6694 926 5 111 147 82 IV-III a. C. Commedia Menander Dyscolus Sandbach, F.H., Oxford, Clarendon Press, 1972. 182

MENANDER - Dyscolus - ΔΥΣΚΟΛΟΣ

(ΠΑΝ) τῆς Ἀττικῆς νομίζετ' εἶναι τὸν τόπον,

Φυλήν, τὸ νυμφαῖον δ' ὅθεν προέρχομαι

Φυλασίων καὶ τῶν δυναμένων τὰς πέτρας

ἐνθάδε γεωργεῖν, ἱερὸν ἐπιφανὲς πάνυ.

   5τὸν ἀγρὸν δὲ τὸν ἐπὶ δεξί' οἰκεῖ τουτονὶ

Κνήμων, ἀπάνθρωπός τις ἄνθρωπος σφόδρα

καὶ δύσκολος πρὸς ἅπαντας, οὐ χαίρων τ' ὄχλωι ‑

"ὄχλωι" λέγω; ζῶν οὗτος ἐπιεικῶς χρόνον

πολὺν λελάληκεν ἡδέως ἐν τῶι βίωι

  10οὐδεν‹ί›, προσηγόρευκε πρότερος δ' οὐδένα,

πλὴν ἐξ ἀνάγκης γειτνιῶν παριών τ' ἐμὲ

τὸν Πᾶνα· καὶ τοῦτ' εὐθὺς αὐτῶι μεταμέλει,

εὖ οἶδ'. ὅμως οὖν, τῶι τρόπωι τοιοῦτος ὤν,

χήραν γυναῖκ' ἔγημε, τετελευτηκότος

  15αὐτῆι νεωστὶ τοῦ λαβόντος τὸ πρότερον

ὑοῦ τε καταλελειμμένου μικροῦ τότε.

ταύτηι ζυγομαχῶν οὐ μόνον τὰς ἡμέρας

ἐπιλαμβάνων δὲ καὶ τὸ πολὺ νυκτὸς μέρος

ἔζη κακῶς. θυγάτριον αὐτῶι γίνεται·

  20ἔτι μᾶλλον. ὡς δ' ἦν τὸ κακὸν οἷον οὐθὲν ἂν

ἕτερον γένοιθ', ὁ βίος τ' ἐπίπονος καὶ πικρός,

ἀπῆλθε πρὸς τὸν ὑὸν ἡ γυνὴ πάλιν

τὸν πρότερον αὐτῆι γενόμενον. χωρίδιον

τούτωι δ' ὑπάρχον ἦν τι μικρὸν ἐνθαδὶ

  25ἐν γειτόνων, οὗ διατρέφει νυνὶ κακῶς

τὴν μητέρ', αὑτόν, πιστὸν οἰκέτην θ' ἕνα

πατρῶιον. ἤδη δ' ἐστὶ μειρακύλλιον

ὁ παῖς ὑπὲρ τὴν ἡλικίαν τὸν νοῦν ἔχων·

προάγει γὰρ ἡ τῶν πραγμάτων ἐμπειρία.

  30ὁ γέρων δ' ἔχων τὴν θυγατέρ' αὐτὸς ζῆι μόνος

καὶ γραῦν θεράπαιναν, ξυλοφορῶν σκάπτων τ', ἀεὶ

πονῶν, ἀπὸ τούτων ἀρξάμενος τῶν γειτόνων

καὶ τῆς γυναικὸς μέχρι Χολαργέων κάτω

μισῶν ἐφεξῆς πάντας. ἡ δὲ παρθένος

  35γέγονεν ὁμοία τῆι τροφῆι τις, οὐδὲ ἓν

εἰδυῖα φλαῦρον. τὰς δὲ συντρόφους ἐμοὶ

Νύμφας κολακεύουσ' ἐπιμελῶς τιμῶσά τε

πέπεικεν αὐτῆς ἐπιμέλειαν σχεῖν τινα

ἡμᾶς· νεανίσκον τε καὶ μάλ' εὐπόρου

  40πατρὸς γεωργοῦντος ταλάντων κτήματα

ἐνταῦθα πολλῶν, ἀστικὸν τῆι διατριβῆι,

ἥκο]ν̣τ' ἐπὶ θήραν μετὰ κυνηγέτου τινὸς

[   ]υ κατὰ τύχην παραβαλόντ' εἰς τὸν τόπον

[   ]. ἔχειν πως ἐνθεαστικῶς ποῶ.

  45ταῦτ' ἐστὶ τὰ κεφάλαια, τὰ καθ' ἕκαστα δὲ

ὄψεσθ]' ἐὰν βούλησθε ‑ βουλήθητε δέ.

καὶ γὰ]ρ προσιόνθ' ὁρᾶν δοκῶ μοι τουτονὶ

τὸν ἐρῶντα τόν τε συγκ̣[υνηγέτη]ν̣ ἅμα,

αὑτοῖς ὑπὲρ τούτων τι σ[υγκοινουμ]ένους.

  50ΧΑΙΡΕΑΣ

τί φήις; ἰδὼν ἐνθένδε παῖδ' ἐλευθέραν

τὰς πλησίον Νύμφας στεφανοῦσαν, Σώστρατε,

ἐρῶν ἀπῆλθες εὐθύς;

ΣΩΣΤΡΑΤΟΣ    εὐθύς.

[Χαι]    ὡς ταχύ.

ἦ τοῦτ' ἐβεβούλευσ' ἐξιών, ἐρᾶν τινος;

(Σω) σκώπτεις· ἐγὼ δὲ, Χαιρέα, κακῶς ἔχω.

  55(Χαι) ἀλλ' οὐκ ἀπιστῶ.

(Σω)    διόπερ ἥκω παραλαβὼν

σὲ πρὸς τὸ πρᾶγμα, καὶ φίλον καὶ πρακτικὸν

κρίνας μάλιστα.

(Χαι)    πρὸς τὰ τοιαῦτα, Σώστρατε,

οὕτως ἔχω· παραλαμβάνει τις τῶν φίλων

ἐρῶν ἑταίρας· εὐθὺς ἁρπάσας φέρω,

  60μεθύω, κατακάω, λόγον ὅλως οὐκ ἀνέχομαι·

πρὶν ἐξετάσαι γὰρ ἥτις ἐστί, δεῖ τυχεῖν.

τὸ μὲν βραδύνειν γὰρ τὸν ἔρωτ' αὔξει πολύ,

ἐν τῶι ταχέως δ' ἔνεστι παύσασθαι ταχύ.

γάμον λέγει τις καὶ κόρην ἐλευθέραν·

  65ἕτερος τίς εἰμ' ἐνταῦθα· πυνθάνομαι γένος,

βίον, τρόπους. εἰς πάντα τὸν λοιπὸν χρόνον

[5]

μνείαν γὰρ ἤδη τῶι φίλωι καταλείπομαι

ὡς ἂν διοικήσω περὶ ταῦτα.

(Σω)    καὶ μάλ' εὖ

(οὐ πάνυ δ' ἀρεσκόντως ἐμοί).

(Χαι)    καὶ νῦν γε δεῖ

  70ταῦτα διακοῦσαι πρῶτον ἡμᾶς.

(Σω)    ὄρθριον

τὸν Πυρρίαν τὸν συγκυνηγὸν οἴκοθεν

ἐγὼ πέπομφα ‑

(Χαι)    πρὸς τίνα;

(Σω)    αὐτῶι τῶι πατρὶ

ἐντευξόμενον τῆς παιδὸς ἢ τῶι κυρίωι

τῆς οἰκίας ὅστις ποτ' ἐστίν.

(Χαι)    Ἡράκλεις,

  75οἷον λέγεις.

(Σω)    ἥμαρτον· οὐ γὰρ οἰκέτηι

ἥρμοττ' ἴσως τὸ τοιοῦτ‹ό γ'›. ἀλλ' οὐ ῥάιδιον

ἐρῶντα συνιδεῖν ἐστι τί ποτε συμφέρει·

καὶ τὴν διατριβὴν ἥτις ἔστ' αὐτοῦ πάλαι

τεθαύμακ'· εἰρήκειν γὰρ εὐθὺς οἴκαδε

  80αὐτῶι παρεῖναι πυθομένωι τἀνταῦθά μοι.

ΠΥΡΡΙΑΣ

πάρες, φυλάττου, πᾶς ἄπελθ' ἐκ τοῦ μέσου·

μαίνεθ' ὁ διώκων, μαίνεται.

(Σω)    τί τοῦτο, παῖ;

(Πυ) φεύγετε.

(Σω)    τί ἐστι;

(Πυ)    βάλλομαι βώλοις, λίθοις·

ἀπόλωλα.

(Σω)    βάλλει; ποῖ, κακόδαιμον;

(Πυ)    οὐκέτι

  85ἴσως διώκει;

(Σω)    μὰ Δία.

(Πυ)    ἐγὼ δ' ὤιμην.

(Σω)    τί δαὶ

λέγεις;

(Πυ)    ἀπαλλαγῶμεν, ἱκετεύω σε.

(Σω)    ποῖ;

(Πυ) ἀπὸ τῆς θύρας ἐντεῦθεν ὡς πορρωτάτω.

Ὀδύνης γὰρ ὑὸς ἦ‹ν›· κακοδαιμ‹ον›ῶν τις ἢ

μελαγχολῶν ἅνθρωπος οἰκῶ[ν ἐνθαδ]ὶ

  90τὴν οἰκίαν πρὸς ὅν μ' ἔπεμπ̣[ες

μεγάλου κακοῦ· τοὺς δακτύλους [κατέαξα γὰρ

σχεδόν τι προσπταίων ἅπα[ντας

[Σω]

ἐλθών;

‹Πυ›    τί; πεπαρώινηκε. δεῦ[ρο

[Σω]

εὔδηλός ἐστι.

(Πυ)    νὴ Δί', ἐξώλ[ης ἄρα,

  95Σώστρατ', ἀπολο[ίμην· ἔχε] δέ πως φυλακτικῶς.

ἀλλ' οὐ δύναμαι λ[έγειν, προ]σέστηκεν δέ μοι

τὸ πνεῦμα. κόψας τὴν θύραν τῆς οἰκίας

τὸν κύριον ζητεῖν ἔφην· προῆλθέ μοι

γραῦς τις κακοδαίμων, αὐτόθεν δ' οὗ νῦν λέγων

 100ἕστηκ' ἔδειξεν αὐτὸν ἐπὶ τοῦ λοφιδίου

ἐκεῖ περιφθειρόμενον ἀχράδας, ἦ πολὺν

κύφων' ἑαυτῶι συλλέγοντα.

Χαι    ὡς ὀργίλως.

τί, ὦ μακάριε;

‹Πυ›    ἐγὼ μὲν εἰς τὸ χωρίον

ἐμβὰς ἐπορευόμην πρὸς αὐτὸν καὶ πάνυ

 105πόρρωθεν, εἶναί τις φιλάνθρωπος σφόδρα

ἐπιδέξιός τε βουλόμενος προσεῖπα καὶ

"ἥκω τι" φημί "πρός σε, πάτερ, ἰδεῖν τί σε

σπεύδων ὑπὲρ σοῦ πρᾶγμ'"· ‹ὁ δ'› εὐθύς, "ἀνόσιε

ἄνθρωπέ," φησιν, "εἰς τὸ χωρίον δέ μου

 110ἥκεις ‹σύ;› τί μαθών;" βῶλον αἴρεταί τινα·

ταύτην ἀφίησ' εἰς τὸ πρόσωπον αὐτό μου.

Χαι ἐς κόρακας.

(Πυ)    ἐν ὅσωι δ' "ἀλλά σ' ὁ Ποσειδῶν ‑ " λέγων

κατέμυσα, χάρακα λαμβάνει πάλιν τινά·

ταύτηι μ' ἐκάθαιρε, "σοὶ δὲ κἀμοὶ πρᾶγμα τί

 115ἐστιν;" λέγων, "τὴν δημοσίαν οὐκ οἶσθ' ὁδόν;"

ὀξύτατον ἀναβοῶν τι.

Χαι    μαινόμενον λέγεις

τελέως γεωργόν.

(Πυ)    τὸ δὲ πέρας· φεύγοντα γὰρ

δεδίωχ' ἴσως με στάδια πέντε καὶ δέκα,

περὶ τὸν λόφον πρώτιστον, εἶθ' οὕτω κάτω

 120εἰς τὸ δασὺ τοῦτο, σφενδονῶν βώλοις, λίθοις,

ταῖς ἀχράσιν ὡς οὐκ εἶχεν οὐδὲν ἄλλ' ἔτι.

ἀνήμερόν τι πρᾶγμα τελέως, ἀνόσιος

γέρων. ἱκετεύω σ', ἄπιτε.

(Σω)    δειλίαν λέγεις.

(Πυ) οὐκ ἴστε τὸ κακὸν οἷόν ἐστι. κατέδεται

 125ἡμᾶς.

Χαι    τυχὸν ἴσως ‹ὅδ'› ὀδυνώμενός τι νῦν

τετύχηκε· διόπερ ἀναβαλέσθαι μοι δοκεῖ

αὐτῶι προσελθεῖν, Σώστρατ'· εὖ τοῦτ' ἴσθ' ὅτι

πρὸς πάντα πράγματ' ἐστὶ πρακτικώτερον

εὐκαιρία.

Πυ    νοῦν ἔχετε.

(Χαι)    ὑπέρπικρον δέ τι

 130ἐστὶν πένης γεωργός, οὐχ οὗτος μόνος,

σχεδὸν δ' ἅπαντες. ἀλλ' ἕωθεν αὔριον

ἐγὼ πρόσειμ' αὐτῶι μόνος, τὴν οἰκίαν

ἐπείπερ οἶδα. νῦν δ' ἀπελθὼν οἴκαδε

καὶ σὺ διάτριβε· τοῦτο δ' ἕξει κατὰ τρόπον.

 135(Πυ) πράττωμεν οὕτως.

Σω    πρόφασιν οὗτος ἄσμενος

εἴληφεν· εὐθὺς φανερὸς ἦν οὐχ ἡδέως

μετ' ἐμοῦ βαδίζων οὐδὲ δοκιμάζων πάνυ

τὴν ἐπιβολ]ὴν τὴν τοῦ γάμου. κακὸν δὲ σὲ

κακῶς ἅπ]αντες ἀπολέσειαν οἱ θεοί,

 140μαστιγία.]

[Πυ] [        τί δ'] ἠδίκηκα, Σώστρατε;

(Σω) κακῶς ἐπό]εις τὸ χωρίον τι δηλαδή.

[Πυ] οὐ μὰ Δί'] ἔκλεπτον.

(Σω)    ἀλλ' ἐμαστίγου σέ τις

οὐδὲν ἀδικοῦντα;

(Πυ)    καὶ πάρεστί γ' οὑτοσί

αὐτὸς ‑ ὑπάγω, βέλτιστε. σὺ δὲ τούτωι λάλει.

 145(Σω) οὐκ ἂν δυναίμην· ἀπίθανός τις εἴμ' ἀεὶ

ἐν τῶι λαλεῖν. ποῖον λέγει[        ]νι;

οὐ πάνυ φιλάνθρωπον β[λέπειν μ]οι φαίνεται,

μὰ τὸν Δί'· ὡς δ' ἐσπούδακ'. ἐ[πανάξ]ω βραχὺ

ἀπὸ τῆς θύρας. βέλτιον. ἀλλὰ κ̣[αὶ β]οᾶι

 150μόνος βαδίζων. οὐχ ὑγιαίνειν μοι δοκεῖ.

δέδοικα μέντοι, μὰ τὸν Ἀπόλλω καὶ θεούς,

αὐτόν. τί γὰρ ἄν τις μὴ οὐχὶ τἀληθῆ λέγοι;

ΚΝΗΜΩΝ

εἶτ' οὐ μακάριος ἦν ὁ Περσεὺς κατὰ δύο

τρόπους ἐκεῖνος, ὅτι πετηνὸς ἐγένετο

 155κοὐδενὶ συνήντα τῶν βαδιζόντων χαμαί,

εἶθ' ὅτι τοιοῦτο κτῆμ' ἐκέκτηθ' ὧι λίθους

ἅπαντας ἐπόει τοὺς ἐνοχλοῦντας; ὅπερ ἐμοὶ

νυνὶ γένοιτ'· οὐδὲν γὰρ ἀφθονώτερον

λιθίνων γένοιτ' ‹ἂν› ἀνδριάντων πανταχοῦ.

 160νῦν δ' οὐ βιωτόν ἐστι, μὰ τὸν Ἀσκληπιόν.

λαλοῦσ' ἐπεμβαίνοντες εἰς τὸ χωρίον

ἤδη· παρ' αὐτὴν τὴν ὁδὸν γάρ, νὴ Δία,

εἴωθα διατρίβειν· ὃς οὐδ' ἐργάζομαι

τοῦτο τὸ μέρος ‹τοῦ› χωρίου, πέφευγα δὲ

 165διὰ τοὺς παριόντας. ἀλλ' ἐπὶ τοὺς λόφους ἄνω

ἤδη διώκουσ'. ὢ πολυπληθείας ὄχλου.

οἴμοι, πάλιν τις οὑτοσὶ πρὸς ταῖς θύραις

ἕστηκεν ἡμῶν.

Σω    ἆρα τυπτήσει γέ με;

Κν ἐρημίας οὐκ ἔστιν οὐδαμοῦ τυχεῖν,

 170οὐδ' ἂν ἀπάγξασθαί τις ἐπιθυμῶν τύχηι.

Σω ἐμοὶ χαλεπαίνει‹ς›; περιμένω, πάτερ, τινὰ

ἐνταῦθα· συνεθέμην γάρ.

(Κν)    οὐκ ἐγὼ 'λεγον;

τουτὶ στοὰν νενομίκατ' ἢ τὸ τοῦ Λεώ;

πρὸς τὰς ἐμὰς θύρας, ἐὰν ἰδεῖν τινα

 175βούλησθε, συντάττεσθ' ἀπαντᾶν· παντελῶς,

καὶ θῶκον οἰκοδομήσατ', ἂν ἔχητε νοῦν,

μᾶλλον δὲ καὶ συνέδριον. ὢ τάλας ἐγώ,

ἐπηρεασμὸς τὸ κακὸν εἶναί μοι δοκεῖ.

Σω οὐ τοῦ τυχόντος, ὡς ἐμοὶ δοκεῖ, πόνου

 180τουτὶ τὸ πρᾶγμά ‹γ'› ἀλλὰ συντονωτέρου.

πρόδηλόν ἐστιν. ἆρ' ἐγὼ πορεύσομαι

ἐπὶ τὸν Γέταν τὸν τοῦ πατρός; νὴ τοὺς θεοὺς

ἔγωγ'· ἔχει ‹τι› διάπυρον καὶ πραγμάτων

ἔμπειρός ἐστιν παντοδαπῶν· τὸ δύσκολον

 185τὸ τοῦδ' ἐκεῖνος ‹      › ἀπώσετ', οἶδ' ἐγώ.

τὸ μὲν χρόνον γὰρ ἐμποεῖν τῶι πράγματι

ἀποδοκιμάζω. πόλλ' ἐν ἡμέραι μίαι

γένοιτ' ἄν. ἀλλὰ τὴν θύραν πέπληχέ τις.

ΚΟΡΗ

οἴμοι τάλαινα τῶν ἐμῶν ἐγὼ κακῶν·

 190τί νῦν ποήσω; τὸν κάδον γὰρ ἡ τροφὸς

ἱμῶσ' ἀφῆκεν εἰς τὸ φρέαρ.

Σω    ὦ Ζεῦ πάτερ,

καὶ Φοῖβε Παιάν, ὦ Διοσκόρω φίλω,

κάλλους ἀμάχου.

(Κο)    θερμὸν ‹δ'› ὕδωρ πρ[οσέταξέ μοι

ποιεῖν ὁ πάππας ἐξιών.

(Σω)    ἄνδρε[ς, τέρας.

 195(Κο) ἐὰν δὲ τοῦτ' αἴσθητ', ἀπολεῖ κακ[

παίων ἐκείνην. οὐ σχολὴ ματ[

ὦ φίλταται Νύμφαι, παρ' ὑμῶν λη[πτέον.

αἰσχύνομαι μέν, εἴ τινες θύουσ' ἄ[ρα

ἔνδον, ἐνοχλεῖν ‑

(Σω)    ἀλλ' ἂν ἐμοὶ δ[ῶις, αὐτίκα

 200βάψας ἐγώ σοι τ[ὴν ὑδρίαν ἥ]ξω φέρων.

(Κο) ναὶ πρὸς θεῶν, ἅ[νυσον δέ.]

(Σω)    ἐλευθερίως γέ πως

ἄγροικός ἐστιν. ὦ πολυτίμητοι θεοί,

τίς ἂν ἐμὲ σώσαι δ̣[αιμό]νων;

(Κο)    τάλαιν' ἐγώ,

τίς ἐψόφηκεν; ἆρ' ὁ πάππας ἔρχεται;

 205ἔπειτα πληγὰς λήψομ' ἄν με καταλάβηι

ἔξω.

ΔΑΟΣ    διατρίβω σοι διακονῶν πάλαι

ἐνταῦθ', ὁ δὲ σκάπτει μόνος. πορευτέον

πρὸς ἐκεῖνόν ἐστιν. ὦ κάκιστ' ἀπολουμένη

Πενία, τί σ' ἡμεῖς τηλικοῦτ' ἐφεύρομεν;

 210τί τοσοῦτον ἡμῖν ἐνδελεχῶς οὕτω χρόνον

ἔνδον κάθησαι καὶ συνοικεῖς;

(Σω)    λάμβανε

τηνδί.

(Κο)    φέρε δεῦρο.

Δα    τί ποτε βούλεθ' οὑτοσὶ

ἅνθρωπος;

(Σω)    ἔρρωσ', ἐπιμελοῦ τε τοῦ πατρός.

οἴμοι, κακοδαίμων. παῦε θρηνῶν, Σώστρατε·

 215ἔσται κατὰ τρόπον.

(Δα)    κατὰ τρόπον τί;

(Σω)    μὴ φοβοῦ,

ἀλλ' ὅπερ ἔμελλες ἄρτι τὸν Γέταν λαβὼν

ἐπάνηκ', ἐκείνωι πᾶν τὸ πρᾶγμ' εἰπὼν σαφῶς.

Δα τουτὶ τὸ κακὸν τί ποτ' ἐστίν; ὡς οὔ μοι πάνυ

τὸ πρᾶγμ' ἀρέσκει. μειράκιον διακονεῖ

 220κόρηι· πονηρόν. ἀλλά σ', ὦ Κνήμων, κακὸν

κακῶς ἅπαντες ἀπολέσειαν οἱ θεοί.

ἄκακον κόρην μόνην ἀφεὶς ἐν ἐρημίαι

ἐᾶις, φυλακὴν οὐδεμίαν ὡς προσῆκον ἦν

ποιούμενος. τουτὶ καταμανθάνων ἴσως

 225οὗτος προσερρύη, νομίζων ὡσπερεὶ

ἕρμαιον. οὐ μὴν ἀλλὰ ‹τ›ἀδελφῶι γε δεῖ

αὐτῆς φράσαι με τὴν ταχίστην ταῦθ', ἵνα

ἐν ἐπιμελείαι τῆς κόρης γενώμεθα.

ἤδη δὲ τοῦτ' ἐλθὼν ποήσειν μοι δοκῶ.

 230καὶ γὰρ προσιόντας τούσδε Πανιστάς τινας

εἰς τὸν τόπον δεῦρ' ὑποβεβρεγμένους ὁρῶ,

οἷς μὴ 'νοχλεῖν εὔκαιρον εἶναί μοι δοκεῖ.

ΧΟΡΟΥ

ΓΟΡΓΙΑΣ

οὕτω παρέργως δ', εἰπέ μοι, τῶι πράγματι

φαύλως τ' ἐχρήσω;

Δα    πῶς;

(Γο)    ἔδει σε, νὴ Δία,

 235τὸν τῆι κόρηι προσιόντα, ‹Δᾶ'›, ὅστις ποτ' ἦν,

ἰδεῖν τότ' εὐθύς, τοῦτο τοῦ λοιποῦ χρόνου

εἰπεῖν θ' ὅπως μηδείς ποτ' αὐτὸν ὄψεται

ποιοῦντα· νυνὶ δ' ὥσπερ ἀλλοτρίου τινὸς

πράγματος ἀπέστης. οὐκ ἔνεστ' ἴσως φυγεῖν

 240οἰκειότητα, Δᾶ'. ἀδελφῆς ἔτι μέλει

ἐμῆ[ς]. ὁ πατὴρ ἀλλότριος εἶναι βούλεται

αὐτῆς πρὸς ἡμᾶς· μὴ τὸ τούτου δύσκολον

μιμώμεθ' ἡμεῖς· ἂν γὰρ αἰσχύνηι τινὶ

αὕτη] περιπέσηι, τοῦτο κἀμοὶ γίνεται

 245ὄνειδο]ς. ὁ γὰρ ἔξωθεν οὐ τὸν αἴτιον

ὅστις] πότ' ἐστιν οἶδεν, ἀλλὰ τὸ γεγονός.

[         ]ν̣.

(Δα)    ὦ τᾶν, τὸν γέροντα, Γοργία,

δέδοικ'· ἐ]ὰν γὰρ τῆι θύραι προσιόντα με

λάβηι, κρ]εμᾶι παραχρῆμα.

Γο    δυσχρήστως γέ πως

 250[          ζυ]γομαχῶν τοῦτον οὔθ' ὅτωι τρόπωι

ἀναγκάσαι τις εἰς τὸ βέλτι[ον ......]ν

οὔτ' ἂν μεταπείσαι νουθετῶν ο[.......]ς

ἀλλ' ἐμποδὼν τῶι μὲν βιάσασθαι τὸν νόμον

ἔχει μεθ' αὑτοῦ, τῶι δὲ πεῖσαι τὸν τρόπον.

 255Δα μικρὸν δ' ἐπίσχες· οὐ μάτην γὰρ ἥκομεν,

ἀλλ' ὥσπερ εἶπον ἔρχετ' ἀνακάμψας πάλιν.

Γο ὁ τὴν χλανίδ' ἔχων; οὗτος ἐστὶν ὃν λέγεις;

(Δα) οὗτος.

(Γο)    κακοῦργος εὐθὺς ἀπὸ τοῦ βλέμματος.

Σω τὸν μὲν Γέταν οὐκ ἔνδον ὄντα κατέλαβον,

 260μέλλουσα δ' ἡ μήτηρ θεῶι θύειν τινί ‑

οὐκ οἶδ' ὅτωι ‑ ποιεῖ δὲ τοῦθ' ὁσημέραι,

περιέρχεται θύουσα τὸν δῆμον κύκλωι

ἅπαντ' ‑ ἀπέσταλκ' αὐτὸν αὐτόθεν τινὰ

μισθωσόμενον μάγειρον. ἐρρῶσθαι δὲ τῆι

 265θυσίαι φράσας ἥκω πάλιν πρὸς τἀνθάδε.

καί μοι δοκῶ τοὺς περιπάτους τούτους ἀφεὶς

αὐτὸς διαλέξεσθ' ὑπὲρ ἐμαυτοῦ. τὴν θύραν

κόψω δ', ἵν' ἦι μοι μηδὲ βουλεύσασθ' ἔτι.

Γο μειράκιον, ἐθελήσαις ἂν ὑπομεῖναι λόγον

 270σπουδαιότερόν μου;

(Σω)    καὶ μάλ' ἡδέως· λέγε.

(Γο) εἶναι νομίζω πᾶσιν ἀνθρώποις ἐγὼ

τοῖς τ' εὐτυχοῦσιν τοῖς τε πράττουσιν κακῶς

πέρας τι τούτου καὶ μεταλλαγήν τινα,

καὶ τῶι μὲν εὐτυχοῦντι μέχρι τούτου μένειν

 275τὰ πράγματ' εὐθενοῦντ' ἀεὶ τὰ τοῦ βίου

ὅσον ἂν χρόνον φέρειν δύνηται τὴν τύχην

μηδὲν ποήσας ἄδικον· εἰς δὲ τοῦθ' ὅταν

ἔλθηι προαχθεὶς τοῖς ἀγαθοῖς, ἐνταῦθά που

τὴν μεταβολὴν τὴν εἰς τὸ χεῖρον λαμβάνει·

 280τοῖς δ' ἐνδεῶς πράττουσιν, ἂν μηδὲν κακὸν

ποιῶσιν ἀποροῦντες, φέρωσιν δ' εὐγενῶς

τὸν δαίμον', εἰς πίστιν ποτ' ἐλθόντας χρόνωι,

βελτίον' εἶναι μερίδα προσδοκᾶν τινα.

τί οὖν λέγω; μήτ' αὐτός, εἰ σφόδρ' εὐπορεῖς,

 285πίστευε τούτωι, μήτε τῶν πτωχῶν πάλιν

ἡμῶν καταφρόνει· τοῦ διευτυχεῖν δ' ἀεὶ

πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον.

Σω ἄτοπον δέ σοι τι φαίνομαι νυνὶ ποεῖν;

(Γο) ἔργον δοκεῖς μοι φαῦλον ἐζηλωκέναι,

 290πείσειν νομίζων ἐξαμαρτεῖν παρθένον

ἐλευθέραν, ἢ καιρὸν ἐπιτηρῶν τινα

κατεργάσασθαι πρᾶγμα θανάτων ἄξιον

πολλῶν.

(Σω)    Ἄπολλον.

(Γο)    οὐ δίκαιόν ἐστι γοῦν

τὴν σὴν σχολὴν τοῖς ἀσχολουμένοις κακὸν

 295ἡμῖν γενέσθαι. τῶν δ' ἁπάντων ἴσθ' ὅτι

πτωχὸς ἀδικηθείς ἐστι δυσκολώτατο[ν.

πρῶτον μέν ἐστ' ἐλεινός, εἶτα λαμβάνει

οὐκ εἰς ἀδικίαν ὅσα πέπονθ', ἀλλ' εἰς [ὕβριν.

Σω μειράκιον, οὕτως εὐτυχοίης, βραχ[ύ τι μου

 300ἄκουσον ‑

(Δα)    εὖ γε, δέσποθ', οὕτω πολλά [μοι

ἀγαθὰ γένοιτο.

(Σω)    ‑ καὶ σύ γ', ὁ λαλῶν πρ[ὶν μαθεῖν.

κόρην τιν' εἶδο[ν ἐνθαδί· τ]αύτης ἐρῶ.

εἰ τοῦτ' ἀδίκημ' ε̣[ἴρηκ]α̣ς, ἠδίκηκ' ἴσως.

τί γὰρ ἄν τις εἴποι; π[λὴν π]ορεύομ' ἐνθάδε

 305οὐχὶ πρὸς ἐκείνην, βούλομαι δ' αὐτῆς ἰδεῖν

τὸν πατέρ'. ἐγὼ γάρ, ὢν ἐλεύθερος, βίον

ἱκανὸν ἔχων, ἕτοιμός εἰμι λαμβάνειν

αὐτὴν ἄπροικον, πίστιν ἐπιθεὶς διατελεῖν

στέργων. ἐπὶ κακῶι δ' εἰ προσελήλυθ' ἐνθάδε

 310ἢ βουλόμενος ὑμῶν ‹τι› κακοτεχνεῖν λάθραι,

οὗτός μ' ὁ Πάν, μειράκιον, αἱ Νύμφαι θ' ἅμα

ἀπόπληκτον αὐτοῦ πλησίον τῆς οἰκίας

ἤδη ποήσειαν. τετάραγμ', ‹εὖ› ἴσθ' ὅτι,

οὐδὲ μετρίως, εἴ σοι τοιοῦτος φαίνομαι.

 315Γο ἀλλ' εἴ τι κἀγὼ τοῦ δέοντος σφοδρότερον

εἴρηκα, μηδὲν τοῦτο λυπείτω σ' ἔτι.

ἅμα γὰρ μεταπείθεις ταῦτα καὶ φίλον μ' ἔχεις.

οὐκ ἀλλότριος δ' ὤν, ἀλλ' ἀδελφὸς τῆς κόρης

ὁμομήτριος, βέλτιστε, ταῦτά σοι λέγω.

 320Σω καὶ χρήσιμός γ' εἶ, νὴ Δί', εἰς τὰ λοιπά μοι.

(Γο) τί χρήσιμος;

(Σω)    γεννικὸν ὁρῶ σε τῶι τρόπωι.

(Γο) οὐ πρόφασιν εἰπὼν βούλομ' ἀποπέμψαι κενήν,

τὰ δ' ὄντα πράγματ' ἐμφανίσαι. ταύτηι πατήρ

ἐσθ' οἷος οὐδεὶς γέγονεν οὔτε τῶν πάλαι

 325ἄνθρωπος οὔτε τῶν καθ' ἡμᾶς.

(Σω)    ὁ χαλεπός·

σχεδὸν οἶδα.

(Γο)    ὑπερβολή τις ἐστὶν τοῦ κακοῦ.

τούτωι ταλάντων ἔστ' ἴσως τουτὶ δυεῖν

τὸ κτῆμα. τοῦτ' αὐτὸς γεωργῶν διατελεῖ

μόνος, συνεργὸν δ' οὐδέν' ἀνθρώπων ἔχων,

 330οὐκ οἰκέτην οἰκεῖον, οὐκ ἐκ τοῦ τόπου

μισθωτόν, οὐχὶ γείτον', ἀλλ' αὐτὸς μόνος.

ἥδιστόν ἐστ' αὐτῶι γὰρ ἀνθρώπων ὁρᾶν

οὐδένα. μεθ' αὑτοῦ τὴν κόρην ἐργάζεται

ἔχων τὰ πολλά· προσλαλεῖ ταύτηι μόνηι,

 335ἑτέρωι δὲ τοῦτ' οὐκ ἂν ποήσαι ῥαιδίως.

τότε φησὶν ἐκδώσειν ἐκείνην, ἡνίκ' ἂν

ὁμότροπον αὑτῶι νυμφίον λάβηι.

(Σω)    λέγεις

οὐδέποτε.

(Γο)    μὴ δὴ πράγματ', ὦ βέλτιστ', ἔχε·

μάτην γὰρ ἕξεις. τοὺς δ' ἀναγκαίους ἔα

 340ἡμᾶς φέρειν ταῦθ', οἷς δίδωσιν ἡ τύχη.

(Σω) πρὸς τῶν θεῶν οὐπώποτ' ἠράσθης τινός,

μειράκιον;

(Γο)    οὐδ' ἔξεστί μοι, βέλτιστε.

(Σω)    πῶς;

τίς ἔσθ' ὁ κωλύων;

(Γο)    ὁ τῶν ὄντων κακῶν

λογισμός, ἀνάπαυσιν διδοὺς οὐδ' ἡντινοῦν.

 345(Σω) οὔ μοι δοκεῖς· ἀπειρότερον γοῦν διαλέγει

περὶ ταῦτ'· ἀποστῆναι κελεύεις μ'. οὐκέτι

τοῦτ' ἐς]τὶν ἐπ' ἐμοί, τῶι θεῶι δέ.

(Γο)    τοιγαροῦν

οὐδὲ]ν ἀδικεῖς ἡμᾶς, μάτην δὲ κακοπαθεῖς.

(Σω) οὐκ, εἰ λά]βοιμι τὴν κόρην.

(Γο)    οὐκ ἂν λάβοις.

 350[        ]υνα †συν‹α›κολουθήσας ἐμοὶ

[        ]παρατης · πλησίον γὰρ τὴν νάπην

ἐργάζε]θ̣' ἡμῶν.

(Σω)    πῶς;

(Γο)    λόγον τιν' ἐμβαλῶ

περὶ τοῦ] γάμου ‹τοῦ› τῆς κόρης· τὸ τοιοῦτο γὰρ

ἴδοιμι κἂ]ν αὐτὸς γενόμενον ἄσμενος.

 355εὐθὺς μαχεῖται πᾶσι, λοιδορούμενος

εἰς τοὺς βίους οὓς ζῶσι· σὲ δ' [ἄγοντ' ἂν] ἴδηι

σχολὴν τρυφῶντά τ', οὐδ' ὁρῶν γ' ἀνέξεται.

Σω νῦν ἔστ' ἐκεῖ;

(Γο)    μὰ Δί', ἀλλὰ μ[ικρ]ὸν ὕστερον

ἔξεισιν ἣν εἴωθεν.

(Σω)    ὦ τᾶν, τὴν κόρην

 360ἄγων μεθ' αὑτοῦ, φήις;

(Γο)    ὅπως ἂν τοῦτό γε

τύχηι.

(Σω)    βαδίζειν ‹εἰμ'› ἕτοιμος οἷ λέγεις.

ἀλλ', ἀντιβολῶ, συναγώνισαί μοι.

(Γο)    τίνα τρόπον;

(Σω) ὅντινα τρόπον; προάγωμεν οἷ λέγεις.

(Δα)    τί οὖν;

ἐργαζομένοις ἡμῖν παρεστήξεις ἔχων

 365χλανίδα;

(Σω)    τί δὴ γὰρ οὐχί;

Δα    ταῖς βώλοις βαλεῖ

εὐθύς σ', ἀποκαλεῖ τ' ὄλεθρον ἀργόν. ἀλλὰ δεῖ

σκάπτειν μεθ' ἡμῶν σ'· εἰ τύχοι γάρ, τοῦτ' ἰδὼν

ἴσως ἂν ὑπομείνειε καὶ παρὰ σοῦ τινα

λόγον, νομίσας αὐτουργὸν εἶναι τῶι βίωι

 370πένητα.

(Σω)    ἕτοιμος πάντα πειθαρχεῖν. ἄγε.

Γο τί κακοπαθεῖν σαυτὸν βιάζηι;

Δα    βούλομαι

ὡς πλεῖστον ἡμᾶς ἐργάσασθαι τήμερον

τοῦτόν τε τὴν ὀσφῦν ἀπορρήξανθ' ἅμα

παύσασθ' ἐνοχλοῦνθ' ἡμῖν προσιόντα τ' ἐνθάδε.

 375Σω ἔκφερε δίκελλαν.

(Δα)    τὴν παρ' ἐμοῦ λαβὼν ἴθι.

τὴν αἱμασιὰν ἐποικοδομήσω γὰρ τέως

ἐγώ. ποητέον δὲ καὶ τοῦτ' ἐστί.

(Σω)    δός.

ἀπέσωσας.

‹Δα›    ὑπάγω, τρόφιμ'· ἐκεῖ διώκετε.

(Σω) οὕτως ἔχω· παραποθανεῖν ἤδη με δεῖ

 380ἢ ζῆν ἔχοντα τὴν κόρην.

(Γο)    εἴπερ λέγεις

ἃ φρονεῖς, ἐπιτύχοις.

(Σω)    ὦ πολυτίμητοι θεοί,

οἷς ἀποτρέπεις νυνὶ γὰρ ὡς οἴει με σύ,

τούτοις παρώξυμμ' εἰς τὸ πρᾶγμα διπλασίως.

εἰ μὴ γὰρ ἐν γυναιξίν ἐστιν ἡ κόρη

 385τεθραμμένη μηδ' οἶδε τῶν ἐν τῶι βίωι

τούτων κακῶν μηδὲν ὑπὸ τηθίδος τινὸς

δειδισαμένη μαίας τ', ἐλευθερίως δέ πως

μετὰ πατρὸς ἀγρίου μισοπονήρου τῶι τρόπωι,

πῶς οὐκ ἐπιτυχεῖν ἐστι ταύτης μακάριον;

 390ἀλλ' ἡ δίκελλ' ἄγει τάλαντα τέτταρα

αὕτη· προαπολεῖ μ'. οὐ μαλακιστέον δ' ὅμως,

ἐπείπερ ἦργμαι καταπονεῖν τὸ πρᾶγμ' ἅπαξ.

ΣΙΚΩΝ

τουτὶ τὸ πρόβατόν ἐστιν οὐ τὸ τυχὸν καλόν.

ἄπαγ' εἰς τὸ βάραθρον. ἂν μὲν αἰρόμενος φέρω

 395μετέωρον, ἔχεται τῶι στόματι θαλλοῦ, κράδης

κατεσθίει τὰ θρῖ', ἀποσπᾶι δ' εἰς βίαν.

ἐὰν δ' ἀφῆι χαμαί τις, οὐ προέρχεται.

τοὐναντίον δὴ γέγονε· κατακέκομμ' ἐγὼ

ὁ μάγειρος ὑπὸ τούτου νεωλκῶν τὴν ὁδόν.

 400ἀλλ' ἐστὶν εὐτυχῶς τὸ νυμφαῖον τοδ[ὶ

οὗ θύσομεν. τὸν Πᾶνα χαίρειν. παῖ Γέτα,

τοσοῦτ' ἀπολείπηι;

(ΓΕΤΑΣ)    τεττάρων γὰρ φορτίον

ὄνων συνέδησαν αἱ κάκιστ' ἀπολούμεναι

φέρειν γυναῖκές μοι.

(Σι)    πολύς τις ἔρχεται

 405ὄχλος ὡς ἔοικε. στρώματ' ἀδιήγηθ' ὅσα

φέρεις.

(Γε)    τί δ' ἐγ[ω...]

[Σι]    †ἔρεισον ταῦτα δεῦρο.

‹Γε›    ἰδού.

ἐὰν ἴδηι γὰρ ἐνύπνιον τὸν Πᾶνα τὸν

Παιανιοῖ, τούτωι βαδιούμεθ', οἶδ' ὅτι,

θύσοντες εὐθύς.

(Σι)    τίς δ' ἑόρακεν ἐνύπνιον;

 410(Γε) ἄνθρωπε, μή με κόπτε.

(Σι)    ὅμως εἶπον, Γέτα.

τίς εἶδεν;

(Γε)    ἡ κεκτημένη.

(Σι)    τί πρὸς θεῶν;

(Γε) ἀπολεῖς. ἐδόκει τὸν Πᾶνα ‑

(Σι)    τουτονὶ λέγεις;

(Γε) τοῦτον.

(Σι)    τί ποιεῖν;

(Γε)    τῶι τροφίμωι τῶι Σωστράτωι ‑

(Σι) κομψῶι νεανίσκωι γε.

(Γε)    περικρούειν πέδας.

 415(Σι) Ἄπολλον.

(Γε)    εἶτα δόντα διφθέραν τε καὶ

δίκελλαν ‹ἐν› τοῦ πλησίον τῶι χωρίωι

σκάπτειν κελεύειν.

(Σι)    ἄτοπον.

(Γε)    ἀλλὰ θύομεν

διὰ τοῦθ', ἵν' εἰς βέλτιον ἀποβῆι τὸ φοβερόν.

Σι μεμάθηκα. πάλιν αἴρου δὲ ταυτὶ καὶ φέρε

 420εἴσω. ποῶμεν στιβάδας ἔνδον εὐτρεπεῖς

καὶ τἆλλ' ἕτοιμα. μηδὲν ἐπικωλυέτω

θύειν γ' ἐπὰν ἔλθωσιν. ἀλλ' ἀγαθῆι τύχηι.

καὶ τὰς ὀφρῦς ἄνες ποτ', ὦ τρισάθλιε·

ἐγώ σε χορτάσω κατὰ τρόπον τήμερον.

 425Γε ἐπαινέτης σοῦ τ' εἰμι καὶ τῆς ‹σῆς› τέχνης

ἔγωγ' ἀεί ποτ' ‑ οὐχὶ πιστεύω δ' ὅμως.

ΧΟΡΟΥ

Κν γραῦ, τὴν θύραν κλείσασ' ἄνοιγε μηδενί,

ἕως ἂν ἔλθω δεῦρ' ἐγὼ πάλιν· σκότους

ἔσται δὲ τοῦτο παντελῶς, ὡς οἴομαι.

 430‹ΜΗΤΗΡ›

Πλαγγών, πορεύου θᾶττον· ἤδη τεθυκέναι

ἡμᾶς ἔδει.

Κν    τουτὶ τὸ κακὸν τί βούλεται;

ὄχλος τις. ἄπαγ' ἐς κόρακας.

(Μη)    αὔλει, Παρθενί,

Πανός· σιωπῆι, φασί, τούτωι τῶι θεῶι

οὐ δεῖ προσιέναι.

(Γε)    νὴ Δί' ἀπεσώθητέ γε.

 435‹Κν› ὦ Ἡράκλεις, ἀηδίας.

‹Γε›    καθήμεθα

χρόνον τοσοῦτον περιμένοντες.

(Μη)    εὐτρεπῆ

ἅπαντα δ' ἡμῖν ἐστι;

(Γε)    ναὶ μὰ τὸν Δία.

‹Μη› τὸ γοῦν πρόβατον ‑ μικροῦ τέθνηκε γάρ, τάλαν ‑

οὐ περιμένει τὴν σὴν σχολήν. ἀλλ' εἴσιτε·

 440κανᾶ πρόχειρα, χέρνιβας, θυλήματα

ποιεῖτε.

‹Γε›    ποῖ κέχηνας, ἐμβρόντητε σύ;

Κν κακοὶ κακῶς ἀπόλοισθε. ποιοῦσίν γε με

ἀργόν· καταλιπεῖν γὰρ μόνην τὴν οἰκίαν

οὐκ ἂν δυναίμην. αἱ δὲ Νύμφαι μοι κακὸν

 445ἀεὶ παροικοῦσ', ὥστε μοι δοκῶ πάλιν

μετοικοδομήσειν καταβαλὼν τὴν οἰκίαν

ἐντεῦθεν. ὡς θύουσι δ' οἱ τοιχωρύχοι·

κοίτας φέρονται, σταμνί', οὐχὶ τῶν θεῶν

ἕνεκ' ἀλλ' ἑαυτῶν. ὁ λιβανωτὸς εὐσεβὲς

 450καὶ τὸ πόπανον· τοῦτ' ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ

ἅπαν ἐπιτεθέν. οἱ δὲ τὴν ὀσφῦν ἄκραν

καὶ τὴν χολήν, ὅτι ἔστ' ἄβρωτα, τοῖς θεοῖς

ἐπιθέντες αὐτοὶ τἆλλα καταπίνουσι. γραῦ,

ἄνοιγε θᾶττον τὴν θύραν. [ποητέ]ον

 455ἐστὶν γὰρ ἡμῖν τἄνδον ὡς ἐμοὶ δοκεῖ.

(Γε) τὸ λεβήτιον, φήις, ἐπιλέλη[σθ]ε; παντελῶς

ἀποκραιπαλᾶτε. καὶ τί νῦν ποιήσομεν;

ἐνοχλητέον τοῖς γειτνιῶσι τῶι θεῶι

ἐσθ' ὡς ἔοικε. παιδίον. μὰ τοὺς θεοὺς

 460θεραπαινίδια γὰρ ἀθλιώτερ' οὐδαμοῦ

οἶμαι τρέφεσθαι. παῖδες. οὐδὲν ἄλλο πλὴν

κινητιᾶν ἐπίσταται ‑ παῖδες καλοί ‑

καὶ διαβαλεῖν ἐὰν ἴδηι τις. παιδίον.

τουτὶ τὸ κακὸν ‹τί› ἐστί; παῖδες. οὐδὲ εἷς

 465ἐστ' ἔνδον. ἠήν. προστρέχειν τις φαίνεται.

Κν τί τῆς θύρας ἅπτει, τρισάθλι', εἰπέ μοι,

ἄνθρωπε;

‹Γε›    μὴ δάκηις.

(Κν)    ἐγώ σε νὴ Δία,

καὶ κατέδομαί γε ζῶντα.

(Γε)    μή, πρὸς ‹τῶν› θεῶν.

(Κν) ἐμοὶ γάρ ἐστι συμβόλαιον, ἀνόσιε,

 470καὶ σοί τι;

(Γε) συμβόλαιον οὐδέν· τοιγαροῦν

προσελήλυθ' οὐ χρέος σ' ἀπαιτῶν οὐδ' ἔχων

κλητῆρας, ἀλλ' αἰτησόμενος λεβήτιον.

(Κν) λεβήτιον;

(Γε)    λεβήτιον.

‹Κν›    μαστιγία,

θύειν με βοῦς οἴει ποεῖν τε ταὔθ' ἅπερ

 475ὑμεῖς ποεῖτε;

(Γε)    οὐδὲ κοχλίαν ἔγωγέ σε.

ἀλλ' εὐτύχει, βέλτιστε. κόψαι τὴν θύραν

ἐκέλευσαν αἱ γυναῖκες αἰτῆσαί τε με.

ἐπόησα τοῦτ'· οὐκ ἔστι· πάλιν ἀπαγγελῶ

ἐλθὼν ἐκείναις. ὦ πολυτίμητοι θεοί,

 480ἔχις πολιὸς ἅνθρωπός ἐστιν οὑτοσί.

(Κν) ἀνδροφόνα θηρί'· εὐθὺς ὥσπερ πρὸς φίλον

κόπτουσιν. ἂν ἡμῶν προσιόντα τῆι θύραι

λάβω τιν', ἂν μὴ πᾶσι τοῖς ἐν τῶι τόπωι

παράδειγμα ποιήσω, νομίζεθ' ἕνα τινὰ

 485ὁρᾶν με τῶν πολλῶν. ὁ νῦν οὐκ οἶδ' ὅπως

διευτύχηκεν οὗτος, ὅστις ἦν ποτε.

Σι κάκιστ' ἀπόλοι'· ἐλοιδορεῖτό σοι; τυχὸν

ἤιτεις, σκατοφάγ'· ὡς οὐκ ἐπίστανταί τινες

ποιεῖν τὸ τοιοῦθ'· εὕρηκ' ἐγὼ τούτου τέχνην·

 490διακονῶ γὰρ μυρίοις ἐν τῆι πόλει

τούτων τ' ἐνοχλῶ τοῖς γείτοσιν καὶ λαμβάνω

σκεύη παρὰ πάντων. δεῖ γὰρ εἶναι κολακικὸν

τὸν δεόμενόν του. πρεσβύτερός τις τῆι θύραι

ὑπακήκο'· εὐθὺς πατέρα καὶ πάππα[ν λέγω.

 495γραῦς· μητέρ'. ἂν τῶν διὰ μέσου τ[ις ἦι γυνή,

ἐκάλεσ' ἱερέαν. ἂν θεράπων[

βέλτιστον. ὑμεῖς δὲ κρεμαν.[

ὢ τῆς ἀμαθίας. παιδίον παῖ[

ἐγώ. πρόελθε, πατρίδιον· σὲ β[ούλομαι.

 500Κν πάλιν αὖ σύ;

(Σι)    π̣[αῖ, τί το]ῦτ';

(Κν)    ἐρεθίζεις μ' ὡσπερεὶ

ἐπίτηδες, οὐκ εἴρηκά σοι πρὸς τὴν θύραν

μὴ προσιέναι; τὸν ἱμάντα δός, γραῦ.

(Σι)    μηδαμῶς,

ἀλλ' ἄφες.

(Κν)    ἄφες;

‹Σι›    βέλτιστε, ναὶ πρὸς ‹τῶν› θεῶν.

(Κν) ἧκε πάλιν.

(Σι)    ὁ Ποσειδῶν σε ‑

(Κν)    καὶ λαλεῖς ἔτι;

 505(Σι) αἰτούμενος χυτρόγαυλον ἦλθον.

(Κν)    οὐκ ἔχω

οὔτε χυτρόγαυλον οὔτε πέλεκυν οὔθ' ἅλας

οὔτ' ὄξος οὔτ' ἄλλ' οὐδέν, ἀλλ' εἴρηχ' ἁπλῶς

μὴ προσιέναι μοι πᾶσι τοῖς ἐν τῶι τόπωι.

(Σι) ἐμοὶ μὲν οὐκ εἴρηκας.

(Κν)    ἀλλὰ νῦν λέγω.

 510(Σι) νὴ σὺν κακῶι γ'. οὐδ' ὁπόθεν ἄν τις, εἰπέ μοι,

ἐλθὼν λάβοι φράσαις ἄν;

(Κν)    οὐκ ἐγὼ 'λεγον;

ἔτι μοι λαλήσεις;

(Σι)    χαῖρε πολλά.

(Κν)    οὐ βούλομαι

χαίρειν παρ' ὑμῶν οὐδενός.

(Σι)    μὴ χαῖρε δή.

(Κν) ὢ τῶν ἀνηκέστων κακῶν.

(Σι)    καλῶς γέ με

 515βεβωλοκόπηκεν. οἷόν ἐστ' ἐπιδεξίως

αἰτεῖν· διαφέρει νὴ Δί'. ἐφ' ἑτέραν θύραν

ἔλθηι τις; ἀλλ' εἰ σφαιρομαχοῦσ' ἐν τῶι τόπωι

οὕτως ἑτοίμως, χαλεπόν. ἆρά γ' ἐστί μοι

κράτιστον ὀπτᾶν τὰ κρέα πάντα; φαίνεται.

 520ἔστιν δέ μοι λοπάς τις. ἐρρῶσθαι λέγω

Φυλασίοις. τοῖς οὖσι τούτοις χρήσομαι.

(Σω) ὅστις ἀπορεῖ κακῶν, ἐπὶ Φυλὴν ἐλθέτω

κυνηγέτης. ὢ τρισκακοδαίμων, ὡς ἔχω

ὀσφῦν, μετάφρενον, τὸν τράχηλον, ἑνὶ λόγωι

 525ὅλον τὸ σῶμ'· εὐθὺς γὰρ ἐμπεσὼν πολύς,

νεανίας ἐγώ τις, ἐξαίρων ἄνω

σφόδρα τὴν δίκελλαν, ὡς ἂν ἐργάτης, βαθὺ

ἔπαιον. ἐπεκείμην φιλοπόνως, οὐ πολὺν

χρόνον. εἶτα καὶ μετεστρεφόμην τι, πηνίκα

 530ὁ γέρων πρόσεισι τὴν κόρην ἄγων ἅμα

σκοπούμενος. καὶ νὴ Δί' ἐλαβόμην τότε

τῆς ὀσφύος, λάθραι τὸ πρῶτον· ὡς μακρὸν

ἦν παντελῶς δὲ τοῦτο, λορδοῦν ἠρχόμην,

ἀπεξυλούμην ἀτρέμα δ'. οὐδεὶς ἤρχετο.

 535ὁ δ' ἥλιος κατέκα', ἑώρα τ' ἐμβλέπων

ὁ Γοργίας ὥσπερ τὰ κηλώνειά με

μόλις ἀνακύπτοντ' εἶθ' ὅλωι τῶι σώματι

πάλιν κατακύπτοντ'. "οὐ δοκεῖ μοι νῦν", ἔφη,

"ἥξειν ἐκεῖνος, μειράκιον." "τί οὖν," ἐγὼ

 540εὐθύς, "ποῶμεν; αὔριον τηρήσομεν

αὐτόν, τὸ δὲ νῦν ἐῶμεν;" ὅ τε Δᾶος παρῆν

ἐπὶ τὴν σκαπάνην διάδοχος. ἡ πρώτη μὲν οὖν

ἔφο]δος τοιαύτη γέγονεν. ἥκω δ' ἐνθάδε,

διὰ τί μὲν οὐκ ἔχω λέγειν μὰ τοὺς θεούς,

 545ἕλκ]ει δέ μ' αὐτόματον τὸ πρᾶγμ' εἰς τὸν τόπον.

Γε τί τὸ κακόν; οἴει χεῖρας ἑξήκοντά με,

ἄνθρωπ', ἔχειν; τοὺς ἄνθρακάς σοι ζωπυρῶ

[   ]μαι, φέρω πλύνω κατατέμνω σπλάγχν' ἅμα

μάττω περιφέρω τα.[........ ο]υτονί,

 550ὑπὸ τοῦ καπνοῦ τυφλὸς [......]ς τούτοις ὅλος.

ἄγειν δοκῶ μοι τὴν ἑορτήν.

Σω    παῖ Γέτα.

Γε ἐμὲ τίς;

(Σω)    ἐγώ.

(Γε)    σὺ δ' εἶ τίς;

(Σω)    οὐχ ὁρᾶις;

(Γε)    ὁρῶ·

τρόφιμος.

(Σω)    τί ποιεῖτ' ἐνθάδ', εἰπέ μοι;

(Γε)    τί γάρ;

τεθύκαμεν ἄρτι καὶ παρασκευάζομεν

 555ἄριστον ὑμῖν.

(Σω)    ἐνθάδ' ἡ μήτηρ;

(Γε)    πάλαι.

(Σω) ὁ πατὴρ δέ;

(Γε)    προσδοκῶμεν. ἀλλὰ πάραγε σύ.

(Σω) μικρὸν διαδραμών ‹γ'›. ἐνθαδὶ τρόπον τινὰ

γέγον' οὐκ ἄκαιρος ἡ θυσία· παραλήψομαι

τὸ μειράκιον τουτὶ γάρ, ἐλθὼν ὡς ἔχω,

 560καὶ τὸν θεράποντ' αὐτοῦ· κεκοινωνηκότες

ἱερῶν γὰρ εἰς τὰ λοιπὰ χρησιμώτεροι

ἡμῖν ἔσονται σύμμαχοι πρὸς τὸν γάμον.

(Γε) τί φήις; ἐπ' ἄριστόν τινας παραλαμβάνειν

μέλλεις πορευθείς; ἕνεκ' ἐμοῦ τρισχίλιοι

 565γένοισθ'· ἐγὼ μὲν γὰρ πάλαι τοῦτ' οἶδ', ὅτι

οὐ γεύσομ' οὐδενός· πόθεν γάρ; συνάγετε

πάντας. καλὸν γὰρ τεθύκαθ' ἱερεῖον, πάνυ

ἄξιον ἰδεῖν. ἀλλὰ ‹τὰ› γύναια ταῦτά μοι

(ἔχει γὰρ ἀστείως) μεταδοίη γ' ἄν τινος;

 570οὐδ' ἄν, μὰ τὴν Δήμητρ', ἁλὸς πικροῦ.

(Σω)    καλῶς

ἔσται, Γέτα, τὸ τήμερον ‑ μαντεύσομαι

τοῦτ' αὐτός, ὦ Πάν· ἀλλὰ μὴν προσεύχομαι

ἀεὶ παριών σοι ‑ καὶ φιλανθρωπεύσομαι.

ΣΙΜΙΧΗ

ὢ δυστυχής, ὢ δυστυχής, ὢ δυστυχής.

 575(Γε) ἄπαγ' εἰς τὸ βάραθρον· τοῦ γέροντός τις γυνὴ

προελήλυθεν.

(Σιμ)    τί πείσομαι; τὸν γὰρ κάδον

ἐκ τοῦ φρέατος βουλομένη τοῦ δεσπότου,

εἴ πως δυναίμην, ἐξελεῖν αὐτὴ λάθραι,

ἀνῆψα τὴν δίκελλαν ἀσθενεῖ τινι

 580καλωιδίωι σαπρῶι διερράγη τέ μοι

τοῦτ' εὐθύς.

‹Γε›    ὀρθῶς.

‹Σιμ›    ἐνσέσεικα θ' ἁθλία

καὶ τὴν δίκελλαν εἰς τὸ φρέαρ μετὰ τοῦ κάδου.

Γε ῥῖψαι τὸ λοιπόν σοι σεαυτήν ἐστ' ἔτι.

(Σιμ) ὁ δ', ἀπὸ τύχης κόπρον τιν' ἔνδον κειμένην

 585μέλλων μεταφέρειν, περιτρέχων ταύτην πάλαι

ζητεῖ βοᾶι τε ‑ καὶ ψοφεῖ γε τὴν θύραν.

Γε φεῦγ' ὦ πονηρά, φεῦγ'. ἀποκτενεῖ σε, γραῦ.

μᾶλλον δ' ἀμύνου.

Κν    ποῦ 'στιν ἡ τοιχωρύχος;

(Σιμ) ἄκουσα, δέσποτ', ἐνέβαλον.

(Κν)    βάδιζε δὴ

 590εἴσω.

(Σιμ)    τί ποιεῖν δ', εἰπέ μοι, μέλλεις;

(Κν)    ἐγώ;

δήσας καθιμήσω σε.

(Σιμ)    μὴ δῆτ', ὦ τάλαν.

(Κν) ταὐτῶι γε τούτωι σχοινίωι, νὴ τοὺς θεούς.

‹Γε› κράτιστον, εἴπερ ἐστὶ παντελῶς σαπρόν.

(Σιμ) τὸν Δᾶον ἐκ τῶν γειτόνων ἐγὼ καλῶ;

 595(Κν) Δᾶον καλεῖς, ἀνόσι', ἀνηιρηκυῖά [με;

οὔ σοι λέγω; θᾶττον βάδιζ' εἴσω. [τάλας

ἐγώ, τάλας τῆς νῦν ἐρημίας [

ὡς οὐδὲ εἷς. καταβήσομ' εἰ[ς τὸ φρέαρ· τί γὰρ

ἔτ' ἐστιν ἄλλο;

(Γε)    ἡμεῖς ποριοῦ[μεν ἁρπάγην

 600καὶ σχοινίον.

(Κν)    κακὸν κάκ[ιστά σ' οἱ θεοὶ

ἅπαντες ἀπολέσειαν εἴ τι μ[οι λαλεῖς.

(Γε) καὶ μάλα δικ[αίως. εἰς]πεπήδηκεν πάλιν.

ὢ τρισκακοδα[ίμων οὗ]τος· οἷον ζῆι βίον.

τοῦτ' ἐστὶν εἰλικρ[ινὴς] γεωργὸς Ἀττικός·

 605πέτραις μαχόμενος θύμα φερούσαις καὶ σφάκον

ὀδύνας ἐπισπᾶτ' οὐδὲν ἀγαθὸν λαμβάνων.

ἀλλ' ὁ τρόφιμος γὰρ οὑτοσὶ προσέρχεται

ἄγων μεθ' αὑτοῦ τοὺς ἐπικλήτους· ἐργάται

ἐκ τοῦ τόπου τινές εἰσιν. ὢ τῆς ἀτοπίας.

 610οὗτος τί τούτους δεῦρ' ἄγει νῦν; ἢ πόθεν

γεγονὼς συνήθης;

Σω    οὐκ ἂν ἐπιτρέψαιμί σοι

ἄλλως ποῆσαι. πάντ' ἔχομεν. ὦ Ἡράκλεις,

τουτὶ δ' ἀπαρνεῖταί τις ἀνθρώπων ὅλως,

ἐλθεῖν ἐπ' ἄριστον συνήθους τεθυκότος;

 615εἰμὶ γάρ, ἀκριβῶς ἴσθι, σοὶ πάλαι φίλος

πρὶν ἰδεῖν. λαβὼν ταῦτ' εἰσένεγκε Δᾶε σύ,

εἶθ' ἧκε.

Γο    μηδαμῶς μόνην τὴν μητέρα

οἴκοι καταλείπων ἀλλ' ἐκείνης ἐπιμελοῦ

ὧν ἂν δέηται· ταχὺ δὲ κἀγὼ παρέσομαι.

ΧΟΡΟΥ

 620Σιμ τίς ἂν βοηθήσειεν; ὢ τάλαιν' ἐγώ.

τίς ἂν βοηθήσειεν;

Σικ    Ἡράκλεις ἄναξ,

ἐάσαθ' ἡμᾶς πρὸς θεῶν καὶ δαιμόνων

σπονδὰς ποῆσαι. λοιδορεῖσθε, τύπτετε·

οἰμώζετ'· ὢ τῆς οἰκίας τῆς ἐκτόπου.

 625(Σιμ) ὁ δεσπότης ἐν τῶι φρέατι.

Σικ    πῶς;

(Σιμ)    ὅπως;

ἵνα τὴν δίκελλαν ἐξέλοι καὶ τὸν κάδον,

κατέβαινε, κἆιτ' ὤλισθ' ἄνωθεν, ὥστε καὶ

πέπτωκεν.

(Σικ)    οὐ γὰρ ὁ χαλεπὸς γέρων σφόδρα

οὗτος; καλά γ' ἐπόησε νὴ τὸν Οὐρανόν.

 630ὦ φιλτάτη γραῦ, νῦν σὸν ἔργον ἐστί.

(Σιμ)    πῶς;

(Σικ) ὅλμον τιν' ἢ λίθον τιν' ἢ τοιοῦτό τι

ἄνωθεν ἔνσεισον λαβοῦσα.

(Σιμ)    φίλτατε

κατάβα.

‹Σικ›    Πόσειδον, ἵνα τὸ τοῦ λόγου πάθω,

ἐν τῶι φρέατι κυνὶ μάχωμαι; μηδαμῶς.

 635(Σιμ) ὦ Γοργία, ποῦ γῆς ποτ' εἶ;

(Γο)    ποῦ γῆς ἐγώ;

τί ἐστί, Σιμίχη;

(Σιμ)    τί γάρ; πάλιν λέγω·

ὁ δεσπότης ἐν τῶι φρέατι.

Γο    Σώστρατε,

ἔξελθε δεῦρ'· ἡγοῦ, βάδιζ' εἴσω ταχύ.

Σικ εἰσὶν θεοί, μὰ τὸν Διόνυσον. οὐ δίδως

 640λεβήτιον θύουσιν, ἱερόσυλε σύ,

ἀλλὰ φθονεῖς· ἔκπιθι τὸ φρέαρ εἰσπεσών,

ἵνα μηδ' ὕδατος ἔχηις μεταδοῦναι μηδενί.

νυνὶ μὲν αἱ Νύμφαι τετιμωρημέναι

εἴσ' αὐτὸν ὑπὲρ ἐμοῦ δικαίως· οὐδὲ εἷς

 645μάγειρον ἀδικήσας ἀθῶιος διέφυγεν.

ἱεροπρεπής πως ἐστὶν ἡμῶν ἡ τέχνη.

[     ]ς τραπεζοποιὸν ὅ τι βούλει πόει.

ἀλλ' ἆ]ρα μὴ τέθνηκεν; πάππαν φίλτατον

κλάο]υ̣σ' ἀποιμώζει τις. οὐδὲν τοῦτό γε

(desunt uersus fere iv)

δηλονότι καθ[

 655οὕτως ἀνιμησ[

τὴν ὄψιν αὐτοῦ τ̣ι̣ν̣[

οἴεσθ' ἔσεσθαι, πρὸς θεῶν, βεβ[αμ]μένου,

τρέμοντος; ἀστείαν. ἐγὼ μὲν ἡδέως

ἴδοιμ' ἄν, ἄνδρες, νὴ τὸν Ἀπόλλω τουτονί.

 660ὑμεῖς δ' ὑπὲρ τούτων, γυναῖκες, σπένδετε.

εὔχεσθε τὸν γέροντα σωθῆναι ‑ κακῶς,

ἀνάπηρον ὄντα, χωλόν· οὕτω γίνεται

ἀλυπότατος γὰρ τῶιδε γείτων τῶι θεῶι

καὶ τοῖς ἀεὶ θύουσιν. ἐπιμελὲς δέ μοι

 665τοῦτ' ἐστίν, ἄν τις ἆρα μισθώσητ' ἐμέ.

(Σω) ἄνδρες, μὰ τὴν Δήμητρα, μὰ τὸν Ἀσκληπιόν,

μὰ τοὺς θεούς, οὐπώποτ' ἐν τὠμῶι βίωι

εὐκαιρότερον ἄνθρωπον ἀποπεπνιγμένον

ἑόρακα μικροῦ. τῆς γλυκείας διατριβῆς·

 670ὁ Γοργίας γάρ, ὡς τάχιστ' εἰσήλθομεν,

εὐθὺς κατεπήδησ' εἰς τὸ φρέαρ, ἐγὼ δὲ καὶ

ἡ παῖς ἄνωθεν οὐδὲν ἐποοῦμεν· τί γὰρ

ἐμέλλομεν; πλὴν ἡ μὲν αὑτῆς τὰς τρίχας

ἔτιλλ', ἔκλα', ἔτυπτε τὸ στῆθος σφόδρα,

 675ἐγὼ δ' ὁ χρυσοῦς, ὡσπερεὶ νὴ τοὺς θεοὺς

τροφὸς παρεστώς, ἐδεόμην γε μὴ ποεῖν

τοῦθ', ἱκέτευον, ἐμβλέπων ἀγάλματι

οὐ τῶι τυχόντι. τοῦ δὲ πεπληγμένου κάτω

ἔμελεν ἔλαττον ἤ τινός μοι, πλὴν ἀεὶ

 680ἕλκειν ἐκεῖνον· τοῦτ' ἐνώχλει μοι σφόδρα.

μικροῦ γε νὴ Δί' αὐτὸν εἰσαπολώλεκα·

τὸ σχοινίον γὰρ ἐμβλέπων τῆι παρθένωι

ἀφῆκ' ἴσως τρίς. ἀλλ' ὁ Γοργίας Ἄτλας

ἦν οὐχ ὁ τυχών· ἀντεῖχε καὶ μόλις ποτὲ

 685ἀνενήνοχ' αὐτόν. ὡς ἐκεῖνος ἐξέβη

δεῦρ' ἐξελήλυθ'· οὐ γὰρ ἐδυνάμην ἔτι

κατέχειν ἐμαυτόν, ἀλλὰ μικροῦ [τὴν κόρην

ἐφίλουν προσιών· οὕτω σφόδρ' ε[

ἐρῶ. παρασκευάζομαι δή ‑ τὴν θύραν

 690ψοφοῦσιν. ὦ Ζεῦ Σῶτερ, ἐκτόπου θέας.

Γο βούλει τι, Κνήμων; εἰπέ μοι.

(Κν)    τί [

φαύλως ἔχω.

(Γο)    θάρρει.

(Κν)    τεθάρ[ρηκ'. οὐκέτι

ὑμῖν ἐνοχλήσει τὸν ἐπίλοιπον γ̣ὰ̣[ρ χρόνον

Κνήμων.

(Γο)    τοιοῦτόν ἐστ' ἐρημία κακόν,

 695ὁρᾶις; ἀκαρὴς νῦν παραπόλωλας ἀρτίως.

τηρούμενον δὴ τηλικοῦτον τῶι βίωι

ἤδη καταζῆν δεῖ.

(Κν)    χαλεπῶς μὲν οἶδ' ὅτι

ἔχω, κάλεσον δέ, Γοργία, τὴν μητέρα,

ὡς ἔνι μάλιστα. τὰ κακὰ παιδεύειν μόνα

 700ἐπίσταθ' ἡμᾶς ὡς ἔοικε. θυγάτριον,

βούλει μ' ἀναστῆσαι λαβοῦσα;

Σω    μακάριε

ἄνθρωπε.

(Κν)    τί παρέστηκας ἐνταῦθ', ἄθ̣λ̣ι̣[ε;

(desunt uersus v)

[      ]εσοις ἐβουλόμην

[     Μυρ]ρίνη καὶ Γοργία,

 710ε.[                       ]ον προειλόμην

οὐκ ἴσωσ̣ [....]ι̣ κ[.]ι̣[.]ν οὐδ' ἂν εἷς δύναιτό με

τοῦτο μεταπεῖσαί τις ὑμῶν, ἀλλὰ συγχωρήσετε.

ἓν δ' ἴσως ἥμαρτον ὅστις τῶν ἁπάντων ὠιόμην

αὐτὸς αὐτάρκης τις εἶναι καὶ δεήσεσθ' οὐδενός.

 715νῦν δ' ἰδὼν ὀξεῖαν οὖσαν ἄσκοπόν τε τοῦ βίου

τὴν τελευτήν, εὗρον οὐκ εὖ τοῦτο γινώσκων τότε.

δεῖ γὰρ εἶναι ‑ καὶ παρεῖναι ‑ τὸν ἐπικουρήσοντ' ἀεί.

ἀλλὰ μὰ τὸν Ἥφαιστον ‑ οὕτω σφόδρα ‹δι›εφθάρμην ἐγὼ

τοὺς βίους ὁρῶν ἑκάστους τοὺς λογισμούς ‹θ'› ὃν τρόπον

 720πρὸς τὸ κερδαίνειν ἔχουσιν ‑ οὐδέν' εὔνουν ὠιόμην

ἕτερον ἑτέρωι τῶν ἁπάντων ἂν γενέσθαι. τοῦτο δὴ

ἐμποδὼν ἦν μοι. μόλις δὲ πεῖραν εἷς δέδωκε νῦν

Γοργίας, ἔργον ποήσας ἀνδρὸς εὐγενεστάτου·

τὸν γὰρ οὐκ ἐῶντά ‹τ' α›ὐτὸν προσιέναι ‹καὶ› τῆι θύραι

 725οὐ βοηθήσαντά ‹τ' α›ὐτῶι πώποτ' εἰς οὐδὲν μέρος,

οὐ προσειπόντ', οὐ λαλήσανθ' ἡδέως, σέσωχ' ὅμως.

ὅπερ ἂν ἄλλος καὶ δικαίως· "οὐκ ἐᾶις με προσιέναι·

οὐ προσέρχομ'· οὐδὲν ἡμῖν γέγονας αὐτὸς χρήσιμος·

οὐδ' ἐγὼ σοὶ νῦν." τί δ' ἐστί, μειράκιον; ἐάν ‹τ'› ἐγὼ

 730ἀποθάνω νῦν ‑ οἴομαι δέ, καὶ κακῶς ἴσως ἔχω ‑

ἄν τε περι‹σωθ›ῶ, ποοῦμαί σ' ὑόν, ἅ τ' ἔχων τυγχάνω

πάντα σαυτοῦ νόμισον εἶναι. τήνδε σοι παρεγγυῶ·

ἄνδρα δ' αὐτῆι πόρισον. εἰ γὰρ καὶ σφόδρ' ὑγιαίνοιμ' ἐγώ,

αὐτὸς οὐ δυνήσομ' εὑρεῖν· οὐ γὰρ ἀρέσει μοί ποτε

 735οὐδὲ εἷς. ἀλλ' ἐμὲ μέν, ‹ἂν ζῶ›, ζῆν ἐᾶθ' ὡς βούλομαι,

τἆλλα πρᾶττ' αὐτὸς παραλαβών. νοῦν ἔχεις σὺν τοῖς θεοῖς,

κηδεμὼν εἶ τῆς ἀδελφῆς εἰκότως. τοῦ κτήματος

ἐπιδίδου ‹σὺ› προῖκα τοὐμοῦ διαμετρήσας ‹θ›ἤμισυ,

τὸ δ' ἕτερον λαβὼν διοίκει κἀμὲ καὶ τὴν μητέρα.

 740ἀλλὰ κα]τάκλινόν με, θύγατερ. τῶν δ' ἀναγκαίων λέγειν

πλείον'] οὐκ ἀνδρὸς νομίζω· πλὴν ἐκεῖνό γ' ἴσθι, παῖ ‑

ὑπὲρ ἐ]μ̣οῦ γὰρ βούλομ' εἰπεῖν ὀλίγα σοι καὶ τοῦ τρόπου ‑

εἰ τοιοῦτ]οι πάντες ἦσαν, οὔτε τὰ δικαστήρια

ἦν ἄν, οὔθ' αὑτοὺς ἀπῆγον εἰς τὰ δεσμωτήρια,

 745οὔτε πόλεμος ἦν, ἔχων δ' ἂν μέτρι' ἕκαστος ἠγάπα.

ἀλλ' ἴσως ταῦτ' ἐστ' ἀρεστὰ μᾶλλον· οὕτω πράττετε.

ἐκποδὼν ὑμῖν ‹ὁ› χαλεπὸς δύσκολός τ' ἔσται γέρων.

(Γο) ἀλλὰ δέχομαι ταῦτα πάντα. δεῖ δὲ μετὰ σοῦ νυμφίον

ὡς τάχισθ' εὑρεῖν ‹τιν'› ἡμᾶς τῆι κόρηι, σοὶ συνδοκοῦν.

 750Κν οὗτος, εἴρηχ' ὅσ' ἐφρόνουν σοι· μὴ 'νόχλει, πρὸς τῶν θεῶν.

Γο βούλεται γὰρ ἐντυχεῖν σοι ‑

(Κν)    μηδαμῶς, πρὸς τῶν θεῶν.

(Γο) τὴν κόρην αἰτῶν τις.

(Κν)    οὐδὲν ἔτι ‹τοιοῦτό› μοι μέλει.

(Γο) ὅ ‹σε› συνεκσώσας.

(Κν)    ὁ ποῖος;

(Γο)    οὑτοσί. πρόσελθε σύ.

(Κν) ἐπικέκαυται μέν. γεωργός ἐστι;

(Γο)    καὶ μάλ', ὦ πάτερ.

 755οὐ τρυφῶν οὐδ' οἷος ἀργὸς περιπατεῖν τὴν ἡμέραν

[         ].γ̣ενος ..[

[         ]σ̣δίδου ποεῖ ‹τε› του[

[Κν] εἰσκυ]κλεῖτ' εἴσω με.

()    καὶ[

ἐπιμ]ελοῦ τούτου. τὸ λο[ιπὸν] ἐγγυᾶν[

 760τὴν] ἀδελφήν.

(Γο)    ἐπανένεγκε ταῦτα, [Σ]ώστ[ραθ', οἷς σε δεῖ.

[Σω] οὐ[δ]ὲν ὁ πατὴρ ἀντερεῖ [μοι].

(Γο)    τοιγαροῦν ἔγωγέ σοι

ἐγγυῶ δίδωμι πάντων τῶν θεῶν ἐναντίον

†ενεγκεινος δίκαιόν ἐστι π.[.]θη, Σώστρατε.

οὐ πεπλασμένωι γὰρ ἤθει πρὸς τὸ πρᾶγμ' ἐλήλυθας,

 765ἀλλ' ἁπλῶς, καὶ πάντα ποιεῖν ἠξίωσας τοῦ γάμου

ἕνεκα, τρυφερὸς ὢν δίκελλαν ἔλαβες, ἔσκαψας, πονεῖν

ἠθέλησας. ἐν δὲ τούτωι τῶι μέρει μάλιστ' ἀνὴρ

δείκνυτ', ἐξισοῦν ἑαυτὸν ὅστις ὑπομένει τινὶ

εὐπορῶν πένητι· καὶ γὰρ μεταβολὰς οὗτος τ̣ύ̣χ̣[ης

 770ἐγκρατῶς οἴσει. δέδωκας πεῖραν ἱκανὴν τοῦ τρόπου.

διαμένοις μόνον τοιοῦτος.

(Σω)    πολὺ μὲν οὖν κρείττω̣[ν ἔτι.

ἀλλ' ἐπαινεῖν αὑτόν ἐστι φορτικόν ‹τι› πρᾶγμ' ἴσως.

εἰς καλὸν δ' ὁρῶ παρόντα τὸν πατέρα.

(Γο)    Καλλιππίδης

ἐστὶ σοῦ πατήρ;

(Σω)    πάνυ μὲν οὖν.

(Γο)    νὴ Δία πλούσιός γ' ἀνήρ,

 775‹καὶ› δικαίως ‹γ' ὡς› γεωργὸς ἄμαχος.

ΚΑΛΛΙΠΠΙΔΗΣ    ἀπολέλειμμ' ἴσως.

‹οἱ δὲ› καταβεβρωκότες δὴ τὸ πρόβατον φροῦδοι πάλαι

εἰσὶν εἰς ἀγρόν.

Γο    Πόσειδον, ὀξυπείνως πως ἔχει.

αὐτίκ' αὐτῶι ταῦτ' ἐροῦμεν;

(Σω)    πρῶτον ἀριστησάτω·

πραότερος ἔσται.

(Κα)    τί τοῦτο, Σώστρατ'; ἠριστήκατε;

 780‹Σω› ἀλλὰ καὶ σοὶ παραλέλειπται. πάραγε.

(Κα)    τοῦτο δὴ ποῶ.

Γο εἰσιὼν αὐτῶι λαλεῖ ‹νῦν›, εἴ τι βούλει τῶι πατρὶ

κατὰ μόνας.

(Σω)    ἔνδον περιμενεῖς, οὐ γάρ;

(Γο)    οὐκ ἐξέρχομαι

ἔνδοθεν.

(Σω)    μικρὸν διαλιπὼν παρακαλῶ τοίνυν ‹σ'› ἐγώ.

ΧΟΡΟΥ

Σω οὐχ ὡς ἐβουλόμην ἅπαντά μοι, πάτερ,

 785οὐδ' ὡς προσεδόκων γίνεται παρὰ σοῦ.

(Κα)    τί δέ;

οὐ συγκεχώρηχ'; ἧς ἐρᾶις σε λαμβάνειν

καὶ βούλομαι καί φημι δεῖν.

(Σω)    οὔ μοι δοκεῖς.

(Κα) νὴ τοὺς θεοὺς ἔγωγε, γινώσκων ὅτι

νέωι γάμος βέβαιος οὕτως γίνεται

 790ἐὰν δι' ἔρωτα τοῦτο συμπεισθῆι ποεῖν.

(Σω) ἔπειτ' ἐγὼ μὲν τὴν ἀδελφὴν λήψομαι

τὴν τοῦ νεανίσκου, νομίζων ἄ[ξιον

ἡμῶν ἐκεῖνον· πῶς δὲ τοῦτο νῦ[ν σὺ φήις,

οὐκ ἀντιδώσειν τὴν ἐμήν;

(Κα)    αἰσχρὸν λέγεις;

 795νύμφην γὰρ ἅμα καὶ νυμφίον πτωχοὺς λαβεῖν

οὐ βούλομ', ἱκανὸν δ' ἐστὶν ἡμῖν θάτερον.

(Σω) περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος.

εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι

εἰς πάντα τὸν χρόνον, φύλαττε μηδενὶ

 800τοῦ σοῦ μεταδιδούς· ὧν δὲ μὴ σὺ κύριος

εἶ, μηδὲ σαυτοῦ τῆς τύχης δὲ πάντ' ἔχεις,

μή τι φθονοίης, ὦ πάτερ, τούτων τινί.

αὕτη γὰρ ἄλλωι, τυχὸν ἀναξίωι τινί,

παρελομένη σοῦ πάντα προσθήσει πάλιν.

 805διόπερ ἐγώ σε φημὶ δεῖν, ὅσον χρόνον

εἶ κύριος, χρῆσθαι σε γενναίως, πάτερ,

αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποεῖν

ὡς ἂν δύνηι πλείστους διὰ σαυτοῦ. τοῦτο γὰρ

ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχηις,

 810ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν.

πολλῶι δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος

ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις.

Κα οἶσθ' οἷός εἰμι, Σώστραθ'· ἃ συνελεξάμην

οὐ συγκατορύξω ταῦτ' ἐμαυτῶι ‑ πῶς γὰρ ἄν; ‑

 815σὰ δ' ἐστί. βούλει περιποήσασθαί τινα

φίλον δοκιμάσας· πρᾶττε τοῦτ' ἀγαθῆι τύχηι.

τί μοι λέγεις γνώμας; †πόριζε βάδιζε †

δίδου, μεταδίδου· συμπέπεισμαι πάντα σοι

ἑκών.

(Σω)    ἑκών;

‹Κα›    εὖ ἴσθι· μηδὲν τοῦτό σε

 820ταραττέτω.

(Σω)    τὸν Γοργίαν τοίνυν καλῶ.

Γο ἐπακήκο' ὑμῶν ἐξιὼν πρὸς τῆι θύραι

ἅπαντας οὓς εἰρήκατ' ἐξ ἀρχῆς λόγους.

τί οὖν; ἐγώ σ‹ε, Σ›ώστρατ', εἶναι μὲν φίλον

ὑπολαμβάνω σπουδαῖον ἀγαπῶ τ' ἐκτόπως,

 825μείζω δ' ἐμαυτοῦ πράγματ' οὔτε βούλομαι

οὔτ' ἂν δυναίμην μὰ Δία βουληθεὶς φέρειν.

(Σω) οὐκ οἶδ' ὅ τι λέγεις.

(Γο)    τὴν ἀδελφὴν τὴν ἐμὴν

δίδωμί σοι γυναῖκα, τὴν δὲ σὴν λαβεῖν ‑

καλῶς ἔχει μοι.

(Σω)    πῶς καλῶς;

(Γο)    οὐχ ἡδύ μοι

 830εἶναι τρυφαίνειν ἀλλοτρίοις πόνοις δοκεῖ,

συλλεξάμενον δ' αὐτόν.

(Σω)    φλυαρεῖς, Γοργία.

οὐκ ἄξιον κρίνεις σεαυτὸν τοῦ γάμου.

(Γο) ἐμαυτὸν εἶναι κέκρικ' ἐκείνης ἄξιον,

λαβεῖν δὲ πολλὰ μίκρ' ἔχοντ' οὐκ ἄξιον.

 835Κα νὴ τὸν Δία τὸν μέγιστον εὐγενῶς γέ πως

[        ]ος εἶ.

(Γο)    πῶς;

(Κα)    οὐκ ἔχων βούλει δοκεῖν

[        ]ἐπειδὴ συμπεπεισμένον μ' ὁρᾶις

[        ]ε τούτωι μ' ἀναπέπεικας· διπλασίως

[        ]ων πένης ‹    › ἀπόπληκτός θ' ἅμα

 840[        ]σ̣ ὑποδείκνυσιν εἷς σωτηρίαν.

[Σω   ].λοιπόν ἐστιν ἡμῖν ἐγγυᾶν.

(Κα) ἀλλ' ἐγγυῶ παίδων ἐπ' ἀρότωι γνησίων

τὴν θυγατέρ' ἤδη μειράκιόν σοι προῖκά τε

δίδωμ' ἐπ' αὐτῆι τρία τάλαντα.

(Γο)    ἐγὼ δέ γε

 845ἔχω τάλαντον προῖκα τῆς ἑτέρας.

(Κα)    ἔχεις;

μὴ δῶις σὺ λίαν.

(Γο)    ἀλλ' ἔχω τὸ χωρίον.

‹Κα› κέκτησ' ὅλον σύ, Γοργία. τὴν μητέρα

ἤδη σὺ δεῦρο τήν τ' ἀδελφὴν μετάγαγε

πρὸς τὰς γυναῖκας τὰς παρ' ἡμῖν.

(Γο)    ἀλλὰ χρή.

 850(Σω) τὴν νύκτα [

πάντες μεν̣[                  το]ὺς γάμους

ποήσομεν. καὶ τὸν γέροντα, Γοργία,

κομίσατε δεῦρ'· ἕξει τὰ δέοντ' ἐνταῦθ' ἴσως

μᾶλλον παρ' ἡμῖν.

(Γο)    οὐκ ἐθελήσει, Σώστρατε.

 855(Σω) σύμπεισον αὐτόν.

(Γο)    ἂν δύνωμαι.

(Σω)    δεῖ πότον

ἡμῶν γενέσθαι, παππία, νυνὶ καλόν,

καὶ τῶν γυναικῶν παννυχίδα.

(Κα)    τοὐναντίον

πίοντ' ἐκεῖναι, παννυχιοῦμεν οἶδ' ὅτι

ἡμεῖς. παράγων δ' ὑμῖν ἑτοιμάσω τι νῦν

 860προὔργου.

Σω    πόει τοῦτ'· οὐδενὸς χρὴ πράγματος

τὸν εὖ φρονοῦνθ' ὅλως ἀπογνῶναί ποτε.

ἁλωτὰ γίνετ' ἐπιμελείαι καὶ πόνωι

ἅπαντ'. ἐγὼ τούτου παράδειγμα νῦν φέρω·

ἐν ἡμέραι μιᾶι κατείργασμαι γάμον

 865‹ὃν› οὐδ' ἂν εἷς ποτ' ὤιετ' ἀνθρώπων ὅλως.

Γο προάγετε δὴ θᾶττόν ποθ' ὑμεῖς.

Σω    δεῦτε δή.

μῆτερ, δέχου ταύτας. ὁ Κνήμων δ' οὐδέπω;

(Γο) ὃς ἱκέτευεν ἐξαγαγεῖν τὴν γραῦν ἔτι,

ἵν' ἦι τελέως μόνος καθ' αὑτόν;

(Σω)    ὢ τρόπου

 870ἀμάχου.

(Γο)    τοιοῦτος.

‹Σω›    ἀλλὰ πολλὰ χαιρέτω.

ἡμεῖς δ' ἴωμεν.

(Γο)    Σώστραθ', ὑπεραισχύνομαι

γυναιξὶν ἐν ταὐτῶι ‑

(Σω)    τίς ὁ λῆρος; οὐ πρόει;

οἰκεῖα ταῦτ' ἤδη νομίζειν πάντα δεῖ.

Σιμ ἄπειμι νὴ τὴν Ἄρτεμιν κἀγώ. μόνος

 875ἐνταῦθα κατακείσει. τάλας σὺ τοῦ τρόπου.

πρὸς τὸν θεόν σε βουλομένων [τούτων ἄγειν

ἀντεῖπας. ἔσται μέγα κακὸν πάλιν [τί σοι,

νὴ τὼ θεώ, ‹καὶ› μεῖζον ἢ νῦν εὖ πά[νυ.

Γε ἐγὼ προσελθὼν ὄψομαι δεῦρ[

   αὐλεῖ.

 880τί μοι προσαυλεῖς, ἄθλι' οὗτος; οὐδέπω σχολή [μοι.

πρὸς τὸν κακῶς ἔχοντα πέμπουσ' ἐνθαδί μ'· ἐπίσ[χες.

Σιμ καὶ παρακαθήσθω γ' εἰσιὼν αὐτῶι τις ἄλλος ὑμῶν.

ἐγὼ δ' ἀποστέλλουσα τροφίμην βούλομαι λαλῆσαι

ταύτηι, προσειπεῖν, ἀσπάσασθαι.

(Γε)    νοῦν ἔχεις· βάδιζε.

 885τοῦτον δὲ θεραπεύσω τέως ἐγώ. πάλαι δ̣[έδοκται

τ[ούτο]υ̣ λαβεῖν τὸν καιρόν, ἀλλὰ διαπον̣[εῖν ἔδει με.

[                    ]ετ̣ει καὶ τῶν β̣[

ο]ὔπω δυνησ̣[                      ]ι̣, μάγειρε.

Σίκων, πρόελθε δεῦρό μοι [σὺ θᾶττο]ν. ὦ Πόσειδον,

 890οἵαν ἔχειν οἶμαι διατριβήν.

(Σικ)    σύ με καλεῖς;

(Γε)    ἔγωγε.

τιμωρίαν βούλει λαβεῖν ὧν ἀρτίως ἔπασχες;

(Σικ) ἐγὼ δ' ἔπασχον ἀρτίως; οὐ λαικάσει φλυαρῶν;

(Γε) ὁ δύσκολος [γέρ]ων καθεύδει μόνος.

(Σικ)    ἔχει δὲ ‹δὴ› πῶς;

[Γε] οὐ παντάπασιν ἀθλίως.

(Σικ)    οὐκ ἂν δύναιτό γ' ἡμᾶς

 895τύπτειν ἀναστάς;

(Γε)    οὐδ' ἀναστῆναι ‹γάρ›, ὡς ἐγὦιμαι.

(Σικ) ὡς ἡδὺ πρᾶγμά μοι λέγεις. αἰτήσομ' εἰσιών τι·

ἔξω γὰρ ἔσται τῶν φρενῶν.

(Γε)    ‹τί δ' ἄν,› τὸ δεῖνα, πρῶτον

ἔξω προελκύσωμεν αὐτόν, εἶτα θέντες αὐτοῦ

κόπτωμεν οὕτω τὰς θύρας, αἰτῶμεν, ἐπιφλέγωμεν;

 900ἔσται τις ἡδονή, λέγω.

(Σικ)    τὸν Γοργίαν δέδοικα

μὴ καταλαβὼν ἡμᾶς καθαίρηι.

Γε    θόρυβός ἐστιν ἔνδον,

πίνουσιν. οὐκ αἰσθήσετ' οὐδείς. τὸ δ' ὅλον ἐστὶν ἡμῖν

ἅνθρωπος ἡμερωτέος· κηδεύομεν γὰρ αὐτῶι,

οἰκεῖος ἡμῖν γίνετ'· εἰ δ' ἔσται τοιοῦτος αἰεί,

 905ἔργον ὑπενεγκεῖν, πῶς γὰρ οὔ;

(Σικ)    λαθεῖν μόνον ἐπιθύμει

αὐτὸν φέρων δεῦρ' εἰς τὸ πρόσθεν.

‹Γε›    πρόαγε δὴ σύ.

‹Σικ›    μικρὸν

πρόσμεινον, ἱκετεύω σε· μή με καταλιπὼν ἀπέλθηις.

‹Γε› καὶ μὴ ψόφει, πρὸς τῶν θεῶν.

(Σικ)    ἀλλ' οὐ ψοφῶ μὰ τὴν Γῆν.

‹Γε› εἰς δεξιάν.

(Σικ)    ἰδού.

‹Γε›    θὲς αὐτοῦ. νῦν ὁ καιρός.

‹Σικ›    εἶἑν·

 910ἐγὼ προάξω πρότερος. ἤν. καὶ τὸν ῥυθμὸν σὺ τήρει.

‹παῖ›, παιδίον, παῖδες ‹καλοί›, παῖ, παιδία.

‹Κν›    οἴχομ', οἴμοι.

‹Σικ› παῖδες καλοί, παῖ, παιδίον, ‹παῖ›, παῖδες.

‹Κν›    οἴχομ', οἴμοι.

‹Σικ› τίς οὗτος; ἐντεῦθέν τις εἶ;

(Κν)    ‹δη›λονότι. σὺ δὲ τί βούλει;

‹Σικ› λέβητας αἰτοῦμαι παρ' ὑμῶν καὶ σκάφην.

(Κν)    τίς ἄν με

 915στήσειεν ὀρθόν;

(Σικ)    ἔστιν ὑμῖν, ἔστιν ὡς ἀληθῶς.

καὶ τρίποδας ἑπτὰ καὶ τραπέζας δώδεκ'· ἀλλά, παῖδες,

τοῖς ἔνδον ‹εἰς›αγγείλατε· σπεύδω γάρ.

(Κν)    οὐδέν ἐστιν.

(Σικ) οὐκ ἔστιν;

(Κν)    ‹ἀλλ'› ἀκήκοας μυριάκις.

(Σικ)    ἀποτρέχω δή.

Κν ὢ δυστυχὴς ἐγώ. τίνα τρόπον ἐνθαδὶ προήχθην;

 920τίς μ' εἰ]ς τὸ πρόσθεν κατατέθηκεν; ἄπαγε δὴ σύ.

‹Γε›    καὶ δή.

παῖ, παι]δίον, γυναῖκες, ἄνδρες, παῖ θυρωρέ.

(Κν)    μαίνει,

ἄνθρωπε· τὴν θύραν κατάξεις.

(Γε)    δάπιδας ἐννέ' ἡμῖν

χρήσα]τ̣ε.

(Κν)    πόθεν;

(Γε)    καὶ παραπέτασμα βαρβαρικὸν ὑφαντόν

[      ]ποδῶν τὸ μῆκος ἑκατόν.

(Κν)    εἴθε μοι γένοιτο

 925[      πο]θεν. γραῦ. ποῦ 'στιν ‹ἡ› γραῦς;

(Γε)    ἐφ' ἑτέραν βαδίζω

θύραν;

(Κν)    ἀπαλλάγητε δή. γραῦ. Σιμίχη. κακὸν δὲ

κακῶς ‹σ'› ἅπαντες ἀπολέσειαν οἱ θεοί. τί βούλει;

(Σικ) κρατῆρα βούλομαι λαβεῖν χαλκοῦν μέγαν.

(Κν)    τίς ἄν με

στήσειεν ὀρθόν;

(Γε)    ἔστιν ὑμῖν, ἔστιν ὡς ἀληθῶς

 930τὸ παραπέτασμα, παππία, πατρίδιον.

‹Κν›    οὐδ' ὁ κρατήρ.

τὴν Σιμίχην ἀποκτενῶ.

(Σικ)    κάθου ‹σὺ› μη‹δὲ› γρύζων.

φεύγεις ὄχλον, μισεῖς γυναῖκας, οὐκ ἐᾶις κομίζειν

εἰς ταὐτὸ τοῖς θύουσι σαυτόν· πάντα ταῦτ' ἀνέξει.

οὐδεὶς βοηθός σοι πάρεστιν. πρῖε σαυτὸν αὐτοῦ.

 935ἄκουε δ' ἑξῆς πάντα γ̣α̣[    ]...[     ]τι̣σ̣[

[         ]αγκας οὐδὲ τὴν[             ]ι̣

[       ]ον αἱ γυναῖκες .[            ]παρ' ὑμῶν.

[     γυν]αικὶ τῆι τε παιδὶ [περιβ]ολαὶ τὸ πρῶτον

[    φιλή]ματ'· οὐκ ἀηδὴς διατριβή τις αὐτῶν

 940[...]ρ[...] ἄνωθεν ηὐτρέπιζον συμπόσιον ἐγώ τι

τοῖς ἀνδράσιν· τούτοις ‑ ἀκούεις; μὴ κάθευδε.

(Γε)    μὴ γάρ.

‹Κν› οἴμοι.

(Σικ)    ‹˘ˉ› βούλει παρεῖναι; πρόσ[εχε] καὶ τὰ λοιπά.

σπονδὴ παρῆν· ἐστρώννυτο στιβὰς χαμαί· τραπέζας

ἔγωγε ‑ τοῦτο γὰρ ποεῖν ἐμοὶ προσῆκ' ‑ ἀκούεις;

 945μάγειρος ὢν γὰρ τυγχάνω, μέμνησο.

‹Γε›    μαλακὸς ἁνήρ.

(Σικ) ἄλλος δὲ χερσὶν Εὔιον γέροντα πολιὸν ἤδη

ἔκλινε κοῖλον εἰς κύτος, μειγνύς τε νᾶμα Νυμφῶν

ἐδεξιοῦτ' αὐτοῖς κύκλωι, καὶ ταῖς γυναιξὶν ἄλλος.

ἦν δ' ὡσπερεὶ 'ς ἄμμον φοροίης· ταῦτα μανθάνεις σύ;

 950καί τις βραχεῖσα προσπόλων εὐήλικος προσώπου

ἄνθος κατεσκιασμένη χορεῖον εἰσέβαινε

ῥυθμὸν μετ' αἰσχύνης ὁμοῦ μέλλουσα ‹καὶ› τρέμουσα,

ἄλλη δὲ συγκαθῆπτε ταύτηι χεῖρα κἀχόρευεν.

(Γε) ὦ πρᾶγμα πάνδεινον παθών, χόρευε, συνεπίβαινε.

 955‹Κν› τί π‹ο›τ' ἔτι βούλεσθ', ἄθλιοι;

(Γε)    μᾶλλον ‹σὺ› συνεπίβαινε.

ἄγροικος εἶ.

‹Κν›    μὴ πρὸς θεῶν.

‹Γε›    οὐκοῦν φέρωμεν εἴσω

ἤδη σε;

‹Κν›    τί ποήσω;

‹Γε›    χόρευε δὴ σύ.

(Κν)    φέρετε. κρεῖττον

ἴσως ὑπομένειν ἐστὶ τἀκεῖ.

(Γε)    νοῦν ἔχεις. κρατοῦ‹μεν›.

ὢ καλλίνικοι. παῖ Δόναξ, Σίκων σύ γε,

 960αἴρεσθε τοῦτον, εἰσφέρετε. φύλαττε δὴ

σεαυτόν, ὡς ἐάν σε παρακινοῦντά τι

λάβωμεν αὖτις, οὐδὲ μετρίως ἴσθ' ὅτι

χρησόμεθά σοι τὸ τηνικάδ'. ἰώ, ἐκδότω

στεφάνους τις ἡμῖν, δᾶιδα. τουτονὶ λαβέ.

 965εἶἑν. συνησθέντες κατηγωνισμένοις

ἡμῖν τὸν ἐργώδη γέροντα, φιλοφρόνως

μειράκια, παῖδες, ἄνδρες, ἐπικροτήσατε.

ἡ δ' εὐπάτειρα φιλόγελώς τε παρθένος

Νίκη μεθ' ἡμῶν εὐμενὴς ἕποιτ' ἀεί.