1526 164 17 10 199 0 VI sec. a. C. Lirica Anacreon Fragmenta Page, D. L., Oxford, Clarendon Press, 1962. Rist.: 1967 4

Anacreon - Fragmenta

Fr. 1 I

. . .

οὐδε...[.]σ.φ..α..[...]..[

φοβερὰς δ' ἔχεις πρὸς ἄλλωι

φρένας, ὦ καλλιπρό[ς]ωπε παίδ[ων·

καί σε δοκεῖ μενε[...̣].....[

   5πυκινῶς ἔχουσα[

ἀτιτάλλειν· σ[.].[....]...[

τὰς ὑακιν[θίνας ἀρ]ούρας

ἵ]να Κύπρις ἐκ λεπάδνων

....][.]α[ς κ]ατέδησεν ἵππους·

  10......]δ' ἐν μέσωι κατῆξας

......]ωι δι' ἅσσα πολλοὶ

πολ]ιητέων φρένας ἐπτοέαται·

λεωφ]όρε λεωφόρ' Ἡρο[τ]ίμη,

Fr. 1 II

[]λη γάρ εἰς·

[    ]ειν·

[   ]κ̣ι

[     ]ο̣ν

   5. . .

Fr. 1 IV

[χα]λεπ̣ῶ̣ι̣ δεπυκτάλιζ.[

[   ]αν ὁρέω τε κἀνακύπτω[

[   ].ωι πολλὴν ὀφείλω

[]ν̣ χάριν ἐκφυγὼν ἔρωτα[

[ ]νυσε παντάπασι, δεσμ[ῶν

[ ]. χαλεπῶν δι' Ἀφροδίτη[

[  ]φέροι μὲν οἶνον ἄγγ.[

[   ]φέροι δ' ὕδω[ρ].λαφλ̣[

[    ].ε καλέοι[..]ιν[

[    ]χαρις, ἄρτ̣[..]ς δ[

[          ].[

. . .

. . .

[    ].[

[   ]α·λε[

[   ]πεσ[

[ ]ννυχ[

   5[ ] ειδε̣μ.[

ἡδύ τε καὶ π̣[

ἀλλ' ἐρόεντα[

δῶρα πάρεστ[

Πιερίδων, β[

  10κα[ὶ] Χάρισιν,[

δ' ἡ[....]̣.[.].[

.[

‹quot vv. perierint incertum›

[             ]....[

[            ].ος, χαλ.[

  15[           ].α χαροπο.[

[ ] πάννυχος πετοίμην [

[ ἰ]χθυοέντων δελιπ [

[] χρυσολόφους Παλλάδ[ος

[]τηλόθεν.[

  20[ ἄ]νθεσιν β[

[  ]ικία δ' ὑψ[

[     ].οναε[

. . .

Fr. 1 V

[]υστ̣[

[  ]νθ̣[

[ ]ω[

[].ιδ[.].[

[]α̣σλε[

[].αν [

[ ]

. . .

Fr. 1 VII

. . .

[].α.[

[ ]ωνβιον[

[ ]λοκοντ̣α̣[

[ ]αδυσποτ[

   5[]κερονν̣[

. . .

Fr. 1 VIII

. . .

[].μαπ[

[ ].αις  [

[  ].τον[

. . .

Fr. 1 IX

. . .

[]μεριμ[

[ ]διτην [

[ ]υμον[

[ ]ὰνυστ̣[

[  ].[

. . .

Fr. 1 XII

. . .

[ ]κομ[

[]ν̣δρ̣.[

[]..[.].[

[].νεν̣[

[ ]λεπ[

[]υ̣κτο[

. . .

Fr. 1 XIII

. . .

[].ραδα[

[]α̣φρον[

[ ]ένθα[

. . .

Fr. 1 XIV

. . .

[ ]Ϡ σμερ̣δ

[]

[]

. . .

Fr. 2 I

καὶ κ[όμη]ς, ἥ τοι κατ' ἁβρὸν

ἐσκία[ζ]εν αὐχένα·

νῦν δ̣ὲ̣ δ̣ὴ σὺ μὲν στολοκρός,

ἡ δ' ἐς αὐχμηρὰς πεσοῦσα

   5χεῖρας ἀθρόη μέλαιναν

ἐς κόνιν κατερρύη

τλημον[.]σ̣ τομῆι σιδήρου

περιπεσο[ῦ]σ'· ἐ̣γ̣ὼ δ' ἄσηισι

τείρομαι· τί γάρ τις ἔρξηι

  10μηδ' ὑπὲρ Θ̣ρήικης τυχών;

οἰκτρὰ δὴ φρονεῖν ἀκου[

τὴν ἀρίγνωτον γυναῖ[κα

πολλάκις δ̣ὲ̣ δ̣ὴ τόδ' εἰπ[εῖν

δαίμον' αἰτιωμέ[ν]η̣ν·

  15ὡ]ς ἂν εὖ πάθοιμι, μῆτερ,

εἴ] μ' ἀμείλιχον φέρουσα

π]όντον ἐσβάλοις θυίοντα [

π]ορφ[υρ]έοισι κύμασι[

[      ].[   ]..[]..[

. . .

Fr. 2 II

[ ]...[

[ ].ατα̣[

[ ]κορον[

[].τα..[

   5[ ]αμο..[

[ ].νβ..[

[ ].ην̣.[

. . . . .

Fr. 3

γουνοῦμαί σ' ἐλαφηβόλε

ξανθὴ παῖ Διὸς ἀγρίων

δέσποιν' Ἄρτεμι θηρῶν·

ἥ κου νῦν ἐπὶ Ληθαίου

   5δίνηισι θρασυκαρδίων

ἀνδρῶν ἐσκατορᾶις πόλιν

χαίρουσ', οὐ γὰρ ἀνημέρους

ποιμαίνεις πολιήτας.

Fr. 4

οὗτος δηὖτ' Ἰηλυσίους

τίλλει τοὺς κυανάσπιδας.

Fr. 6

σινάμωροι πολεμίζουσι θυρωρῶι

Fr. 7

‹ὁ› Μεγιστῆς δ' ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπεί τε

στεφανοῦταί τε λύγωι καὶ τρύγα πίνει μελιηδέα.

Fr. 8

   μυθιῆται

δ' ἀνὰ νῆσον ὦ Μεγιστῆ

διέπουσιν ἱρὸν ἄστυ,

Fr. 9

   καί μ' ἐπίβωτον

κατὰ γείτονας ποήσεις.

Fr. 11a

ἄγε δὴ φέρ' ἡμὶν ὦ παῖ

κελέβην, ὅκως ἄμυστιν

προπίω, τὰ μὲν δέκ' ἐγχέας

   5ὕδατος, τὰ πέντε δ' οἴνου

κυάθους ὡς ἂν ὑβριστιῶς†

ἀνὰ δηὖτε βασσαρήσω.

Fr. 11b

ἄγε δηὖτε μηκέτ' οὕτω

πατάγωι τε κἀλαλητῶι

Σκυθικὴν πόσιν παρ' οἴνωι

μελετῶμεν, ἀλλὰ καλοῖς

ὑποπίνοντες ἐν ὕμνοις.

Fr. 12

ὦναξ, ὧι δαμάλης Ἔρως

καὶ Νύμφαι κυανώπιδες

πορφυρῆ τ' Ἀφροδίτη

συμπαίζουσιν, ἐπιστρέφεαι

δ' ὑψηλὰς ὀρέων κορυφάς·

  10γουνοῦμαί σε, σὺ δ' εὐμενὴς

ἔλθ' ἡμίν, κεχαρισμένης

δ' εὐχωλῆς ἐπακούειν·

Κλεοβούλωι δ' ἀγαθὸς γένεο

  10σύμβουλος, τὸν ἐμόν γ' ἔρω-

τ', ὦ Δεόνυσε, δέχεσθαι.

Fr. 13

σφαίρηι δηὖτέ με πορφυρῆι

βάλλων χρυσοκόμης Ἔρως

νήνι ποικιλοσαμβάλωι

συμπαίζειν προκαλεῖται·

   5ἡ δ', ἐστὶν γὰρ ἀπ' εὐκτίτου

Λέσβου, τὴν μὲν ἐμὴν κόμην,

λευκὴ γάρ, καταμέμφεται,

πρὸς δ' ἄλλην τινὰ χάσκει.

Fr. 14

Κλεοβούλου μὲν ἔγωγ' ἐρέω,

Κλεοβούλωι δ' ἐπιμαίνομαι,

Κλεόβουλον δὲ διοσκέω.

Fr. 15

ὦ παῖ παρθένιον βλέπων

δίζημαί σε, σὺ δ' οὐ κλύεις,

οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς

ψυχῆς ἡνιοχεύεις.

Fr. 16

ἐγὼ δ' οὔτ' ἂν Ἀμαλθίης

βουλοίμην κέρας οὔτ' ἔτεα

πεντήκοντά τε κἀκατὸν

Ταρτησσοῦ βασιλεῦσαι

Fr. 17

μεὶς μὲν δὴ Ποσιδηίων

ἕστηκεν νεφέλη δ' ὕδωρ

‹       › βαρὺ δ' ἄγριοι

χειμῶνες κατάγουσι.†

Fr. 18

   τί μὲν πέτεαι

συρίγγων κοϊλώτερα

στήθεα χρισάμενος μύρωι;

Fr. 19

   σὲ γάρ

φη Ταργήλιος ἐμμελέως

δισκεῖν

Fr. 20

   πολλὰ δ' ἐρίβρομον

Δεόνυσον

Fr. 21

ἀλλ' ὦ τρὶς κεκορημένε

Σμερδίη

Fr. 22

   σὺ γὰρ ἦς ἔμοι-

γ' ἀστεμφής

Fr. 23

Λευκίππην ἔπι δίνεαι

Fr. 24

ὁ δ' ὑψηλὰ νενωμένος

Fr. 25

οὔτ' ἐμὴν ἁπαλὴν κάσιν·

Fr. 26

οὐ δηὖτ' ἔμπεδός†εἰμι

οὐδ' ἀστοῖσι προσηνής·

Fr. 27

ξανθῆι δ' Εὐρυπύληι μέλει

ὁ περιφόρητος Ἀρτέμων

Fr. 28

ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς,

οἴνου δ' ἐξέπιον κάδον· νῦν δ' ἁβρῶς ἐρόεσσαν

ψάλλω πηκτίδα τῆι φίληι κωμάζων παιδὶ ἁβρῆι.

Fr. 29

ψάλλω δ' εἴκοσι

   χορδαῖσι μάγαδιν†ἔχων,

Ὦ Λεύκασπι, σὺ δ' ἡβᾶις.

Fr. 30

   τίς ἐρασμίην

τρέψας θυμὸν ἐς ἥβην τερένων ἡμιόπων ὑπ' αὐλῶν

ὀρχεῖται;

Fr. 31

ἀρθεὶς δηὖτ' ἀπὸ Λευκάδος

πέτρης ἐς πολιὸν κῦμα κολυμβῶ μεθύων ἔρωτι.

Fr. 32

   ἱπποθόρων δὲ Μυσοὶ

εὗρον μεῖξιν ὄνων

Fr. 33

ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφηις

διὰ τὸν Ἔρωτ'· οὐ γὰρ ἐμοὶ ‹ˉ˘› θέλει συνηβᾶν.

Fr. 34a

ὑποπόλιον γένειον χρυσοφαέννων,

Fr. 34b

πτερύγων ἢ ἀετοῖς†παραπετέσθω

Fr. 35

χαῖρε φίλον φῶς χαρίεντι μειδιῶν προσώπωι·

Fr. 36a

εἶμι λαβὼν εἰσάρας,†

Fr. 36b

ἀσπίδα ῥίψας ποταμοῦ καλλιρόου παρ' ὄχθας,

Fr. 37

δακρυόεσσάν τ' ἐφίλησεν αἰχμήν

Fr. 38

οἰνοχόει δ' ἀμφίπολος μελιχρὸν

οἶνον τρικύαθον κελέβην ἔχουσα.

Fr. 39

οὐδ' ἀργυρῆ κω τότ' ἔλαμπε Πειθώ.

Fr. 40

ἐκ ποταμοῦ 'πανέρχομαι πάντα φέρουσα λαμπρά.

Fr. 41

Σίμαλον εἶδον ἐν χορῶι πηκτίδ' ἔχοντα καλήν.

Fr. 42

τὸν μυροποιὸν ἠρόμην Στράττιν εἰ κομήσει.

Fr. 43

πρὶν μὲν ἔχων βερβέριον, καλύμματ' ἐσφηκωμένα,

καὶ ξυλίνους ἀστραγάλους ἐν ὠσὶ καὶ ψιλὸν περὶ

πλευρῆισι ‹ˉˉ› βοός,

νήπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλισιν

κἀθελοπόρνοισιν ὁμιλέων ὁ πονηρὸς Ἀρτέμων,

κίβδηλον εὑρίσκων βίον,

πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δ' ἐν τροχῶι,

πολλὰ δὲ νῶτον σκυτίνηι μάστιγι θωμιχθείς, κόμην

πώγωνά τ' ἐκτετιλμένος·

  10νῦν δ' ἐπιβαίνει σατινέων χρύσεα φορέων καθέρματα

παῖς Κύκης†καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ

γυναιξὶν αὔτως ‹ˉ˘ˉ›.

Fr. 44

φίλη γάρ εἰς ξείνοισιν· ἔασον δέ με διψέοντα πιεῖν.

Fr. 45

καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντ' ἐλαφρῶς.

Fr. 46

νῦν δ' ἀπὸ μὲν στέφανος πόλεως ὄλωλεν.

Fr. 47

οὔτε γὰρ ἡμετέρειον οὔτε καλόν

Fr. 48

ὀρσόλοπος μὲν Ἄρης φιλεῖ μεναίχμην

Fr. 49a

ἡδυμελὲς χαρίεσσα χελιδοῖ

Fr. 49b

μνᾶται δηὖτε φαλακρὸς Ἄλεξις

Fr. 50

πολιοὶ μὲν ἡμὶν ἤδη

κρόταφοι κάρη τε λευκόν,

χαρίεσσα δ' οὐκέτ' ἥβη

πάρα, γηραλέοι δ' ὀδόντες,

   5γλυκεροῦ δ' οὐκέτι πολλὸς

βιότου χρόνος λέλειπται·

διὰ ταῦτ' ἀνασταλύζω

θαμὰ Τάρταρον δεδοικώς·

Ἀίδεω γάρ ἐστι δεινὸς

  10μυχός, ἀργαλῆ δ' ἐς αὐτὸν

κάτοδος· καὶ γὰρ ἑτοῖμον

καταβάντι μὴ ἀναβῆναι.

Fr. 51

φέρ' ὕδωρ φέρ' οἶνον ὦ παῖ φέρε ‹δ'› ἀνθεμόεντας ἡμὶν

στεφάνους ἔνεικον, ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω.

Fr. 52

   πλεκτὰς

δ' ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο.

Fr. 53

ἀστραγάλαι δ' Ἔρωτός εἰσιν

μανίαι τε καὶ κυδοιμοί

Fr. 54

ἐκδῦσα κιθῶνα δωριάζειν

Fr. 55

παρὰ δηὖτε Πυθόμανδρον

κατέδυν Ἔρωτα φεύγων.

Fr. 56

διὰ δηὖτε Καρικουργέος

ὀχάνου χεῖρα τιθέμενοι†

Fr. 57a

ἔραμαι ‹δέ› τοι συνηβᾶν

χαρίεν γὰρ ἔχεις ἦθος.†

Fr. 57b

καλὸν εἶναι τῶι Ἔρωτι τὰ δίκαιά φησιν.

Fr. 57c

ἐμὲ γὰρ λόγων εἵνεκα παῖδες ἂν φιλέοιεν·

χαρίεντα μὲν γὰρ ἄιδω, χαρίεντα δ' οἶδα λέξαι.

Fr. 58

   ἀσήμων

ὑπὲρ ἑρμάτων φορέομαι.

Fr. 59

νεότης τε κὐγιείη

Fr. 60

χθόνιον δ' ἐμαυτὸν †ἦρεν.

Fr. 61

ἀπὸ δ' ἐξείλετο θεσμὸν μέγαν,

Fr. 62

   ἀλλὰ πρόπινε

ῥαδινοὺς ὦ φίλε μηρούς

Fr. 63

ἀγανῶς οἷά τε νεβρὸν νεοθηλέα

γαλαθηνὸν ὅς τ' ἐν ὕληι κεροέσσης

ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη.

Fr. 64

καθαρῆι δ' ἐν κελέβηι πέντε ‹τε› καὶ τρεῖς ἀναχείσθω.

Fr. 65

ἐπὶ δ' ὀφρύσιν σελίνων στεφανίσκους

θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν

Διονύσωι

Fr. 66a

ἀπό μοι θανεῖν γένοιτ'· οὐ γὰρ ἂν ἄλλη

λύσις ἐκ πόνων γένοιτ' οὐδάμα τῶνδε,

Fr. 66b

Διονύσου σαῦλαι Βασσαρίδες

Fr. 67

οὐ δηὖτέ μ' ἐάσεις μεθύοντ' οἴκαδ' ἀπελθεῖν

Fr. 68

μεγάλωι δηὖτέ μ' Ἔρως ἔκοψεν ὥστε χαλκεὺς

πελέκει, χειμερίηι δ' ἔλουσεν ἐν χαράδρηι.

Fr. 69

ἀπέκειρας δ' ἁπαλῆς κόμης ἄμωμον ἄνθος·

Fr. 70

Σικελὸν κότταβον ἀγκύληι δαΐζων†

Fr. 71

   ἐγὼ δὲ μισέω

πάντας ὅσοι χθονίους ἔχουσι ῥυσμοὺς

καὶ χαλεπούς· μεμάθηκά σ', ὦ Μεγιστῆ,

τῶν ἀβακιζομένων

Fr. 72

πῶλε Θρηικίη, τί δή με λοξὸν ὄμμασι βλέπουσα

νηλέως φεύγεις, δοκεῖς δέ μ' οὐδὲν εἰδέναι σοφόν;

ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι,

ἡνίας δ' ἔχων στρέφοιμί σ' ἀμφὶ τέρματα δρόμου·

   5νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις,

δεξιὸν γὰρ ἱπποπείρην οὐκ ἔχεις ἐπεμβάτην.

Fr. 73

κλῦθί μεο γέροντος εὐέθειρα χρυσόπεπλε κοῦρα

Fr. 74

ἀλκίμων σ' ὦ 'ριστοκλείδη πρῶτον οἰκτίρω φίλων·

ὤλεσας δ' ἥβην ἀμύνων πατρίδος δουληΐην.

Fr. 75

εὖτέ μοι λευκαὶ μελαίνηισ' ἀναμεμείξονται τρίχες,

Fr. 76

   αἱ δέ μεο φρένες

ἐκκεκωφέαται·

Fr. 77

Θρηικίην σίοντα χαίτην

Fr. 78

κοίμισον δέ, Ζεῦ, σόλοικον φθόγγον

Fr. 79

καὶ θάλαμος ἐν ὧι κεῖνος οὐκ ἔγημεν ἀλλ' ἐγήματο.

Fr. 80

ξείνοισίν ἐστε μειλίχοισιν ἐοικότες

στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις.

Fr. 81

πάλαι ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι.

Fr. 82

μηδ' ὥστε κῦμα πόντιον

λάλαζε, τῆι πολυκρότηι

σὺν Γαστροδώρωι καταχύδην

πίνουσα τὴν ἐπίστιον.

Fr. 83

ἐρέω τε δηὖτε κοὐκ ἐρέω

καὶ μαίνομαι κοὐ μαίνομαι.

Fr. 84

ὁ μὲν θέλων μάχεσθαι,

πάρεστι γάρ, μαχέσθω.

Fr. 85

λίην δὲ δὴ λιάζεις

Fr. 86

κοὐ μοκλὸν ἐν θύρηισι διξῆισιν βαλὼν

ἥσυχος κατεύδει.

Fr. 87

κνυζή τις ἤδη καὶ πέπειρα γίνομαι

σὴν διὰ μαργοσύνην.

Fr. 88

ἐγὼ δ' ἔχων σκύπφον Ἐρξίωνι

τῶι λευκολόφωι μεστὸν ἐξέπινον

Fr. 89

στεφάνους δ' ἀνὴρ τρεῖς ἕκαστος εἶχεν,

τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην

Fr. 90

κατηρεφέες παντοίων ἀγαθῶν

Fr. 91

χεῖρά τ' ἐν ἠγάνωι βαλεῖν

Fr. 92

ἐγὼ δ' ἀπ' αὐτῆς φεύγω†ὥστε κόκκυξ.

Fr. 93

βούλεται ἀπεροπὸς†ἡμὶν εἶναι·

Fr. 94

πλέξαντες μηροῖσι†πέρι μηρούς

Fr. 95

ὁρᾶν ἀεὶ†λίην πολλοῖσι γὰρ μέλεις.

Fr. 96a

διὰ δὲ δειρὴν ἔκοψε μέσην

Fr. 96b

κὰδ δὲ λῶπος ἐσχίσθη

Fr. 97

κωμάζει δὲ ὡς ἂν δεῖ†Διόνυσος

Fr. 98

μελαμφύλλωι δάφναι χλωρᾶι τ' ἐλαίαι τανταλίζει†

Fr. 100

   ὑβρισταὶ καὶ ἀτάσθαλοι καὶ οὐκ εἰδότες

ἐφ' οὓς τὰ βέλη κυκλώσεσθε.

Fr. 102

ἁλιπόρφυρον ῥέγος

Fr. 103

ἄστυ Νυμφέων

Fr. 104

ἐπίσταται τυραννικά

Fr. 105

ἔρωτα πίνων

Fr. 106

ἥλιε καλλιλαμπέτη

Fr. 107

κόρωνα βαίνων

Fr. 108

κωτίλη χελιδών

Fr. 109

οἰνηρὸς θεράπων

Fr. 110

οἰνοπότις γυνή

Fr. 111

ῥαδινοὺς πώλους

Fr. 112

ῥεραπισμένωι νώτωι

Fr. 113

σαῦλα βαίνειν

Fr. 114

τακερὸς δ' Ἔρως

Fr. 115

φόρτον Ἔρωτος

Fr. 116

ἁβρός

Fr. 118

Ἀθαμαντίδα

Fr. 120

τὠκινάκηι

Fr. 121

ἀκταινῶσαι

Fr. 122

ἀμιθά‹ς›

Fr. 123

ἀνήλατος

Fr. 125

αὐτάγητοι

Fr. 126

Βάθυλλος

Fr. 128

γονυκρότους

Fr. 129

δίτοκον

Fr. 130

ἐξυνῆκεν

Fr. 131

ἧσε

Fr. 133

ἱρωστί

Fr. 134

κάλυκας

Fr. 135

καταπτύστην

Fr. 136

λυδοπαθεῖς

Fr. 138

Πολυκράτης

Fr. 139

σαλαΐζειν

Fr. 140

ὕμνον

Fr. 141

Φίλλος

Fr. 142

χαριτόεις

Fr. 156

. . . . .

[                             ]ασ̣[

[                  ]ε̣λ̣ι.[...].αν̣[

[             ἀμφο]τερα[...]σχερ̣[

[             ].στ̣ο̣π̣[..]ο̣να[

το δόρυ ουσ̣[.]κ̣α̣ι̣.α̣[.]α̣νακ̣[

ἐν̣ Παρθενείοις· πα[ῖς δ'] Ἀστερ[οπαίου γε-

γένημαι, ὅς πο̣[.].θ̣ια.ν[..]ας ἀμ[φοτέραι-

σι χερσὶ ῥῖπτεν καὶ [..]α̣μ̣[

ὁ̣ δὲ χαλκέοις θ̣ρασυ̣[

  10π̣εην̣ν̣ χὠμοπτο̣λι[

μάχαι θαυμαινετ̣..[

λεων ἱέντα ῥόμ[βον

κτλ.

Fr. 160a

Ἄβδηρα καλὴ Τηίων ἀποικίη.

Fr. 160b

ἕκητι Συλοσῶντος εὐρυχωρίη.

Fr. 160c

αἰνοπαθῆ πατρίδ' ἐπόψομαι