἤρκεσε δ' ἄτην
εὐάγλις κώδεια νέον σκορόδοιο ποθεῖσα.
- Καί τε σὺ μήκωνος κεβληγόνου ὁππότε δάκρυ
πίνωσιν, πεπύθοιο καθυπνέας· ἀμφὶ γὰρ ἄκρα
435γυῖα καταψύχουσι, τὰ δ' οὐκ ἀναπίτναται ὄσσε
ἀλλ' αὔτως βλεφάροισιν ἀκινήεντα δέδηεν·
ἀμφὶ καὶ ὀδμήεις καμάτῳ περιλείβεται ἱδρώς
ἀθρόος, ὠχραίνει δὲ ῥέθος, πίμπρησι δὲ χείλη,
δεσμὰ δ' ἐπεγχαλάουσι γενειάδος, ἐκ δέ τε παῦρον
440αὐχένος ἑλκόμενον ψυχρὸν διανίσσεται ἄσθμα·
πολλάκι δ' ἠὲ πελιδνὸς ὄνυξ μόρον ἢ ἔτι μυκτήρ
στρεβλὸς ἀπαγγέλλει, ὁτὲ δ' αὖ κοιλώπεες αὐγαί.
ἅσσα σὺ μὴ δείδιχθι, μέλοιο δὲ πάμπαν ἀρωγῆς
οἰνάδι καὶ γλυκόεντι ποτῷ κεκαφηότα πιμπλάς
445τινθαλέῳ· τοτὲ δ' ἔργα διαθρύψαιο μελίσσης
ἄμμιγα ποιπνύων Ὑμησσίδος αἵ τ' ἀπὸ μόσχου
σκήνεος ἐξεγένοντο δεδουπότος ἐν νεμέεσσιν·
ἔνθα δὲ καὶ κοίλοιο κατὰ δρυὸς ἐκτίσσαντο
πρῶτόν που θαλάμας συνομήρεες, ἀμφὶ καὶ ἔργων
450μνησάμεναι Δηοῖ πολυωπέας ἤνυσαν ὄμπας
βοσκόμεναι θύμα ποσσὶ καὶ ἀνθεμόεσσαν ἐρείκην.
δήποτε δ' ἢ ῥοδέοιο νέον θύος εὔτριχι λήνει,
ἠὲ καὶ ἰρινόεν, τοτὲ δ' αὖ μορόεντος ἐλαίης,
ὀχλίζων κυνόδοντα, τότ' ἠμύουσι χαλινοῖς,
455ἐνθλίβοις, μαλλὸν δὲ βαθὺν κεκορημένον ἕλκοι.
αἶψα δὲ τόν γ' ἑκάτερθε διὰ ῥέθος ἔγρεο πλήσσων,
ἄλλοτε δ' ἐμβοόων, τοτὲ δὲ κνώσσοντα σαλάσσων,
ὄφρα κατηβολέων ὀλοὸν διὰ κῶμα κεδαίῃ,
τῆμος δ' ἐξερύγῃσιν ἀλεξόμενος κακὸν ἄλγος.
460σπεῖρα δ' ἐνὶ χλιαρῷ λίπεϊ, πρὸ δὲ νέκταρι, βάπτων
τρῖβε καὶ ἐκθέρμαινε ποτῷ ἐψυγμένα γυῖα,
ἄλλοτε δ' ἐν δροίτῃ κεράων ἐμβάπτεο σάρκας,
αἶψα δὲ τινθαλέοισιν ἐπαιονάασθε λοετροῖς
αἷμ' ἀναλυόμενοι τετανόν τ' ἐσκληκότα ῥινόν.
465- Εἰδείης δὲ λαγοῖο κακοφθορέος πόσιν αἰνήν,
οὐλομένην, τὸν κῦμα πολυστίου τέκεν ἅλμης.
τοῦ δ' ἤτοι λοπίδων μὲν ἰδὲ πλύματος πέλει ὀδμή,
γευθμὸς δ' ἰχθυόεις νεπόδων ἅτε σαπρυνθέντων,
ἠὲ καὶ ἀρρύπτων ὁπόταν λοπὶς αὐξίδα χραίνῃ.
470ὃς δ' ἤτοι ῥυπόεις μὲν ὑπ' ὀστλίγγεσσιν ἀραιαῖς
τευθίδος ἐμφέρεται νεαλὴς γόνος ἢ ἅτε τεύθου,
οἷά τε σηπιάδος φυξήλιδος ἥ τε μελαίνει
οἶδμα χολῇ δολόεντα μαθοῦσ' ἀγρώστορος ὁρμήν.
τῶν ἤτοι ζοφόεις μὲν ἐπὶ χλόος ἔδραμε γυίοις
475ἰκτερόεις, σάρκες δὲ περισταλάδην μινύθουσι
τηκόμεναι, ὁ δὲ δόρπα κατέστυγεν· ἄλλοτε ῥινός
ἄκρον ἐποιδαίνων σφυρὰ πίμπραται, ἀμφὶ δὲ μήλοις
ἄνθε' ἅτε βρυόεντα κυλοιδιόωντος ἐφίζει.
δὴ γὰρ ἐφωμάρτησεν ὀλιζοτέρη ῥύσις οὔρων,
480ἄλλοτε πορφυρέη, τότ' ἐπὶ πλέον αἱμάσσουσα.
πᾶς δὲ παρὰ δρακέεσσι φανεὶς ἐχθαίρεται ἔλλοψ,
αὐτὰρ ὁ ναυσιόεις ἁλίην ἐμυσάξατο δαῖτα.
τῷ μὲν Φωκήεσσαν ἅλις πόσιν ἐλλεβόροιο
νείμειας, τοτὲ δάκρυ νεοβλάστοιο κάμωνος,
485ὄφρα ποτὸν νέποδός τε κακοῦ ἐκ φύρματα χεύῃ·
ἄλλοτε βρωμήεντος ἀμελγόμενος γάλα πίνοι,
ἠὲ χύτρῳ τήξας μαλάχης λιπόωντας ὀράμνους·
καί ποτε κεδρινέης πελάνου βάρος ἔμμορε πίσσης,
βρύκοι δ' ἄλλοτε καρπὸν ἅλις φοινώδεα σίδης
490Κρησίδος, οἰνωπῆς τε καὶ ἣν Προμένειον ἔπουσι,
σὺν δὲ καὶ Αἰγινῆτιν, ὅσαι τ' ἐσκληκότα κάρφη
φοίνι' ἀραχνήεντι διαφράσσουσι καλύπτρῃ·
ἄλλοτε δ' οἰνοβρῶτα βορὴν ἐν κυρτίδι θλίψαις
ὡς εἴ περ νοτέουσαν ὑπὸ τριπτῆρσιν ἐλαίην.
495- Ἢν δέ τις ἀζαλέῃ πεπιεσμένος αὐχένα δίψῃ
ἐκ ποταμοῦ ταυρηδὸν ἐπιπροπεσὼν ποτὸν ἴσχῃ
λεπτὰ διαστείλας παλάμῃ μνιώδεα θρῖα,
τῷ μέν τε ῥοιζηδὰ φιλαίματος ἐμπελάουσα
ῥύμῃ ἅλις προὔτυψε ποτοῦ μέτα χήτεϊ βρώμης
500βδέλλα πάλαι λαπαρή τε καὶ ἱμείρουσα φόνοιο.
ἢ ὅθ' ὑπὸ ζοφερῆς νυκτὸς κεκαλυμμένος αὐγάς
ἀφραδέως κρωσσοῖο κατακλίνας ποτὸν ἴσχῃ
χείλεσι πρὸς χείλη πιέσας, τὸ δὲ λαιμὸν ἀμείψῃ
κνώδαλον ἀκροτάτοισιν ἐπιπλῶον ὑδάτεσσι,
505ταὶ μὲν ἵνα πρώτιστον ὀχλιζομένας ῥόος ὤσῃ
ἀθρόα προσφύονται ἀμελγόμεναι χροὸς αἷμα,
ἄλλοτε μέν τε πύλῃσιν ἐφήμεναι ἔνθα τε πνεῦμα
αἰὲν ἀθροιζόμενον στεινοῦ διαχεύεται ἰσθμοῦ,
ἄλλοτε δὲ στομίοισι πέριξ ἐπενήνοθε γαστρός
510ἀνέρα πημαίνουσα, νέην δ' ἐπενείματο δαῖτα.
τῷ σὺ τότ' ἐν δεπάεσσι κεραιόμενον ποτὸν ὄξευς
νείμειας, ποτὲ δαῖτα συνήρεα χιονόεσσαν,
πολλάκι κρυστάλλοιο νέον βορέῃσι παγέντος.
ἠὲ σὺ γυρώσαιο καθαλμέα βώλακα γαίης
515ναιομένην, θολερὴν δὲ πόσιν μενοεικέα τεῦχε·
ἢ αὐτὴν ἅλα βάπτε, τότ' ἠελίοισι δαμάζων
εἶθαρ ὀπωρινοῖσι, τότ' ἠνεκὲς ἐν φλογὶ θάλψας.
πολλάκι δ' ἢ ἅλα πηκτὸν ὁμιλαδόν, ἢ ἁλὸς ἄχνην
ἐμπίσαις τήν τ' αἰὲν ἀνὴρ ἁλοπηγὸς ἀγείρει
520νειόθ' ὑφισταμένην ὁπόθ' ὕδασιν ὕδατα μίξῃ.
- Μὴ μὲν δὴ ζύμωμα κακὸν χθονὸς ἀνέρα κήδοι
πολλάκι μὲν στέρνοισιν ἀνοιδέον, ἄλλοτε δ' ἄγχον,
εὖτ' ἐπὶ φωλεύοντα τραφῇ βαθὺν ὁλκὸν ἐχίδνης
ἰὸν ἀνικμαῖνον στομίων τ' ἀποφώλιον ἄσθμα.
525κεῖνο κακὸν ζύμωμα τὸ δή ῥ' ὑδέουσι μύκητας
παμπήδην, ἄλλῳ γὰρ ἐπ' οὔνομα κέκριται ἄλλο.
ἀλλὰ σύ γ' ἢ ῥαφάνοιο πόροις σπειρώδεα κόρσην,
ἢ ῥυτῆς κλώθοντα περὶ σπάδικα κολούσας·
πολλάκι καὶ χαλκοῖο πάλαι μεμογηότος ἄνθην,
530ἄλλοτε κληματόεσσαν ἐν ὄξεϊ θρύπτεο τέφρην·
δήποτε ῥιζάδα τρῖβε πυρίτιδα βάμματι χραίνων
ἠὲ λίτρον, τοτὲ φύλλον ἐναλδόμενον πρασιῇσι
καρδαμίδος, Μῆδόν τε καὶ ἐμπρίοντα σίνηπυν·
σὺν δὲ καὶ οἰνηρὴν φλογιῇ τρύγα τεφρώσαιο
535ἠὲ πάτον στρουθοῖο κατοικάδος· ἐκ δὲ βαρεῖαν
χεῖρα κατεμματέων ἐρύγοι λωβήμονα κῆρα.
- Ἢν δὲ λιπορρίνοιο ποτὸν δυσάλυκτον ἰάψῃ
φαρμακίδος σαύρης πανακηδέος ἣν σαλαμάνδρην
κλείουσιν, τὴν οὐδὲ πυρὸς λωβήσατο λιγνύς,
540αἶψα μὲν ἐπρήσθη γλώσσης βάθος, ἂψ δ' ὑπὸ μάλκης
δάμνανται, βαρύθων δὲ κακὸς τρόμος ἅψεα λύει·
οἱ δὲ περισφαλόωντες ἅτε βρέφος ἑρπύζουσι
τετραποδί· νοεραὶ γὰρ ἀπὸ φρένες ἀμβλύνονται·
σάρκα δ' ἐπιτροχόωσαι ἀολλέες ἄκρα πελιδναί
545σμώδιγγες στίζουσι κεδαιομένης κακότητος.
τῷ δὲ σὺ πολλάκι μὲν πεύκης ἀπὸ δάκρυ' ἀμέρξας
τενθρήνης ἀνάμιγδα πόροις ἐν πίοσιν ἔργοις,
ἠὲ χαμαιπίτυος βλαστήμονος ἄμμιγα κώνοις
φύλλα καθεψήσειας ὅσους ἐθρέψατο πεύκη·
550ἄλλοτε δὲ σπέραδος κνίδης μυλοεργέι μίσγων
τερσαίνοις ὀρόβοιο παλήματι· καί ποτε κνίδην
ἑψαλέην κρίμνοισι παλυνάμενος ψαθυροῖσιν
εὖ λίπεϊ χραίνοιο, βορῆς δ' ἀέκοντα κορέσκοις.
ναὶ μὴν ῥητίνη τε καὶ ἱερὰ ἔργα μελίσσης
555ῥίζα τε χαλβανόεσσα καὶ ὤεα θιβρὰ χελύνης
ἀλθαίνει τότε νέρθε πυρὸς ζαφελοῖο κεραίῃς·
ἀλθαίνει καὶ γέντα συὸς φλιδόωντος ἀλοιφῇ
ἀμμίγδην ἁλίοιο καθεψηθέντα χελύνης
γυίοις ἥ τ' ἀκιρῇσι διαπλώει πτερύγεσσιν,
560ἄλλοτε δ' οὐρείης κυτισηνόμου ἥν τ' ἀκάκητα
αὐδήεσσαν ἔθηκεν ἀναύδητόν περ ἐοῦσαν
Ἑρμείης· σαρκὸς γὰρ ἀπ' οὖν νόσφισσε χέλειον
αἰόλον ἀγκῶνας δὲ δύω παρετείνατο πέζαις.
καί τε σύ γ' ἢ γερύνων λαιδροὺς δαμάσαιο τοκῆας
565ἄμμιγα δὲ ῥίζας ἠρυγγίδας, ἢ καὶ ἐπαρκές
θάλπε βαλὼν χύτρῳ σκαμμώνιον. οἷσι κορέσκων
ἀνέρα καὶ θανάτοιο πέλας βεβαῶτα σαώσεις.
- Ἤν γε μὲν ἐκ φρυνοῖο θερειομένου ποτὸν ἴσχῃ,
ἢ ἔτι καὶ κωφοῖο λαχειδέος ὅς τ' ἐνὶ θάμνοις
570εἴαρι προσφύεται μορόεις λιχμώμενος ἔρσην,
τῶν ἤτοι θερόεις μὲν ἄγει χλόον ἠύτε θάψου,
γυῖα δὲ πίμπρησιν, τὸ δὲ συνεχὲς ἀθρόον ἄσθμα
δύσπνοον ἐκφέρεται παρὰ χείλεσι δ' ἐχθρὸν ὄδωδεν.
αὐτὰρ ὅ γ' ἄφθογγός τε καὶ ἐν δονάκεσσι θαμίζων
575πολλάκι μὲν πύξοιο χλόον κατεχεύατο γυίοις,
ἄλλοτε δ' ὑγραίνει χολόεν στόμα· καί ποτε λυγμοί
ἀνέρα καρδιόωντα θαμειότεροι κλονέουσι·
δὴν δὲ κατικμάζων ἄγονον σπόρον ἄλλοτε φωτός,
πολλάκι θηλυτέρης, σκεδάων γυίοισι τέλεσκε.
580ἀλλὰ σὺ τῷ βατράχοιο καθεφθέον ἠὲ καὶ ὀπτήν
σάρκα πόροις, ὁτὲ πίσσαν ἐν ἡδέι μίγμενος οἴνῃ·
καί τε σπλὴν ὀλοοῖο κακὸν βάρος ἤρκεσε φρύνης,
λιμναίης φρύνης πολυηχέος ἥ τ' ἐπὶ φύκει
πρῶτον ἀπαγγελέουσα βοᾷ θυμάρμενον εἶαρ.
585ναὶ μὴν τοῖς ὁτὲ νέκταρ ἀφυσγετὸν ἐν δεπάεσσι
χεύαις εἰς ἔμετον δὲ καὶ οὐ χατέοντα πελάζοις,
ἠὲ πίθου φλογιῇ θάλψας κύτος αἰὲν ἐναλθῆ
ἀνέρα θερμάσσαιο, χέαι δ' ἀπὸ νήχυτον ἱδρῶ·
καί τε καὶ αὐξηρῶν δονάκων ἀπὸ ῥιζέα κόψας
590οἴνῃ ἐπεγκεράσαιο, τὰ δή ῥ' ὑποτέτροφε λίμνη
οἰκείη τόθι λεπτὰ διὲκ ποσὶν ἑρπετὰ νήχει,
ἠὲ φιλοζώοιο κυπείριδος ἠὲ κυπείρου,
αὐτόν τ' ἠνεκέεσσι τρίβοις πανάπαστον ἐδωδῆς
καὶ πόσιος ξήραινε, κατατρύσαιο δὲ γυῖα.
595- Ἐχθραλέον δέ σε μή τι λιθάργυρος ἀλγινόεσσα
λήσειεν τότε γαστρὶ πέσῃ βάρος, ἀμφὶ δὲ μέσσον
πνεύματ' ἀνειλίσσοντα κατ' ὀμφάλιον βρομέῃσιν,
οἷά περ εἰλίγγοιο δυσαλθέος ὅς τε δαμάζει
ἀνέρας ἀπροφάτοισιν ἐνιπλήσσων ὀδύνῃσιν.
600οὐ μὲν τῶν γ' οὔρων ἄνυται ῥύσις, ἀμφὶ δὲ γυῖα
πίμπραται, αὐτάρ που μολίβῳ εἰδήνατο χροιή.
τῷ δ' ὁτὲ μὲν σμύρνης ὀδελοῦ πόρε διπλόον ἄχθος,
ἄλλοτε δ' ὁρμίνοιο νέην χύσιν, ἄλλοτε κόψαις
οὐρείην ὑπέρεικον, ὅθ' ὑσσώπου ὀροδάμνους,
605πολλάκι δ' ἀγριόεντα κράδην, σπέραδός τε σελίνου
Ἴσθμιον, ᾧ θ' ὑπὸ κοῦρον ἁλίβλαπτον Μελικέρτην
Σισυφίδαι κτερίσαντες ἐπηέξησαν ἀέθλους.
ἠὲ σύ γ' ἐν πέπεριν ῥυτῇ συνομήρεα φώξας
οἴνῳ ἐνιτρίψαιο, κακῆς δ' ἀπερύκεο νούσου·
610κύπρου τε βλαστεῖα νεανθέα, πολλάκι σίδης
πρωτόγονον κυτίνοιο πόροις ἀνθήμονα καρπόν.
- [Μὴ μὲν δὴ σμῖλον σὺ κακὴν ἐλατηίδα μάρψαις
Οἰταίην, θανάτοιο πολυκλαύτοιο δότειραν,
ἥν τε καὶ ἐμπλείουσα χαλικροτέρη πόσις οἴνης
615οἴη ἐπαλθήσειε παρὰ χρέος ἡνίκα φωτός
ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον.
- Καὶ τὰ μὲν οὖν Νίκανδρος ἑῇ ἐνικάτθετο βίβλῳ
μοχθήεντα μύκητα παρ' ἀνέρι φαρμακόοντα.
πρὸς δ' ἔτι τοῖς Δίκτυννα τεῆς ἐχθήρατο κλῶνας
620Ἥρη τ' Ἰμβρασίη μούνη στέφος οὐχ ὑπέδεκτο,
κάλλεος, οὕνεκα Κύπριν, ὅτ' εἰς ἔριν ἠέρθησαν
ἀθάναται, κόσμησεν ἐν Ἰδαίοισιν ὄρεσσι ‑
τῆς σύ γ' ἀπ' εὐύδροιο νάπης, εὐαλθὲς ὄνειαρ,
καρπὸν πορφυρόεντα συναλδέα χειμερίῃσιν
625ἠελίου θαλφθέντα βολαῖς δοίδυκι λεήνας,
χυλὸν ὑπὲρ λεπτῆς ὀθόνης ἢ σχοινίδι κύρτῃ
ἐκθλίψας πορέειν κυάθου κοτυληδόνα πλήρη ‑
ἢ πλεῖον, πλεῖον γὰρ ὀνήιον· οὐ γὰρ ἀνιγρόν
πῶμα βροτοῖς ‑ τόδε γάρ τε καὶ ἄρκιον αἴ κε πίῃσθα.]
630- Καί κ' ἔνθ' ὑμνοπόλοιο καὶ εἰσέτι Νικάνδροιο
μνῆστιν ἔχοις, θεσμὸν δὲ Διὸς ξενίοιο φυλάσσοις.