9442 1028 31 24 0 401 406 a. C. Tragedia Euripides I Iphigenia Aulidensis Diggle, J., Oxford, Clarendon Press, 1994. 179

EURIPIDES - Iphigenia Aulidensis - ΙΦΙΓΕΝΕΙΑ Η ΕΝ ΑΥΛΙΔΙ

ΑΓΑΜΕΜΝΩΝ

Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν

στεῖχε.

ΠΡΕΣΒΥΤΗΣ

στείχω. τί δὲ καινουργεῖς,

Ἀγάμεμνον ἄναξ; Αγ. σπεῦδε. Πρ. σπεύδω.

μάλα τοι γῆρας τοὐμὸν ἄυπνον

   5καὶ ἐπ' ὀφθαλμοῖς ὀξὺ πάρεστιν.

Αγ. τίς ποτ' ἄρ' ἀστὴρ ὅδε πορθμεύει

σείριος ἐγγὺς τῆς ἑπταπόρου

Πλειάδος ἄισσων ἔτι μεσσήρης;

οὔκουν φθόγγος γ' οὔτ' ὀρνίθων

  10οὔτε θαλάσσης· σιγαὶ δ' ἀνέμων

τόνδε κατ' Εὔριπον ἔχουσιν.

Πρ. τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις,

Ἀγάμεμνον ἄναξ;

ἔτι δ' ἡσυχία τήνδε κατ' Αὖλιν

  15καὶ ἀκίνητοι φυλακαὶ τειχέων.

στείχωμεν ἔσω. Αγ. ζηλῶ σέ, γέρον,

ζηλῶ δ' ἀνδρῶν ὃς ἀκίνδυνον

βίον ἐξεπέρασ' ἀγνὼς ἀκλεής·

τοὺς δ' ἐν τιμαῖς ἧσσον ζηλῶ.

  20Πρ. καὶ μὴν τὸ καλόν γ' ἐνταῦθα βίου.

Αγ. τοῦτο δέ γ' ἐστὶν τὸ καλὸν σφαλερόν,

καὶ τὸ πρότιμον

γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον.

τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντ'

  25ἀνέτρεψε βίον, τοτὲ δ' ἀνθρώπων

γνῶμαι πολλαὶ

καὶ δυσάρεστοι διέκναισαν.

Πρ. οὐκ ἄγαμαι ταῦτ' ἀνδρὸς ἀριστέως.

οὐκ ἐπὶ πᾶσίν σ' ἐφύτευσ' ἀγαθοῖς,

  30Ἀγάμεμνον, Ἀτρεύς. δεῖ δέ σε χαίρειν

καὶ λυπεῖσθαι· θνητὸς γὰρ ἔφυς.

κἂν μὴ σὺ θέληις, τὰ θεῶν οὕτω

βουλόμεν' ἔσται. σὺ δὲ λαμπτῆρος

  35φάος ἀμπετάσας δέλτον τε γράφεις

τήνδ' ἣν πρὸ χερῶν ἔτι βαστάζεις,

καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς

καὶ σφραγίζεις λύεις τ' ὀπίσω

ῥίπτεις τε πέδωι πεύκην, θαλερὸν

κατὰ δάκρυ χέων, κἀκ τῶν ἀπόρων

οὐδενὸς ἐνδεῖς μὴ οὐ μαίνεσθαι.

τί πονεῖς; τί νέον παρὰ σοί, βασιλεῦ;

φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς.

  45πρὸς ‹δ'› ἄνδρ' ἀγαθὸν πιστόν τε φράσεις·

σῆι γάρ μ' ἀλόχωι ποτὲ Τυνδάρεως

πέμπει φερνὴν

συννυμφοκόμον τε δίκαιον.

Αγ. ἐγένοντο Λήδαι Θεστιάδι τρεῖς παρθένοι,

  50Φοίβη Κλυταιμήστρα τ', ἐμὴ ξυνάορος,

Ἑλένη τε· ταύτης οἱ τὰ πρῶτ' ὠλβισμένοι

μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι.

δειναὶ δ' ἀπειλαὶ καὶ κατ' ἀλλήλων φθόνος

ξυνίσταθ', ὅστις μὴ λάβοι τὴν παρθένον.

  55τὸ πρᾶγμα δ' ἀπόρως εἶχε Τυνδάρεωι πατρί,

δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως

ἅψαιτ' ἄριστα. καί νιν εἰσῆλθεν τάδε·

ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν

μνηστῆρας ἀλλήλοισι καὶ δι' ἐμπύρων

  60σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε·

ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη,

τούτωι συναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν

οἴχοιτο τόν τ' ἔχοντ' ἀπωθοίη λέχους,

κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν

  65Ἕλλην' ὁμοίως βάρβαρόν θ' ὅπλων μέτα.

ἐπεὶ δ' ἐπιστώθησαν (εὖ δέ πως γέρων

ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῆι φρενί),

δίδωσ' ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα,

ὅποι πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι.

  70ἡ δ' εἵλεθ', ὅς σφε μήποτ' ὤφελεν λαβεῖν,

Μενέλαον. ἐλθὼν δ' ἐκ Φρυγῶν ὁ τὰς θεὰς

κρίνας ὅδ', ὡς ὁ μῦθος ἀνθρώπων ἔχει,

Λακεδαίμον', ἀνθηρὸς μὲν εἱμάτων στολῆι

χρυσῶι τε λαμπρός, βαρβάρωι χλιδήματι,

  75ἐρῶν ἐρῶσαν ὤιχετ' ἐξαναρπάσας

Ἑλένην πρὸς Ἴδης βούσταθμ', ἔκδημον λαβὼν

Μενέλαον. ὁ δὲ καθ' Ἑλλάδ' οἰστρήσας δρόμωι

ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται,

ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.

  80τοὐντεῦθεν οὖν Ἕλληνες ἄιξαντες δορί,

τεύχη λαβόντες στενόπορ' Αὐλίδος βάθρα

ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θ' ὁμοῦ

ἵπποις τε πολλοῖς ἅρμασίν τ' ἠσκημένοι.

κἀμὲ στρατηγεῖν κἆτα†Μενέλεω χάριν

  85εἵλοντο, σύγγονόν γε· τἀξίωμα δὲ

ἄλλος τις ὤφελ' ἀντ' ἐμοῦ λαβεῖν τόδε.

ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ

ἥμεσθ' ἀπλοίαι χρώμενοι κατ' Αὐλίδα.

Κάλχας δ' ὁ μάντις ἀπορίαι κεχρημένοις

  90ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρ' ἐγὼ

Ἀρτέμιδι θῦσαι τῆι τόδ' οἰκούσηι πέδον,

καὶ πλοῦν τ' ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν

θύσασι, μὴ θύσασι δ' οὐκ εἶναι τάδε.

κλυὼν δ' ἐγὼ ταῦτ', ὀρθίωι κηρύγματι

  95Ταλθύβιον εἶπον πάντ' ἀφιέναι στρατόν,

ὡς οὔποτ' ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν.

οὗ δή μ' ἀδελφὸς πάντα προσφέρων λόγον

ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς

γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν

 100πέμπειν Ἀχιλλεῖ θυγατέρ' ὡς γαμουμένην,

τό τ' ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος,

συμπλεῖν τ' Ἀχαιοῖς οὕνεκ' οὐ θέλοι λέγων,

εἰ μὴ παρ' ἡμῶν εἶσιν ἐς Φθίαν λέχος·

πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτ' ἐμήν,

 105ψευδῆ συνάψας ἀντὶ παρθένου†γάμον.

μόνοι δ' Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδε

Κάλχας Ὀδυσσεὺς Μενέλεώς θ'. ἃ δ' οὐ καλῶς

ἔγνων τότ', αὖθις μεταγράφω καλῶς πάλιν

ἐς τήνδε δέλτον, ἣν κατ' εὐφρόνης ‹˘ˉ›

 110λύοντα καὶ συνδοῦντά μ' εἰσεῖδες, γέρον.

ἀλλ' εἷα χώρει τάσδ' ἐπιστολὰς λαβὼν

πρὸς Ἄργος. ἃ δὲ κέκευθε δέλτος ἐν πτυχαῖς,

λόγωι φράσω σοι πάντα τἀγγεγραμμένα·

πιστὸς γὰρ ἀλόχωι τοῖς τ' ἐμοῖς δόμοισιν εἶ.

Πρ. λέγε καὶ σήμαιν', ἵνα καὶ γλώσσηι

σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ.

 115Αγ. πέμπω σοι πρὸς ταῖς πρόσθεν

δέλτους, ὦ Λήδας ἔρνος,

μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς

 120τὰν κολπώδη πτέρυγ' Εὐβοίας

Αὖλιν ἀκλύσταν.

εἰς ἄλλας ὥρας γὰρ δὴ

παιδὸς δαίσομεν ὑμεναίους.

Πρ. καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν

 125οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ

σοὶ σῆι τ' ἀλόχωι; τόδε καὶ δεινόν.

σήμαιν' ὅτι φήις.

Αγ. ὄνομ', οὐκ ἔργον, παρέχων Ἀχιλεὺς

οὐκ οἶδε γάμους, οὐδ' ὅτι πράσσομεν,

 130οὐδ' ὅτι κείνωι παῖδ' ἐπεφήμισα

νυμφείους εἰς ἀγκώνων

εὐνὰς ἐκδώσειν λέκτροις.

Πρ. δεινά γ' ἐτόλμας, Ἀγάμεμνον ἄναξ,

ὃς τῶι τῆς θεᾶς σὴν παῖδ' ἄλοχον

 135φατίσας ἦγες σφάγιον Δαναοῖς.

Αγ. οἴμοι, γνώμας ἐξέσταν,

αἰαῖ, πίπτω δ' εἰς ἄταν.

ἀλλ' ἴθ' ἐρέσσων σὸν πόδα, γήραι

 140μηδὲν ὑπείκων. Πρ. σπεύδω, βασιλεῦ.

Αγ. μή νυν μήτ' ἀλσώδεις ἵζου

κρήνας μήθ' ὕπνωι θελχθῆις.

Πρ. εὔφημα θρόει.

Αγ. πάντηι δὲ πόρον σχιστὸν ἀμείβων

 145λεῦσσε, φυλάσσων μή τίς σε λάθηι

τροχαλοῖσιν ὄχοις παραμειψαμένη

παῖδα κομίζουσ' ἐνθάδ' ἀπήνη

Δαναῶν πρὸς ναῦς.

Πρ. ἔσται. Αγ. κλήιθρων δ' ἐξόρμα

 150ἤν νιν πομπαῖς ἀντήσηις,

πάλιν ἐξορμάσεις χαλινούς,†

ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας.

Πρ. πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι,

λέγε, παιδὶ σέθεν τῆι σῆι τ' ἀλόχωι;

 155Αγ. σφραγῖδα φύλασσ' ἣν ἐπὶ δέλτωι

τῆιδε κομίζεις. ἴθι· λευκαίνει

τόδε φῶς ἤδη λάμπουσ' ἠὼς

πῦρ τε τεθρίππων τῶν Ἀελίου.

σύλλαβε μόχθων. θνητῶν δ' ὄλβιος

ἐς τέλος οὐδεὶς οὐδ' εὐδαίμων·

οὔπω γὰρ ἔφυ τις ἄλυπος.

ΧΟΡΟΣ

ἔμολον ἀμφὶ παρακτίαν

 165ψάμαθον Αὐλίδος ἐναλίας,

Εὐρίπου διὰ χευμάτων

κέλσασα στενοπόρθμων,

Χαλκίδα πόλιν ἐμὰν προλιποῦσ',

ἀγχιάλων ὑδάτων τροφὸν

 170τᾶς κλεινᾶς Ἀρεθούσας,

Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν

Ἀχαιῶν τε πλάτας ναυσιπόρους ἡ-

μιθέων, οὓς ἐπὶ Τροίαν

ἐλάταις χιλιόναυσιν

 175τὸν ξανθὸν Μενέλαόν ‹θ'›

ἁμέτεροι πόσεις

ἐνέπουσ' Ἀγαμέμνονά τ' εὐπατρίδαν στέλλειν

ἐπὶ τὰν Ἑλέναν, ἀπ' Εὐ-

ρώτα δονακοτρόφου

 180Πάρις ὁ βουκόλος ἃν ἔλαβε

δῶρον τᾶς Ἀφροδίτας,

ὅτ' ἐπὶ κρηναίαισι δρόσοις

Ἥραι Παλλάδι τ' ἔριν ἔριν

μορφᾶς ἁ Κύπρις ἔσχεν.

 185πολύθυτον δὲ δι' ἄλσος Ἀρ-

τέμιδος ἤλυθον ὀρομένα,

φοινίσσουσα παρῆιδ' ἐμὰν

αἰσχύναι νεοθαλεῖ,

ἀσπίδος ἔρυμα καὶ κλισίας

 190ὁπλοφόρους Δαναῶν θέλουσ'

ἵππων τ' ὄχλον ἰδέσθαι.

κατεῖδον δὲ δύ' Αἴαντε συνέδρω,

τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν

Σαλαμῖνος στέφανον, Πρω-

 195τεσίλαόν τ' ἐπὶ θάκοις

πεσσῶν ἡδομένους μορ-

φαῖσι πολυπλόκοις

Παλαμήδεά θ', ὃν τέκε παῖς ὁ Ποσειδᾶνος,

Διομήδεά θ' ἡδοναῖς

 200δίσκου κεχαρημένον,

παρὰ δὲ Μηριόνην, Ἄρεος

ὄζον, θαῦμα βροτοῖσιν,

τὸν ἀπὸ νησαίων τ' ὀρέων

Λαέρτα τόκον, ἅμα δὲ Νι-

 205ρέα, κάλλιστον Ἀχαιῶν.

τὸν ἰσάνεμόν τε ποδοῖν

λαιψηροδρόμον Ἀχιλλέα,

τὸν ἁ Θέτις τέκε καὶ

Χείρων ἐξεπόνησεν,

ἴδον αἰγιαλοῖς παρά τε κροκάλαις

δρόμον ἔχοντα σὺν ὅπλοις·

ἅμιλλαν δ' ἐπόνει ποδοῖν

πρὸς ἅρμα τέτρωρον

 215ἑλίσσων περὶ νίκας·

ὁ δὲ διφρηλάτας ἐβοᾶτ'

Εὔμηλος Φερητιάδας,

οὗ καλλίστους ἰδόμαν

χρυσοδαιδάλτοις στομίοις

 220πώλους κέντρωι θεινομένους,

τοὺς μὲν μέσους ζυγίους

λευκοστίκτωι τριχὶ βαλιούς,

τοὺς δ' ἔξω σειροφόρους

ἀντήρεις καμπαῖσι δρόμων

πυρσότριχας, μονόχαλα δ' ὑπὸ σφυρὰ

ποικιλοδέρμονας· οἷς παρεπάλλετο

Πηλεΐδας σὺν ὅπλοισι παρ' ἄντυγα

 230καὶ σύριγγας ἁρματείους.

ναῶν δ' εἰς ἀριθμὸν ἤλυθον

καὶ θέαν ἀθέσφατον,

τὰν γυναικεῖον ὄψιν ὀμμάτων

ὡς πλήσαιμι μείλινον†ἁδονάν.

 235καὶ κέρας μὲν ἦν

δεξιὸν πλάτας ἔχων

Φθιωτίδας ὁ Μυρμιδὼν Ἄρης

πεντήκοντα ναυσὶ θουρίαις·

χρυσέαις δ' εἰκόσιν κατ' ἄκρα Νη-

 240ρῆιδες ἕστασαν θεαί,

πρύμναις σῆμ' Ἀχιλλείου στρατοῦ.

Ἀργείων δὲ ταῖσδ' ἰσήρετμοι

νᾶες ἕστασαν πέλας,

ὧν ὁ Μηκιστέως στρατηλάτας

 245παῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ,

Καπανέως τε παῖς

Σθένελος. Ἀτθίδας δ' ἄγων

ἑξήκοντα ναῦς ὁ Θησέως

παῖς ἑξῆς ἐναυλόχει, θεὰν

 250Παλλάδ' ἐν μωνύχοις ἔχων πτερω-

τοῖσιν ἅρμασιν θετόν,

εὔσημόν γε φάσμα ναυβάταις.

Βοιωτῶν δ' ὅπλισμα πόντιον

πεντήκοντα νῆας εἰδόμαν

 255σημείοισιν ἐστολισμένας·

τοῖς δὲ Κάδμος ἦν

χρύσεον δράκοντ' ἔχων

ἀμφὶ ναῶν κόρυμβα·

Λήϊτος δ' ὁ γηγενὴς

 260ἆρχε ναΐου στρατοῦ.

Φωκίδος δ' ἀπὸ χθονὸς

‹ˉ˘ˉˉ˘ˉ

                     ›

Λοκρὰς δὲ ταῖσδ' ἴσας ἄγων

ναῦς ‹ἦν› Οἰλέως τόκος κλυτὰν

Θρονιάδ' ἐκλιπὼν πόλιν.

 265ἐκ Μυκήνας δὲ τᾶς Κυκλωπίας

παῖς Ἀτρέως ἔπεμπε ναυβάτας

ναῶν ἑκατὸν ἠθροϊσμένους·

σὺν δ' ἀδελφὸς ἦν

ταγός, ὡς φίλος φίλωι,

 270τᾶς φυγούσας μέλαθρα

βαρβάρων χάριν γάμων

πρᾶξιν Ἑλλὰς ὡς λάβοι.

ἐκ Πύλου δὲ Νέστορος

Γερηνίου κατειδόμαν

ˉ˘ˉˉ˘ˉ›

 275πρύμνας σῆμα ταυρόπουν ὁρᾶν,

τὸν πάροικον Ἀλφεόν.

Αἰνιάνων δὲ δωδεκάστολοι

νᾶες ἦσαν, ὧν ἄναξ

Γουνεὺς ἆρχε· τῶνδε δ' αὖ πέλας

 280Ἤλιδος δυνάστορες,

οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς·

Εὔρυτος δ' ἄνασσε τῶνδε·

λευκήρετμον δ' Ἄρη

Τάφιον ἦγεν ὧν Μέγης ἄνασσε,

 285Φυλέως λόχευμα,

τὰς Ἐχίνας λιπὼν

νήσους ναυβάταις ἀπροσφόρους.

Αἴας δ' ὁ Σαλαμῖνος ἔντροφος

δεξιὸν κέρας

 290πρὸς τὸ λαιὸν ξύναγε

τῶν ἆσσον ὥρμει πλάταισιν†

ἐσχάταισι συμπλέκων

δώδεκ' εὐστροφωτάταισι ναυσίν. ὡς

ἄιον καὶ ναυβάταν

 295εἰδόμαν λεών·

ὧι τις εἰ προσαρμόσει

βαρβάρους βάριδας,

νόστον οὐκ ἀποίσεται,

ἐνθάδ' οἷον εἰδόμαν

 300νάϊον πόρευμα,

τὰ δὲ κατ' οἴκους κλύουσα συγκλήτου

μνήμην σώιζομαι στρατεύματος.

Πρ. Μενέλαε, τολμᾶις δείν', ἅ σ' οὐ τολμᾶν χρεών.

ΜΕΝΕΛΑΟΣ

ἄπελθε· λίαν δεσπόταισι πιστὸς εἶ.

 305Πρ. καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας.

Με. κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ.

Πρ. οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ 'φερον.

Με. οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά.

Πρ. ἄλλοις ἁμιλλῶ ταῦτ'· ἄφες δὲ τήνδ' ἐμοί.

 310Με. οὐκ ἂν μεθείμην. Πρ. οὐδ' ἔγωγ' ἀφήσομαι.

Με. σκήπτρωι τάχ' ἆρα σὸν καθαιμάξω κάρα.

Πρ. ἀλλ' εὐκλεές τοι δεσποτῶν θνήισκειν ὕπερ.

Με. μέθες· μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους.

Πρ. ὦ δέσποτ', ἀδικούμεσθα· σὰς δ' ἐπιστολὰς

 315ἐξαρπάσας ὅδ' ἐκ χερῶν ἐμῶν βίαι,

Ἀγάμεμνον, οὐδὲν τῆι δίκηι χρῆσθαι θέλει.

Αγ. ἔα·

τίς ποτ' ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;

Με. οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν.

Αγ. σὺ δὲ τί τῶιδ' ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίαι τ' ἄγεις;

 320Με. βλέψον εἰς ἡμᾶς, ἵν' ἀρχὰς τῶν λόγων ταύτας λάβω.

Αγ. μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς;

Με. τήνδ' ὁρᾶις δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν;

Αγ. εἰσορῶ· καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν.

Με. οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα.

 325Αγ. ἦ γὰρ οἶσθ' ἃ μή σε καιρὸς εἰδέναι, σήμαντρ' ἀνείς;

Με. ὥστε σ' ἀλγῦναί γ', ἀνοίξας ἃ σὺ κάκ' ἠργάσω λάθραι.

Αγ. ποῦ δὲ κἄλαβές νιν; ὦ θεοί, σῆς ἀναισχύντου φρενός.

Με. προσδοκῶν σὴν παῖδ' ἀπ' Ἄργους εἰ στράτευμ' ἀφίξεται.

Αγ. τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε;

 330Με. ὅτι τὸ βούλεσθαί μ' ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν.

Αγ. οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;

Με. πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δ' αὐτίκα.

Αγ. εὖ κεκόμψευσαι πονηρά· γλῶσσ' ἐπίφθονον σοφή.

Με. νοῦς δέ γ' οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.

 335βούλομαι δέ σ' ἐξελέγξαι, καὶ σὺ μήτ' ὀργῆς ὕπο

ἀποτρέπου τἀληθὲς οὔτ' αὖ κατατενῶ λίαν ἐγώ.

οἶσθ', ὅτ' ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον,

τῶι δοκεῖν μὲν οὐχὶ χρήιζων, τῶι δὲ βούλεσθαι θέλων,

ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων

 340καὶ θύρας ἔχων ἀκλήιστους τῶι θέλοντι δημοτῶν

καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι, κεἰ μή τις θέλοι,

τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου,

κἆιτ', ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους

τοῖς φίλοισιν οὐκέτ' ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος,

 345δυσπρόσιτος ἔσω τε κλήιθρων σπάνιος; ἄνδρα δ' οὐ χρεὼν

τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι,

ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις,

ἡνίκ' ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.

ταῦτα μέν σε πρῶτ' ἐπῆλθον, ἵνα σε πρῶθ' ηὗρον κακόν.

 350ὡς δ' ἐς Αὖλιν ἦλθες αὖθις χὠ Πανελλήνων στρατός,

οὐδὲν ἦσθ', ἀλλ' ἐξεπλήσσου τῆι τύχηι τῆι τῶν θεῶν,

οὐρίας πομπῆς σπανίζων· Δαναΐδαι δ' ἀφιέναι

ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι.

ὡς ‹δ'› ἄνολβον εἶχες ὄμμα σύγχυσίν τ', εἰ μὴ νεῶν

 355χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός.

κἀμὲ παρεκάλεις· Τί δράσω; τίνα ‹δὲ› πόρον εὕρω πόθεν;

ὥστε μὴ στερέντα σ' ἀρχῆς ἀπολέσαι καλὸν κλέος.

κἆιτ', ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην

Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας

 360ἄσμενος θύσειν ὑπέστης παῖδα· καὶ πέμπεις ἑκών,

οὐ βίαι ‑ μὴ τοῦτο λέξηις ‑ σῆι δάμαρτι παῖδα σὴν

δεῦρ' ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.

κἆιθ' ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς,

ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσηι; μάλιστά γε.

 365οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδ' ἤκουσεν σέθεν.

μυρίοι δέ τοι πεπόνθασ' αὐτό· πρὸς τὰ πράγματα

ἐκπονοῦσ' ἔχοντες, εἶτα δ' ἐξεχώρησαν κακῶς,

τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δ' ἐνδίκως

ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.

 370Ἑλλάδος μάλιστ' ἔγωγε τῆς ταλαιπώρου στένω,

ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας

καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.

μηδέν' ἀνδρείας ἕκατι προστάτην θείμην χθονὸς

μηδ' ὅπλων ἄρχοντα· νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν

 375πόλεος· ὡς ἀρκῶν ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων

τύχηι.

Χο. δεινὸν κασιγνήτοισι γίγνεσθαι ψόγους

μάχας θ', ὅταν ποτ' ἐμπέσωσιν εἰς ἔριν.

Αγ. βούλομαί σ' εἰπεῖν κακῶς αὖ βραχέα, μὴ λίαν ἄνω

βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως,

 380ὡς ἀδελφὸν ὄντ'· ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ.

εἰπέ μοι, τί δεινὰ φυσᾶις αἱματηρὸν ὄμμ' ἔχων;

τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρ' ἐρᾶις λαβεῖν;

οὐκ ἔχοιμ' ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶς

ἦρχες. εἶτ' ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς;

 385οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλ' ἐν ἀγκάλαις

εὐπρεπῆ γυναῖκα χρήιζεις, τὸ λελογισμένον παρεὶς

καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί.

εἰ δ' ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετεθέμην εὐβουλίαν,

μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος

 390ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ.

ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονες

φιλόγαμοι μνηστῆρες ‑ ἡ δέ γ' ἐλπίς, οἶμαι μέν, θεός,

κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος ‑

οὓς λαβὼν στράτευ'· ἕτοιμοι δ' εἰσὶ μωρίαι φρενῶν.

οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ' ἔχει συνιέναι

 395τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.

τἀμὰ δ' οὐκ ἀποκτενῶ 'γὼ τέκνα· κοὐ τὸ σὸν μὲν εὖ

παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίαι,

ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις,

ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην.

 400ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥάιδια·

εἰ δὲ μὴ βούληι φρονεῖν εὖ, τἄμ' ἐγὼ θήσω καλῶς.

Χο. οἵδ' αὖ διάφοροι τῶν πάρος λελεγμένων

μύθων, καλῶς δ' ἔχουσι, φείδεσθαι τέκνων.

Με. αἰαῖ, φίλους ἄρ' οὐκ ἐκεκτήμην τάλας.

 405Αγ. εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.

Με. δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;

Αγ. συσσωφρονεῖν σοι βούλομ', ἀλλ' οὐ συννοσεῖν.

Με. ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.

Αγ. εὖ δρῶν παρακάλει μ', ἀλλὰ μὴ λυπῶν ἐμέ.

 410Με. οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;

Αγ. Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.

Με. σκήπτρωι νυν αὔχει, σὸν κασίγνητον προδούς.

ἐγὼ δ' ἐπ' ἄλλας εἶμι μηχανάς τινας

φίλους τ' ἐπ' ἄλλους.

ΑΓΓΕΛΟΣ

ὦ Πανελλήνων ἄναξ,

 415Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,

ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.

μήτηρ δ' ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,

καὶ παῖς Ὀρέστης, ὥς σφε τερφθείης ἰδών,

χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.

 420ἀλλ' ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ

κρήνην ἀναψύχουσι θηλύπουν βάσιν

αὐταί τε πῶλοί τ'· ἐς δὲ λειμώνων χλόην

καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.

ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν

 425ἥκω· πέπυσται γὰρ στρατός ‑ ταχεῖα γὰρ

διῆιξε φήμη ‑ παῖδα σὴν ἀφιγμένην.

πᾶς δ' ἐς θέαν ὅμιλος ἔρχεται δρόμωι,

σὴν παῖδ' ὅπως ἴδωσιν· οἱ δ' εὐδαίμονες

ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.

 430λέγουσι δ'· Ὑμέναιός τις ἢ τί πράσσεται;

ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ

ἐκόμισε παῖδα; τῶν δ' ἂν ἤκουσας τάδε·

Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,

Αὐλίδος ἀνάσσηι· τίς νιν ἄξεταί ποτε;

 435ἀλλ' εἷα τἀπὶ τοισίδ' ἐξάρχου κανᾶ,

στεφανοῦσθε κρᾶτα, καὶ σύ, Μενέλεως ἄναξ,

ὑμέναιον εὐτρέπιζε, καὶ κατὰ στέγας

λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος·

φῶς γὰρ τόδ' ἥκει μακάριον τῆι παρθένωι.

 440Αγ. ἐπήινεσ', ἀλλὰ στεῖχε δωμάτων ἔσω·

τὰ δ' ἄλλ' ἰούσης τῆς τύχης ἔσται καλῶς.

οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;

ἐς οἷ' ἀνάγκης ζεύγματ' ἐμπεπτώκαμεν.

ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων

 445πολλῶι γενέσθαι τῶν ἐμῶν σοφώτερος.

ἡ δυσγένεια δ' ὡς ἔχει τι χρήσιμον·

καὶ γὰρ δακρῦσαι ῥαιδίως αὐτοῖς ἔχει

ἅπαντά τ' εἰπεῖν· τῶι δὲ γενναίωι φύσιν

ἄνολβα πάντα· προστάτην δὲ τοῦ βίου

 450τὸν ὄγκον ἔχομεν τῶι τ' ὄχλωι δουλεύομεν.

ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,

τὸ μὴ δακρῦσαι δ' αὖθις αἰδοῦμαι τάλας,

ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.

εἶἑν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;

 455πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;

καὶ γάρ μ' ἀπώλεσ' ἐπὶ κακοῖς ἅ μοι πάρα

ἐλθοῦσ' ἄκλητος. εἰκότως δ' ἅμ' ἕσπετο

θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα

δώσουσ', ἵν' ἡμᾶς ὄντας εὑρήσει κακούς.

 460τὴν δ' αὖ τάλαιναν παρθένον ‑ τί παρθένον;

Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα ‑

ὡς ὤικτισ'· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε·

Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους

γήμειας αὐτὸς χὤστις ἐστί σοι φίλος.

 465παρὼν δ' Ὀρέστης ἐγγὺς ἀναβοήσεται

οὐ συνετὰ συνετῶς· ἔτι γάρ ἐστι νήπιος.

αἰαῖ, τὸν Ἑλένης ὥς μ' ἀπώλεσεν γάμον

γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε.

Χο. κἀγὼ κατώικτιρ', ὡς γυναῖκα δεῖ ξένην

 470ὑπὲρ τυράννων συμφορᾶς καταστένειν.

Με. ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.

Αγ. δίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δ' ἐγώ.

Με. Πέλοπα κατόμνυμ', ὃς πατὴρ τοὐμοῦ πατρὸς

τοῦ σοῦ τ' ἐκλήθη, τὸν τεκόντα τ' Ἀτρέα,

 475ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς

καὶ μὴ 'πίτηδες μηδέν, ἀλλ' ὅσον φρονῶ.

ἐγώ σ' ἀπ' ὄσσων ἐκβαλόντ' ἰδὼν δάκρυ

ὤικτιρα καὐτὸς ἀνταφῆκά σοι πάλιν

καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,

 480οὐκ ἐς σὲ δεινός, εἰμὶ δ' οὗπερ εἶ σὺ νῦν.

καί σοι παραινῶ μήτ' ἀποκτείνειν τέκνον

μήτ' ἀνθελέσθαι τοὐμόν· οὐ γὰρ ἔνδικον

σὲ μὲν στενάζειν, τἀμὰ δ' ἡδέως ἔχειν,

θνήισκειν τε τοὺς σούς, τοὺς δ' ἐμοὺς ὁρᾶν φάος.

 485τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους

ἄλλους λάβοιμ' ἄν, εἰ γάμων ἱμείρομαι;

ἀλλ' ἀπολέσας ἀδελφόν, ὅν μ' ἥκιστ' ἐχρῆν,

Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;

ἄφρων νέος τ' ἦ, πρὶν τὰ πράγματ' ἐγγύθεν

 490σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.

ἄλλως τέ μ' ἔλεος τῆς ταλαιπώρου κόρης

ἐσῆλθε, συγγένειαν ἐννοουμένωι,

ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων

μέλλει. τί δ' Ἑλένης παρθένωι τῆι σῆι μέτα;

 495ἴτω στρατεία διαλυθεῖσ' ἐξ Αὐλίδος,

σὺ δ' ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,

ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.

εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,

μὴ 'μοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος.

 500ἀλλ' ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;

εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα

στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τρόποι

τοιοίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.

Χο. γενναῖ' ἔλεξας Ταντάλωι τε τῶι Διὸς

 505πρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν.

Αγ. αἰνῶ σε, Μενέλα', ὅτι παρὰ γνώμην ἐμὴν

ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τ' ἀξίως.

ταραχὴ δ' ἀδελφῶν διά τ' ἔρωτα γίγνεται

πλεονεξίαν τε δωμάτων· ἀπέπτυσα

 510τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.

ἀλλ' ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,

θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.

Με. πῶς; τίς δ' ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;

Αγ. ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.

 515Με. οὔκ, ἤν νιν εἰς Ἄργος ‹γ'› ἀποστείληις πάλιν.

Αγ. λάθοιμι τοῦτ' ἄν, ἀλλ' ἐκεῖν' οὐ λήσομεν.

Με. τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.

Αγ. Κάλχας ἐρεῖ μαντεύματ' Ἀργείων στρατῶι.

Με. οὔκ, ἢν θάνηι γε πρόσθε· τοῦτο δ' εὐμαρές.

 520Αγ. τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.

Με. κοὐδέν γ' ἄχρηστον οὐδὲ χρήσιμον παρόν.†

Αγ. ἐκεῖνο δ' οὐ δέδοικας οὕμ' ἐσέρχεται;

Με. ὃν μὴ σὺ φράζεις πῶς ὑπολάβοιμ' ἂν λόγον;

Αγ. τὸ Σισύφειον σπέρμα πάντ' οἶδεν τάδε.

 525Με. οὐκ ἔστ' Ὀδυσσεὺς ὅτι σὲ κἀμὲ πημανεῖ.

Αγ. ποικίλος ἀεὶ πέφυκε τοῦ τ' ὄχλου μέτα.

Με. φιλοτιμίαι μὲν ἐνέχεται, δεινῶι κακῶι.

Αγ. οὔκουν δοκεῖς νιν στάντ' ἐν Ἀργείοις μέσοις

λέξειν ἃ Κάλχας θέσφατ' ἐξηγήσατο,

 530κἄμ' ὡς ὑπέστην θῦμα, κἆιτ' ἐψευδόμην

Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,

σὲ κἄμ' ἀποκτείναντας Ἀργείους κόρην

σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,

ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις

 535ἀναρπάσουσι καὶ κατασκάψουσι γῆν.

τοιαῦτα τἀμὰ πήματ'· ὦ τάλας ἐγώ,

ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.

ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν

ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε

 540μάθηι, πρὶν Ἅιδηι παῖδ' ἐμὴν προσθῶ λαβών,

ὡς ἐπ' ἐλαχίστοις δακρύοις πράσσω κακῶς.

ὑμεῖς δὲ σιγήν, ὦ ξέναι, φυλάσσετε.

Χο. μάκαρες οἳ μετρίας θεοῦ

μετά τε σωφροσύνας μετέ-

 545σχον λέκτρων Ἀφροδίτας,

γαλανείαι χρησάμενοι

μαινομένων οἴστρων, ὅθι δὴ

δίδυμ' ὁ χρυσοκόμας Ἔρως

τόξ' ἐντείνεται χαρίτων,

 550τὸ μὲν ἐπ' εὐαίωνι πότμωι,

τὸ δ' ἐπὶ συγχύσει βιοτᾶς.

ἀπενέπω νιν ἁμετέρων,

ὦ Κύπρι καλλίστα, θαλάμων.

εἴη δέ μοι μετρία

 555μὲν χάρις, πόθοι δ' ὅσιοι,

καὶ μετέχοιμι τᾶς Ἀφροδί-

τας, πολλὰν δ' ἀποθείμαν.

διάφοροι δὲ φύσεις βροτῶν,

διάφοροι δὲ τρόποι· τὸ δ' ὀρ-

 560θῶς ἐσθλὸν σαφὲς αἰεί·

τροφαί θ' αἱ παιδευόμεναι

μέγα φέρουσ' ἐς τὰν ἀρετάν·

τό τε γὰρ αἰδεῖσθαι σοφία,

τάν τ' ἐξαλλάσσουσαν ἔχει

 565χάριν ὑπὸ γνώμας ἐσορᾶν†

τὸ δέον, ἔνθα δόξα φέρει

κλέος ἀγήρατον βιοτᾶι.

μέγα τι θηρεύειν ἀρετάν,

γυναιξὶ μὲν κατὰ Κύ-

 570πριν κρυπτάν, ἐν ἀνδράσι δ' αὖ

κόσμος ἔνδον ὁ μυριοπλη-

θὴς†μείζω πόλιν αὔξει.

ἔμολες, ὦ Πάρις, ἧιτε σύ γε†

βουκόλος ἀργενναῖς ἐτράφης

 575Ἰδαίαις παρὰ μόσχοις,

βάρβαρα συρίζων, Φρυγίων

αὐλῶν Οὐλύμπου καλάμοις

μιμήματα πνέων.

εὔθηλοι δὲ τρέφοντο βόες,

 580ὅτι σε κρίσις ἔμενε†θεᾶν,

ἅ σ' ἐς Ἑλλάδα πέμπει·

ἐλεφαντοδέτων πάροι-

θεν θρόνων ὃς στὰς Ἑλένας

ἐν ἀντωποῖς βλεφάροις

 585ἔρωτά τ' ἔδωκας ἔρωτί τ'

αὐτὸς ἐπτοήθης.

ὅθεν ἔριν ἔριν

Ἑλλάδα σὺν δορὶ ναυσί τ' ἄγεις

ἐς Τροίας πέργαμα.

 590ἰὼ ἰώ· μεγάλαι μεγάλων

εὐδαιμονίαι· τὴν τοῦ βασιλέως

ἴδετ' Ἰφιγένειαν, ἄνασσαν ἐμήν,

τὴν Τυνδάρεω τε Κλυταιμήστραν,

ὡς ἐκ μεγάλων ἐβλαστήκασ'

 595ἐπί τ' εὐμήκεις ἥκουσι τύχας.

θεοί γ' οἱ κρείσσους οἵ τ' ὀλβοφόροι

τοῖς οὐκ εὐδαίμοσι θνητῶν.

στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα,

τὴν βασίλειαν δεξώμεθ' ὄχων

 600ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν,

ἀγανῶς δὲ χεροῖν, μαλακῆι γνώμηι,

μὴ ταρβήσηι νεωστί μοι μολὸν

κλεινὸν τέκνον Ἀγαμέμνονος,

μηδὲ θόρυβον μηδ' ἔκπληξιν

 605ταῖς Ἀργείαις

ξεῖναι ξείναις παρέχωμεν.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

ὄρνιθα μὲν τόνδ' αἴσιον ποιούμεθα,

τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν·

ἐλπίδα δ' ἔχω τιν' ὡς ἐπ' ἐσθλοῖσιν γάμοις

 610πάρειμι νυμφαγωγός. ἀλλ' ὀχημάτων

ἔξω πορεύεθ' ἃς φέρω φερνὰς κόρηι

καὶ πέμπετ' ἐς μέλαθρον εὐλαβούμενοι.

σὺ δ', ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,

ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θ' ἅμα.

 615ὑμεῖς δὲ νεάνιδές νιν ἀγκάλαις ἔπι

δέξασθε καὶ πορεύσατ' ἐξ ὀχημάτων.

κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,

θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.

αἱ δ' ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν·

 620φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν.

καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον,

λάζυσθ', Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος.

τέκνον, καθεύδεις, πωλικῶι δαμεὶς ὄχωι;

ἔγειρ' ἀδελφῆς ἐφ' ὑμέναιον εὐτυχῶς·

 625ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν

λήψηι, κόρης Νηρῆιδος ἰσοθέου γένους.

ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον·

πρὸς μητέρ', Ἰφιγένεια, μακαρίαν δέ με

ξέναισι ταῖσδε πλησία σταθεῖσα δός,

 630καὶ δεῦρο δὴ πατέρα πρόσειπε σὸν φίλον.

ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,

ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.

ΙΦΙΓΕΝΕΙΑ

ὦ μῆτερ, ὑποδραμοῦσά σ' ‑ ὀργισθῆις δὲ μή ‑

πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ προσβαλῶ.

 635ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρν', ὦ πάτερ,

ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου·

ποθῶ γὰρ ὄμμα ‹δὴ› σόν· ὀργισθῆις δὲ μή.

Κλ. ἀλλ', ὦ τέκνον, χρή· φιλοπάτωρ δ' ἀεί ποτ' εἶ

μάλιστα παίδων τῶιδ' ὅσους ἐγὼ 'τεκον.

 640Ιφ. ὦ πάτερ, ἐσεῖδόν σ' ἀσμένη πολλῶι χρόνωι.

Αγ. καὶ γὰρ πατὴρ σέ· τόδ' ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.

Ιφ. χαῖρ'· εὖ δέ μ' ἀγαγὼν πρὸς σ' ἐποίησας, πάτερ.

Αγ. οὐκ οἶδ' ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.

Ιφ. ἔα·

ὡς οὐ βλέπεις εὔκηλον ἄσμενός μ' ἰδών.

 645Αγ. πόλλ' ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτηι μέλει.

Ιφ. παρ' ἐμοὶ γενοῦ νῦν, μὴ 'πὶ φροντίδας τρέπου.

Αγ. ἀλλ' εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.

Ιφ. μέθες νυν ὀφρὺν ὄμμα τ' ἔκτεινον φίλον.

Αγ. ἰδού, γέγηθά σ' ὡς γέγηθ' ὁρῶν, τέκνον.

 650Ιφ. κἄπειτα λείβεις δάκρυ' ἀπ' ὀμμάτων σέθεν;

Αγ. μακρὰ γὰρ ἡμῖν ἡ 'πιοῦσ' ἀπουσία.

Ιφ. οὐκ οἶδ' ὅτι φήις, οὐκ οἶδα, φίλτατ' ἐμοὶ πάτερ.

ποῦ τοὺς Φρύγας λέγουσιν ὠικίσθαι, πάτερ;

Αγ. οὗ μήποτ' οἰκεῖν ὤφελ' ὁ Πριάμου Πάρις.

Ιφ. μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ.

 665Αγ. ἐς ταὐτόν, ὦ θύγατερ, ἥξεις σῶι πατρί.

συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μ' ἄγεις.

Ιφ. ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γ' εὐφρανῶ.

 655Αγ. παπαῖ· τὸ σιγᾶν οὐ σθένω, σὲ δ' ἤινεσα.

Ιφ. μέν', ὦ πάτερ, κατ' οἶκον ἐπὶ τέκνοις σέθεν.

Αγ. θέλω γε, τὸ θέλειν†δ' οὐκ ἔχων ἀλγύνομαι.

Ιφ. ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.

Αγ. ἄλλους ὀλεῖ πρόσθ' ἁμὲ διολέσαντ' ἔχει.

 660Ιφ. ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.

Αγ. καὶ νῦν γέ μ' ἴσχει δή τι μὴ στέλλειν στρατόν.

Ιφ. φεῦ·

εἴθ' ἦν καλόν μοι σοί τ' ἄγειν σύμπλουν ἐμέ.

Αγ. ἔτ' ἔστι καὶ σοὶ πλοῦς, ἵνα μνήση†πατρός.

Ιφ. σὺν μητρὶ πλεύσασ' ἢ μόνη πορεύσομαι;

Αγ. μόνη, μονωθεῖσ' ἀπὸ πατρὸς καὶ μητέρος.

 670Ιφ. οὔ πού μ' ἐς ἄλλα δώματ' οἰκίζεις, πάτερ;

Αγ. ἐατέ'· οὐ χρὴ τοιάδ' εἰδέναι κόρας.

Ιφ. σπεῦδ' ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.

Αγ. θῦσαί με θυσίαν πρῶτα δεῖ τιν' ἐνθάδε.

Ιφ. ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γ' εὐσεβὲς σκοπεῖν.

 675Αγ. εἴσηι σύ· χερνίβων γὰρ ἑστήξεις πέλας.

Ιφ. στήσομεν ἄρ' ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;

Αγ. ζηλῶ σὲ μᾶλλον ἢ 'μὲ τοῦ μηδὲν φρονεῖν.

χώρει δὲ μελάθρων ἐντός ‑ ὀφθῆναι κόραις

πικρόν ‑ φίλημα δοῦσα δεξιάν τέ μοι,

 680μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.

ὦ στέρνα καὶ παρῆιδες, ὦ ξανθαὶ κόμαι,

ὡς ἄχθος ἡμῖν ἐγένεθ' ἡ Φρυγῶν πόλις

Ἑλένη τε. παύω τοὺς λόγους· ταχεῖα γὰρ

νοτὶς διώκει μ' ὀμμάτων ψαύσαντά σου.

 685ἴθ' ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,

Λήδας γένεθλον, εἰ κατωικτίσθην ἄγαν,

μέλλων Ἀχιλλεῖ θυγατέρ' ἐκδώσειν ἐμήν.

ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλ' ὅμως

δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις

 690παῖδας παραδιδῶι πολλὰ μοχθήσας πατήρ.

Κλ. οὐχ ὧδ' ἀσύνετός εἰμι, πείσεσθαι δέ με

καὐτὴν δόκει τάδ', ὥστε μή σε νουθετεῖν,

ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην·

ἀλλ' ὁ νόμος αὐτὰ τῶι χρόνωι συνισχνανεῖ.

 695τοὔνομα μὲν οὖν παῖδ' οἶδ' ὅτωι κατήινεσας,

γένους δὲ ποίου χὠπόθεν μαθεῖν θέλω.

Αγ. Αἴγινα θυγάτηρ ἐγένετ' Ἀσωποῦ πατρός.

Κλ. ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς;

Αγ. Ζεύς· Αἰακὸν δ' ἔφυσεν, Οἰνώνης πρόμον.

 700Κλ. τοῦ δ' Αἰακοῦ παῖς τίς κατέσχε δώματα;

Αγ. Πηλεύς· ὁ Πηλεὺς δ' ἔσχε Νηρέως κόρην.

Κλ. θεοῦ διδόντος ἢ βίαι θεῶν λαβών;

Αγ. Ζεὺς ἠγγύησε καὶ δίδωσ' δίδως ὁ κύριος.

Κλ. γαμεῖ δὲ ποῦ νιν; ἦ κατ' οἶδμα πόντιον;

 705Αγ. Χείρων ἵν' οἰκεῖ σεμνὰ Πηλίου βάθρα.

Κλ. οὗ φασι Κενταύρειον ὠικίσθαι γένος;

Αγ. ἐνταῦθ' ἔδαισαν Πηλέως γάμους θεοί.

Κλ. Θέτις δ' ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;

Αγ. Χείρων, ἵν' ἤθη μὴ μάθοι κακῶν βροτῶν.

 710Κλ. φεῦ·

σοφός γ' ὁ θρέψας χὠ διδοὺς σοφωτέροις.

Αγ. τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.

Κλ. οὐ μεμπτός· οἰκεῖ δ' ἄστυ ποῖον Ἑλλάδος;

Αγ. Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.

Κλ. ἐκεῖσ' ἀπάξει σὴν ἐμήν τε παρθένον;

 715Αγ. κείνωι μελήσει ταῦτα τῶι κεκτημένωι.

Κλ. ἀλλ' εὐτυχοίτην. τίνι δ' ἐν ἡμέραι γαμεῖ;

Αγ. ὅταν σελήνης ἐντελὴς ἔλθηι κύκλος.

Κλ. προτέλεια δ' ἤδη παιδὸς ἔσφαξας θεᾶι;

Αγ. μέλλω· 'πὶ ταύτηι καὶ καθέσταμεν τύχηι.

 720Κλ. κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;

Αγ. θύσας γε θύμαθ' ἁμὲ χρὴ θῦσαι θεοῖς.

Κλ. ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;

Αγ. ἐνθάδε παρ' εὐπρύμνοισιν Ἀργείων πλάταις.

Κλ. καλῶς ἀναγκαίως τε· συνενέγκαι δ' ὅμως.

 725Αγ. οἶσθ' οὖν ὃ δρᾶσον, ὦ γύναι· πιθοῦ δέ μοι.

Κλ. τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.

Αγ. ἡμεῖς μὲν ἐνθάδ', οὗπέρ ἐσθ' ὁ νυμφίος ...

Κλ. μητρὸς τί χωρὶς δράσεθ' ἁμὲ δρᾶν χρεών;

Αγ. ἐκδώσομεν σὴν παῖδα Δαναΐδων μέτα.

 730Κλ. ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;

Αγ. χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.

Κλ. λιποῦσα παῖδα; τίς δ' ἀνασχήσει φλόγα;

Αγ. ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.

Κλ. οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλ' ἡγητέα.

 735Αγ. οὐ καλὸν ἐν ὄχλωι σ' ἐξομιλεῖσθαι στρατοῦ.

Κλ. καλὸν τεκοῦσαν τἀμά μ' ἐκδοῦναι τέκνα.

Αγ. καὶ τάς γ' ἐν οἴκωι μὴ μόνας εἶναι κόρας.

Κλ. ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.

Αγ. πιθοῦ. Κλ. μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.

 740ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δ' ἐγώ,

ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις.

Αγ. οἴμοι· μάτην ἦιξ', ἐλπίδος δ' ἀπεσφάλην,

ἐξ ὀμμάτων δάμαρτ' ἀποστεῖλαι θέλων.

σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις

 745τέχνας πορίζω, πανταχῆι νικώμενος.

ὅμως δὲ σὺν Κάλχαντι τῶι θυηπόλωι

κοινῆι τὸ τῆι θεῶι φίλον, ἐμοὶ δ' οὐκ εὐτυχές,

ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.

χρὴ δ' ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν

 750γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.

Χο. ἥξει δὴ Σιμόεντα καὶ

δίνας ἀργυροειδεῖς

ἄγυρις Ἑλλάνων στρατιᾶς

ἀνά τε ναυσὶν καὶ σὺν ὅπλοις

 755Ἴλιον ἐς τὸ Τροίας

Φοιβήιον δάπεδον,

τὰν Κασσάνδραν ἵν' ἀκού-

ω ῥίπτειν ξανθοὺς πλοκάμους

χλωροκόμωι στεφάνωι δάφνας

 760κοσμηθεῖσαν, ὅταν θεοῦ

μαντόσυνοι πνεύσωσ' ἀνάγκαι.

στάσονται δ' ἐπὶ περγάμων

Τροίας ἀμφί τε τείχη

Τρῶες, ὅταν χάλκασπις Ἄρης

 765πόντιος εὐπρώιροιο πλάτας

εἰρεσίαι πελάζηι

Σιμουντίοις ὀχετοῖς,

τὰν τῶν ἐν αἰθέρι δισ-

σῶν Διοσκούρων Ἑλέναν

 770ἐκ Πριάμου κομίσαι θέλων

ἐς γᾶν Ἑλλάδα δοριπόνων

ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν.

Πέργαμον δὲ Φρυγῶν πόλιν

λαΐνους περὶ πύργους

 775κυκλώσας Ἄρει φονίωι

λαιμοτόμους κεφαλὰς σπάσας

πόλισμα Τροίας†

πέρσας κατ' ἄκρας πόλιν,

θήσει κόρας πολυκλαύ-

 780τους δάμαρτά τε Πριάμου.

ἁ δὲ Διὸς Ἑλένα κόρα

πολύκλαυτος ἐσεῖται

πόσιν προλιποῦσα.

μήτ' ἐμοὶ μήτ' ἐμοῖσι τέκνων τέκνοις

ἐλπὶς ἅδε ποτ' ἔλθοι,

οἵαν αἱ πολύχρυσοι

Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι

σχήσουσι, παρ' ἱστοῖς

 790μυθεῦσαι τάδ' ἐς ἀλλήλας·

Τίς ἄρα μ' εὐπλοκάμους κόμας

ἔρυμα δακρυόεν τανύσας†

πατρίδος ὀλομένας ἀπολωτιεῖ;

διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον,

 795εἰ δὴ φάτις ἔτυμος ὡς

ἔτυχε Λήδα†ὄρνιθι πταμένωι,

Διὸς ὅτ' ἀλλάχθη δέμας, εἴτ'

ἐν δέλτοις Πιερίσιν

μῦθοι τάδ' ἐς ἀνθρώπους

 800ἤνεγκαν παρὰ καιρὸν ἄλλως.

ΑΧΙΛΛΕΥΣ

ποῦ τῶν Ἀχαιῶν ἐνθάδ' ὁ στρατηλάτης;

τίς ἂν φράσειε προσπόλων τὸν Πηλέως

ζητοῦντά νιν παῖδ' ἐν πύλαις Ἀχιλλέα;

οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας·

 805οἱ μὲν γὰρ ἡμῶν, ὄντες ἄζυγες γάμων,

οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε

θάσσουσ' ἐπ' ἀκταῖς, οἱ δ' ἔχοντες εὔνιδας

καὶ παῖδας· οὕτω δεινὸς ἐμπέπτωκ' ἔρως

τῆσδε στρατείας Ἑλλάδ' οὐκ ἄνευ θεῶν.

 810τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρέος,

ἄλλος δ' ὁ χρήιζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει.

γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα

μένω 'πὶ λεπταῖς ταισίδ' Εὐρίπου ῥοαῖς,

Μυρμιδόνας ἴσχων· οἱ δ' ἀεὶ προσκείμενοι

 815λέγουσ'· Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνον

ἔτ' ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στολόν;

δρᾶ ‹δ'›, εἴ τι δράσεις, ἢ ἄπαγ' οἴκαδε στρατόν,

τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα.

Κλ. ὦ παῖ θεᾶς Νηρῆιδος, ἔνδοθεν λόγων

 820τῶν σῶν ἀκούσασ' ἐξέβην πρὸ δωμάτων.

Αχ. ὦ πότνι' αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ

γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην;

Κλ. οὐ θαῦμά σ' ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος

προσῆκες· αἰνῶ δ' ὅτι σέβεις τὸ σωφρονεῖν.

 825Αχ. τίς δ' εἶ; τί δ' ἦλθες Δαναΐδων ἐς σύλλογον,

γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφαργμένους;

Κλ. Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι

ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ.

Αχ. καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια·

 830αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.

Κλ. μεῖνον ‑ τί φεύγεις; ‑ δεξιάν τ' ἐμῆι χερὶ

σύναψον, ἀρχὴν μακαρίων νυμφευμάτων.

Αχ. τί φήις; ἐγώ σοι δεξιάν; αἰδοίμεθ' ἂν

Ἀγαμέμνον', εἰ ψαύοιμεν ὧν μή μοι θέμις.

 835Κλ. θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς

παῖδ', ὦ θεᾶς παῖ ποντίας Νηρηίδος.

Αχ. ποίους γάμους φήις; ἀφασία μ' ἔχει, γύναι,

εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον.

Κλ. πᾶσιν τόδ' ἐμπέφυκεν, αἰδεῖσθαι φίλους

 840καινοὺς ὁρῶσι καὶ γάμων μεμνημένους.

Αχ. οὐπώποτ' ἐμνήστευσα παῖδα σήν, γύναι,

οὐδ' ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων.

Κλ. τί δῆτ' ἂν εἴη; σὺ πάλιν αὖ λόγοις ἐμοῖς

εἴκαζ'· ἐμοὶ γὰρ θαύματ' ἐστὶ τὰ παρὰ σοῦ.

 845Αχ. θαύμαζε· κοινὸν ‹δ'› ἐστὶν εἰκάζειν τάδε·

ἄμφω γὰρ ἐψευδόμεθα τοῖς λόγοις ἴσως.

Κλ. ἀλλ' ἦ πέπονθα δεινά; μαστεύω γάμους

οὐκ ὄντας, ὡς εἴξασιν· αἰδοῦμαι τάδε.

Αχ. ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις·

 850ἀλλ' ἀμελίαι δὸς αὐτὰ καὶ φαύλως φέρε.

Κλ. χαῖρ'· οὐ γὰρ ὀρθοῖς ὄμμασίν ‹σ'› ἔτ' εἰσορῶ,

ψευδὴς γενομένη καὶ παθοῦσ' ἀνάξια.

Αχ. καὶ σοὶ τόδ' ἐστὶν ἐξ ἐμοῦ· πόσιν δὲ σὸν

στείχω ματεύσων τῶνδε δωμάτων ἔσω.

 855Πρ. ὦ ξέν', Αἰακοῦ γένεθλον, μεῖνον· ὦ, σέ τοι λέγω,

τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.

Αχ. τίς ὁ καλῶν, πύλας παροίξας; ὡς τεταρβηκὸς καλεῖ.

Πρ. δοῦλος, οὐχ ἁβρύνομαι τῶιδ'· ἡ τύχη γὰρ οὐκ ἐᾶι.

Αχ. τίνος; ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ κἀγαμέμνονος.

 860Πρ. τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός.

Αχ. ἕσταμεν· φράζ', εἴ τι χρήιζεις, ὧν μ' ἐπέσχες οὕνεκα.

Πρ. ἦ μόνω παρόντε δῆτα ταῖσδ' ἐφέστατον πύλαις;

Αχ. ὡς μόνοιν λέγοις ἄν, ἔξω δ' ἐλθὲ βασιλείων δόμων.

Πρ. ὦ Τύχη πρόνοιά θ' ἡμή, σώσαθ' οὓς ἐγὼ θέλω.

 865Αχ. ὁ λόγος ἐς μέλλοντ' ἂν ὤσηι†χρόνον· ἔχει δ' ὄκνον

τινά.

Κλ. δεξιᾶς ἕκατι μὴ μέλλ', εἴ τί μοι χρήιζεις λέγειν.

Πρ. οἶσθα δῆτά μ', ὅστις ὤν σοι καὶ τέκνοις εὔνους ἔφυν;

Κλ. οἶδά σ' ὄντ' ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν.

Πρ. χὤτι μ' ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ;

 870Κλ. ἦλθες εἰς Ἄργος μεθ' ἡμῶν κἀμὸς ἦσθ' ἀεί ποτε.

Πρ. ὧδ' ἔχει· καὶ σοὶ μὲν εὔνους εἰμί, σῶι δ' ἧσσον πόσει.

Κλ. ἐκκάλυπτε νῦν ποθ' ἡμῖν οὕστινας στέγεις λόγους.

Πρ. παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτανεῖν.

Κλ. πῶς; ἀπέπτυσ', ὦ γεραιέ, μῦθον· οὐ γὰρ εὖ φρονεῖς.

 875Πρ. φασγάνωι λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην.

Κλ. ὦ τάλαιν' ἐγώ· μεμηνὼς ἆρα τυγχάνει πόσις;

Πρ. ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα· τοῦτο δ' οὐ φρονεῖ.

Κλ. ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων;

Πρ. θέσφαθ', ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός.

 880Κλ. ποῖ; τάλαιν' ἐγώ, τάλαινα δ' ἣν πατὴρ μέλλει κτανεῖν.

Πρ. Δαρδάνου πρὸς δώμαθ', Ἑλένην Μενέλεως ὅπως λάβηι.

Κλ. εἰς ἄρ' Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος;

Πρ. πάντ' ἔχεις· Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ.

Κλ. ὁ δὲ γάμος τίν' εἶχε πρόφασιν, ὧι μ' ἐκόμισεν ἐκ δόμων;

 885Πρ. ἵν' ἀγάγοις χαίρουσ' Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν.

Κλ. ὦ θύγατερ, ἥκεις ἐπ' ὀλέθρωι καὶ σὺ καὶ μήτηρ σέθεν.

Πρ. οἰκτρὰ πάσχετον δύ' οὖσαι· δεινὰ δ' Ἀγαμέμνων ἔτλη.

Κλ. οἴχομαι τάλαινα· δακρύων νάματ' οὐκέτι στέγω.

Πρ. εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει.

 890Κλ. σὺ δὲ τάδ', ὦ γέρον, πόθεν φὴις εἰδέναι πεπυσμένος;

Πρ. δέλτον ὠιχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.

Κλ. οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδ' ἄγειν θανουμένην;

Πρ. μὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότ' εὖ.

Κλ. κἆιτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;

 895Πρ. Μενέλεως ἀφείλεθ' ἡμᾶς, ὃς κακῶν τῶνδ' αἴτιος.

Κλ. ὦ τέκνον Νηρῆιδος, ὦ παῖ Πηλέως, κλύεις τάδε;

Αχ. ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δ' ἐμὸν οὐ φαύλως φέρω.

Κλ. παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.

Αχ. μέμφομαι κἀγὼ πόσει σῶι, κοὐχ ἁπλῶς οὕτω

φέρω.

 900Κλ. οὐκ ἐπαιδεσθήσομαι 'γὼ προσπεσεῖν τὸ σὸν γόνυ

θνητὸς ἐκ θεᾶς γεγῶτος· τί γὰρ ἐγὼ σεμνύνομαι;

ἦ τινος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι;

ἀλλ' ἄμυνον, ὦ θεᾶς παῖ, τῆι τ' ἐμῆι δυσπραξίαι

τῆι τε λεχθείσηι δάμαρτι σῆι μάτην μέν, ἀλλ' ὅμως.

 905σοὶ καταστέψασ' ἐγώ νιν ἦγον ὡς γαμουμένην,

νῦν δ' ἐπὶ σφαγὰς κομίζω· σοὶ δ' ὄνειδος ἵξεται,

ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,

ἀλλ' ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.

πρὸς γενειάδος ‹σε›, πρός σε δεξιᾶς, πρὸς

μητέρος ‑

 910ὄνομα γὰρ τὸ σόν μ' ἀπώλεσ', ὧι σ' ἀμυναθεῖν χρεών ‑

οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ,

οὐδὲ φίλος οὐδεὶς πέλας μοι· τὰ δ' Ἀγαμέμνονος κλύεις

ὠμὰ καὶ πάντολμ'· ἀφῖγμαι δ', ὥσπερ εἰσορᾶις, γυνὴ

ναυτικὸν στράτευμ' ἄναρχον κἀπὶ τοῖς κακοῖς

θρασύ,

 915χρήσιμον δ', ὅταν θέλωσιν. ἢν δὲ τολμήσηις σύ μου

χεῖρ' ὑπερτεῖναι, σεσώμεθ'· εἰ δὲ μή, οὐ σεσώμεθα.

Χο. δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα,

πᾶσίν τε κοινόν ἐσθ' ὑπερκάμνειν τέκνων.

Αχ. ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω·

 920ἐπίσταμαι δὲ τοῖς κακοῖσί τ' ἀσχαλᾶν

μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.

λελογισμένοι γὰρ οἱ τοιοίδ' εἰσὶν βροτῶν

ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.

ἔστιν μὲν οὖν ἵν' ἡδὺ μὴ λίαν φρονεῖν,

 925ἔστιν δὲ χὤπου χρήσιμον γνώμην ἔχειν.

ἐγὼ δ', ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς

Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.

καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς,

πεισόμεθ', ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.

 930ἀλλ' ἐνθάδ' ἐν Τροίαι τ' ἐλευθέραν φύσιν

παρέχων, Ἄρη τὸ κατ' ἐμὲ κοσμήσω δορί.

σὲ δ', ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων,

ἃ δὴ κατ' ἄνδρα γίγνεται νεανίαν,

τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ,

 935κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται,

ἐμὴ φατισθεῖσ'· οὐ γὰρ ἐμπλέκειν πλοκὰς

ἐγὼ παρέξω σῶι πόσει τοὐμὸν δέμας.

τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο,

τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δ' αἴτιον

 940πόσις σός. ἁγνὸν δ' οὐκέτ' ἐστὶ σῶμ' ἐμόν,

εἰ δι' ἔμ' ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους

ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος,

θαυμαστὰ δ' ὡς ἀνάξι' ἠτιμασμένη.

ἐγὼ κάκιστος ἦν ἄρ' Ἀργείων ἀνήρ,

 945ἐγὼ τὸ μηδέν, Μενέλεως δ' ἐν ἀνδράσιν,

ὡς οὐχὶ Πηλέως ἀλλ' ἀλάστορος γεγώς,

εἴπερ φονεύει τοὐμὸν ὄνομα σῶι πόσει.

μὰ τὸν δι' ὑγρῶν κυμάτων τεθραμμένον

Νηρέα, φυτουργὸν Θέτιδος ἥ μ' ἐγείνατο,

 950οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ,

οὐδ' εἰς ἄκραν χεῖρ', ὥστε προσβαλεῖν πέπλοις·

ἢ Σίπυλος ἔσται πολύς, ἔρεισμα βαρβάρων,

ὅθεν πεφύκασ' οἱ στρατηλάται γένος,

Φθίας δὲ τοὔνομ' οὐδαμοῦ κεκλήσεται.

 955πικροὺς δὲ προχύτας χέρνιβάς τ' ἐνάρξεται

Κάλχας ὁ μάντις. τίς δὲ μάντις ἔστ' ἀνήρ,

ὃς ὀλίγ' ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγει

τυχών, ὅταν δὲ μὴ τύχηι διοίχεται;

οὐ τῶν γάμων ἕκατι ‑ μυρίαι κόραι

 960θηρῶσι λέκτρον τοὐμόν ‑ εἴρηται τόδε·

ἀλλ' ὕβριν ἐς ἡμᾶς ὕβρισ' Ἀγαμέμνων ἄναξ.

χρῆν δ' αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομ' ἐμοῦ πάρα,

θήραμα παιδός· ἡ Κλυταιμήστρα δ' ἐμοὶ

μάλιστ' ἐπείσθη θυγατέρ' ἐκδοῦναι πόσει.

 965ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον

ἐν τῶιδ' ἔκαμνε νόστος· οὐκ ἠρνούμεθ' ἂν

τὸ κοινὸν αὔξειν ὧν μέτ' ἐστρατευόμην.

νῦν δ' οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταις

ἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς.

 970τάχ' εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας

ἐλθεῖν φόνου κηλῖσιν αἵματι†χρανῶ,

εἴ τίς με τὴν σὴν θυγατέρ' ἐξαιρήσεται.

ἀλλ' ἡσύχαζε· θεὸς ἐγὼ πέφηνά σοι

μέγιστος, οὐκ ὤν· ἀλλ' ὅμως γενήσομαι.

 975Χο. ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τ' ἄξια

καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ.

Κλ. φεῦ·

πῶς ἄν σ' ἐπαινέσαιμι μὴ λίαν λόγοις

μηδ' ἐνδεὴς τοῦδ' ἀπολέσαιμι τὴν χάριν;

αἰνούμενοι γὰρ ἁγαθοὶ τρόπον τινὰ

 980μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσ' ἄγαν.

αἰσχύνομαι δὲ παραφέρουσ' οἰκτροὺς λόγους,

ἰδίαι νοσοῦσα· σὺ δ' ἄνοσος κακῶν γ' ἐμῶν.

ἀλλ' οὖν ἔχει τι σχῆμα, κἂν ἄπωθεν ἦι

ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν.

 985οἴκτιρε δ' ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν.

ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσ' ἔχειν

κενὴν κατέσχον ἐλπίδ'· εἶτά σοι τάχα

ὄρνις γένοιτ' ἂν τοῖσι μέλλουσιν γάμοις

θανοῦσ' ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών.

 990ἀλλ' εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη·

σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.

βούληι νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ;

ἀπαρθένευτα μὲν τάδ'· εἰ δέ σοι δοκεῖ,

ἔξεισιν, αἰδοῦς ὄμμ' ἔχουσ' ἐλεύθερον.

 995εἰ δ' οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν,

μενέτω κατ' οἴκους· σεμνὰ γὰρ σεμνύνεται.

ὅμως δ' ὅσον γε δυνατὸν αἰτεῖσθαι χρεών.

Αχ. σὺ μήτε σὴν παῖδ' ἔξαγ' ὄψιν εἰς ἐμὴν

μήτ' εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι·

1000στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν,

λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.

πάντως δέ μ' ἱκετεύοντέ θ' ἥξετ' εἰς ἴσον

ἐπ' ἀνικετεύτοις θ'· εἷς ἐμοὶ γάρ ἐστ' ἀγὼν

μέγιστος, ὑμᾶς ἐξαπαλλάξαι κακῶν.

1005ὡς ἕν γ' ἀκούσασ' ἴσθι, μὴ ψευδῶς μ' ἐρεῖν·

ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν,

θάνοιμι· μὴ θάνοιμι δ', ἢν σώσω κόρην.

Κλ. ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.

Αχ. ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμ' ἔχηι καλῶς.

1010Κλ. τί τοῦτ' ἔλεξας; ὡς ἀκουστέον γέ σου.

Αχ. πείθωμεν αὖθις πατέρα βέλτιον φρονεῖν.

Κλ. κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.

Αχ. ἀλλ' οἱ λόγοι γε καταπαλαίουσιν φόβους.

Κλ. ψυχρὰ μὲν ἐλπίς· ὅτι δὲ χρή με δρᾶν φράσον.

1015Αχ. ἱκέτευ' ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα·

ἢν δ' ἀντιβαίνηι, πρὸς ἐμέ σοι πορευτέον.

εἴη γὰρ τὸ χρῆζον ἐπίθετ'†οὐ τοὐμὸν χρεὼν

χωρεῖν· ἔχει γὰρ τοῦτο τὴν σωτηρίαν.

κἀγώ τ' ἀμείνων πρὸς φίλον γενήσομαι

1020στρατός τ' ἂν οὐ μέμψαιτό μ', εἰ τὰ πράγματα

λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει.

καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοις

σοί τ' ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε.†

Κλ. ὡς σώφρον' εἶπας· δραστέον δ' ἅ σοι δοκεῖ.

1025ἢν δ' αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω,

ποῦ σ' αὖθις ὀψόμεσθα; ποῦ χρή μ' ἀθλίαν

ἐλθοῦσαν εὑρεῖν σὴν χέρ' ἐπίκουρον κακῶν;

Αχ. ἡμεῖς σε, φύλακος οὗ χρέος, φυλάξομεν,

μή τίς σ' ἴδηι στείχουσαν ἐπτοημένην

1030Δαναῶν δι' ὄχλου. μηδὲ πατρῶιον δόμον

αἴσχυν'· ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος

κακῶς ἀκούειν· ἐν γὰρ Ἕλλησιν μέγας.

Κλ. ἔσται τάδ'· ἄρχε· σοί με δουλεύειν χρεών.

εἰ δ' εἰσὶ ‹συνετοὶ› θεοί, δίκαιος ὢν ἀνὴρ

1035ἐσθλῶν κυρήσεις· εἰ δὲ μή, τί δεῖ πονεῖν;

Χο. τίν' ἄρ' Ὑμέναιος διὰ λωτοῦ Λίβυος

μετά τε φιλοχόρου κιθάρας

συρίγγων θ' ὑπὸ καλαμοεσ-

σᾶν ἔστασεν ἰαχάν,

1040ὅτ' ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοι

Πιερίδες ἐν δαιτὶ θεῶν†

χρυσεοσάνδαλον ἴχνος

ἐν γᾶι κρούουσαι

Πηλέως ἐς γάμον ἦλθον,

μελωιδοῖς Θέτιν ἀχήμασι τόν τ' Αἰακίδαν

Κενταύρων ἐν ὄρεσι κλέουσαι

Πηλιάδα καθ' ὕλαν;

ὁ δὲ Δαρδανίδας, Διὸς

1050λέκτρων τρύφημα φίλον,

χρυσέοισιν ἄφυσσε λοι-

βὰν ἐκ κρατήρων γυάλοις

ὁ Φρύγιος Γανυμήδης.

παρὰ δὲ λευκοφαῆ ψάμαθον

1055εἱλισσόμεναι κύκλια

πεντήκοντα κόραι Νηρέως

γάμους ἐχόρευσαν.

ἅμα δ' ἐλάταισι στεφανώδει τε χλόαι

θίασος ἔμολεν ἱπποβάτας

1060Κενταύρων ἐπὶ δαῖτα τὰν

θεῶν κρατῆρά τε Βάκχου.

μέγα δ' ἀνέκλαγον· Ὦ Νηρηὶ κόρα,

παῖδά σε Θεσσαλίαι μέγα φῶς

μάντις ὁ φοιβάδα μοῦσαν

1065εἰδὼς γεννάσειν

Χείρων ἐξονόμαζεν,

ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων

ἀσπισταῖς Πριάμοιο κλεινὰν

1070γαῖαν ἐκπυρώσων,

περὶ σώματι χρυσέων

ὅπλων Ἡφαιστοπόνων

κεκορυθμένος ἐνδύτ', ἐκ

θεᾶς ματρὸς δωρήματ' ἔχων

1075Θέτιδος, ἅ νιν ἔτικτεν.

μακάριον τότε δαίμονες

τᾶς εὐπάτριδος γάμον

Νηρήιδων ἔθεσαν πρώτας

Πηλέως θ' ὑμεναίους.

1080σὲ δ' ἐπὶ κάραι στέψουσι καλλικόμαν

πλόκαμον Ἀργεῖοι, βαλιὰν

ὥστε πετραίων

ἀπ' ἄντρων ἐλθοῦσαν ὀρέων

μόσχον ἀκήρατον, βρότειον

αἱμάσσοντες λαιμόν·

1085οὐ σύριγγι τραφεῖσαν οὐδ'

ἐν ῥοιβδήσεσι βουκόλων,

παρὰ δὲ ματέρι νυμφοκόμον

Ἰναχίδαις γάμον.

1090ποῦ τὸ τᾶς Αἰδοῦς ἢ τὸ τᾶς Ἀρετᾶς

σθένει τι πρόσωπον,

ὁπότε τὸ μὲν ἄσεπτον ἔχει

δύνασιν, ἁ δ' Ἀρετὰ κατόπι-

σθεν θνατοῖς ἀμελεῖται,

1095Ἀνομία δὲ νόμων κρατεῖ,

καὶ ‹μὴ› κοινὸς ἀγὼν βροτοῖς

μή τις θεῶν φθόνος ἔλθηι;

Κλ. ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν,

χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας.

1100ἐν δακρύοισι δ' ἡ τάλαινα παῖς ἐμή,

πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων,

θάνατον ἀκούσασ' ὃν πατὴρ βουλεύεται.

μνήμην δ' ἄρ' εἶχον πλησίον βεβηκότος

Ἀγαμέμνονος τοῦδ', ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις

1105ἀνόσια πράσσων αὐτίχ' εὑρεθήσεται.

Αγ. Λήδας γένεθλον, ἐν καλῶι σ' ἔξω δόμων

ηὕρηχ', ἵν' εἴπω παρθένου χωρὶς λόγους

οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει.

Κλ. τί δ' ἔστιν οὗ σοι καιρὸς ἀντιλάζυται;

1110Αγ. ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα·

ὡς χέρνιβες πάρεισιν ηὐτρεπισμέναι

προχύται τε, βάλλειν πῦρ καθάρσιον χεροῖν,

μόσχοι τε, πρὸ γάμων ἃς θεᾶι πεσεῖν χρεὼν

Ἀρτέμιδι μέλανος αἵματος φυσήματι.

1115Κλ. τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δ' ἔργα σου

οὐκ οἶδ' ὅπως χρή μ' ὀνομάσασαν εὖ λέγειν.

χώρει δέ, θύγατερ, ἐκτός ‑ οἶσθα γὰρ πατρὸς

πάντως ἃ μέλλει ‑ χὐπὸ τοῖς πέπλοις ἄγε

λαβοῦσ' Ὀρέστην, σὸν κασίγνητον, τέκνον.

1120ἰδού, πάρεστιν ἥδε πειθαρχοῦσά σοι·

τὰ δ' ἄλλ' ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω.

Αγ. τέκνον, τί κλαίεις οὐδ' ἔθ' ἡδέως ‹μ'› ὁρᾶις,

ἐς γῆν δ' ἐρείσασ' ὄμμα πρόσθ' ἔχεις πέπλους;

Κλ. φεῦ·

τίν' ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν;

1125ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρα

κἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ.

Αγ. τί δ' ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε,

σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων.

Κλ. εἴφ' ἃν ἐρωτήσω σε γενναίως, πόσι.

1130Αγ. οὐδὲν κελευσμοῦ δεῖ σ'· ἐρωτᾶσθαι θέλω.

Κλ. τὴν παῖδα τὴν σὴν τήν τ' ἐμὴν μέλλεις κτανεῖν;

Αγ. ἔα·

τλήμονά γ' ἔλεξας ὑπονοεῖς θ' ἃ μή σε χρή.

Κλ. ἔχ' ἥσυχος·

κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν.

Αγ. σὺ δ', ἤν γ' ἐρωτᾶις εἰκότ', εἰκότ' ἂν κλύοις.

1135Κλ. οὐκ ἄλλ' ἐρωτῶ, καὶ σὺ μὴ λέγ' ἄλλα μοι.

Αγ. ὦ πότνια μοῖρα καὶ τύχη δαίμων τ' ἐμός.

Κλ. κἀμός γε καὶ τῆσδ', εἷς τριῶν δυσδαιμόνων.

Αγ. τί δ' ἠδίκησαι; Κλ. τοῦτ' ἐμοῦ πεύθηι πάρα;

ὁ νοῦς ὅδ' αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει.

1140Αγ. ἀπωλόμεσθα· προδέδοται τὰ κρυπτά μου.

Κλ. πάντ' οἶδα καὶ πεπύσμεθ' ἃ σὺ μέλλεις με δρᾶν·

αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σου

καὶ τὸ στενάζειν· πολλὰ μὴ κάμηις λέγων.

Αγ. ἰδού, σιωπῶ· τὸ γὰρ ἀναίσχυντον τί δεῖ

1145ψευδῆ λέγοντα προσλαβεῖν τῆι συμφορᾶι;

Κλ. ἄκουε δή νυν· ἀνακαλύψω γὰρ λόγους

κοὐκέτι παρωιδοῖς χρησόμεσθ' αἰνίγμασιν.

πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτ' ὀνειδίσω,

ἔγημας ἄκουσάν με κἄλαβες βίαι,

1150τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών·

βρέφος τε τοὐμὸν σῶι προσούρισας πάλωι,

μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας.

καὶ τὼ Διός σε παῖδ', ἐμὼ δὲ συγγόνω,

ἵπποισι μαρμαίροντ' ἐπεστρατευσάτην·

1155πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σ' ἐρρύσατο

ἱκέτην γενόμενον, τἀμὰ δ' ἔσχες αὖ λέχη.

οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους

συμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή,

ἔς τ' Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν

1160μέλαθρον αὔξουσ', ὥστε σ' εἰσιόντα τε

χαίρειν θύραζέ τ' ἐξιόντ' εὐδαιμονεῖν.

σπάνιον δὲ θήρευμ' ἀνδρὶ τοιαύτην λαβεῖν

δάμαρτα· φλαύραν δ' οὐ σπάνις γυναῖκ' ἔχειν.

τίκτω δ' ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι

1165τόνδ'· ὧν μιᾶς σὺ τλημόνως μ' ἀποστερεῖς.

κἄν τίς σ' ἔρηται τίνος ἕκατί νιν κτενεῖς,

λέξον, τί φήσεις; ἢ 'μὲ χρὴ λέγειν τὰ σά;

Μενέλαος Ἑλένην ἵνα λάβηι. καλὸν γένος,

κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα.

1170τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα.

ἄγ', εἰ στρατεύσηι καταλιπών μ' ἐν δώμασιν

κἀκεῖ γενήσηι διὰ μακρᾶς ἀπουσίας,

τίν' ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς;

ὅταν θρόνους τῆσδ' εἰσίδω πάντας κενούς,

1175κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις

μόνη κάθωμαι, τήνδε θρηνωιδοῦσ' ἀεί·

Ἀπώλεσέν σ', ὦ τέκνον, ὁ φυτεύσας πατήρ,

αὐτὸς κτανών, οὐκ ἄλλος οὐδ' ἄλληι χερί,

τοιόνδε μισθὸν καταλιπὼν πρὸς τοὺς δόμους.

1180ἐπεὶ βραχείας προφάσεως ἐνδεῖ μόνον,

ἐφ' ἧι σ' ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι

δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών.

μὴ δῆτα πρὸς θεῶν μήτ' ἀναγκάσηις ἐμὲ

κακὴν γενέσθαι περὶ σὲ μήτ' αὐτὸς γένηι.

1185εἶἑν·

θύσεις δὲ παῖδ' ἔνθα†τίνας εὐχὰς ἐρεῖς;

τί σοι κατεύξηι τἀγαθόν, σφάζων τέκνον;

νόστον πονηρόν, οἴκοθέν γ' αἰσχρῶς ἰών;

ἀλλ' ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι;

οὔ τἄρα συνετοὺς τοὺς θεοὺς ἡγοίμεθ' ἄν,

1190εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν.

ἥκων δ' ἐς Ἄργος προσπεσῆι τέκνοισι σοῖς;

ἀλλ' οὐ θέμις σοι· τίς δὲ καὶ προσβλέψεται

παίδων σ', ἵν' αὐτῶν προσέμενος κτάνηις τινά;

ταῦτ' ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοι

1195μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει;

ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν·

Βούλεσθ', Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα;

κλῆρον τίθεσθε παῖδ' ὅτου θανεῖν χρεών.

ἐν ἴσωι γὰρ ἦν τόδ', ἀλλὰ μὴ σ' ἐξαίρετον

1200σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν,

ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν,

οὗπερ τὸ πρᾶγμ' ἦν. νῦν δ' ἐγὼ μὲν ἡ τὸ σὸν

σώιζουσα λέκτρον παιδὸς ἐστερήσομαι,

ἡ δ' ἐξαμαρτοῦσ', ὑπόροφον νεάνιδα

1205Σπάρτηι κομίζουσ', εὐτυχὴς γενήσεται.

τούτων ἄμειψαί μ' εἴ τι μὴ καλῶς λέγω·

εἰ δ' εὖ λέλεκται νῶϊ μὴ δή γε†κτάνηις

τὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσηι.

Χο. πιθοῦ· τὸ γάρ τοι τέκνα συσσώιζειν καλόν,

1210Ἀγάμεμνον· οὐδεὶς πρὸς τάδ' ἀντερεῖ βροτῶν.

Ιφ. εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον,

πείθειν ἐπάιδουσ', ὥσθ' ὁμαρτεῖν μοι πέτρας

κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην,

ἐνταῦθ' ἂν ἦλθον· νῦν δέ, τἀπ' ἐμοῦ σοφά,

1215δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθ' ἄν.

ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν

τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι·

μή μ' ἀπολέσηις ἄωρον· ἡδὺ γὰρ τὸ φῶς

βλέπειν· τὰ δ' ὑπὸ γῆς μή μ' ἰδεῖν ἀναγκάσηις.

1220πρώτη σ' ἐκάλεσα πατέρα καὶ σὺ παῖδ' ἐμέ·

πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσ' ἐμὸν

φίλας χάριτας ἔδωκα κἀντεδεξάμην.

λόγος δ' ὁ μὲν σὸς ἦν ὅδ'· Ἆρά σ', ὦ τέκνον,

εὐδαίμον' ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,

1225ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ;

οὑμὸς δ' ὅδ' ἦν αὖ περὶ σὸν ἐξαρτωμένης

γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί·

Τί δ' ἆρ' ἐγὼ σέ; πρέσβυν ἆρ' ἐσδέξομαι

ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,

1230πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς;

τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,

σὺ δ' ἐπιλέλησαι, καί μ' ἀποκτεῖναι θέλεις.

μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς

καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσ' ἐμὲ

1235νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.

τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων

Ἑλένης τε; πόθεν ἦλθ' ἐπ' ὀλέθρωι τὠμῶι, πάτερ;

βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε,

ἵν' ἀλλὰ τοῦτο κατθανοῦσ' ἔχω σέθεν

1240μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῆις λόγοις.

ἀδελφέ, μικρὸς μὲν σύ γ' ἐπίκουρος φίλοις,

ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς

τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοι

κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.

1245ἰδού, σιωπῶν λίσσεταί σ' ὅδ', ὦ πάτερ.

ἀλλ' αἴδεσαί με καὶ κατοίκτιρον βίον.

ναί, πρὸς γενείου σ' ἀντόμεσθα δύο φίλω·

ὁ μὲν νεοσσός ἐστιν, ἡ δ' ηὐξημένη.

ἓν συντεμοῦσα πάντα νικήσω λόγον·

1250τὸ φῶς τόδ' ἀνθρώποισιν ἥδιστον βλέπειν,

τὰ νέρθε δ' οὐδέν· μαίνεται δ' ὃς εὔχεται

θανεῖν· κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν.

Χο. ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους

ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.

1255Αγ. ἐγὼ τά τ' οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή,

φιλῶ τ' ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν.

δεινῶς δ' ἔχει μοι ταῦτα τολμῆσαι, γύναι,

δεινῶς δὲ καὶ μή· ταὐτὰ γὰρ πρᾶξαί με δεῖ.

ὁρᾶθ' ὅσον στράτευμα ναύφαρκτον τόδε

1260χαλκέων θ' ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι,

οἷς νόστος οὐκ ἔστ' Ἰλίου πύργους ἔπι

οὐδ' ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον,

εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει.

μέμηνε δ' Ἀφροδίτη τις Ἑλλήνων στρατῶι

1265πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα

παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν·

οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου

ὑμᾶς τε κἀμέ, θέσφατ' εἰ λύσω θεᾶς.

οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον,

1270οὐδ' ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα,

ἀλλ' Ἑλλάς, ἧι δεῖ, κἂν θέλω κἂν μὴ θέλω,

θῦσαί σε· τούτου δ' ἥσσονες καθέσταμεν.

ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον,

κἀμοὶ γενέσθαι, μηδὲ βαρβάρων ὕπο

1275Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίαι.

Κλ. ὦ τέκνον, ὦ ξέναι,

οἲ 'γὼ θανάτου ‹τοῦ› σοῦ μελέα,

φεύγει σε πατὴρ Ἅιδηι παραδούς.

Ιφ. οἲ 'γώ, μῆτερ· ταὐτὸν ταὐτὸν γὰρ†

1280μέλος εἰς ἄμφω πέπτωκε τύχης,

κοὐκέτι μοι φῶς

οὐδ' ἀελίου τόδε φέγγος.

ἰὼ ἰώ·

νιφόβολον Φρυγῶν νάπος

1285Ἴδας τ' ὄρεα, Πρίαμος

ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε

ματρὸς ἀποπρὸ νοσφίσας

ἐπὶ μόρωι θανατόεντι

Πάριν, ὃς Ἰδαῖος Ἰ-

1290δαῖος ἐλέγετ' ἐλέγετ' ἐν Φρυγῶν πόλει,

μήποτ' ὤφελες τὸν ἀμφὶ

βουσὶ βουκόλον τραφέντ' Ἀ-

λέξανδρον οἰκίσαι

ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι

1295Νυμφᾶν κεῖνται

λειμών τ' ἔρνεσι θάλλων

χλωροῖς καὶ ῥοδόεντ'

ἄνθε' ὑακίνθινά τε θεαῖς δρέπειν· ἔνθα ποτὲ

1300Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις

Ἥρα θ' Ἑρμᾶς ὁ Διὸς ἄγγελος,

ἁ μὲν ἐπὶ πόθωι τρυφῶσα

Κύπρις, ἁ δὲ δορὶ Παλλάς,

1305Ἥρα δὲ Διὸς ἄνακτος

εὐναῖσι βασιλίσιν,

κρίσιν ἐπὶ στυγνὰν ἔριν τε

καλλονᾶς, ἐμοὶ δὲ θάνατον,

ὄνομα μὲν φέροντα Δαναΐ-

1310σιν κόραις, πρόθυμα δ' ἔλαβεν

Ἄρτεμις πρὸς Ἴλιον.

ὁ δὲ τεκών με τὰν τάλαιναν,

ὦ μᾶτερ ὦ μᾶτερ,

οἴχεται προδοὺς ἔρημον.

1315δυστάλαιν' ἐγώ, πικρὰν

πικρὰν ἰδοῦσα δυσελέναν,

φονεύομαι διόλλυμαι

σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός.

μή μοι ναῶν χαλκεμβολάδων

1320πρύμνας ἅδ' Αὐλὶς δέξασθαι

τούσδ' εἰς ὅρμους εἰς Τροίαν

ὤφελεν ἐλάταν πομπαίαν,

μηδ' ἀνταίαν Εὐρίπωι

πνεῦσαι πομπὰν Ζεύς, εἱλίσσων

1325αὔραν ἄλλοις ἄλλαν θνατῶν,

λαίφεσι χαίρειν,

τοῖσι δὲ λύπαν, τοῖσι δ' ἀνάγκαν,

τοῖς δ' ἐξορμᾶν, τοῖς δὲ στέλλειν,

τοῖσι δὲ μέλλειν.

1330ἦ πολύμοχθον ἄρ' ἦν γένος, ἦ πολύμοχθον

ἁμερίων, ‹τὸ› χρεὼν δέ τι δύσποτμον

ἀνδράσιν ἀνευρεῖν.

ἰώ,

μεγάλα πάθεα, μεγάλα δ' ἄχεα,

1335Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα.

Χο. ἐγὼ μὲν οἰκτίρω σε συμφορᾶς κακῆς

τυχοῦσαν, οἵας μήποτ' ὤφελες τυχεῖν.

Ιφ. ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας.

Κλ. τόν τε τῆς θεᾶς Ἀχιλλέα, τέκνον, ὧι δεῦρ' ἤλυθες.

1340Ιφ. διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας.

Κλ. τί δέ, τέκνον, φεύγεις; Ιφ. Ἀχιλλέα τόνδ' ἰδεῖν

αἰσχύνομαι.

Κλ. ὡς τί δή; Ιφ. τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει.

Κλ. οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα·

ἀλλὰ μίμν'· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα.

1345Αχ. ὦ γύναι τάλαινα, Λήδας θύγατερ ... Κλ. οὐ ψευδῆ

θροεῖς.

Αχ. δείν' ἐν Ἀργείοις βοᾶται ... Κλ. τίς βοή; σήμαινέ μοι.

Αχ. ἀμφὶ σῆς παιδός ... Κλ. πονηρῶν εἶπας οἰωνὸν λόγον.

Αχ. ὡς χρεὼν σφάξαι νιν. Κλ. κοὐδεὶς ἐναντία λέγει;†

Αχ. ἐς θόρυβον ἐγώ τιν' αὐτὸς ἤλυθον ... Κλ. τίν', ὦ ξένε;

1350Αχ. σῶμα λευσθῆναι πέτροισι. Κλ. μῶν κόρην σώιζων

ἐμήν;

Αχ. αὐτὸ τοῦτο. Κλ. τίς δ' ἂν ἔτλη σώματος τοῦ σοῦ θιγεῖν;

Αχ. πάντες Ἕλληνες. Κλ. στρατὸς δὲ Μυρμιδὼν οὔ σοι

παρῆν;

Αχ. πρῶτος ἦν ἐκεῖνος ἐχθρός. Κλ. δι' ἄρ' ὀλώλαμεν, τέκνον.

Αχ. οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσον'. Κλ. ἀπεκρίνω δὲ τί;

1355Αχ. τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν ... Κλ. δίκαια

γάρ.

Αχ. ἣν ἐφήμισεν πατήρ μοι. Κλ. κἀργόθεν γ' ἐπέμψατο.

Αχ. ἀλλ' ἐνικώμην κεκραγμοῦ. Κλ. τὸ πολὺ γὰρ δεινὸν

κακόν.

Αχ. ἀλλ' ὅμως ἀρήξομέν σοι. Κλ. καὶ μαχῆι πολλοῖσιν εἷς;

Αχ. εἰσορᾶις τεύχη φέροντας τούσδ'; Κλ. ὄναιο τῶν φρενῶν.

1360Αχ. ἀλλ' ὀνησόμεσθα. Κλ. παῖς ἄρ' οὐκέτι σφαγήσεται;

Αχ. οὔκ, ἐμοῦ γ' ἑκόντος. Κλ. ἥξει δ' ὅστις ἅψεται κόρης;

Αχ. μυρίοι γ', ἄξει δ' Ὀδυσσεύς. Κλ. ἆρ' ὁ Σισύφου γόνος;

Αχ. αὐτὸς οὖτος. Κλ. ἴδια πράσσων ἢ στρατοῦ ταχθεὶς ὕπο;

Αχ. αἱρεθεὶς ἑκών. Κλ. πονηράν γ' αἵρεσιν, μιαιφονεῖν.

1365Αχ. ἀλλ' ἐγὼ σχήσω νιν. Κλ. ἄξει δ' οὐχ ἑκοῦσαν

ἁρπάσας;

Αχ. δηλαδὴ ξανθῆς ἐθείρας. Κλ. ἐμὲ δὲ δρᾶν τί χρὴ τότε;

Αχ. ἀντέχου θυγατρός. Κλ. ὡς τοῦδ' οὕνεκ' οὐ σφαγήσεται.

Αχ. ἀλλὰ μὴν ἐς τοῦτό γ' ἥξει. Ιφ. μῆτερ, εἰσακουστέα

τῶν ἐμῶν λόγων· μάτην γάρ ‹σ'› εἰσορῶ θυμουμένην

1370σῶι πόσει· τὰ δ' ἀδύναθ' ἡμῖν καρτερεῖν οὐ ῥάιδιον.

τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας·

ἀλλὰ καὶ σὲ τοῦθ' ὁρᾶν χρή, μὴ διαβληθῆι στρατῶι,

καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχηι.

οἷα δ' εἰσῆλθέν μ' ἄκουσον, μῆτερ, ἐννοουμένην·

1375κατθανεῖν μέν μοι δέδοκται· τοῦτο δ' αὐτὸ βούλομαι

εὐκλεῶς πρᾶξαι, παρεῖσά γ' ἐκποδὼν τὸ δυσγενές.

δεῦρο δὴ σκέψαι μεθ' ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω·

εἰς ἔμ' Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει,

κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαὶ

1380τάς τε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι,

μηκέθ' ἁρπάζειν ἐᾶν τὰς†ὀλβίας ἐξ Ἑλλάδος,

τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν ἀνήρπασεν Πάρις.

ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος,

Ἑλλάδ' ὡς ἠλευθέρωσα, μακάριον γενήσεται.

1385καὶ γὰρ οὐδέ τοί ‹τι› λίαν ἐμὲ φιλοψυχεῖν χρεών·

πᾶσι γάρ μ' Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνηι.

ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφαργμένοι,

μυρίοι δ' ἐρέτμ' ἔχοντες, πατρίδος ἠδικημένης,

δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὐπὲρ Ἑλλάδος θανεῖν,

1390ἡ δ' ἐμὴ ψυχὴ μί' οὖσα πάντα κωλύσει τάδε;

τί τὸ δίκαιον τοῦτ' ἄρ' ἔχοιμεν†ἀντειπεῖν ἔπος;

κἀπ' ἐκεῖν' ἔλθωμεν· οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν

πᾶσιν Ἀργείοις γυναικὸς οὕνεκ' οὐδὲ κατθανεῖν.

εἷς γ' ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος.

1395εἰ δ' ἐβουλήθη†σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν,

ἐμποδὼν γενήσομαι 'γὼ θνητὸς οὖσα τῆι θεῶι;

ἀλλ' ἀμήχανον· δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι.

θύετ', ἐκπορθεῖτε Τροίαν· ταῦτα γὰρ μνημεῖά μου

διὰ μακροῦ καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξ' ἐμή.

1400βαρβάρων δ' Ἕλληνας ἄρχειν εἰκός, ἀλλ' οὐ βαρβάρους

μῆτερ, Ἑλλήνων· τὸ μὲν γὰρ δοῦλον, οἱ δ' ἐλεύθεροι.

Χο. τὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει·

τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ.

Αχ. Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν

1405ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων.

ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδ', Ἑλλάδος δὲ σέ.

εὖ γὰρ τόδ' εἶπας ἀξίως τε πατρίδος·

τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσ', ὅ σου κρατεῖ,

ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε.

1410μᾶλλον δὲ λέκτρων σῶν πόθος μ' ἐσέρχεται

ἐς τὴν φύσιν βλέψαντα· γενναία γὰρ εἶ.

ὅρα δ'· ἐγὼ γὰρ βούλομαί σ' εὐεργετεῖν

λαβεῖν τ' ἐς οἴκους· ἄχθομαι δ', ἴστω Θέτις,

εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης

1415ἐλθών. ἄθρησον· ὁ θάνατος δεινὸν κακόν.

Ιφ. λέγω τάδε ‹                        ›†

ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμ' ἀρκεῖ μάχας

ἀνδρῶν τιθεῖσα καὶ φόνους· σὺ δ', ὦ ξένε,

μὴ θνῆισκε δι' ἐμὲ μηδ' ἀποκτείνηις τινά,

1420ἔα δὲ σῶσαί μ' Ἑλλάδ', ἢν δυνώμεθα.

Αχ. ὦ λῆμ' ἄριστον, οὐκ ἔχω πρὸς τοῦτ' ἔτι

λέγειν, ἐπεί σοι τάδε δοκεῖ· γενναῖα γὰρ

φρονεῖς· τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν;

ὅμως δ' ἴσως γε κἂν μεταγνοίης τάδε.

1425ὡς οὖν ἂν εἰδῆις τἀπ' ἐμοῦ λελεγμένα,

ἐλθὼν τάδ' ὅπλα θήσομαι βωμοῦ πέλας,

ὡς οὐκ ἐάσων σ' ἀλλὰ κωλύσων θανεῖν.

χρήσηι δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα,

ὅταν πέλας σῆς φάσγανον δέρης ἴδηις.

1430οὔκουν ἐάσω σ' ἀφροσύνηι τῆι σῆι θανεῖν·

ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς

καραδοκήσω σὴν ἐκεῖ παρουσίαν.

Ιφ. μῆτερ, τί σιγῆι δακρύοις τέγγεις κόρας;

Κλ. ἔχω τάλαινα πρόφασιν ὥστ' ἀλγεῖν φρένα.

1435Ιφ. παῦσαί με μὴ κάκιζε· τάδε δέ μοι πιθοῦ.

Κλ. λέγ'· ὡς παρ' ἡμῶν οὐδὲν ἀδικήσηι, τέκνον.

Ιφ. μήτ' οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμηις τριχὸς

μήτ' ἀμφὶ σῶμα μέλανας ἀμπίσχηι πέπλους.

Κλ. τί δὴ τόδ' εἶπας, τέκνον; ἀπολέσασά σε;

1440Ιφ. οὐ σύ γε· σέσωμαι, κατ' ἐμὲ δ' εὐκλεὴς ἔσηι.

Κλ. πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών;

Ιφ. ἥκιστ', ἐπεί μοι τύμβος οὐ χωσθήσεται.

Κλ. τί δὲ τὸ θνήισκειν οὐ τάφος νομίζεται;†

Ιφ. βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης.

1445Κλ. ἀλλ' ὦ τέκνον σοι πείσομαι· λέγεις γὰρ εὖ.

Ιφ. ὡς εὐτυχοῦσά γ' Ἑλλάδος τ' εὐεργέτις.

Κλ. τί δὴ κασιγνήταισιν ἀγγείλω σέθεν;

Ιφ. μηδ' ἀμφὶ κείναις μέλανας ἐξάψηις πέπλους.

Κλ. εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις;

1450Ιφ. χαίρειν γ'· Ὀρέστην δ' ἔκτρεφ' ἄνδρα τόνδε μοι.

Κλ. προσέλκυσαί νιν ὕστατον θεωμένη.

Ιφ. ὦ φίλτατ', ἐπεκούρησας ὅσον εἶχες φίλοις.

Κλ. ἔσθ' ὅτι κατ' Ἄργος δρῶσά σοι χάριν φέρω;

Ιφ. πατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν.

1455Κλ. δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν.

Ιφ. ἄκων μ' ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν.

Κλ. δόλωι δ', ἀγεννῶς Ἀτρέως τ' οὐκ ἀξίως.

Ιφ. τίς μ' εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης;

Κλ. ἐγώ, μετά γε σοῦ ... Ιφ. μὴ σύ γ'· οὐ καλῶς λέγεις.

1460Κλ. πέπλων ἐχομένη σῶν. Ιφ. ἐμοί, μῆτερ, πιθοῦ·

μέν'· ὡς ἐμοί τε σοί τε κάλλιον τόδε.

πατρὸς δ' ὀπαδῶν τῶνδέ τίς με πεμπέτω

Ἀρτέμιδος ἐς λειμῶν', ὅπου σφαγήσομαι.

Κλ. ὦ τέκνον, οἴχηι; Ιφ. καὶ πάλιν γ' οὐ μὴ μόλω.

1465Κλ. λιποῦσα μητέρ'; Ιφ. ὡς ὁρᾶις γ', οὐκ ἀξίως.

Κλ. σχές, μή με προλίπηις. Ιφ. οὐκ ἐῶ στάζειν δάκρυ.

ὑμεῖς δ' ἐπευφημήσατ', ὦ νεάνιδες,

παιᾶνα τἠμῆι συμφορᾶι Διὸς κόρην

Ἄρτεμιν· ἴτω δὲ Δαναΐδαις εὐφημία.

1470κανᾶ δ' ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ

προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς

ἐνδεξιούσθω βωμόν· ὡς σωτηρίαν

Ἕλλησι δώσουσ' ἔρχομαι νικηφόρον.

1475ἄγετέ με τὰν Ἰλίου

καὶ Φρυγῶν ἑλέπτολιν.

στέφεα περίβολα δίδοτε φέρε-

τε ‑ πλόκαμος ὅδε καταστέφειν ‑

χερνίβων τε παγάς.

1480ἑλίσσετ' ἀμφὶ ναόν,

ἀμφὶ βωμὸν Ἄρτεμιν,

τὰν ἄνασσαν Ἄρτεμιν,

τὰν μάκαιραν· ὡς ἐμοῖσιν, εἰ χρεών,

1485αἵμασι θύμασί τε

θέσφατ' ἐξαλείψω.

ὦ πότνια πότνια μᾶτερ, οὐ δάκρυά γέ σοι

δώσομεν ἁμέτερα·

1490παρ' ἱεροῖς γὰρ οὐ πρέπει.

ἰὼ ἰὼ νεάνιδες,

συνεπαείδετ' Ἄρτεμιν

Χαλκίδος ἀντίπορον,

ἵνα τε δόρατα μέμονε νάϊ'

1495ὄνομα δι' ἐμὸν Αὐλίδος

στενοπόροις ἐν ὅρμοις.

ἰὼ γᾶ μᾶτερ ὦ Πελασγία

Μυκηναῖαί τ' ἐμαὶ θεράπναι ...

1500Χο. καλεῖς πόλισμα Περσέως,

Κυκλωπιᾶν πόνον χερῶν;

Ιφ. ἐθρέψαθ' Ἑλλάδι με φάος·

θανοῦσα δ' οὐκ ἀναίνομαι.

Χο. κλέος γὰρ οὔ σε μὴ λίπηι.

1505Ιφ. ἰὼ ἰώ·

λαμπαδοῦχος ἁμέρα

Διός τε φέγγος, ἕτερον αἰ-

ῶνα καὶ μοῖραν οἰκήσομεν.

χαῖρέ μοι, φίλον φάος.

1510Χο. ἰὼ ἰώ·

ἴδεσθε τὰν Ἰλίου

καὶ Φρυγῶν ἑλέπτολιν

στείχουσαν, ἐπὶ κάραι στέφη

βαλουμέναν χερνίβων τε παγάς,

βωμόν γε δαίμονος θεᾶς

1515ῥανίσιν αἱματορρύτοις

θανοῦσαν εὐφυῆ τε σώματος δέρην

σφαγεῖσαν. εὔδροσοι παγαὶ

πατρῶιαι μένουσί σε χέρνιβές τε†

στρατός τ' Ἀχαιῶν θέλων

1520Ἰλίου πόλιν μολεῖν.

ἀλλὰ τὰν Διὸς κόραν

κλήισωμεν Ἄρτεμιν,

θεῶν ἄνασσαν, ὡς ἐπ' εὐτυχεῖ πότμωι·

ὦ πότνια ‹πότνια›, θύμασιν βροτησίοις

1525χαρεῖσα, πέμψον ἐς Φρυγῶν

γαῖαν Ἑλλάνων στρατὸν

καὶ δολόεντα Τροίας ἕδη

Ἀγαμέμνονά τε λόγχαις

Ἑλλάδι κλεινότατον στέφανον

1530δὸς ἀμφὶ κάρα ἑὸν†

κλέος ἀείμνηστον ἀμφιθεῖναι.

ΑΓΓΕΛΟΣ ‹Β›

ὦ Τυνδαρεία παῖ Κλυταιμήστρα, δόμων

ἔξω πέρασον, ὡς κλύηις ἐμῶν λόγων.

Κλ. φθογγῆς κλυοῦσα δεῦρο σῆς ἀφικόμην,

1535ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβωι.

μή μοί τιν' ἄλλην ξυμφορὰν ἥκεις φέρων

πρὸς τῆι παρούσηι; Αγ. σῆς μὲν οὖν παιδὸς πέρι

θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω.

Κλ. μὴ μέλλε τοίνυν, ἀλλὰ φράζ' ὅσον τάχος.

1540Αγ. ἀλλ', ὦ φίλη δέσποινα, πᾶν πεύσηι σαφῶς.

λέξω δ' ἀπ' ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά που

γνώμη ταράξηι γλῶσσαν ἐν λόγοις ἐμήν.

ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης

Ἀρτέμιδος ἄλσος λείμακάς τ' ἀνθεσφόρους,

1545ἵν' ἦν Ἀχαιῶν σύλλογος στρατεύματος,

σὴν παῖδ' ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος

ἠθροίζεθ'. ὡς δ' ἐσεῖδεν Ἀγαμέμνων ἄναξ

ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην,

ἀνεστέναξε κἄμπαλιν στρέψας κάρα

1550δάκρυα προῆκεν, ὀμμάτων πέπλον προθείς.

ἡ δὲ σταθεῖσα τῶι τεκόντι πλησίον

ἔλεξε τοιάδ'· Ὦ πάτερ, πάρειμί σοι·

τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας

καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ

1555θῦσαι δίδωμ' ἑκοῦσα πρὸς βωμὸν θεᾶς

ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε.

καὶ τοὐπ' ἔμ' εὐτυχοῖτε καὶ νικηφόρου

δορὸς τύχοιτε πατρίδα τ' ἐξίκοισθε γῆν.

πρὸς ταῦτα μὴ ψαύσηι τις Ἀργείων ἐμοῦ·

1560σιγῆι παρέξω γὰρ δέρην εὐκαρδίως.

τοσαῦτ' ἔλεξε· πᾶς δ' ἐθάμβησεν κλυὼν

εὐψυχίαν τε κἀρετὴν τῆς παρθένου.

στὰς δ' ἐν μέσωι Ταλθύβιος, ὧι τόδ' ἦν μέλον,

εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῶι·

1565Κάλχας δ' ὁ μάντις ἐς κανοῦν χρυσήλατον

ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας

κολεῶν ἔσωθεν κρᾶτά τ' ἔστεψεν κόρης.

ὁ παῖς δ' ὁ Πηλέως ἐν κύκλωι βωμοῦ θεᾶς

λαβὼν κανοῦν ἔθρεξε χέρνιβάς θ' ὁμοῦ,

1570ἔλεξε δ'· Ὦ παῖ Ζηνός, ὦ θηροκτόνε,

τὸ λαμπρὸν εἱλίσσουσ' ἐν εὐφρόνηι φάος,

δέξαι τὸ θῦμα τόδ' ὅ γέ σοι δωρούμεθα

στρατός τ' Ἀχαιῶν Ἀγαμέμνων ἄναξ θ' ὁμοῦ,

ἄχραντον αἷμα καλλιπαρθένου δέρης,

1575καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα

Τροίας τε πέργαμ' ἐξελεῖν ἡμᾶς δορί.

ἐς γῆν δ' Ἀτρεῖδαι πᾶς στρατός τ' ἔστη βλέπων.

ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο

λαιμόν τ' ἐπεσκοπεῖθ', ἵνα πλήξειεν ἄν.

1580ἐμοὶ δέ τ' ἄλγος οὐ μικρὸν εἰσήιει φρενὶ

κἄστην νενευκώς· θαῦμα δ' ἦν αἴφνης ὁρᾶν.

πληγῆς κτύπον γὰρ πᾶς τις ἤισθετ' ἂν σαφῶς,

τὴν παρθένον δ' οὐκ οἶδεν οὗ γῆς εἰσέδυ.

βοᾶι δ' ἱερεύς, ἅπας δ' ἐπήχησε στρατός,

1585ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος

φάσμ', οὗ γε μηδ' ὁρωμένου πίστις παρῆν·

ἔλαφος γὰρ ἀσπαίρουσ' ἔκειτ' ἐπὶ χθονὶ

ἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν,

ἧς αἵματι βωμὸς ἐραίνετ' ἄρδην τῆς θεοῦ.

1590κἀν τῶιδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη·

Ὦ τοῦδ' Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ,

ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸς

προύθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον;

ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται,

1595ὡς μὴ μιαίνοι βωμὸν εὐγενεῖ φόνωι.

ἡδέως τε τοῦτ' ἐδέξατο καὶ πλοῦν οὔριον

δίδωσιν ἡμῖν Ἰλίου τ' ἐπιδρομάς.

πρὸς ταῦτα πᾶς τις θάρσος αἶρε ναυβάτης

χώρει τε πρὸς ναῦν· ὡς ἡμέραι τῆιδε δεῖ

1600λιπόντας ἡμᾶς Αὐλίδος κοιλοὺς μυχοὺς

Αἴγαιον οἶδμα διαπερᾶν. ἐπεὶ δ' ἅπαν

κατηνθρακώθη θῦμ' ἐν Ἡφαίστου φλογί,

τὰ πρόσφορ' ηὔξαθ', ὡς τύχοι νόστου στρατός.

πέμπει δ' Ἀγαμέμνων μ' ὥστε σοι φράσαι τάδε

1605λέγειν θ' ὁποίας ἐκ θεῶν μοίρας κυρεῖ

καὶ δόξαν ἔσχεν ἄφθιτον καθ' Ἑλλάδα.

ἐγὼ παρών τε καὶ τὸ πρᾶγμ' ὁρῶν λέγω·

ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο.

λύπης δ' ἀφαίρει καὶ πόσει πάρες χόλον·

1610ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν,

σώιζουσί θ' οὓς φιλοῦσιν· ἦμαρ γὰρ τόδε

θανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν.

Χο. ὡς ἥδομαί τοι ταῦτ' ἀκούσασ' ἀγγέλου·

ζῶν δ' ἐν θεοῖσι σὸν μένειν φράζει τέκος.

1615Κλ. ὦ παῖ, θεῶν τοῦ κλέμμα γέγονας;

πῶς σε προσείπω; πῶς δ' οὐ φῶ

παραμυθεῖσθαι τούσδε μάτην

μύθους, ὥς σου

πένθους λυγροῦ παυσαίμην;

Χο. καὶ μὴν Ἀγαμέμνων ἄναξ στείχει,

1620τούσδ' αὐτοὺς ἔχων σοι φράζειν μύθους.

Αγ. γύναι, θυγατρὸς ἕνεκ' ὄλβιοι γενοίμεθ' ἄν·

ἔχει γὰρ ὄντως ἐν θεοῖς ὁμιλίαν.

χρὴ δέ σε λαβοῦσαν τόνδε μόσχον νεαγενῆ

στείχειν πρὸς οἴκους· ὡς στρατὸς πρὸς πλοῦν ὁρᾶι.

1625καὶ χαῖρε· χρόνιά γε τἀμά σοι προσφθέγματα

Τροίηθεν ἔσται· καὶ γένοιτό σοι καλῶς.

Χο. χαίρων, Ἀτρείδη, γῆν ἱκοῦ

Φρυγίαν, χαίρων δ' ἐπάνηκε,

κάλλιστά μοι σκῦλ' ἀπὸ Τροίας ἑλών.