2159 162 1 1 0 0 V d. C. Epica Nonnus XVIII Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 12

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΟΚΤΩΚΑΙΔΕΚΑΤΟΝ - XVIII

Ept. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48

- Ἤδη δὲ πτερόεσσα πολύστομος ἵπτατο Φήμη

Ἀσσυρίης στίχα πᾶσαν ὑποτροχόωσα πολήων,

οὔνομα κηρύσσουσα κορυμβοφόρου Διονύσου

καὶ θρασὺν Ἰνδὸν ἄρηα καὶ ἀγλαόβοτρυν ὀπώρην.

   5- καὶ Στάφυλος Σατύρων στρατιὴν ἀσίδηρον ἀκούων

ὄργιά τ' ἀμπελόεντα καὶ εὔια θύσθλα Λυαίου

Βάκχον ἰδεῖν μενέαινε· καὶ υἱέα Βότρυν ἐπείγων

κοίρανος Ἀσσυρίων ἀνεμώδεος ὑψόθι δίφρου

ἤντετο βοτρυόεντι παρερχομένῳ Διονύσῳ.

  10τὸν μὲν ἰδὼν ἐπιόντα καὶ ἀργυρόκυκλον ἀπήνην

πορδαλίων τε λέπαδνα καὶ ἡνία φαιδρὰ λεόντων

Βότρυς ἀκερσικόμης ἀνεσείρασεν ἅρμα τοκῆος·

καὶ Στάφυλος σκηπτοῦχος ἑοῦ κατεπήλατο δίφρου

πορδαλίων στατὸν ἴχνος ὀπιπεύων Διονύσου·

  15καὶ ποδὸς ὀκλάζοντος ἐπὶ χθονὸς ἴχνος ἐρείδων,

θαλλὸν ἐλαιήεντα θεουδέι χειρὶ τιταίνων ...

καὶ φιλίῳ Διόνυσον ἄναξ μειλίσσετο μύθῳ·

- πρὸς Διὸς ἱκεσίοιο, τεοῦ, Διόνυσε, τοκῆος,

πρὸς Σεμέλης θεόπαιδος, ἐμὸν μὴ δῶμα παρέλθῃς.

  20ἔκλυον, ὡς ὑπέδεκτο τεὸν γενετῆρα Λυκάων,

αὐτὸν ὁμοῦ μακάρεσσι, καὶ υἱέα χειρὶ δαΐξας

Νύκτιμον ἀγνώσσοντι τεῷ παρέβαλλε τοκῆι,

καὶ Διὶ παμμεδέοντι μιῆς ἔψαυσε τραπέζης,

Ἀρκαδίης παρὰ πέζαν· ὑπὲρ Σιπύλου δὲ καρήνων

  25Τάνταλος, ὡς ἐνέπουσι, τεὸν ξείνισσε τοκῆα,

δαιτρεύσας δ' ἑὸν υἷα θεοῖς παρέθηκεν ἐδωδήν·

καὶ Πέλοπος πλατὺν ὦμον, ὅσον θοινήσατο Δηώ,

μορφώσας ἐλέφαντι, νόθῳ τεχνήμονι κόσμῳ,

υἱέα δαιτρευθέντα πάλιν ζώγρησε Κρονίων,

  30ἔμπαλιν ἀλλήλοις μεμερισμένα γυῖα συνάπτων.

ἀλλὰ τί σοι, Διόνυσε, Λυκάονα παιδοφονῆα

ξεινοδόκον μακάρων, καὶ Τάνταλον ἠεροφοίτην

νεκταρέων ὀνόμηνα δολόφρονα φῶρα κυπέλλων,

δήιον ἀμβροσίης καὶ νέκταρος ἄνδρα πιφαύσκων;

  35Ζῆνα καὶ Ἀπόλλωνα μιῇ ξείνισσε ‹τραπέζῃ›

................................ Μακελλώ·

καὶ Φλεγύας ὅτε πάντας ἀνερρίζωσε θαλάσσης

νῆσον ὅλην τριόδοντι διαρρήξας Ἐνοσίχθων,

ἀμφοτέρας ἐφύλαξε καὶ οὐ πρήνιξε τριαίνῃ.

  40καὶ σύ, φέρων μίμημα τεοῦ ξενίοιο τοκῆος,

ἐς μίαν ἠριγένειαν ἐμῶν ἐπίβηθι μελάθρων·

δὸς χάριν ἀμφοτέροις, καὶ Βότρυϊ καὶ γενετῆρι.

- ὣς εἰπὼν παρέπεισεν· ἑῷ δ' ἐποχήσατο δίφρῳ,

ὀλβίζων ἑὸν οἶκον, ἐφεσπομένου Διονύσου·

  45καὶ θρασὺς ἱππείην ἀνεκούφισε Βότρυς ἱμάσθλην,

Ταυρείην δ' ἑλικηδὸν ἐρημάδα πέζαν ὁδεύων

ἤλασε πάτριον ἅρμα, καὶ ἡγεμόνευε Λυαίῳ

Ἀσσυρίην ἐπὶ γαῖαν· ἐπαυχενίοις δὲ λεπάδνοις

χρύσεα Μυγδονίοιο δεδεγμένος ἡνία δίφρου

  50ἡνίοχος Βρομίοιο Μάρων, ἀκόρητος ἱμάσθλης,

θηρονόμου μάστιγος ἀφειδέα ῥοῖζον ἰάλλων,

πορδαλίων ἤλαυνεν ἀελλήεσσαν ἀπήνην·

καὶ Σάτυροι προθέοντες ἀνεκρούσαντο χορείην,

ἀμφιπερισκαίροντες ὀρίδρομον ἅρμα Λυαίου·

  55πολλὴ δ' ἔνθα καὶ ἔνθα φιλάνθεμος ἔτρεχε Βάκχη

δύσβατον οἶμον ἔχουσα βατῷ ποδί, καὶ πτύχα πέτρης

στεινὴν κλιμακόεσσαν ἐμέτρεεν ὠκέι ταρσῷ,

καὶ παλάμῃ κροτάλιζε καὶ εὐρύθμοισι πεδίλοις,

μόχθον ὑποκλέπτουσα βαθυκρήμνοιο κελεύθου,

  60οἰστρομανής· καὶ Πᾶνες ἐθήμονος ὑψόθι πέτρης

ποσσὶν ἐυκνήμισιν ἐπωρχήσαντο κολώνῃ,

ἀστιβέος πρηῶνα διαστείχοντες ἐρίπνης.

- ἀλλ' ὅτε νισομένοισι φάνη βασιλήιος αὐλὴ

τηλεφανὴς στίλβουσα λίθων ἑτερόχροϊ κόσμῳ,

  65εὐχαίτης τότε Βότρυς ὄχον πατρῷον ἐρύξας

εἰς δόμον ὠκυπέδιλος ἔβη, προκέλευθος ὁδίτης,

ἐντύνων ἅμα πάντα, φιλοστόργῳ δὲ μενοινῇ

ὥπλισε πιαλέης ἑτερότροπα δεῖπνα τραπέζης.

- ὄφρα μὲν εἰσέτι Βότρυς ἐκόσμεε δαῖτα Λυαίῳ,

  70τόφρα δὲ ποικιλόδωρος ἄναξ ἐπεδείκνυε Βάκχῳ

κάλλεα τεχνήεντα λιθοστρώτοιο μελάθρου,

τῶν ἄπο μαρμαρέη πολυδαίδαλος ἔρρεεν αἴγλη,

σύγχροος ἠελίοιο καὶ ἀντιτύποιο σελήνης·

τοῖχοι δ' ἀργυρέοισιν ἐλευκαίνοντο μετάλλοις,

  75καὶ μερόπων σπινθῆρας ἐπαστράπτουσα προσώπῳ

λυχνὶς ἔην, λύχνοιο φερώνυμος· εἶχε καὶ αὐτὴν

οἶκος ἐρευθιόωντι κεκασμένος αἴθοπι πέτρῳ

οἰνωπὴν ἀμέθυστον ἐρειδομένην ὑακίνθῳ·

αὐγὴν δ' αἰθαλόεσσαν ἀπέπτυεν ὠχρὸς ἀχάτης,

  80καὶ φολίδων στικτοῖσι τύποις ἀμάρυσσεν ὀφίτης·

Ἀσσυρίη δὲ μάραγδος ἀνήρυγεν ἔγχλοον αἴγλην.

κιονέῃ δὲ φάλαγγι περιστρωθέντα μελάθρων

χρύσεα δουρατέης ἐρυθαίνετο νῶτα καλύπτρης

ἀφνειοῖς ὀρόφοισι· πολυσχιδέων δὲ μετάλλων

  85φαιδρὸν ἐυψήφιδι πέδον ποικίλλετο τέχνῃ·

καὶ πυλεὼν περίμετρος ἐυγλύπτῳ τινὶ δούρῳ

λεπτοφυῆ τύπον εἶχε νεοπρίστων ἐλεφάντων.

- τοῖα γέρων σκηπτοῦχος ἐδείκνυε μάρτυρι Βάκχῳ·

καὶ μόγις ἴχνος ἔκαμψεν ἔσω θεοδέγμονος αὐλῆς

  90χειρὸς ἔχων Διόνυσον· ὁ δὲ βραδυπειθέι ταρσῷ

πλαζομένην ἑλικηδὸν ἑὴν ἐτίταινεν ὀπωπήν·

καὶ θεὸς ἀστερόεσσαν ἐθάμβεεν ἤνοπι κόσμῳ

ξεινοδόκου βασιλῆος ἰδὼν χρυσήλατον αὐλήν.

- ἀμφιπόλους δ' οἴστρησεν ἄναξ καὶ δμῶας ἐπείγων,

  95ταύρων ζατρεφέων ἀγέλην καὶ πώεα μήλων

δαιτρεύειν Σατύροισι βοοκραίρου Διονύσου.

καὶ Σταφύλου σπεύδοντος ἔην ταχυεργὸς ἀπειλὴ

δμωσὶν ἀμοιβαίοισιν· ἐπερρώοντο δὲ πολλοὶ

εἰλαπίνης δρηστῆρες· ἐδαιτρεύοντο δὲ ταῦροι

 100καὶ νομάδων ὀίων λιπαραὶ στίχες. ἦν δὲ χορείη·

καὶ δόμον εὐφόρμιγγα θυώδεες ἔπνεον αὖραι,

εὐόδμου δὲ πόληος ἀνεκνίσωσαν ἀγυιάς·

ἀμφιλαφεῖς δ' ἐμέθυσσαν ὅλον δόμον ἰκμάδες οἴνου.

κύμβαλα δ' ἐπλατάγησε, παρ' εὐκελάδῳ δὲ τραπέζῃ

 105Πανιάδες σύριγγες ἐβόμβεον, ἔβρεμον αὐλοὶ

συμπλεκέες, καὶ κύκλος ἐριγδούποιο βοείης

διχθαδίοις πατάγοισιν ἐπεσμαράγησε μελάθρῳ,

καὶ κτύπος ἦν κροτάλων ἐπιδόρπιος. ἐν δ' ἄρα μέσσῳ

οἰνοβαρὴς τρομεροῖο φέρων ποδὸς ἄστατον ὁρμὴν

 110ἤιεν ἔνθα καὶ ἔνθα Μάρων, δεδονημένος οἴστρῳ,

ὄρθιον ἐκ δαπέδοιο παλίσσυτον ἴχνος ἑλίσσων,

χεῖρας ἑὰς διδύμων Σατύρων ὑπὲρ ὦμον ἐρείσας

μεσσοφανής· ἑτέρου δὲ ποδὸς κουφίζετο παλμῷ

ἀλλοτρίῳ, ξανθωπὸν ἔχων χρόα, μεσσόθι πέμπων

 115πορφυρέας ἀκτῖνας ὅλῳ στίλβοντι προσώπῳ,

ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,

λαιῇ μὲν νεόδαρτον ἐθήμονος ἔγκυον οἴνου

αὐχενίῳ ζωστῆρι περίπλοκον ἀσκὸν ἀείρων,

δεξιτερῇ δὲ κύπελλον· ἐκυκλώσαντο δὲ Βάκχαι

 120γηραλέον σκαίροντα ποδῶν ἑτεραλκέι ταρσῷ,

οἷα πεσεῖν μέλλοντα τινασσομένοιο καρήνου,

οὔ ποτε πεπτηῶτα. μεθυσφαλέες δὲ καὶ αὐτοὶ

ἀμφίπολοι καὶ δμῶες ἐβακχεύοντο χορείῃ,

γευσάμενοι πρώτιστον ἀήθεος ἡδέος οἴνου.

 125- καὶ Σταφύλου βασιλῆος ἀριστώδινα γυναῖκα

Βακχιὰς ἀμπελόεσσα Μέθην ἐμέθυσσεν ἐέρση·

ἡ δὲ καρηβαρέουσα πιεῖν πάλιν ᾔτεε Βάκχας,

οἰνοδόκον κρητῆρα περισκαίρουσα Λυαίου·

καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,

 130ὤμῳ ἐπικλίνουσα κόμην ἑτεραλκέι ῥιπῇ

ἄστατος, ἔνθα καὶ ἔνθα παλίντροπος· ἀμφὶ δὲ γαίῃ

πυκνὰ πεσεῖν μέλλουσαν ὀλισθηροῖσι πεδίλοις

θυιάδα χερσὶ λαβοῦσα Μέθην ὠρθώσατο Βάκχη.

καὶ Στάφυλος μεμέθυστο· φιλακρήτῳ δὲ κυπέλλῳ

 135Βότρυος οἰνωθέντος ἐφοινίσσοντο παρειαί·

καὶ πάις ἀρτιγένειος ἅμα Σταφύλῳ γενετῆρι

ἀπλεκέας πλοκαμῖδας ἀήθεϊ δήσατο κισσῷ

μιτρώσας στεφανηδόν· ἐπ' ἴχνεϊ δ' ἴχνος ἀμείβων

ποσσὶν ὁμοζήλοισιν ἕλιξ ὠρχήσατο Βότρυς,

 140δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἑλίσσων·

καὶ Στάφυλος σκίρτησε ποδῶν βητάρμονι παλμῷ,

καμπύλον ἴχνος ἄγων τροχαλῷ κυκλούμενον ὁλκῷ,

Βότρυος ὀρχηστῆρος ἐπ' αὐχένι πῆχυν ἐρείσας·

καὶ ποτὸν εὐφήμησε χοροπλεκέος Διονύσου

 145ἄστατος, ἔνθα καὶ ἔνθα καθειμένα βόστρυχα σείων

ὤμῳ ἐπαΐσσοντα· Μέθη δ' ἐχόρευε καὶ αὐτή,

πῆχυν ἐπικλίνουσα καὶ υἱέι καὶ παρακοίτῃ,

μεσσατίη Σταφύλου καὶ Βότρυος· ἦν δὲ νοῆσαι

τερπωλὴν τριέλικτον ὁμοπλέκτοιο χορείης.

 150καὶ Πίθος ὠμογέρων, πολιὴν ἀνέμοισι τινάσσων,

χεύματος ἡδυπότοιο βεβυσμένος ἄχρις ὀδόντων

οἰνοβαρὴς ἐχόρευε, μεθυσφαλὲς ἴχνος ἑλίσσων·

καὶ γλυκεραῖς λιβάδεσσιν ἐρευγομένων ἀπὸ λαιμῶν

ξανθὴν ἀφριόωσαν ἑὴν λεύκαινεν ὑπήνην.

 155- καὶ πίον εἰς ὅλον ἦμαρ· ἀφυσσομένων δὲ κυπέλλων

ἑσπερίη χθόνα πᾶσαν ὑπόσκιος ἔσκεπεν ὄρφνη

ἀκροκελαινιόωσα, καὶ αἰόλα φέγγεϊ λεπτῷ

ἄστρα καταυγάζων ἐμελαίνετο δίχροος ἀήρ,

δυομένου Φαέθοντος ὑπὸ σκιοειδέι κώνῳ,

 160βαιὸν ὀπισθοκέλευθον ἔχων ἔτι λείψανον Ἠοῦς·

καὶ ζόφον ἐχλαίνωσεν ἑῷ χροῒ σιγαλέη Νὺξ

οὐρανὸν ἀστερόεντι διαγράψασα χιτῶνι.

οἱ δὲ μετὰ κρητῆρα μέθης, μετὰ δεῖπνα τραπέζης

Βότρυς ὁμοῦ γενετῆρι καὶ οἰνοχύτῳ Διονύσῳ

 165κεκριμένοι στοιχηδὸν ἐυστρώτων ἐπὶ λέκτρων

ὕπνου δῶρον ἕλοντο καὶ ὡμίλησαν ὀνείροις.

- ἀλλ' ὅτε δὴ ῥοδέοις ἀμαρύγμασιν ἄγγελος Ἠοῦς

ἀκροφαὴς ἐχάραξε λιπόσκιον ὄρθρος ὀμίχλην,

εὐχαίτης τότε Βάκχος ἑώιος ἄνθορεν εὐνῆς,

 170ἐλπίδι νικαίῃ δεδονημένος· ἐννύχιος γὰρ

Ἰνδῴην ἐδάιζε γονὴν κισσώδεϊ θύρσῳ,

ὑπναλέης μεθέπων ἀπατήλιον εἰκόνα χάρμης.

καὶ κτύπον εἰσαΐων Σατύρων καὶ δοῦπον ἀκόντων

φλοῖσβον ὀνειρείης ἀπεσείσατο δηϊοτῆτος,

 175ὕπνον ἀποσκεδάσας πολεμήιον· εἶχε δὲ θυμῷ

μαντιπόλου φόβον ἄλλον ἀπειλητῆρος ὀνείρου·

μιμηλῆς γὰρ ὄπωπε μάχης ἴνδαλμα Λυκούργου

ἐσσομένων προκέλευθον, ὅτι θρασὺς ἔνδοθι λόχμης

δύσμαχος ἐκ σκοπέλοιο λέων λυσσώδεϊ λαιμῷ

 180Βάκχον ἔτι σκαίροντα καὶ οὐ ψαύοντα σιδήρου

εἰς φόβον ἐπτοίησε, καὶ ἤλασεν ἄχρι θαλάσσης

κρυπτόμενον πελάγεσσι, πεφυζότα θηρὸς ἀπειλήν·

καὶ φόβον ἄλλον ὄπωπε, λέων θρασὺς ὅττι γυναῖκας

θυρσοφόρους ἐδίωκε, κεχηνότος ἀνθερεῶνος,

 185αἱμάσσων ὀνύχεσσι, χαρασσομένων δὲ γυναικῶν

μύστιδος ἐκ παλάμης ἐκυλίνδετο θύσθλα κονίῃ,

κύμβαλα δ' ἐν χθονὶ κεῖτο· μεταστρεφθεῖσα δὲ Βάκχη

δεσμὰ λεοντείοισιν ἐπεσφήκωσε γενείοις

σειρὴν ἀμπελόεσσαν ἐπισφίγξασα καρήνῳ,

 190ἀγχονίῳ δὲ λέοντος ἐπέπλεκεν αὐχένα δεσμῷ·

θηρὶ δὲ θῆλυς ὅμιλος ἐπέδραμεν ἄλλος ἐπ' ἄλλῳ,

καὶ βλοσυροὺς ἐχάραξε πόδας καὶ χεῖρας ἀκάνθαις·

καὶ μόγις εἱλικόεντι περιζωσθέντα κορύμβῳ

Ἄρτεμις ἐζώγρησεν· ἀπ' αἰθερίοιο δὲ κόλπου

 195ἀστεροπὴ πυρόεσσα καταΐξασα προσώπου

θῆρα παλινδίνητον ἐθήκατο τυφλὸν ὁδίτην.

- τοῖον ὄναρ Διόνυσος ἐσέδρακεν· ἐκ λεχέων δὲ

ὀρθὸς ἐὼν ἔνδυνε φόνῳ πεπαλαγμένον Ἰνδῶν

χάλκεον ἀστερόεντα κατὰ στέρνοιο χιτῶνα,

 200καὶ σκολιῷ μίτρωσε κόμην ὀφιώδεϊ δεσμῷ,

καὶ πόδας ἐσφήκωσεν ἐρευθιόωντι κοθόρνῳ,

χειρὶ δὲ θύρσον ἄειρε, φιλάνθεμον ἔγχος ἐνυοῦς·

καὶ Σάτυρον κίκλησκεν ὀπάονα. θεσπεσίην δὲ

Βακχείων στομάτων ἀίων ἀντίκτυπον ἠχὼ

 205κοίρανος ἔγρετο Βότρυς, ἑὸν δ' ἔνδυνε χιτῶνα·

καὶ Πίθον ὑπνώοντα .... Μέθη δ' ὡς ἔκλυε φωνῆς,

κρᾶτα μόγις κούφιζε, βαρυνομένου δὲ καρήνου

ὀκναλέη πάλιν εὗδε· καὶ ὄρθριον εἰσέτι νύμφη

μίμνεν ἀμεργομένη γλυκερώτερον ὕπνον ὀπωπαῖς,

 210ὀψὲ δὲ λέκτρον ἔλειπεν ἑῷ βραδυπειθέι ταρσῷ.

- καὶ Στάφυλος φιλόβοτρυς ἐφωμάρτησε Λυαίῳ

εἰς ὁδὸν ἐσσυμένῳ ξεινήια δῶρα τιταίνων,

χρύσεον ἀμφιφορῆα σὺν ἀργυρέοισι κυπέλλοις,

οἷς πάρος αἰὲν ἔπινεν ἀμελγομένων γλάγος αἰγῶν·

 215καὶ πόρε ποικίλα πέπλα, τά περ παρὰ Τίγριδος ὕδωρ

νήματι λεπταλέῳ τεχνήσατο Περσὶς Ἀράχνη.

καὶ Βρομίῳ πολύδωρος ἄναξ ἐφθέγξατο φωνήν·

- μάρναό μοι, Διόνυσε, καὶ ἄξια ῥέζε τοκῆος·

δεῖξον, ὅτι Κρονίδαο φέρεις γένος· ἀρτιθαλὴς γὰρ

 220Γηγενέας Τιτῆνας ἀπεστυφέλιξεν Ὀλύμπου

σὸς γενέτης ἔτι κοῦρος· ἐπείγεο καὶ σὺ κυδοιμῷ

Γηγενέων ὑπέροπλον ἀιστῶσαι γένος Ἰνδῶν.

μέμνημαί τινα μῦθον, ὃν ἡμετέρῳ γενετῆρι

Ἀσσύριός ποτε Βῆλος, ἐμῆς πολιοῦχος ἀρούρης,

 225πατροπάτωρ ἐμὸς εἶπεν, ἐγὼ δέ σοι αὐτὸς ἐνίψω·

κουφίζων Κρόνος ὑγρὸς ἀμερσιγάμου γένυν ἅρπης,

ᾗ ποτε μητρῴῃσιν ἐπεσσυμένοιο χαμεύναις

τάμνεν ἀνυμφεύτων στάχυν ἄρσενα πατρὸς ἀρότρων,

Τιτήνων προκέλευθος ἐμάρνατο σεῖο τοκῆι.

 230καὶ Κρόνος εὐρυγένειος ἀνερρίπιζεν ἐνυὼ

ἔγχεα παχνήεντα κατὰ Κρονίωνος ἰάλλων,

ψυχρὸν ἀκοντίζων διερὸν βέλος· ὀξυτενεῖς δὲ

ἠερόθεν πέμποντο χαλαζήεντες ὀιστοί.

καὶ πλέον Ἠελίοιο κορύσσετο πυρσοφόρος Ζεὺς

 235θερμοτέρῳ σπινθῆρι λύων πετρούμενον ὕδωρ.

ὠμοβόρους δὲ λέοντας ἐπὶ κλόνον Ἰνδὸν ἱμάσσων,

μὴ τρομέοις ἐλέφαντας, ἐπεὶ τεὸς ὑψιμέδων Ζεὺς

Κάμπην ὑψικάρηνον ἀπηλοίησε κεραυνῷ,

ἧς σκολιὸν πολύμορφον ὅλον δέμας· ἀλλοφυεῖς γὰρ

 240λοξὴν αὐτοέλικτον ἀνερρίπιζον ἐνυὼ

χίλιοι ἑρπηστῆρες ἐχιδναίων ἀπὸ ταρσῶν

ἰὸν ἐρευγομένων δολιχόσκιον· ἀμφὶ δὲ δειρὴν

ἤνθεε πεντήκοντα καρήατα ποικίλα θηρῶν·

καὶ τὰ μὲν ἐβρυχᾶτο λεοντείοισι καρήνοις

 245Σφιγγὸς ἀσημάντοιο τύπῳ βλοσυροῖο προσώπου,

ἄλλα δὲ καπρείων ἀνεκήκιεν ἀφρὸν ὀδόντων,

συμφερτῇ δὲ φάλαγγι πολυσκυλάκων κεφαλάων

Σκύλλης ἰσοτέλεστον ἔην μίμημα προσώπου·

καὶ χροῒ μεσσατίῳ διφυὴς ἀνεφαίνετο νύμφη

 250ἰοβόλοις κομόωσα δρακοντείοισι κορύμβοις·

τῆς μὲν ἐπὶ στέρνοισιν ἐς ἀκροτάτην πτύχα μηρῶν

κητείαις φολίδεσσι νόθη τρηχύνετο μορφὴ

ὑψιτενής· ὄνυχες δὲ πολυσπερέων παλαμάων

λοξὸν ἐδοχμώσαντο τύπον γαμψώνυχος ἅρπης·

 255ἐξ ὑπάτου δὲ τένοντος ἀμαιμακέτων διὰ νώτων

σκορπίος αὐτοέλικτος ἐπήορος αὐχένι κούρης

εἷρπε χαλαζήεντι τεθηγμένος ὀξέι κέντρῳ.

τοίη ποικιλόμορφος ἕλιξ κουφίζετο Κάμπη,

καὶ χθόνα δινεύουσα καὶ ἠέρα καὶ βυθὸν ἅλμης

 260ἵπτατο κυανέων πτερύγων ἑτερόζυγι παλμῷ,

λαίλαπας αἰθύσσουσα καὶ ὁπλίζουσα θυέλλας,

Νύμφη Ταρταρίη μελανόπτερος· ἐκ βλεφάρων δὲ

τηλεπόρους σπινθῆρας ἀνήρυγε φοιταλέη φλόξ.

ἀλλὰ τόσην κτάνε θῆρα πατὴρ τεὸς αἰθέριος Ζεύς,

 265καὶ Κρονίην νίκησεν ἐχιδνήεσσαν ἐνυώ.

γίνεο καὶ σὺ τοκῆι πανείκελος, ὄφρα καὶ αὐτὸν

Γηγενέων ὀλετῆρα μετὰ Κρονίδην σὲ καλέσσω,

δήιον ἀμήσαντα χαμαιγενέων στάχυν Ἰνδῶν.

σοὶ μόθος οὗτος ἔοικεν ὁμοίιος· ἀρχέγονον γὰρ

 270σὸς γενέτης Κρονίοιο προασπιστῆρα κυδοιμοῦ

ἠλιβάτοις μελέεσσι κεκασμένον υἱὸν ἀρούρης

Ἰνδὸν ἀνεπρήνιξεν, ὅθεν γένος ἔλλαχον Ἰνδοί·

Ἰνδῷ σὸς γενέτης, σὺ δὲ μάρναο Δηριαδῆι.

γίνεό μοι καὶ Ἄρηι πανείκελος, ὅττι καὶ αὐτὸς

 275τηλίκον ἐπρήνιξε θεημάχον υἱὸν Ἐχίδνης,

φρικτὸν ἀποπτύοντα δυσειδέος ἰὸν ἐέρσης,

ὃς λάχε διπλόον εἶδος ὁμόζυγον, ἔνδοθι λόχμης

μητρῴης δονέων ἑλικώδεα κύκλον ἀκάνθης·

τὸν Κρόνος ... ἄπλετον εἶχε καταιχμάζοντα κεραυνοῦ,

 280ἄρεα συρίζοντα ποδῶν ὀφιώδεϊ ταρσῷ,

ὁππότε κουφίζων παλάμας ὑπὲρ ἄντυγα †μηροῦ

Ζηνὶ τεῷ πολέμιζεν, ἐν ἠερίῃ δὲ κελεύθῳ

στοιχάδας ὑψιλόφῳ νεφέλας ἔστησε καρήνῳ,

καὶ σκολιαῖς ὄρνιθας ἐπιπλαγχθέντας ἐθείραις

 285πολλάκι συμμάρψας πολυχανδέι δαίνυτο λαιμῷ·

τοῦτον ἀριστεύοντα τεὸς κτάνε σύγγονος Ἄρης.

Ἄρεος οὐ καλέω σε χερείονα· καὶ γὰρ ἐρίζοις

πᾶσι Διὸς τεκέεσσιν, ἐπεὶ φονίῳ σέο θύρσῳ

τόσσον ἀριστεύεις, ὅσον ἄορι μάρναται Ἄρης,

 290καὶ τελέεις, ἅτε Φοῖβος, ἀέθλια. θηροφόνον δὲ

υἱὸν ἐγὼ Διὸς ἄλλον ἐμῷ ξείνισσα μελάθρῳ·

χθιζὰ γὰρ εἰς ἐμὸν οἶκον ἐύπτερος ἤλυθε Περσεὺς

γείτονα Κωρυκίοιο διαυγέα Κύδνον ἐάσσας,

ὡς σύ, φίλος, καὶ ἔφασκεν ἐπώνυμον ὠκέι ταρσῷ

 295ἀνδράσι πὰρ Κιλίκεσσι νεόκτιτον ἄστυ χαράξαι·

ἀλλ' ὁ μὲν ἠέρταζεν ἀθηήτοιο Μεδούσης

Γοργόνος ἄκρα κάρηνα, σὺ δ' οἴνοπα καρπὸν ἀείρεις,

ἄγγελον εὐφροσύνης, βροτέης ἐπίληθον ἀνίης·

Περσεὺς κῆτος ἔπεφνεν Ἐρυθραίῳ παρὰ πόντῳ,

 300καὶ σὺ κατεπρήνιξας Ἐρυθραίων γένος Ἰνδῶν.

κτεῖνε δὲ Δηριάδην, ὡς ἔκτανες Ἰνδὸν Ὀρόντην,

κήτεος εἰναλίοιο κακώτερον· ἀχνυμένην μὲν

Περσεὺς Ἀνδρομέδην, σὺ δὲ ῥύεο μείζονι νίκῃ

πικρὰ βιαζομένην ἀδίκων ὑπὸ νεύμασιν Ἰνδῶν

 305Παρθένον ἀστερόεσσαν, ὅπως ἕνα κῶμον ἀνάψω

Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ.

- ὣς εἰπὼν παλίνορσος ἑῷ νόστησε μελάθρῳ

ἁβρὸς ἄναξ, Βρομίου ξεινηδόκος· εἰσαΐων δὲ

φθεγγομένου βασιλῆος ἐτέρπετο κέντορι μύθῳ

 310θυρσομανὴς Διόνυσος, ἐβακχεύθη δὲ κυδοιμῷ

οὔασι θελγομένοισι μόθον πατρῷον ἀκούων·

καὶ Κρονίδην νείκεσσε, καὶ ἤθελε μείζονα νίκην

ἐσσομένην τριτάτην, διδύμην μετὰ φύλοπιν Ἰνδῶν,

ζῆλον ἔχων Κρονίδαο. Φερέσπονδον δὲ καλέσσας,

 315οὐρανίου κήρυκος ἀπόσπορον, εἴκελον αὔραις,

Ἰφθίμης σοφὸν υἷα, φίλῳ προσπτύξατο. μύθῳ·

- ὦ τέκος Ἑρμάωνος, ἐμοὶ πεφιλημένε κῆρυξ,

τοῦτο μολὼν ἄγγειλον ἀγήνορι Δηριαδῆι·

'κοίρανε, νόσφι μάχης ἢ δέχνυσο δῶρα Λυαίου,

 320ἢ Βρομίῳ πολέμιζε καὶ ἔσσεαι ἶσος Ὀρόντῃ'.

- εἶπε, καὶ ὠκυπέδιλος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων

Ἠῴην ἐπὶ πέζαν ἀταρπιτὸν ἤνυε κῆρυξ,

σκῆπτρον ἔχων γενετῆρος· ὁ δὲ χρυσέων ἐπὶ δίφρων

βότρυν ἀερτάζων φρενοτερπέα καρπὸν ὀπώρης

 325ποσσὶ πολυγνάμπτοισιν ἀπ' ἄστεος ἄστεα βαίνων

Ἀσσυρίην χθόνα πᾶσαν ἑῆς ἔπλησεν ὀπώρης,

ἀγρονόμοις ὀρέγων σταφυληκόμον ἄνθος ἀλωῆς.

- ὄφρα μὲν ἀντολικοῖο παρὰ πτερὸν αἴθοπος Εὔρου

φοιταλέῳ Σύρον οὖδας ἐμέτρεεν οἴνοπι δίφρῳ,

 330τόφρα δὲ καὶ Σταφύλῳ μόρος ἔχραεν· ἐν δὲ μελάθρῳ

δμῶες ἀνερρήξαντο κατὰ στέρνοιο χιτῶνα,

ἀμφίπολοι δ' ἀλάλαζον· ἐφοινίσσοντο δὲ μαζοὶ

τυπτόμενοι παλάμῃσι· πολυθρήνων δὲ γυναικῶν

πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου.

 335- ὀψὲ δὲ δὴ παλίνορσος ἐρισταφύλων ἐπὶ δίφρων

νοστήσας Διόνυσος ἐδύσατο Βότρυος αὐλήν,

μνῆστιν ἔχων Σταφύλοιο φιλοστόργοιο τραπέζης·

καὶ Πίθον ὡς ἐνόησε κατηφιόωντα προσώπῳ,

πότμον ἑοῦ Σταφύλοιο σοφῇ μαντεύσατο σιγῇ

 340αὐτόματος· καλέσας δὲ Μέθην ἐξείρετο μύθῳ·

- εἰπέ, γύναι, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν;

αὐχμηρὴν ὁρόω σε, καὶ ἀστράπτουσαν ἐάσσας·

τίς τεὸν ἔσβεσε κάλλος ἀθέσφατον; οὐκέτι πέμπεις

ἔμφυτον οἰνωπῇσι παρηΐσι πορφύρεον πῦρ.

 345καὶ σύ, γέρον, μὴ κρύπτε, πόθεν τάδε δάκρυα χεύεις;

τίς τάμεν, εὐρυγένειε, τεὸν πώγωνα κομήτην;

τίς πολιὴν ᾔσχυνε; τίς ἔσχισε σεῖο χιτῶνα;

καὶ σύ, φιλακρήτοιο Μέθης βλάστημα τεκούσης,

τέκνον ἐμοῦ Σταφύλοιο, πόθεν λάχες ἄτριχα κόρσην;

 350τίς φθόνος ἠμάλδυνε τεὴν ἑλικώδεα χαίτην;

οὐ πλόκαμοι προχυθέντες ἐπ' ἀργυφέων σέθεν ὤμων

ἀπλεκέες Τυρίοιο μύρου πέμπουσιν ἀυτμήν,

οὐκέτι βακχευθέντος ἀφ' ὑμετέροιο καρήνου

μαρμαρυγὴν ῥοδόεσσαν ὀιστεύουσι παρειαί.

 355πῶς φορέεις τάδε πέπλα χυτῇ ῥυπόωντα κονίῃ;

πῇ μοι ἔβη Τυρίης βασιλήια πέπλα θαλάσσης;

οὐκέτι γινώσκω σε μαραινομένοιο προσώπου.

πῇ Στάφυλος σκηπτοῦχος ἀνήλυθεν, ὄφρα νοήσω ...

εἰπέ, τεὸν γενετῆρα τίς ἥρπασεν ἐς μίαν ὥρην;

 360γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις·

φωνῆς ὑμετέρης οὐ δεύομαι· αὐτόματοι γὰρ

σιγαλέον σέο πένθος ἀπαγγέλλουσιν ὀπωπαί·

γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις·

δάκρυα σὰς ὀδύνας μαντεύεται, αὐσταλέοι δὲ

 365πότμον ἐμοῦ Σταφύλοιο τεοὶ βοόωσι χιτῶνες.

ἐλπίδα δ' ἡμετέρην φθόνος ἥρπασεν· ὠισάμην γὰρ

Ἰνδῴην μετὰ δῆριν ἅμα Σταφύλῳ βασιλῆι

χερσὶν ἀερτάζειν θαλαμηπόλον ἑσπέριον πῦρ,

Βότρυος ἀγχεμάχοιο τελειομένων ὑμεναίων.