5900 465 2 0 29 0 VIII-VII a. C. ? Epica didascalica Hesiodus Opera et dies Solmsen, F., Oxford, Clarendon Press, 1970. 1

HESIODUS - OPERA ET DIES - ΕΡΓΑ ΚΑΙ ΗΜΕΡΑΙ

Μοῦσαι Πιερίηθεν ἀοιδῇσι κλείουσαι,

δεῦτε Δί' ἐννέπετε, σφέτερον πατέρ' ὑμνείουσαι.

ὅν τε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,

ῥητοί τ' ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.

ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,

ῥεῖα δ' ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,

ῥεῖα δέ τ' ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει

Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.

κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δ' ἴθυνε θέμιστας

τύνη· ἐγὼ δέ κε Πέρσῃ ἐτήτυμα μυθησαίμην.

 

- Οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλ' ἐπὶ γαῖαν

εἰσὶ δύω· τὴν μέν κεν ἐπαινήσειε νοήσας,

ἣ δ' ἐπιμωμητή· διὰ δ' ἄνδιχα θυμὸν ἔχουσιν.

ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,

σχετλίη· οὔ τις τήν γε φιλεῖ βροτός, ἀλλ' ὑπ' ἀνάγκης

ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.

τὴν δ' ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,

θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,

γαίης [τ'] ἐν ῥίζῃσι καὶ ἀνδράσι πολλὸν ἀμείνω·

ἥ τε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἐγείρει·

εἰς ἕτερον γάρ τίς τε ἴδεν ἔργοιο χατίζων

πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν

οἶκόν τ' εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων

εἰς ἄφενος σπεύδοντ'· ἀγαθὴ δ' Ἔρις ἥδε βροτοῖσιν.

καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,

καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.

- Ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,

μηδέ σ' Ἔρις κακόχαρτος ἀπ' ἔργου θυμὸν ἐρύκοι

νείκε' ὀπιπεύοντ' ἀγορῆς ἐπακουὸν ἐόντα.

ὤρη γάρ τ' ὀλίγη πέλεται νεικέων τ' ἀγορέων τε

ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται

ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.

τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις

κτήμασ' ἐπ' ἀλλοτρίοις. σοὶ δ' οὐκέτι δεύτερον ἔσται

ὧδ' ἔρδειν· ἀλλ' αὖθι διακρινώμεθα νεῖκος

ἰθείῃσι δίκῃς, αἵ τ' ἐκ Διός εἰσιν ἄρισται.

ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθ', ἄλλα τε πολλὰ

ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας

δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δικάσσαι.

νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς

οὐδ' ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ' ὄνειαρ.

- Κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν.

ῥηιδίως γάρ κεν καὶ ἐπ' ἤματι ἐργάσσαιο,

ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·

αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,

ἔργα βοῶν δ' ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.

ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶ ᾗσιν,

ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·

τοὔνεκ' ἄρ' ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά,

κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο

ἔκλεψ' ἀνθρώποισι Διὸς παρὰ μητιόεντος

ἐν κοίλῳ νάρθηκι, λαθὼν Δία τερπικέραυνον.

τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·

"Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,

χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,

σοί τ' αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.

τοῖς δ' ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες

τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες."

- Ὣς ἔφατ', ἐκ δ' ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε·

Ἥφαιστον δ' ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα

γαῖαν ὕδει φύρειν, ἐν δ' ἀνθρώπου θέμεν αὐδὴν

καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν

παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην

ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·

καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην

καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας·

ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος

Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.

- Ὣς ἔφαθ', οἳ δ' ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι ...

[αὐτίκα δ' ἐκ γαίης πλάσσε κλυτὸς Ἀμφιγυήεις

παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·

ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·

ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ

ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε

Ὧραι καλλίκομοι στέφον ἄνθεσι εἰαρινοῖσιν·

πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη·]

ἐν δ' ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης

ψεύδεά θ' αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος

τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δ' ἄρα φωνὴν

θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα

Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματ' ἔχοντες

δῶρον ἐδώρησαν, πῆμ' ἀνδράσιν ἀλφηστῇσιν.

αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,

εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην

δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδ' Ἐπιμηθεὺς

ἐφράσαθ' ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον

δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλ' ἀποπέμπειν

ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται·

αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχ', ἐνόησε.

- Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων

νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο

νούσων τ' ἀργαλέων, αἵ τ' ἀνδράσι κῆρας ἔδωκαν.

[αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.]

ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ' ἀφελοῦσα

ἐσκέδασ', ἀνθρώποισι δ' ἐμήσατο κήδεα λυγρά.

μούνη δ' αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν

ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν οὐδὲ θύραζε

ἐξέπτη· πρόσθεν γὰρ ἐπέμβαλε πῶμα πίθοιο

[αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο].

ἄλλα δὲ μυρία λυγρὰ κατ' ἀνθρώπους ἀλάληται·

πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·

νοῦσοι δ' ἀνθρώποισιν ἐφ' ἡμέρῃ, αἳ δ' ἐπὶ νυκτὶ

αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι

σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.

οὕτως οὔ τί πη ἔστι Διὸς νόον ἐξαλέασθαι.

- Εἰ δ' ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω

εὖ καὶ ἐπισταμένως· σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν

[ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τ' ἄνθρωποι].

- Χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων

ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ' ἔχοντες.

οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ' οὐρανῷ ἐμβασίλευεν·

ὥστε θεοὶ δ' ἔζωον ἀκηδέα θυμὸν ἔχοντες

νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος, οὐδέ τι δειλὸν

γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι

τέρποντ' ἐν θαλίῃσι, κακῶν ἔκτοσθεν ἁπάντων·

θνῇσκον δ' ὥσθ' ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα

τοῖσιν ἔην· καρπὸν δ' ἔφερε ζείδωρος ἄρουρα

αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δ' ἐθελημοὶ

ἥσυχοι ἔργ' ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.

αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖα κάλυψε,

τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν

ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,

[οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα

ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ' αἶαν,]

πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον.

- Δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν

ἀργύρεον ποίησαν Ὀλύμπια δώματ' ἔχοντες,

χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα·

ἀλλ' ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ

ἐτρέφετ' ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ·

ἀλλ' ὅτ' ἄρ' ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,

παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγε' ἔχοντες

ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο

ἀλλήλων ἀπέχειν, οὐδ' ἀθανάτους θεραπεύειν

ἤθελον οὐδ' ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,

ᾗ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα

Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς

οὐκ ἔδιδον μακάρεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν.

αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖα κάλυψε,

τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοὶ καλέονται,

δεύτεροι, ἀλλ' ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ.

- Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων

χάλκειον ποίησ', οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,

ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος

ἔργ' ἔμελε στονόεντα καὶ ὕβριες, οὐδέ τι σῖτον

ἤσθιον, ἀλλ' ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν.

[ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι

ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσι.]

τῶν δ' ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι,

χαλκῷ δ' εἰργάζοντο· μέλας δ' οὐκ ἔσκε σίδηρος.

καὶ τοὶ μὲν χείρεσσιν ὑπὸ σφετέρῃσι δαμέντες

βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Ἀίδαο,

νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας

εἷλε μέλας, λαμπρὸν δ' ἔλιπον φάος ἠελίοιο.

- Αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖα κάλυψεν,

αὖτις ἔτ' ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ

Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,

ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται

ἡμίθεοι, προτέρη γενεὴ κατ' ἀπείρονα γαῖαν.

καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ

τοὺς μὲν ὑφ' ἑπταπύλῳ Θήβῃ, Καδμηΐδι γαίῃ,

ὤλεσε μαρναμένους μήλων ἕνεκ' Οἰδιπόδαο,

τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης

ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκ' ἠυκόμοιο.

[ἔνθ' ἦ τοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε]

τοῖς δὲ δίχ' ἀνθρώπων βίοτον καὶ ἤθε' ὀπάσσας

Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.

καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες

ἐν μακάρων νήσοισι παρ' Ὠκεανὸν βαθυδίνην,

ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν

τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.

- Μηκέτ' ἔπειτ' ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι

ἀνδράσιν, ἀλλ' ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.

νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτ' ἦμαρ

παύσονται καμάτου καὶ ὀιζύος οὐδέ τι νύκτωρ

φθειρόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.

ἀλλ' ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.

Ζεὺς δ' ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,

εὖτ' ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.

οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες

οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,

οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.

αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·

μέμψονται δ' ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι,

σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε

γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν·

[χειροδίκαι· ἕτερος δ' ἑτέρου πόλιν ἐξαλαπάξει·]

οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὐδὲ δικαίου

οὐδ' ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν

ἀνέρα τιμήσουσι· δίκη δ' ἐν χερσί· καὶ αἰδὼς

οὐκ ἔσται, βλάψει δ' ὁ κακὸς τὸν ἀρείονα φῶτα

μύθοισι σκολιοῖς ἐνέπων, ἐπὶ δ' ὅρκον ὀμεῖται.

ζῆλος δ' ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι

δυσκέλαδος κακόχαρτος ὁμαρτήσει στυγερώπης.

καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης

λευκοῖσιν φάρεσσι καλυψαμένω χρόα καλὸν

ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ' ἀνθρώπους

Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ

θνητοῖς ἀνθρώποισι· κακοῦ δ' οὐκ ἔσσεται ἀλκή.

- Νῦν δ' αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·

ὧδ' ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον

ὕψι μάλ' ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·

ἣ δ' ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφ' ὀνύχεσσι,

μύρετο· τὴν ὅ γ' ἐπικρατέως πρὸς μῦθον ἔειπεν·

"δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων·

τῇ δ' εἶς ᾗ σ' ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·

δεῖπνον δ', αἴ κ' ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.

ἄφρων δ', ὅς κ' ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·

νίκης τε στέρεται πρός τ' αἴσχεσιν ἄλγεα πάσχει."

ὣς ἔφατ' ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.

- Ὦ Πέρση, σὺ δ' ἄκουε δίκης μηδ' ὕβριν ὄφελλε·

ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ, οὐδὲ μὲν ἐσθλὸς

ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θ' ὑπ' αὐτῆς

ἐγκύρσας ἄτῃσιν· ὁδὸς δ' ἑτέρηφι παρελθεῖν

κρείσσων ἐς τὰ δίκαια· δίκη δ' ὑπὲρ ὕβριος ἴσχει

ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.

αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν·

τῆς δὲ Δίκης ῥόθος ἑλκομένης ᾗ κ' ἄνδρες ἄγωσι

δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας·

ἣ δ' ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,

ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,

οἵ τέ μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.

οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν

ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,

τοῖσι τέθηλε πόλις, λαοὶ δ' ἀνθεῦσιν ἐν αὐτῇ·

εἰρήνη δ' ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτ' αὐτοῖς

ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·

οὐδέ ποτ' ἰθυδίκῃσι μετ' ἀνδράσι λιμὸς ὀπηδεῖ

οὐδ' ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.

τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς

ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·

εἰροπόκοι δ' ὄιες μαλλοῖς καταβεβρίθασι·

τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσι·

θάλλουσιν δ' ἀγαθοῖσι διαμπερές· οὐδ' ἐπὶ νηῶν

νίσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.

οἷς δ' ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,

τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.

πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,

ὅστις ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.

τοῖσιν δ' οὐρανόθεν μέγ' ἐπήγαγε πῆμα Κρονίων,

λιμὸν ὁμοῦ καὶ λοιμόν, ἀποφθινύθουσι δὲ λαοί·

[οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι

Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δ' αὖτε]

ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος

ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποτείνυται αὐτῶν.

- Ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ

τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες

ἀθάνατοι φράζονται ὅσοι σκολιῇσι δίκῃσιν

ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.

τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ

ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων,

οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα

ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπ' αἶαν.

ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,

κυδρή τ' αἰδοίη τε θεοῖς οἳ Ὄλυμπον ἔχουσιν,

καί ῥ' ὁπότ' ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,

αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι

γηρύετ' ἀνθρώπων ἀδίκων νόον, ὄφρ' ἀποτείσῃ

δῆμος ἀτασθαλίας βασιλέων οἳ λυγρὰ νοεῦντες

ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.

ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε μύθους,

δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.

οἷ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,

ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.

πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας

καί νυ τάδ', αἴ κ' ἐθέλῃσ', ἐπιδέρκεται, οὐδέ ἑ λήθει

οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.

νῦν δὴ ἐγὼ μήτ' αὐτὸς ἐν ἀνθρώποισι δίκαιος

εἴην μήτ' ἐμὸς υἱός, ἐπεὶ κακὸν ἄνδρα δίκαιον

ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει.

ἀλλὰ τά γ' οὔπω ἔολπα τελεῖν Δία μητιόεντα.

- Ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι

καί νυ δίκης ἐπάκουε, βίης δ' ἐπιλήθεο πάμπαν.

τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων,

ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς

ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ' αὐτοῖς·

ἀνθρώποισι δ' ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη

γίνεται· εἰ γάρ τίς κ' ἐθέλῃ τὰ δίκαι' ἀγορεῦσαι

γινώσκων, τῷ μέν τ' ὄλβον διδοῖ εὐρύοπα Ζεύς·

ὃς δέ κε μαρτυρίῃσιν ἑκὼν ἐπίορκον ὀμόσσας

ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,

τοῦ δέ τ' ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·

ἀνδρὸς δ' εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

- Σοὶ δ' ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση·

τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι

ῥηιδίως· λείη μὲν ὁδός, μάλα δ' ἐγγύθι ναίει·

τῆς δ' ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν

ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν

καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ' εἰς ἄκρον ἵκηται,

ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.

- Οὗτος μὲν πανάριστος, ὃς αὐτῷ πάντα νοήσει

[φρασσάμενος τά κ' ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω]·

ἐσθλὸς δ' αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται·

ὃς δέ κε μήτ' αὐτῷ νοέῃ μήτ' ἄλλου ἀκούων

ἐν θυμῷ βάλληται, ὃ δ' αὖτ' ἀχρήιος ἀνήρ.

ἀλλὰ σύ γ' ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς

ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε Λιμὸς

ἐχθαίρῃ, φιλέῃ δέ σ' ἐυστέφανος Δημήτηρ

αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·

Λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί·

τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες ὅς κεν ἀεργὸς

ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,

οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ

ἔσθοντες· σοὶ δ' ἔργα φίλ' ἔστω μέτρια κοσμεῖν,

ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.

ἐξ ἔργων δ' ἄνδρες πολύμηλοί τ' ἀφνειοί τε,

καί τ' ἐργαζόμενος πολὺ φίλτερος ἀθανάτοισιν

[ἔσσεαι ἠδὲ βροτοῖς· μάλα γὰρ στυγέουσιν ἀεργούς].

ἔργον δ' οὐδὲν ὄνειδος, ἀεργίη δέ τ' ὄνειδος.

εἰ δέ κεν ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς

πλουτεῦντα· πλούτῳ δ' ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.

δαίμονι δ' οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,

εἴ κεν ἀπ' ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν

ἐς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.

αἰδὼς δ' οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,

αἰδώς, ἥ τ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησιν·

αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.

χρήματα δ' οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω·

εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,

ἢ ὅ γ' ἀπὸ γλώσσης ληΐσσεται, οἷά τε πολλὰ

γίνεται, εὖτ' ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ

ἀνθρώπων, αἰδῶ δέ τ' ἀναιδείη κατοπάζῃ,

ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον

ἀνέρι τῷ, παῦρον δέ τ' ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.

- Ἶσον δ' ὅς θ' ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξει,

ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ

[κρυπταδίῃς εὐνῇς ἀλόχου, παρακαίρια ῥέζων],

ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνητ' ὀρφανὰ τέκνα,

ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ

νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσι·

τῷ δ' ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν

ἔργων ἀντ' ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.

ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργ' ἀεσίφρονα θυμόν.

- Κὰδ δύναμιν δ' ἔρδειν ἱέρ' ἀθανάτοισι θεοῖσιν

ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δ' ἀγλαὰ μηρία καίειν·

ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι,

ἠμὲν ὅτ' εὐνάζῃ καὶ ὅτ' ἂν φάος ἱερὸν ἔλθῃ,

ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν,

ὄφρ' ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.

- Τὸν φιλέοντ' ἐπὶ δαῖτα καλεῖν, τὸν δ' ἐχθρὸν ἐᾶσαι·

τὸν δὲ μάλιστα καλεῖν ὅστις σέθεν ἐγγύθι ναίει·

εἰ γάρ τοι καὶ χρῆμ' ἐγκώμιον ἄλλο γένηται,

γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.

πῆμα κακὸς γείτων, ὅσσον τ' ἀγαθὸς μέγ' ὄνειαρ·

ἔμμορέ τοι τιμῆς ὅς τ' ἔμμορε γείτονος ἐσθλοῦ·

οὐδ' ἂν βοῦς ἀπόλοιτ', εἰ μὴ γείτων κακὸς εἴη.

εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ' ἀποδοῦναι,

αὐτῷ τῷ μέτρῳ, καὶ λώιον αἴ κε δύνηαι,

ὡς ἂν χρηΐζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.

μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσ' ἄτῃσι.

τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.

καὶ δόμεν ὅς κεν δῷ καὶ μὴ δόμεν ὅς κεν μὴ δῷ·

δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δ' οὔ τις ἔδωκεν·

δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα·

ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε καὶ μέγα, δώῃ,

χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν·

ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,

καί τε σμικρὸν ἐόν, τό γ' ἐπάχνωσεν φίλον ἦτορ.

εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο

καὶ θαμὰ τοῦτ' ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο·

ὃς δ' ἐπ' ἐόντι φέρει, ὃ δ' ἀλέξεται αἴθοπα λιμόν.

οὐδὲ τό γ' εἰν οἴκῳ κατακείμενον ἀνέρα κήδει·

οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.

ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ

χρηΐζειν ἀπεόντος· ἅ σε φράζεσθαι ἄνωγα.

- Ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,

μεσσόθι φείδεσθαι· δειλὴ δ' ἐν πυθμένι φειδώ.

[μισθὸς δ' ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω·

καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι·

†πίστεις δ' ἄρα †ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.]

μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω

αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν·

ὃς δὲ γυναικὶ πέποιθε, πέποιθ' ὅ γε φιλήτῃσιν.

μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον

φερβέμεν· ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν·

γηραιὸς δὲ θάνοι ἕτερον παῖδ' ἐγκαταλείπων.

ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον·

πλείων μὲν πλεόνων μελέτη, μείζων δ' ἐπιθήκη.

σοὶ δ' εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶ σῇσιν,

ὧδ' ἔρδειν, καὶ ἔργον ἐπ' ἔργῳ ἐργάζεσθαι.

 

- Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων

ἄρχεσθ' ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.

αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα

κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ

φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.

οὗτός τοι πεδίων πέλεται νόμος οἵ τε θαλάσσης

ἐγγύθι ναιετάουσ' οἵ τ' ἄγκεα βησσήεντα

πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον,

ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,

γυμνὸν δ' ἀμάειν, εἴ χ' ὥρια πάντ' ἐθέλῃσθα

ἔργα κομίζεσθαι Δημήτερος, ὥς τοι ἕκαστα

ὥρι' ἀέξηται, μή πως τὰ μέταζε χατίζων

πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.

ὡς καὶ νῦν ἐπ' ἔμ' ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω

οὐδ' ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,

ἔργα τά τ' ἀνθρώποισι θεοὶ διετεκμήραντο,

μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων

ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δ' ἀμελῶσιν.

δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δ' ἔτι λυπῇς,

χρῆμα μὲν οὐ πρήξεις, σὺ δ' ἐτώσια πόλλ' ἀγορεύσεις,

ἀχρεῖος δ' ἔσται ἐπέων νομός. ἀλλά σ' ἄνωγα

φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τ' ἀλεωρήν.

- Οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ' ἀροτῆρα,

[κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,]

χρήματα δ' εἰν οἴκῳ πάντ' ἄρμενα ποιήσασθαι,

μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δ' ἀρνῆται, σὺ δὲ τητᾷ,

ἡ δ' ὥρη παραμείβηται, μινύθῃ δέ τοι ἔργον.

μηδ' ἀναβάλλεσθαι ἔς τ' αὔριον ἔς τε ἔνηφι·

οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν

οὐδ' ἀναβαλλόμενος· μελέτη δέ τοι ἔργον ὀφέλλει·

αἰεὶ δ' ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.

- Ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο

καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος

Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς

πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ

βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων

ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·

τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ

ὕλη, φύλλα δ' ἔραζε χέει, πτόρθοιό τε λήγει·

τῆμος ἄρ' ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα·

ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,

ἄξονα δ' ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·

εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.

τρισπίθαμον δ' ἅψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ,

πόλλ' ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτ' ἂν εὕρῃς,

εἰς οἶκον, κατ' ὄρος διζήμενος ἢ κατ' ἄρουραν,

πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,

εὖτ' ἂν Ἀθηναίης δμῶος ἐν ἐλύματι πήξας

γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.

δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,

αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·

εἴ χ' ἕτερον [γ'] ἄξαις, ἕτερόν κ' ἐπὶ βουσὶ βάλοιο.

δάφνης δ' ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες.

δρυὸς ἔλυμα, πρίνου δὲ γύην. βόε δ' ἐνναετήρω

ἄρσενε κεκτῆσθαι· [τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν·

ἥβης μέτρον ἔχοντε·] τὼ ἐργάζεσθαι ἀρίστω.

οὐκ ἂν τώ γ' ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον

ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.

τοῖς δ' ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο

ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,

ὅς κ' ἔργου μελετῶν ἰθείην αὔλακ' ἐλαύνοι,

μηκέτι παπταίνων μεθ' ὁμήλικας, ἀλλ' ἐπὶ ἔργῳ

θυμὸν ἔχων· τοῦ δ' οὔ τι νεώτερος ἄλλος ἀμείνων

σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι·

κουρότερος γὰρ ἀνὴρ μεθ' ὁμήλικας ἐπτοίηται.

- Φράζεσθαι δ', εὖτ' ἂν γεράνου φωνὴν ἐπακούσῃς

ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης,

ἥ τ' ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην

δεικνύει ὀμβρηροῦ, κραδίην δ' ἔδακ' ἀνδρὸς ἀβούτεω·

δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·

ῥηΐδιον γὰρ ἔπος εἰπεῖν· "βόε δὸς καὶ ἄμαξαν·"

ῥηίδιον δ' ἀπανήνασθαι· "πάρα [δ'] ἔργα βόεσσιν."

φησὶ δ' ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν·

νήπιος, οὐδὲ τὸ οἶδ'· ἑκατὸν δέ τε δούρατ' ἀμάξης,

τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.

- Εὖτ' ἂν δὴ πρώτιστ' ἄροτος θνητοῖσι φανήῃ,

δὴ τότ' ἐφορμηθῆναι, ὁμῶς δμῶές τε καὶ αὐτός,

αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθ' ὥρην,

πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.

ἔαρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σ' ἀπατήσει·

νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν.

νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.

- Εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ' ἁγνῇ

ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,

ἀρχόμενος τὰ πρῶτ' ἀρότου, ὅτ' ἂν ἄκρον ἐχέτλης

χειρὶ λαβὼν ὅρπηκι βοῶν ἐπὶ νῶτον ἵκηαι

ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε

δμῶος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη

σπέρμα κατακρύπτων· εὐθημοσύνη γὰρ ἀρίστη

θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.

ὧδέ κεν ἁδροσύνῃ στάχυες νεύοιεν ἔραζε,

εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,

ἐκ δ' ἀγγέων ἐλάσειας ἀράχνια, καί σε ἔολπα

γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.

εὐοχθέων δ' ἵξεαι πολιὸν ἔαρ οὐδὲ πρὸς ἄλλους

αὐγάσεαι· σέο δ' ἄλλος ἀνὴρ κεχρημένος ἔσται.

- Εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,

ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,

ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,

οἴσεις δ' ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.

ἄλλοτε δ' ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,

ἀργαλέος δ' ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.

εἰ δή κ' ὄψ' ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη·

ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι

τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπ' ἀπείρονα γαῖαν,

τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδ' ἀπολήγοι,

μήτ' ἄρ' ὑπερβάλλων βοὸς ὁπλὴν μήτ' ἀπολείπων·

οὕτω κ' ὀψαρότης πρωιηρότῃ ἰσοφαρίζοι.

ἐν θυμῷ δ' εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι

μήτ' ἔαρ γιγνόμενον πολιὸν μήθ' ὥριος ὄμβρος.

- Πὰρ δ' ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην

ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων

ἰσχάνει, ἔνθα κ' ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,

μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ

σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.

πολλὰ δ' ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,

χρηΐζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.

ἐλπὶς δ' οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,

ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.

δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·

"οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς."

- Μῆνα δὲ Ληναιῶνα, κάκ' ἤματα, βουδόρα πάντα,

τοῦτον ἀλεύασθαι καὶ πηγάδας, αἵ τ' ἐπὶ γαῖαν

πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,

ὅς τε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ

ἐμπνεύσας ὤρινε, μέμυκε δὲ γαῖα καὶ ὕλη·

πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας

οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ

ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη·

θῆρες δὲ φρίσσουσ', οὐρὰς δ' ὑπὸ μέζε' ἔθεντο·

τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν

ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων·

καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται οὐδέ μιν ἴσχει,

καί τε δι' αἶγα ἄησι τανύτριχα· πώεα δ' οὔτι,

οὕνεκ' ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησι

ἲς ἀνέμου Βορέω· τροχαλὸν δὲ γέροντα τίθησιν

καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,

ἥ τε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει,

οὔπω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης,

εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπ' ἐλαίῳ

χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου,

ἤματι χειμερίῳ, ὅτ' ἀνόστεος ὃν πόδα τένδει

ἔν τ' ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν·

οὐ γάρ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι,

ἀλλ' ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε

στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.

καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται

λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα,

φεύγουσιν, καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,

οἷ σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχουσι

κὰκ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτοὶ ἶσοι,

οὗ τ' ἐπὶ νῶτα ἔαγε, κάρη δ' εἰς οὖδας ὁρᾶται·

τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.

- Καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,

χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·

στήμονι δ' ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·

τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι

μηδ' ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα·

ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο

ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας·

πρωτογόνων δ' ἐρίφων, ὁπότ' ἂν κρύος ὥριον ἔλθῃ,

δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρ' ἐπὶ νώτῳ

ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δ' ὕπερθεν

πῖλον ἔχειν ἀσκητόν, ἵν' οὔατα μὴ καταδεύῃ.

ψυχρὴ γάρ τ' ἠὼς πέλεται Βορέαο πεσόντος,

ἠῷος δ' ἐπὶ γαῖαν ἀπ' οὐρανοῦ ἀστερόεντος

ἀὴρ πυροφόροις τέταται μακάρων ἐπὶ ἔργοις,

ὅς τε ἀρυσσάμενος ποταμῶν ἀπὸ αἰεναόντων,

ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ,

ἄλλοτε μέν θ' ὕει ποτὶ ἕσπερον, ἄλλοτ' ἄησι,

πυκνὰ Θρηικίου Βορέω νέφεα κλονέοντος.

τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,

μή ποτέ σ' οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,

χρῶτα δὲ μυδαλέον θήῃ κατά θ' εἵματα δεύσῃ·

ἀλλ' ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,

χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δ' ἀνθρώποις.

τῆμος τὤμισυ βουσίν, ἐπ' ἀνέρι δὲ πλέον εἴη

ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.

[ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν

ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰς ὅ κεν αὖτις

γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.]

- Εὖτ' ἂν δ' ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο

χειμέρι' ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότ' ἀστὴρ

Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο

πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.

τὸν δὲ μέτ' ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν

ἐς φάος ἀνθρώποις ἔαρος νέον ἱσταμένοιο·

τὴν φθάμενος οἴνας περιταμνέμεν· ὣς γὰρ ἄμεινον.

- Ἀλλ' ὁπότ' ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ

Πληϊάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων,

ἀλλ' ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·

φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπ' ἠόα κοῖτον

ὥρῃ ἐν ἀμήτου, ὅτε τ' ἠέλιος χρόα κάρφει·

τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν

ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.

ἠὼς γὰρ [τ'] ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,

ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,

ἠώς, ἥ τε φανεῖσα πολέας ἐπέβησε κελεύθου

ἀνθρώπους πολλοῖσί τ' ἐπὶ ζυγὰ βουσὶ τίθησιν.

- Ἦμος δὲ σκόλυμός τ' ἀνθεῖ καὶ ἠχέτα τέττιξ

δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετ' ἀοιδὴν

πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,

τῆμος πιόταταί τ' αἶγες, καὶ οἶνος ἄριστος,

μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες

εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,

αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότ' ἤδη

εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος

μάζα τ' ἀμολγαίη γάλα τ' αἰγῶν σβεννυμενάων

καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης

πρωτογόνων τ' ἐρίφων· ἐπὶ δ' αἴθοπα πινέμεν οἶνον,

ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,

ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα·

κρήνης δ' ἀενάου καὶ ἀπορρύτου ἥ τ' ἀθόλωτος

τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.

- Δμωσὶ δ' ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν

δινέμεν, εὖτ' ἂν πρῶτα φανῇ σθένος Ὠρίωνος,

χώρῳ ἐν εὐαεῖ καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.

μέτρῳ δ' εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ

πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,

θῆτά τ' ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον

δίζησθαι κέλομαι· χαλεπὴ δ' ὑπόπορτις ἔριθος·

καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,

μή ποτέ σ' ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθ' ἕληται.

χόρτον δ' ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη

βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα

δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.

- Εὖτ' ἂν δ' Ὠρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ

οὐρανόν, Ἀρκτοῦρον δὲ ἴδῃ ῥοδοδάκτυλος Ἠώς,

ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς,

δεῖξαι δ' ἠελίῳ δέκα τ' ἤματα καὶ δέκα νύκτας,

πέντε δὲ συσκιάσαι, ἕκτῳ δ' εἰς ἄγγε' ἀφύσσαι

δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ

Πληιάδες θ' Ὑάδες τε τό τε σθένος Ὠρίωνος

δύνωσιν, τότ' ἔπειτ' ἀρότου μεμνημένος εἶναι

ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἴη.

 

- Εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ·

εὖτ' ἂν Πληιάδες σθένος ὄβριμον Ὠρίωνος

φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,

δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·

καὶ τότε μηκέτι νῆα ἔχειν ἐνὶ οἴνοπι πόντῳ,

γῆν δ' ἐργάζεσθαι μεμνημένος ὥς σε κελεύω·

νῆα δ' ἐπ' ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι

πάντοθεν, ὄφρ' ἴσχωσ' ἀνέμων μένος ὑγρὸν ἀέντων,

χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.

ὅπλα δ' ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ,

εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·

πηδάλιον δ' εὐεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.

αὐτὸς δ' ὡραῖον μίμνειν πλόον εἰς ὅ κεν ἔλθῃ·

καὶ τότε νῆα θοὴν ἅλαδ' ἑλκέμεν, ἐν δέ τε φόρτον

ἄρμενον ἐντύνασθαι, ἵν' οἴκαδε κέρδος ἄρηαι,

ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρση,

πλωΐζεσκ' ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·

ὅς ποτε καὶ τεῖδ' ἦλθε πολὺν διὰ πόντον ἀνύσσας,

Κύμην Αἰολίδα προλιπὼν ἐν νηῒ μελαίνῃ,

οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,

ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν.

νάσσατο δ' ἄγχ' Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,

Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ' ἐσθλῇ.

τύνη δ', ὦ Πέρση, ἔργων μεμνημένος εἶναι

ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.

νῆ' ὀλίγην αἰνεῖν, μεγάλῃ δ' ἐνὶ φορτία θέσθαι·

μείζων μὲν φόρτος, μεῖζον δ' ἐπὶ κέρδεϊ κέρδος

ἔσσεται, εἴ κ' ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.

- Εὖτ' ἂν ἐπ' ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν

βούληαι [δὲ] χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,

δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,

οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.

οὐ γάρ πώ ποτε νηῒ [γ'] ἐπέπλων εὐρέα πόντον,

εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτ' Ἀχαιοὶ

μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν

Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.

ἔνθα δ' ἐγὼν ἐπ' ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος

Χαλκίδα [τ'] εἰσεπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ

ἄεθλ' ἔθεσαν παῖδες μεγαλήτορες· ἔνθα μέ φημι

ὕμνῳ νικήσαντα φέρειν τρίποδ' ὠτώεντα.

τὸν μὲν ἐγὼ Μούσῃσ' Ἑλικωνιάδεσσ' ἀνέθηκα

ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.

τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·

ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·

Μοῦσαι γάρ μ' ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.

- Ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,

ἐς τέλος ἐλθόντος θέρεος, καματώδεος ὥρης,

ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα

καυάξαις οὔτ' ἄνδρας ἀποφθείσειε θάλασσα,

εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων

ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·

ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.

τῆμος δ' εὐκρινέες τ' αὖραι καὶ πόντος ἀπήμων·

εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας

ἑλκέμεν ἐς πόντον φόρτον τ' ἐς πάντα τίθεσθαι·

σπεύδειν δ' ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι

μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον

καὶ χειμῶν' ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,

ὅς τ' ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ

πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.

ἄλλος δ' εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·

ἦμος δὴ τὸ πρῶτον, ὅσον τ' ἐπιβᾶσα κορώνη

ἴχνος ἐποίησεν, τόσσον πέταλ' ἀνδρὶ φανήῃ

ἐν κράδῃ ἀκροτάτῃ, τότε δ' ἄμβατός ἐστι θάλασσα·

εἰαρινὸς δ' οὗτος πέλεται πλόος· οὔ μιν ἔγωγε

αἴνημ', οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·

ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ

ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·

χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.

δεινὸν δ' ἐστὶ θανεῖν μετὰ κύμασιν· ἀλλά σ' ἄνωγα

φράζεσθαι τάδε πάντα μετὰ φρεσὶν ὡς ἀγορεύω.

μηδ' ἐν νηυσὶν ἅπαντα βίον κοίλῃσι τίθεσθαι,

ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι·

δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι·

δεινὸν δ' εἴ κ' ἐπ' ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας

ἄξονα καυάξαις καὶ φορτία μαυρωθείη.

μέτρα φυλάσσεσθαι· καιρὸς δ' ἐπὶ πᾶσιν ἄριστος.

 

- Ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,

μήτε τριηκόντων ἐτέων μάλα πόλλ' ἀπολείπων

μήτ' ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·

ἡ δὲ γυνὴ τέτορ' ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.

παρθενικὴν δὲ γαμεῖν, ὥς κ' ἤθεα κεδνὰ διδάξῃς,

[τὴν δὲ μάλιστα γαμεῖν, ἥτις σέθεν ἐγγύθι ναίει]

πάντα μάλ' ἀμφὶς ἰδών, μὴ γείτοσι χάρματα γήμῃς.

οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληΐζετ' ἄμεινον

τῆς ἀγαθῆς, τῆς δ' αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,

δειπνολόχης, ἥ τ' ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα

εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.

[εὖ δ' ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.]

μὴ δὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·

εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξαι

μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δέ σέ γ' ἄρχῃ

ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,

δὶς τόσα τείνυσθαι μεμνημένος· εἰ δέ κεν αὖτις

ἡγῆτ' ἐς φιλότητα, δίκην δ' ἐθέλῃσι παρασχεῖν,

δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον

ποιεῖται· σὲ δὲ μή τι νόος κατελεγχέτω εἶδος.

μηδὲ πολύξεινον μηδ' ἄξεινον καλέεσθαι,

μηδὲ κακῶν ἕταρον μηδ' ἐσθλῶν νεικεστῆρα.

μηδέ ποτ' οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ

τέτλαθ' ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.

γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος

φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης·

εἰ δὲ κακὸν εἴποις, τάχα κ' αὐτὸς μεῖζον ἀκούσαις.

μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι·

ἐκ κοινοῦ πλείστη τε χάρις δαπάνη τ' ὀλιγίστη.

[μηδέ ποτ' ἐξ ἠοῦς Διὶ λείβειν αἴθοπα οἶνον

χερσὶν ἀνίπτοισιν μηδ' ἄλλοις ἀθανάτοισιν·

οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τ' ἀράς.

μηδ' ἄντ' ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν,

αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τ' ἀνιόντα,

μὴ δ' ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν.

μήτ' ἐν ὁδῷ μήτ' ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς·

ἑζόμενος δ' ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,

ἢ ὅ γε πρὸς τοῖχον πελάσας εὐερκέος αὐλῆς.

μηδ' αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου

ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλ' ἀλέασθαι.

μηδ' ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα

σπερμαίνειν γενεήν, ἀλλ' ἀθανάτων ἀπὸ δαιτός.

μηδ' ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ' ἐξαλέασθαι.

μηδέ ποτ' ἀενάων ποταμῶν καλλίρροον ὕδωρ

ποσσὶ περᾶν πρίν γ' εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα

χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.

ὃς ποταμὸν διαβῇ κακότητ' ἰδὲ χεῖρας ἄνιπτος,

τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.

μηδ' ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ

αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.

μηδέ ποτ' οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν

πινόντων· ὀλοὴ γὰρ ἐπ' αὐτῷ μοῖρα τέτυκται.

μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,

μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.

μηδ' ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα

ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔπι ποινή.

μηδ' ἐπ' ἀκινήτοισι καθίζειν, οὐ γὰρ ἄμεινον,

παῖδα δυωδεκαταῖον, ὅ τ' ἀνέρ' ἀνήνορα ποιεῖ,

μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.

μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι

ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ' ἐπὶ καὶ τῷ

ποινή. μηδ' ἱεροῖσιν ἐπ' αἰθομένοισι κυρήσας

μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.

μηδέ ποτ' ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων

μηδ' ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ' ἐξαλέασθαι·

μηδ' ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.]

ὧδ' ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην·

φήμη γάρ τε κακὴ πέλεται κούφη μὲν ἀεῖραι

ῥεῖα μάλ', ἀργαλέη δὲ φέρειν, χαλεπὴ δ' ἀποθέσθαι.

φήμη δ' οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα πολλοὶ

λαοὶ φημίξουσι· θεός νύ τίς ἐστι καὶ αὐτή.

 

- Ἤματα δ' ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν

πεφραδέμεν δμώεσσι τριηκάδα μηνὸς ἀρίστην

ἔργα τ' ἐποπτεύειν ἠδ' ἁρμαλιὴν δατέασθαι.

- Αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς παρὰ μητιόεντος,

εὖτ' ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν·

πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·

τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·

ὀγδοάτη δ' ἐνάτη τε δύω γε μὲν ἤματα μηνὸς

ἔξοχ' ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·

ἑνδεκάτη δὲ δυωδεκάτη τ' ἄμφω γε μὲν ἐσθλαὶ

ἠμὲν ὄις πείκειν ἠδ' εὔφρονα καρπὸν ἀμᾶσθαι·

ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγ' ἀμείνων·

τῇ γάρ τοι νεῖ νήματ' ἀερσιπότητος ἀράχνης

ἤματος ἐκ πλείου, ὅτε τ' ἴδρις σωρὸν ἀμᾶται·

τῇ δ' ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.

- Μηνὸς δ' ἱσταμένου τρεισκαιδεκάτην ἀλέασθαι

σπέρματος ἄρξασθαι· φυτὰ δ' ἐνθρέψασθαι ἀρίστη.

ἕκτη δ' ἡ μέσση μάλ' ἀσύμφορός ἐστι φυτοῖσιν,

ἀνδρογόνος δ' ἀγαθή· κούρῃ δ' οὐ σύμφορός ἐστιν

οὔτε γενέσθαι πρῶτ' οὔτ' ἂρ γάμου ἀντιβολῆσαι.

οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι

ἄρμενος, ἀλλ' ἐρίφους τάμνειν καὶ πώεα μήλων,

σηκόν τ' ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·

ἐσθλὴ δ' ἀνδρογόνος· φιλέοι δ' ὅ γε κέρτομα βάζειν

ψεύδεά θ' αἱμυλίους τε λόγους κρυφίους τ' ὀαρισμούς.

- Μηνὸς δ' ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον

ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.

- Εἰκάδι δ' ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα

γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἔσται.

- Ἐσθλὴ δ' ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς

μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς

καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς

πρηΰνειν ἐπὶ χεῖρα τιθείς· πεφύλαξο δὲ θυμῷ

[τετράδ' ἀλεύασθαι φθίνοντός θ' ἱσταμένου τε]

ἄλγεα· θυμοβορεῖν μάλα τοι τετελεσμένον ἦμαρ.

- Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθ' εἰς οἶκον ἄκοιτιν

οἰωνοὺς κρίνας οἳ ἐπ' ἔργματι τούτῳ ἄριστοι.

- Πέμπτας δ' ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·

ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν

Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμ' ἐπιόρκοις.

- Μέσσῃ δ' ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν

εὖ μάλ' ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ

βάλλειν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα

νήιά τε ξύλα πολλά, τά τ' ἄρμενα νηυσὶ πέλονται.

τετράδι δ' ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.

- Εἰνὰς δ' ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ·

πρωτίστη δ' εἰνὰς παναπήμων ἀνθρώποισιν·

ἐσθλὴ μὲν γάρ θ' ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι

ἀνέρι τ' ἠδὲ γυναικί, καὶ οὔποτε πάγκακον ἦμαρ.

- Παῦροι δ' αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην

[ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι

βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι],

νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον

εἰρύμεναι· παῦροι δέ τ' ἀληθέα κικλήσκουσιν.

- Τετράδι δ' οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ

μέσση· παῦροι δ' αὖτε μετ' εἰκάδα μηνὸς ἀρίστην

ἠοῦς γεινομένης· ἐπὶ δείελα δ' ἐστὶ χερείων.

- Αἵδε μὲν ἡμέραι εἰσὶν ἐπιχθονίοις μέγ' ὄνειαρ·

αἱ δ' ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.

ἄλλος δ' ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.

ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.

τάων εὐδαίμων τε καὶ ὄλβιος ὃς τάδε πάντα

εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,

ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.