- Τρῶες δ' αὖτ' ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος
πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις
ὠκυτάτοις· καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ,
δειδιότες μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.
5Τοὺς δ' ὡς οὖν ἐσίδοντο ποτὶ πτόλιν ἀίσσοντας,
ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμ' ἐβάλοντο
σπερχόμενοι· δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες.
Τοῖσ‹ι› δ' ἄρ' ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε
Πουλυδάμας, ὃ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων·
10- "Ὦ φίλοι, οὐκέτ' ἀνεκτὸς ἐφ' ἡμῖν μαίνεται Ἄρης.
Ἀλλ' ἄγε δὴ φραζώμεθ' ὅπως πολέμοιό τι μῆχος
εὕρωμεν· Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες.
Νῦν δ' ἄγε δὴ πύργοισιν ἐυδμήτοις ἐπιβάντες
μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες,
15εἰς ὅ κε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται
ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες
ἀκλεὲς ἑζόμενοι· ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς
ῥῆξαι τείχεα μακρά, καὶ εἰ μάλα πολλὰ κάμωσιν·
οὐ γὰρ ἀβληχρὰ θεοῖσ‹ι› τετεύχαται ἄφθιτα ἔργα.
20Οὐδέ τί που βρώμης ἐπιδευόμεθ' οὐδὲ ποτῆτος·
πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις
ἔμπεδον εἴδατα κεῖται, ἅ περ πολέεσσι καὶ ἄλλοις
πολλὸν ἐπὶ χρόνον ἔσσετ' ἀγειρομένοισιν ἐδωδὴ
ἐς κόρον, εἰ καὶ ἔτ' ἄλλος ἐελδομένοισιν ἵκηται
25τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων."
- Ὣς φάτο· τὸν δ' ἐνένιπε θρασὺς πάις Ἀγχίσαο·
- "Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι,
ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν;
Οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδ' Ἀχαιοί,
30ἀλλ' ἔτ' ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες·
νῶιν δ' ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ,
ἤν πως ἐνθάδε πουλὺν ἔτι χρόνον ἀμφιμάχωνται.
Οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει
ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐδέ τις οἴσει
35οἶνον Μαιονίηθεν· ἀνιηρῇ δ' ὑπὸ λιμῷ
φθισόμεθ' ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνῃ.
Ἀλλ' εἰ μὲν θάνατόν τε κακὸν καὶ Κῆρας ἀλύξαι
‹μ›ηδ' ἄρ' ὀιζυρῶς θανέειν πολυαχ‹θ›έι πότμῳ
μέλλομεν, ἐν τ‹εύχ›εσσι σὺν ἡμετέροις τεκέεσσι
40καὶ γεραροῖς πατέρεσσι μαχώμεθα· καί ῥά ποθι Ζεὺς
χραισμήσει· κείνου γὰρ ἀφ' αἵματός εἰμεν ἀγαυοῦ.
Εἰ δέ οἱ †ἂρ κἀκείνῳ †ἀπεχθόμενοι θανέωμεν,
εὐκλειῶς τάχ' ὀλέσθαι ἀμυνομένους περὶ πάτρης
βέλτερον ἠὲ μένοντας ὀιζυρῶς ἀπολέσθαι."
45- Ὣς φάτο· τοὶ δ' ἄρα πάντες ἐπίαχον εἰσαΐοντες.
Αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι
φράχθεν ἐπ' ἀλλήλοις. Ἐπὶ δ' ἀκαμάτου Διὸς ὄσσε
δέρκετ' ἀπ' Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα
Τρῶας ἐπ' Ἀργείοισιν· ἔγειρε δὲ θυμὸν ἑκάστου,
50ὄφρα μάχην ἀλίαστον ἐπ' ἀμφοτέροισι τανύσσῃ
λαοῖς· ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι
χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφ' ἀλόχοιο.
- Τοὺς δ' ἄγεν εἰς ἕνα χῶρον Ἔρις μεδέουσα κυδοιμοῦ
οὔ τινι φαινομένη· περὶ γὰρ νέφος ἄμπεχεν ὤμους
55αἱματόεν· φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν
ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτ' Ἀχαιῶν·
τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο
πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες.
Ἣ δὲ μέγ' ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα·
60τεύχεα δ' ἐξ ἀδάμαντος ἔχε‹ν› πεπαλαγμένα λύθρῳ·
πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα· τῆς δ' ὑπὸ ποσσὶ
κίνυτο γαῖα μέλαινα· πυρὸς δ' ἄμπνυεν ἀυτ‹μ›ὴν
σμερδαλέου· μέγα δ' αἰὲν ἀύτεεν ὀτρύνουσα
αἰζηούς. Οἳ δ' αἶψα συνήιον ἀρτύνοντες
65ὑσμίνην· δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον.
Τῶν δ' ὥς τ' ἢ ἀνέμων ἰαχὴ πέλε λάβρον ἀέντων
εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη
φύλλα φύει, ἢ ὡς ‹ὅ›τ' ἐν ἀζαλέῃς ξυλόχοισι
πῦρ βρέμει αἰθόμενον, ἢ ὡς μέγα πόντος ἀπείρων
70μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος
γίνετ' ἀπειρέσιος, τρομέει δ' ὑπὸ γούνατα ναυτῶν·
ὣς τῶν ἐσσυμένων μέγ' ὑπέβραχε γαῖα πελώρη·
ἐν δέ σφιν πέσε δῆρις, ἐπ' ἄλλῳ δ' ἄλλος ὄρουσε.
- Πρῶτος δ' Αἰνείας Δαναῶν ἕλεν Ἁρπαλίωνα
75υἱὸν Ἀριζήλοιο, τὸν Ἀμφινόμη τέκε μήτηρ
γῇ ἐν‹ὶ› Βοιωτῶν, ὃ δ' ἅμα Προθοήνορι δίῳ
ἐς Τροίην ἵκανεν ἀμυνέμεν Ἀργείοισι·
τόν ῥα τότ' Αἰνείας ἁπαλὴν ὑπὸ νηδύα τύψας
νοσφίσατ' ἐκ θυμοῖο καὶ ἡδέος ἐκ βιότοιο.
80Τῷ δ' ἐπὶ Θερσάνδροιο δαΐφρονος υἷα δάμασσεν
Ὕλλον ἐυγλώχινι βαλὼν κατὰ λαιμὸν ἄκοντι,
ὃν τέκε δῖ' Ἀρέθουσα παρ' ὕδασι Ληθαίοιο
Κρήτῃ ἐν ἀμφιάλῳ· μέγα δ' ἤκαχεν Ἰδομενῆα.
- Αὐτὰρ Πηλείδαο πάις δυοκαίδεκα φῶτας
85Τρώων αὐτίκ' ὄλεσσεν ὑπ' ἔγχεϊ πατρὸς ἑοῖο·
Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόν τε
Ἰσμηνόν τε καὶ Ἰμβράσιον Σχεδίον τε Φλέγυν τε
Μνήσαιόν τ' ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνομόν τε
καὶ Φάλιν ἠδὲ Γα‹λ›ηνόν, ὃς οἰκία ναιετάεσκε
90Γαργάρῳ αἰπεινῇ, μετὰ δ' ἔπρεπε μαρναμένοισι
Τρωσὶν ἐρισθενέεσσι, κίεν δ' ἅμ' ἀπεί‹ρ›ονι λαῷ
ἐς Τροίην (μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ
Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα),
νήπιος· οὐδ' ἄρ' ἐφράσσαθ' ἑὸν μόρον· ἦ γὰρ ἔμελλεν
95ἐσσυμένως ὀλέεσθαι ὑπ' ἀργαλέου πολέμοιο,
πρὶν δόμου ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι.
- Καὶ τότε Μοῖρ' ἀίδηλος ἐπέχραεν Ἀργείοισιν
Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο·
ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας
100πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπ' ὀλέθρῳ.
Δάμνατο δ' ἄλλοθεν ἄλλον ἀνηλέι Κηρὶ ἐοικώς·
οἳ δέ μιν αἶψ' ὑπόεικον ἐφ' ὑστατίῃ βιότοιο
αἰνὸν μαιμώωντα καὶ οὐκ ἀλέγοντα μόροιο.
Καί νύ κεν ἔργον ἔρεξεν ἀπείριτον ἐν δαῒ κεῖνος,
105εἰ μή οἱ χεῖρές τ' ἔκαμον καὶ δούρατος αἰχμὴ
πολλὸν ἀνεγνάμφθη· ξίφ‹ε›ος δέ οἱ οὐκέτι κώπη
ἔσθενεν· ἀλλά μιν Αἶσα διέκλασε· ‹τὸν δ'› ὑπ' ἄκοντι
τύψε κατὰ στομάχοιο Μέγης· ἀνὰ δ' ἔβλυσεν αἷμα
ἐκ στόματος· τῷ δ' αἶψα σὺν ἄλγεϊ Μοῖρα παρέστη.
110Τοῦ δ' ἄρ' ἀποκταμένοιο δύω θεράποντες Ἐπειοῦ
Δηϊλέων τε καὶ Ἀμφίων ἀπὸ τεύχε' ἑλέσθαι
ὥρμαινον· ‹τοὺς› δ' αὖτε θρασὺ σθένος Αἰνείαο
δάμνατο μαιμώωντας ὀιζυρῶς περὶ νεκρῷ.
Ὡς δ' ὅτ' ‹ἐν› οἰνοπέδῳ τις ἐπαΐσσοντας ὀπώρῃ
115σφῆκας τερσομένῃσι παρὰ σταφυλῇσι δαμάσσῃ,
οἳ δ' ἄρ' ἀποπνείουσι πάρος γεύσασθαι ὀπώρης·
ὣς τοὺς αἶψ' ἐδάμασσε πρὶν ἔντεα ληΐσσασθαι.
- Τυδείδης δὲ Μένωνα καὶ Ἀμφίνοον κατέπεφνεν
ἄμφω ἀμύμονε φῶτε. Πάρις δ' ἕλε Δημολέοντα
120Ἱππασίδην, ὃς πρόσθε Λακωνίδα γαῖαν ἔναιε
πὰρ προχοῇς ποταμοῖο βαθυρρόου Εὐρώταο,
ἤλυθε δ' ἐς Τροίην ὑπ' ἀρηιθόῳ Μενελάῳ·
καί ἑ Πάρις κατέπεφνε τυχὼν ὑπὸ μαζὸν ὀιστῷ
δεξιόν, ἐκ δέ οἱ ἦτορ ἀπὸ μελέων ἐκέδασσε.
125- Τεῦκρος δὲ Ζέλυν εἷλε περικλυτὸν υἷα Μέδοντος,
ὅς ῥά τε ναιετάεσκεν ὑπὸ Φρυγίην πολύμηλον
ἄντρον ὑπὸ ζάθεον καλλιπλοκάμων Νυμφάων,
ἧχί ποτ' Ἐνδυμίωνα παρυπνώοντα βόεσσιν
ὑψόθεν ἀθρήσασα κατήλυθε δῖα Σελήνη
130οὐρανόθεν· δριμὺς γὰρ ἄγεν πόθος ἠιθέοιο
ἀθανάτην περ ἐοῦσαν ἀκήρατον, ἧς ἔτι νῦν περ
εὐνῆς σῆμα τέτυκται ὑπὸ δρυσίν. Ἀμφὶ δ' ἄρ' αὐτῇ
ἐκκέχυτ' ἐν ξυλόχοισι βοῶν γλάγος, οἱ δέ νυ φῶτες
θηεῦντ' εἰσέτι κεῖνο· τὸ γὰρ μάλα τηλόθε φαίης
135ἔμμεναι εἰσορόων πολιὸν γάλα, κεῖνο δ' ἵησι
λευκὸν ὕδωρ, καί, βαιὸν ἀπόπροθεν ὁππόθ' ἵκηται,
πήγνυται ἀμφὶ ῥέεθρα, πέλει δ' ἄρα λάινον οὖδας.
- Ἀλκαίῳ δ' ἐπόρουσε Μέγης Φυλήιος υἱός·
καί ‹ῥά› μιν ἀσπαίρουσαν ὑπὸ κραδίην ἐπέρησεν
140ἐγχείῃ· τοῦ δ' ὦκα λύθη πολυήρατος αἰών·
οὐδέ μιν ἐκ πολέμοιο πολυκλαύτοιο μολόντα
καί περ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες,
Φυλλὶς ἐύζωνος καὶ Μάργασος, οἵ ῥ' ἐνέμοντο
Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅς τ' ἀλεγεινῷ
145Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα
συμφέρετ' ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων.
- Γλαύκου δ' ἐσθλὸν ἑταῖρον ἐυμμελίην Σκυλακῆα
υἱὸς Ὀιλῆος σχεδὸν οὔτασεν ἀντιόωντα
βαιὸν ὑπὲρ σάκεος· διὰ δὲ πλατὺν ἤλασεν ὦμον
150αἰχμῇ ἀνιηρῇ, περὶ δ' ἔβλυσεν αἷμα βοείῃ.
Ἀλλά μιν οὔ τι δάμασσεν, ἐπεί ῥά ἑ μόρσιμον ἦμαρ
δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης·
εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί,
δὴ τότ' ἄρ' ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν
155οἶος ἄνευ‹θ'› ἑτάρων· τὸν ‹δ'› ἄστεος ἄγχι γυναῖκες
ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν
εἴρονθ'· ὃς δ' ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων·
αἳ δ' ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖνον
δάμναντ' οὐδ' ἀπόνητο μολὼν ἐς πατρίδα νόστου,
160ἀλλά ἑ λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν·
καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη
πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου
Τ‹λ›ῷ ἐνὶ κυδαλίμῃ Τιτηνίδος ἀγχόθι πέτρης·
ἀλλ' ὃ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπ' ὀλέθρῳ
165ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο
τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔ ποτε τιμή.
- Ποίαντος δ' ἐπὶ τοῖσι πάις κτάνε Δηϊονῆα
ἠδ' Ἀντήνορος υἱὸν ἐυμμελίην Ἀκάμαντα.
Ἄλλων δ' αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον·
170θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέι ἶσος Ἄρηϊ
ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει
πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις
ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ,
ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε
175εἴργουσι‹ν› προβλῆτες ἀάσπετα παφλάζοντα·
ὣς οὔ τις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα
ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι·
ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν,
τεύχεσι δ' ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος
180δαιδαλέοις. Περὶ γάρ οἱ ἐν‹ὶ› ζωστῆρι φαεινῷ
ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες
σμερδαλέοι καὶ λυγρὸν ὑπ' ὀφρύσι μειδιόωσαι
πορδάλιες· τῶν δ' ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι
καὶ σύες ἀργιόδοντες ἐυσθενέες τε λέοντες,
185ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ
ὑσμῖναι ἐνέκειντο μετ' ἀργαλέοιο Φόνοιο·
δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.
Ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο·
ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης
190Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον,
Ἄργον ὃς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν·
ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο
βλήμενος ἐκ δίφροιο· καταιθομένης δ' ἄρα γαίης,
ὡς ἐτεόν, πεπότητο μέλας ἐνὶ ἠέρι καπνός·
195Περσεὺς δ' ἀντίθεος βλοσυρὴν ἐδάιζε Μέδουσαν,
ἄστρων ἧχι λοετρὰ πέλει καὶ τέρματα γαίης
πηγαί τ' Ὠκεανοῖο βαθυρρόου, ἔνθ' ἀκάμαντι
Ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη Νύξ·
ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάις Ἰαπετοῖο
200Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ
δεσμῷ ἐν ἀρρήκτῳ· κεῖρε‹ν› δέ οἱ αἰετὸς ἧπαρ
αἰὲν ἀεξόμενον· ὃ δ' ἄρα στενάχοντι ἐῴκει.
Καὶ τὰ μὲν ἂρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο
ὀβρίμῳ Ἡρακλῆι· ὃ δ' ὤπασε παιδὶ φορῆναι
205Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν.
- Αὐτὰρ ὃ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς.
Ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀιστοὺς
νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο
θαρσαλέως· τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ.
210Ἧκε δ' ἀπὸ νευρῆφι θοὸν βέλος· ἣ δ' ἰάχησεν
ἰοῦ ἀπεσσυμένοιο. Ὃ δ' οὐχ ἅλιον φύγε χειρῶν·
καί ῥ' αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν,
ἀλλ' ἔβαλε‹ν› Κλεόδωρον ἀγακλειτόν περ ἐόντα
βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δ' ἄχρις ἐς ὦμον.
215Οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον·
ἀλλ' ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο· τοῦ γὰρ ἀπ' ὤμων
Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας
βουπλῆγι στιβαρῷ· ὃ δ' ἐχάσσατο μαρνάμενός περ
αἰχμῇ ἀνιηρῇ· στονόεις δέ οἱ ἔμπεσεν ἰὸς
220ἄλλοθεν ἀίξας· ὣς γάρ νύ που ἤθελε δαίμων
θήσειν αἰνὸν ὄλεθρον ἐύφρονος υἱέι Λέρνου
ὃν τέκετ' Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ.
- Τὸν δ' ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ,
δὴ τότε δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς
225ἐμμεμαὼς θοὰ τόξα τιταίνετο καὶ μέγ' ἀύτει·
- "Ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρ' ἀίδηλον
δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν·
καί κεν ἀναπνεύσουσιν ὅσοι σέθεν εἵνεκα λυγρῷ
τείροντ' ἐν πολέμῳ· τάχα γὰρ λύσις ἔσσετ' ὀλέθρου
230ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι."
- Ὣς εἰπὼν νευρὴν ‹μὲν› ἐύστροφον ἀγχόθι μαζοῦ
εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς
ἰθύνθη, τόξον δὲ ‹λυγρὴ› ὑπερέσχεν ἀκωκὴ
τυτθὸν ὑπ' αἰζηοῖο βίῃ· μέγα δ' ἔβραχε νευρὴ
235ἰοῦ ἀπεσσυμένοιο δυσηχέος. Οὐδ' ἀφάμαρτε
δῖος ἀνήρ· τοῦ δ' οὔ τι λύθη κέαρ, ἀλλ' ἔτι θυμῷ
ἔσθενεν· οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός,
ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν.
Ἐξαῦτις δ' ὅ γε τόξα τιτύσκετο· τὸν δὲ παραφθὰς
240ἰῷ ἐυγλώχινι βάλε‹ν› βουβῶνος ὕπερθε
Ποίαντος φίλος υἱός. Ὃ δ' οὐκ‹έτ'› ἔμιμνε μάχεσθαι,
ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, εὖτε λέοντα
ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν·
ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς
245χάζετ' ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶ
ἀλλήλους ὀλέκοντες· ἐν αἵματι δ' ἔπλετο δῆρις
κτεινομένων ἑκάτερθε· νεκροὶ δ' ἐπέκειντο νέκυσσι
πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ
ἢ χιόνος νιφάδεσσιν, ὅτ' οὔρεα μακρὰ καὶ ὕλην
250Ζηνὸς ὑπ' ἐννεσίῃ‹ς› Ζέφυρος καὶ χεῖμα παλύνῃ·
ὣς οἵ ‹γ'› ἀμφοτέρωθεν ἀνηλέι Κηρὶ δαμέντες
ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο.
- Αἰνὰ δ' ἀνεστενάχιζε Πάρις· περὶ δ' ἕλκεϊ θυμὸν
τείρετο· τὸν δ' ἀλύοντα τάχ' ἄμφεπον ἰητῆρες.
255Τρῶες δ' εἰς ἑὸν ἄστυ κίον· Δαναοὶ δ' ἐπὶ νῆας
κυανέας ἀφίκοντο θοῶς· τοὺ‹ς› γάρ ῥα κυδοιμοῦ
νὺξ ἀπέπαυσε μέλαινα, μόγον δ' ἐξείλετο γυίων
ὕπνον ἐπὶ βλεφάροισι πόνων ἀλκτῆρα χέασα.
Ἀλλ' οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠῶ·
260οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν
παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν
Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ Κῆρας ἀλύξαι,
ἢν ἐθέλῃ. Ὃ δ' ἄρ' αἶψα θεοπροπίῃσι πιθήσας
ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη
265κουριδίης εἰς ὦπα. Λυγροὶ δέ οἱ ἀντιόωντες
κὰκ κορυφῆς ὄρνιθες ἀύτεον, οἳ δ' ἀνὰ χεῖρα
σκαιὴν ἀίσσοντες· ὃ δέ σφεας ἄλλοτε μέν που
δείδιεν εἰσορόων, ὁτὲ δ' ἀκράαντα πέτεσθαι
εἴδετο· τοὶ δέ οἱ αἰνὸν ὑπ' ἄλγεσι φαῖνον ὄλεθρον.
270Ἷξε δ' ἐς Οἰνώνην ἐρικυδέα· τὸν δ' ἐσιδοῦσαι
ἀμφίπολοι θάμβησαν ἀολλέες ἠδὲ καὶ αὐτὴ
Οἰνώνη. Ὃ δ' ἄρ' αἶψα πέσε‹ν› παρὰ ποσσὶ γυναικὸς
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ἀμφὶ μέλαιν' ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι
μυελὸν ἐς λιπόωντα δι' ὀστέου, οὕνεκα νη‹δ›ὺν
275φάρμακον αἰνὸν ἔπυθε κατ' οὐτάμενον χρόα φωτός.
Τείρετο δὲ στυγερῇ βεβ‹ο›λημένος ἦτορ ἀνίῃ·
ὡς δ' ὅτε τις νούσῳ ‹τε› καὶ ἀργαλέῃ μέγα δίψῃ
αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,
ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς
280ψυχή οἱ πεπότητ' ἐπὶ χείλεσιν αὐαλέοισιν
ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα·
ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ·
καί ῥ' ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν·
- "Ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ
285ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι
χήρην οὐκ ἐθέλων περ· ἄγον δέ με Κῆρες ἄφυκτοι
εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι
σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα.
Ἀλλ' ἄγε, πρός τε θεῶν οἵ τ' οὐρανὸν ἀμφινέμονται,
290πρός τε τεῶν λεχέων καὶ κουριδίης φιλότητος,
ἤπιον ἔνθεο θυμόν, ἄχος δ' ἀλεγεινὸν ἄλαλκε
φάρμακ' ἀλεξήσοντα καθ' ἕλκεος οὐλομένοιο
θεῖσα τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ,
ἢν ἐθέλῃς· σῇσι‹ν› γὰρ ἐπὶ φρεσίν, εἴ τε σαῶσαι
295μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴ τε καὶ οὐκί.
Ἀλλ' ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν
ἐξάκεσ', ‹ἕ›ως μοι ἔτ' ἀμφὶ μένος καὶ γυῖα τέθηλε·
μηδέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης
καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ
300πὰρ ποσὶ σοῖσι πεσόντα. Λιτῇς δ' ἀποθύμια ῥέξεις
αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες
εἰσὶ καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι
ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν
καὶ χόλον. Ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε
305ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν."
- Ὣς ἄρ' ἔφη· τῆς δ' οὔ τι φρένας παρέπεισε κελαινάς,
ἀλλά ἑ κερτομέουσα μέγ' ἀχνύμενον προσέειπε·
- "Τίπτε μοι εἰλήλουθας ἐναντίον, ἥν ῥα πάροιθε
κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν
310εἵνεκα Τυνδαρίδος πολυκηδέος, ᾗ παριαύων
τέρπεο καγχαλόων, ἐπεὶ ἦ πολὺ φερτέρη ἐστὶ
τῆς σέο κουριδίης (τὴν γὰρ φάτις ἔμμεν ἀγήρω);
Κείνην ἐσσύμενος γουνάζεο, μηδέ νύ μοί περ
δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα.
315Αἲ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη
δαρδάψαι σέο σάρκας, ἔπειτα δέ θ' αἷμα λαφύξαι,
οἷά με πήματ' ἔοργας ἀτασθαλίῃσι πιθήσας.
Σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐυστέφανος Κυθέρεια;
Πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;
320Τοὺς ἔχ' ἀοσσητῆρας· ἐμῶν δ' ἀπὸ τῆλε μελάθρων
χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμ' ἀλεγεινόν·
σεῖο γὰρ εἵνεκ', ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος,
τοὺς μὲν ἐφ' υἱωνοῖς, τοὺς δ' υἱάσιν ὀλλυμένοισιν.
Ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,
325ἧς σε χρεὼ νυκτός τε καὶ ἤματος ἀσχαλόωντα
τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ,
εἰς ὅ κέ σ' ἰήνειεν ἀνιηρῶν ὀδυνάων."
- Ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων,
νηπίη· οὐδ' ἄρ' ἐφράσσαθ' ἑὸν μόρον· ἦ γὰρ ἔμελλον
330κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι
ἐσσυμένως· ὣς γάρ οἱ ἐπέκλωσε‹ν› Διὸς Αἶσα.
- Τὸν δ' ἄρ' ἐπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης
οἶμον ἐς ἐσχατίην, ὅθι μιν μόρος αἰνὸς ἄγεσκε,
λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ
335Ἥρη τ' εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,
ἑζομένη κατ' Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετ' ἀλωή·
καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο
τάς ποτ' ἄρ' Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη
γείνατ' ‹ἀν'› οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας
340ἀλλήλαις· μορφῇ δὲ διέκριθεν ἄλλη ἀπ' ἄλλης.
. . . . . . . . (desunt tres versus) . . . . . . . . . . .
ἡ δ' ἑτέρη χειμῶνι καὶ Αἰγοκερῆι μέμηλε·
τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰὼν
ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν· ἀλλὰ τὰ μέν που
αὐτῷ Ζηνὶ μέλοιτο κατ' οὐρανόν. Αἳ δ' ὀάριζον
345ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι
μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα
Δηϊφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο
καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν
ἤμελλον μάρψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι
350χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,
ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς
ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας
Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον
ἁρπάξας ἐθέλουσαν ἐύφρονα Τριτογένειαν
355ἥ τ' ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων·
οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης·
οὐδέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ
360ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπ' Οὐλύμποιο Κρονίων
κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα.
- Καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν
ἄλλά τε πόλλ' ἐπὶ τοῖσι· Πάριν δ' ἄρα θυμὸς ἐν Ἴδῃ
κάλλιπεν, οὐδ' Ἑλένη μιν ἐσέδρακε νοστήσαντα.
365Ἀμφὶ δέ μιν Νύμφαι μέγ' ἐκώκυον, οὕνεκ' ἄρ' αὐτοῦ
εἰσέτι που μέμνηντο κατὰ φρένας ὅσσα πάροιθεν
ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε·
σὺν δέ σφι‹ν› μύροντο βοῶν θοοὶ ἀγροιῶται
ἀχνύμενοι κατὰ θυμόν· ἐπεστενάχοντο δὲ βῆσσαι.
370- Καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ
δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ.
Τῆς δ' ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός,
γυῖα δ' ὑπεκλάσθησαν· ἔπος δ' ὀλοφύρατο τοῖον·
- "Ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ' ἐπὶ πένθε‹ς›ι πένθος
375κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων
παίδων ἔσκες ἐμεῖο μεθ' Ἕκτορα. Τῶ νύ σε λυγρὴ
κλαύσομαι, εἰς ὅ κέ μοι κραδίῃ ‹ἔνι› πάλλεται ἦτορ.
Οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα
μήδετο λοίγια ἔργα· τὰ μὴ ὤφελλ' ἐνόησα,
380ἀλλ' ἔθανον προπάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ,
ἐλπομένη καὶ ἔτ' ἄλλα κακώτερα θηήσασθαι,
παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα
καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων,
σύν τε νυοὺς θύγατράς τε μετὰ Τρῳῇσι καὶ ἄλλαις
385ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπ' ἀνάγκῃ."
- Ὣς φάτο κωκύουσα. Πόσις δέ οἱ οὔ τι πέπυστο·
ἀλλ' ὃ παρ' Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων·
τὸν γὰρ δὴ τεκέων περὶ πάντων τῖε μάλιστα,
οὕνεκ' ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην·
390τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο.
Ἀλλ' Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα,
ἄλλα μὲν ἐν Τρώεσσιν ἀύτεεν, ἄλλα δέ οἱ κῆρ
ἐν κραδίῃ μενέαινε· φίλον δ' ἀνὰ θυμὸν ἔειπεν·
- "Ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ ‹ς›οὶ μέγα πῆμα,
395ὤλεο λευγαλέως· ἐμὲ δ' ἐν στυγερῇ κακότητι
κάλλιπες ἐλπομένην ὀλοώτερα πήματ' ἰδέσθαι.
Ὡς ὄφελόν μ' Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν,
ὁππότε σοί ‹γ'› ἑπόμην ὀλοῇ ὑπὸ Δαίμονος Αἴσῃ.
Νῦν δ' ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδ' ἐμοὶ αὐτῇ
400αἰνομόρῳ· πάντες δέ μ' ἀάσπετον ἐρρίγασι,
πάντες δ' ἐχθαίρουσιν ἐμὸν κέαρ, οὐδέ πῃ οἶδα
ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον,
αὐτίκ' ἀεικίσσουσιν ἐμὸν δέμας· εἰ δέ κε μίμνω,
Τρῳαὶ καὶ Τρῶές με περισταδὸν ἄλλοθεν ἄλλαι
405αἶψα διαρραίσουσι· νέκυν δ' οὐ γαῖα καλύψει,
ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα.
Ὡς ὄφελόν μ' ἐδαμάσσαντο . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . , πάρος τάδε πήματ' ἰδέσθαι."
- Ὣς ἔφατ' οὔ τι γοῶσα πόσιν τόσον ὁππόσον αἰνῆς
410μύρετ' ἀλιτροσύνης μεμνημένη. Ἀμφὶ δὲ Τρῳαὶ
ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δ' ἄλλα μενοίνων,
αἳ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἳ δὲ καὶ ἀνδρῶν,
αἳ δ' ἄρ' ὑπὲρ παίδων, αἳ δὲ γνωτῶν ἐριτίμων.
- Οἴη δ' ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο
415Οἰνώνη· ἀλλ' οὔ τι μετὰ Τρῳῇσιν ἐοῦσα
κώκυεν, ἀλλ' ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις
κεῖτο βαρὺ στενάχουσα παλαιοῦ λέκτρον ἀκοίτεω.
Οἵη δ' ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος
αἰπυτάτων ὀρέων, ἥ τ' ἄγκεα πολλὰ παλύνει
420χευαμένη Ζεφύροιο καταιγίσιν, ἀμφὶ δὲ μακραὶ
ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι
δεύονθ', ἣ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα
πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ·
ὣς ἥ γ' ἀσχαλόωσα μέγα στυγερῇ ὑπ' ἀνίῃ
425τήκετ' ἀκηχεμένη πόσιος περὶ κουριδίοιο.
Αἰνὰ δ' ἀναστενάχουσα φίλον προσελέξατο θυμόν·
- "Ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο,
ἣ πόσιν ἀμφαγάπησα δυσάμμορος ᾧ σὺν ἐώλπειν
γήραϊ τειρομένη περ ἐπὶ κλυτὸν οὐδὸν ἱκέσθαι
430αἰὲν ὁμοφρονέουσα· θεοὶ δ' ἑτέρως ἐβάλοντο.
Ὥς μ' ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι,
ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι.
Ἀλλὰ καὶ εἰ ζωός μ' ἔλιπεν, μέγα τλήσομαι ἔργον
ἀμφ' αὐτῷ θανέειν, ἐπεὶ οὔ τί μοι εὔαδεν ἠώς."
435- Ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάρων ἐχέοντο
δάκρυα, κουριδίοιο ‹δ'› ἀναπλήσαντος ὄλεθρον
μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ
(ἅζετο γὰρ πατέρα σφὸν ἰδ' ἀμφιπόλους εὐπέπλους),
μέχρις ἐπὶ χθόνα δῖαν ἀπ' εὐρέος Ὠκεανοῖο
440νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα.
Καὶ τότ' ἄρ' ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος
καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων
ἔκθορεν ἠύτ' ἄελλα· φέρον δέ μιν ὠκέα γυῖα.
Ὡς δ' ὅτ' ἀν' οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου
445θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι
ἐσσυμένως, ἣ δ' οὔ τι λιλαιομένη φιλότητος
ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,
εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο·
ὣς ἣ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα
450διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς.
Οὐδέ τί οἱ κάμε γούνατ', ἐλαφρότεροι δ' ἐφέροντο
ἐσσυμένης πόδες αἰέν· ἔπειγε γὰρ οὐλομένη Κὴρ
καὶ Κύπρις. Οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας
ἀντομένη ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα.
455Πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη
καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι.
Τὴν δέ που εἰσορόωσα τόθ' ὑψόθε δῖα Σελήνη
μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος
πολλὰ μάλ' ἐσσυμένην ὀλοφύρετο καί οἱ ὕπερθε
460λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.
- Ἵκετο δ' ἐμμεμαυῖα δι' οὔρεος, ἧχι καὶ ἄλλαι
Νύμφαι Ἀλεξάνδροιο νέκυν περικωκύεσκον.
Τὸν δ' ἔτι που κρατερὸν πῦρ ἄμπεχεν, οὕνεκ' ἄρ' αὐτῷ
μηλονόμοι ξυνιόντες ἀπ' οὔρεος ἄλλοθεν ἄλλοι
465ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες
ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι,
κλαίοντες μάλα πολλὰ περισταδόν. Ἣ δέ μιν οὔ τι,
ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ,
ἀλλὰ καλυψαμένη πέρι φάρεϊ καλὰ πρόσωπα
470αἶψα πυρῇ ἐνέπαλτο. Γόον δ' ἄρα πουλὺν ὄρινε·
καίετο δ' ἀμφὶ πόσει· Νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι
θάμβεον, εὖτ' ἐσίδοντο μετ' ἀνέρι πεπτηυῖαν·
καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
- "Ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν
475κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν,
οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,
νήπιος· οὐδ' ἀλόχοιο περίφρονος ἅζετο θυμὸν
τειρομένης, ἥ πέρ μιν ὑπὲρ φάος ἠελίοιο
καί περ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν."
480- Ὣς ἄρ' ἔφη Νύμφη τις ἀνὰ φρένας· οἳ δ' ἐνὶ μέσσῃ
πυρκαϊῇ καίοντο λελασμένοι ἠριγενείης.
Ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν
Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες
Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν
485ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ.
Ἀλλ' ὅτε δ' ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ
Οἰνώνην τε Πάριν τε, μιῇ δ' ὑποκάββαλε τέφρῃ,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν, ὀστέα δ' αὐτῶν
χρυσέῳ ἐν κρητῆρι θέσαν. Περὶ δέ σφισι σῆμα
490ἐσσυμένως τεύξαντο, θέσαν δ' ἄρα δοιὼ ὕπερθε
στήλας αἵ περ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη,
ζῆλον ἐπ' ἀλλήλοισιν ἔτι στονόεντα φέρουσαι.