2540 211 1 0 0 0 V d. C. Epica Nonnus XVI Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 20

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΞΚΑΙΔΕΚΑΤΟΝ - XVI

- Οὐδὲ φόνος νήποινος ἔην κινυροῖο νομῆος,

ἀλλὰ λαβὼν ἑὰ τόξα καὶ ἱμερόεν βέλος ἕλκων

θοῦρος Ἔρως ἀίδηλος ἐθωρήχθη Διονύσῳ

ἑζομένῳ παρὰ χεῖλος ἐυκροκάλου ποταμοῖο.

- καὶ ταχινὴ Νίκαια, μετὰ δρόμον ἠθάδος ἄγρης

ἄσχετον ἱδρώουσα φιλοσκοπέλων ἀπὸ μόχθων,

γυμνὸν ὀρεσσιχύτοισι δέμας φαίδρυνε λοετροῖς.

οὐ μὲν Ἔρως δήθυνεν ἑκηβόλος· ἀμφὶ δὲ νευρῇ

ἀκροφανῆ πώγωνα βαλὼν πτερόεντος ὀιστοῦ

τόξον ἑὸν κύκλωσεν, ἐρωμανέος δὲ Λυαίου

ἐν κραδίῃ κατέπηξεν ὅλον βέλος. ἐν δὲ ῥεέθροις

νηχομένην Διόνυσος ἰδὼν γυμνόχροα κούρην

ἡδυμανῆ πυρόεντι νόον δεδόνητο βελέμνῳ.

ἤιε δ' ἔνθα καὶ ἔνθα, λαγωβόλος ὁππόθι κούρη,

πῇ μὲν ὀπιπεύων ἑλικώδεα βόστρυχα χαίτης

εἰς δρόμον ἱεμένης δεδονημένα κυκλάσιν αὔραις,

πῇ δὲ παρελκομένων πλοκάμων σ̣τ̣ί̣λ̣β̣οντα δοκεύων

αὐχένα γυμνωθέντα, σέλας πέμποντα̣ Σελήνης·

καὶ Σατύρων ἀμέλησε καὶ οὐκέτι τέρπετο Βάκχαις·

παπταίνων δ' ἐς Ὄ̣λ̣υ̣μ̣πον ἐρωτοτόκω̣ φάτο φωνῇ·

- ἵξομαι, ἧχι πέλει δροσερὸς δρόμος, ἧχι φαρέτρη,

ἧχι βέλος καὶ τόξον ἐπήρατον, ἧχι καὶ αὐταὶ

παρθενικῆς ἀγάμοιο μύρο̣υ̣ πνείουσι χαμε̣ῦναι·

ψαύσω καὶ σταλίκων̣ καὶ δίκτυα χερσὶ πετάσσω·

ἀγρώσσω καὶ ἔγωγε καὶ ἠθάδα νεβρὸν ὀλέσσω.

εἰ δέ μοι ὡς βαρύθυμος ὀνειδίσσειεν Ἀμαζὼν

θῆλυν ἐρευγομένη μελιηδέος ὄγκον ἀπειλῆσ̣,

κούρης χωομένης ἐπὶ γούνασι χεῖρα πελάσσω,

ψαύων ὡς ἱκέτης ἐρατοῦ χροός, οὐ μὲν ἐλαίης

θαλλὸν ἀερτάζων, ὅτι δένδρεόν ἐστιν Ἀθήνης

παρθενικῆς ἀγάμου καὶ ἀθελγέος, ἀντὶ δὲ πικροῦ

ἀκρεμόνος λιπόωντος ἐμῇ μελιηδέι νύμφῃ

οἴνοπα καρπὸν ἔχοντα μελιρραθάμιγγος ὀπώρης

βότρυν ἀερτάζων ἱκετήσιον. ἢν δὲ χαλέψῃ

παρθένος ἀγκυλότοξος, ἐμῷ χροῒ μὴ δόρυ πήξῃ,

μὴ βέλος αὐερύσειε μιαιφόνον, αἰδομένη δὲ

ἀκροτάτῳ πλήξειεν ἐμὸν δέμας ἡδέι τόξῳ·

πληγῆς οὐκ ἀλέγω φρενοθελγέος. ἢν δ' ἐθελήσῃ,

ἱμερταῖς παλάμῃσιν ἐμῶν δράξαιτο κομάων,

σφιγγομένης ἐρύουσα θελήμονα βόστρυχα χαίτης

οὐ μὲν ἐρητύσω ποτὲ παρθένον, ὡς κοτέων δὲ

δεξιτερὴν σφίγγουσαν ἀφειδέι χειρὶ πιέζω

δάκτυλα φοινίσσοντα λαβὼν γαμψώνυχι δεσμῷ,

Κυπριδίου καμάτοιο παρήγορα παρθενικὴ γὰρ

κάλλος ὅλον σύλησεν Ὀλύμπιον. ἵλαθι, Κέρνη,

Ἀστακὶς ἐβλάστησε νέη ῥοδοδάκτυλος Ἠώς·

ἄλλη ἀνηέξητο φαεσφόρος· ὁπλοτέρη γὰρ

ἔμπεδον εἶδος ἔχουσα πέλει Νίκαια Σελήνη.

ἤθελον ἱμείρων πολυδαίδαλον εἶδος ἀμεῖψαι·

εἰ μὴ ἐρητύει με σέβας πατρώιον αἰδοῦς,

καί κεν ἐγὼ Τυρίοιο δι' ὕδατος ὑγροπόρος βοῦς

ἄβροχον ἐν πελάγεσσιν ἐμὴν Νίκαιαν ἀείρων

ἔπλεον, Εὐρώπης ἅτε νυμφίος, ὡς ἀέκων δὲ

νῶτον ἐμὸν δονέεσκον, ὀρινομένης ἵνα κούρης

δεξιτερὴ πάνλευκος ἐμῆς δράξοιτο κεραίης.

ἤθελον, εἰ γενόμην πτερόεις πόσις, ὄφρα χορεύσω

κουφίζων ἀτίνακτον ὑπὲρ νώτοιο γυναῖκα,

ὡς Κρονίδης Αἴγιναν, ὅπως μετὰ λέκτρα τελέσσω

Αἰετὸν ὄρνεον ἄλλο γαμοστόλον ἄστρον Ἐρώτων.

οὐ μὲν ἐμῆς ἀλόχοιο βαλὼν γενετῆρα κεραυνῷ

νύμφη πατρὸς ὄλεθρον ἀτάσθαλον ἕδνον ὀπάσσω,

μὴ γλυκερὴν Νίκαιαν ἀποφθιμένοιο χαλέψω.

αἴθε πέλον νόθος ὄρνις ἐύπτερος, ὅττι καὶ αὐτὴ

παρθένος ἡμετέρη φιλέει πτερόεντας ὀιστούς.

μᾶλλον ἐγὼ Δανάης ποθέων τύπον ὑγρὸν ἐρώτων

ἤθελον, εἰ χρύσειος ἐγὼ πέλον ὄμβρος ἀκοίτης,

αὐτὸς δῶρα γάμων, αὐτὸς πόσις, ὄφρα χορεύσω

ἀφνειῆς προχέων φιλοτήσιον ὄμβρον ἐέρσης·

ἔπρεπε γὰρ Νίκαιαν ἐμὴν εὐώπιδα κούρην

χρύσεον εἶδος ἔχουσαν ἔχειν χρύσειον ἀκοίτην.

- τοῖον ἐρωμανέων ἔπος ἴαχε θυιάδι φωνῇ.

καί ποτε κηώεντος ἔσω λειμῶνος ὁδεύων

ἄνθεα πάντα δόκευε τεθηλότα σύγχροα κούρης,

καί τινα μῦθον ἔειπεν ἐς ἠερόεντας ἀήτας·

- ἄρτι μόγις, Νίκαια, τεὴν ἴδον ἐνθάδε μορφήν·

μὴ σέο κάλλος ἄμειψας ἐς ἄνθεα; καλλιφυῆ γὰρ

παπταίνων ῥοδεῶνα τεὰς ἐνόησα παρειάς·

ἀλλὰ τεὸν θαλέει ῥόδον ἔμπεδον· ἀμφιέπεις γὰρ

ἔμφυτον οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην·

εἰς κρίνον ὄμμα φέρων χιονώδεας εἶδον ἀγοστούς,

ἀθρήσας δ' ὑάκινθον ἴδον κυανόχροα χαίτην.

δέξο με θηρεύοντα συνέμπορον· ἢν δ' ἐθελήσῃς,

αὐτὸς ἐγὼ σταλίκων γλυκερὸν βάρος, αὐτὸς ἀείρω

ἐνδρομίδας καὶ τόξα καὶ ἱμερόεντας ὀιστούς,

αὐτὸς ἐγώ· Σατύρων οὐ δεύομαι· οὐ παρὰ λόχμῃ

δίκτυα Κυρήνης ἀνεκούφισεν αὐτὸς Ἀπόλλων;

τίς φθόνος, εἰ μεθέπω καὶ ἐγὼ λίνον; οὐ μογέω δὲ

αὐτὸς ἐμοῖς ὤμοισιν ἐμὴν Νίκαιαν ἀείρων.

οὐ μὲν ἐγὼ γενετῆρος ὑπέρτερος· ἐν ῥοθίοις γὰρ

Εὐρώπην ἀδίαντον ἐκούφισε ποντοπόρος βοῦς.

παρθενικὴ ῥοδόεσσα, τί σοι τόσον εὔαδον ὗλαι;

σῶν ἐρατῶν μελέων περιφείδεο, μηδ' ἐπὶ πέτραις

ἀστορέες σέο νῶτα κατατρίψωσι χαμεῦναι.

ἔσσομαι, ἢν ἐθέλῃς, θαλαμηπόλος· ἐν δὲ μελάθρῳ

αὐτὸς ἐγὼ στορέσω σέο δέμνια, τοῖσι πετάσσω

δέρματα πορδαλίων πολυδαίδαλα, τοῖς ἅμα βάλλω

φρικτὰ λεοντείης πυκινότριχα νῶτα καλύπτρης

γυμνώσας ἐμὰ γυῖα· σὺ δὲ γλυκὺν ὕπνον ἰαύεις

νεβρίσι δαιδαλέῃσι καλυπτομένη Διονύσου·

Μυγδονίης δ' ἐλάφου σκέπας ἅρμενον ὑψόθι βάλλω

γυμνώσας Σατύρους. σκυλάκων δέ σοι εἰ χρέος εἴη,

σοὶ κύνας εἰν ἑνὶ πάντας ἐμοῦ τάχα Πανὸς ὀπάσσω,

ἄξομαι ἐκ Σπάρτης ἑτέρους κύνας, οὓς ἀτιτάλλει

ἠιθέων ἐς ἔρωτας ἐμὸς Κάρνειος Ἀπόλλων,

καὶ κύνας ἀγρευτῆρας Ἀρισταίοιο καλέσσω·

καὶ λίνα σὺν σταλίκεσσι καὶ ἅρμενα δῶρα κομίσσω

ἐνδρομίδας Νομίοιο καὶ Ἀγρέος, ὃς πάρος ἔγνω

καὶ νομὸν εὐλείμωνα καὶ εὐκαμάτου δρόμον ἄγρης.

εἰ δὲ θερειγενέος τρομέεις φλόγα διψάδος ὥρης,

ἡμερίδων ὄρπηκας ὑπὲρ λέκτροιο φυτεύσω,

καί σε περιπνεύσωσι μέθης εὐώδεες αὖραι

κεκλιμένην κατὰ μέσσα πολυσταφύλοιο καλύπτρης.

παρθενικὴ περίφοιτε, ποθοβλήτοιο προσώπου

βαλλομένας Φαέθοντι τεὰς ἐλέαιρε παρειάς,

μὴ σέλας Ἠελίου μελέων ἀκτῖνα μαραίνῃ,

μὴ πλοκάμους χαρίεντας ἀμαλδύνωσιν ἀῆται·

εὗδε ῥόδων ἀνὰ μέσσα καὶ ἐν πετάλοις ὑακίνθου,

γείτονι σεῖο κάρηνον ἐρεισαμένη κυπαρίσσῳ,

ἀθανάτοις πισύροισιν ὅπως ἕνα κῶμον ἀνάψῃς,

Φοίβῳ καὶ Ζεφύρῳ καὶ Κύπριδι καὶ Διονύσῳ.

ληιδίην δ' ὀπάσαιμι γονὴν μελανόχροον Ἰνδῶν

παστάδος ὑμετέρης θαλαμηπόλον· ἀλλὰ τί φύτλην

κυανέην ὀνόμηνα τεῆς νυμφοστόλον εὐνῆς;

νυκτὶ μελαγχλαίνῳ πότε μίσγεται ἀργέτις Ἠώς;

Ἀστακὶς ὁπλοτέρη πέλες Ἄρτεμις· ἀλλὰ καὶ αὐτὰς

δμωίδας ἑξήκοντα χορίτιδας εἰς σὲ κομίσσω,

ὄφρα χορὸν νήριθμον ὀπάονα σεῖο τελέσσω,

ἀμφιπόλοις ἰσόμετρον ὀρειάδος Ἰοχεαίρης,

εἴκελον Ὠκεανοῖο θυγατράσι, μή σοι ἐρίζῃ

Ἄρτεμις ἀγρώσσουσα, καὶ εἰ πέλε δεσπότις ἄγρης.

σοὶ Χάριτας ζαθέοιο χαρίζομαι Ὀρχομενοῖο

ἀμφιπόλους, ἐμὰ τέκνα μεταστήσας Ἀφροδίτης.

ἀλλὰ πόθῳ φρένα θέλξον ἀθελγέα, καί σε δεχέσθω

θηροσύνης μετὰ μόχθον ἐμὸν λέχος, ὄφρα φανείης

Ἄρτεμις ἐν σκοπέλοισι καὶ ἐν θαλάμοις Ἀφροδίτη.

τίς φθόνος, ἀγρώσσειν σε σὺν ἀγρώσσοντι Λυαίῳ;

εἰ δὲ μόθου λάχες οἶστρον, ἅτε κλυτότοξος Ἀμαζών,

ἵξεαι Ἰνδῴην ἐπὶ φύλοπιν, ὄφρα κεν εἴης

Πειθὼ νόσφι μόθοιο καί, ὁππότε δῆρις, Ἀθήνη.

δέξο καί, ἢν ἐθέλῃς, ἐλαφηβόλα θύρσα Λυαίου,

νεβροφόνος τε γένοιο· καὶ ὑμετέρων ἀπὸ χειρῶν ...

ὑμετέροις τε πόνοισιν ἐμὴν κόσμησον ἀπήνην

πόρδαλιν ἠὲ λέοντας ὑποζεύξασα χαλινῷ.

- ὣς εἰπὼν ἐδίωκεν ὀρειάδα γείτονα κούρην,

τοῖον ἔπος βοόων· 'μένε, παρθένε, Βάκχον ἀκοίτην.'

ἡ δὲ χολωομένη βριαρὴν ἀνενείκατο φωνὴν

παρθενική, στόμα λάβρον ἐπαιθύσσουσα Λυαίῳ·

- ταῦτα μολὼν ἀγόρευε φιλοστόργῳ τινὶ νύμφῃ.

εἰ δύνασαι Γλαυκῶπιν ἢ Ἄρτεμιν ἐς γάμον ἕλκειν,

καὶ βριαρὴν Νίκαιαν ἔχεις πειθήμονα νύμφην·

εἰμὶ γὰρ ἀμφοτέρῃσιν ὁμόστολος. εἰ δέ σε φεύγει

ἀπροϊδὴς ὑμέναιος ἀπειρώδινος Ἀθήνης

καὶ νόον οὐ θέλξειας ἀπειθέος Ἰοχεαίρης,

δέμνια Νικαίης μὴ δίζεο· μηδέ σε λεύσσω

ἁπτόμενον τόξοιο καὶ ἀμφαφόωντα φαρέτρην,

μὴ μετὰ βουκόλον Ὕμνον ὀλωλότα καὶ σὲ δαμάσσω.

οὐτήσω Διόνυσον ἀνούτατον· εἰ δὲ σιδήρῳ

γυῖα φέρεις ἀχάρακτα καὶ οὐκ εἴκοντα βελέμνῳ,

υἱέας ὑψιλόφους μιμήσομαι Ἰφιμεδείης,

καί σε σιδηρείῃσιν ἀλυκτοπέδῃσι πεδήσω

σεῖο κασιγνήτῳ πανομοίιον, ἐνδόμυχον δὲ

χαλκείοις κεράμοισι μετ' Ἄρεα καὶ σὲ φυλάξω,

ἄχρις ἀναπλήσας δυοκαίδεκα κύκλα Σελήνης

ἠερίοις ἐμὸν οἶστρον ἀπορρίψειας ἀήταις.

χερσὶ γυναιμανέεσσιν ἐμῆς μὴ ψαῦε φαρέτρης·

τόξον ἔχω, σὺ δὲ θύρσον· ἐν Ἀστακίῃ μὲν ἐρίπνῃ

εἰς σύας ἠὲ λέοντας ἐμὸν βέλος ἐνθάδε πέμπω

Ἀρτέμιδος συνάεθλος, ὑπὲρ Λιβάνοιο δὲ πέτρης

νεβροὺς καὶ σὺ δίωκε συναγρώσσων Ἀφροδίτῃ.

οὐ δέχομαι σέο λέκτρα, καὶ εἰ Διὸς αἷμα κομίζεις·

εἰ δὲ θεὸν μενέαινον ἔχειν πόσιν, οὐκ ἂν ἀκοίτην

ἁβροκόμην ἀσίδηρον ἀνάλκιδα θήλεϊ μορφῇ

εἶχον ἐγὼ Διόνυσον, ἐμῷ δ' ἐφυλάσσετο παστῷ

νυμφίος ἢ κλυτότοξος ἄναξ ἢ χάλκεος Ἄρης,

ὃς μὲν τόξον ἔχων, ὁ δὲ φάσγανον ἕδνον Ἐρώτων·

ἀλλ' ἐπεὶ οὐ μακάρων τινὰ δέξομαι οὐδὲ καὶ αὐτὸν

πενθερὸν οἶστρος ἔχει με τεὸν Κρονίωνα καλέσσαι,

ἄλλην δίζεο, Βάκχε, νέην πειθήμονα νύμφην.

τί σπεύδεις; ἀκίχητον ἔχεις δρόμον, ὥς ποτε Δάφνην

Λητοΐδης ἐδίωκε καὶ ὡς Ἥφαιστος Ἀθήνην·

τί σπεύδεις; δρόμος οὗτος ἐτώσιος· ἐν σκοπέλοις γὰρ

ἐνδρομίδες πολὺ μᾶλλον ἀρείονές εἰσι κοθόρνων.

- ὣς φαμένη λίπε Βάκχον. ἀεὶ δ' ὑπὸ φορβάδα λόχμην

παρθενικὴν μάστευεν ὀρίπλανον· ἐσσυμένῳ δὲ

σύνδρομος ὡμάρτησε κύων πινυτόφρονι θυμῷ,

τόν ποτε θηρεύοντι φιλοσκοπέλῳ Διονύσῳ

ὤπασε δῶρον ἔχειν σκυλακοτρόφος ὑψίκερως Πάν.

καί μιν ἅτε φρονέοντα καὶ αὐδήεντα δοκεύων

σύννομον ἰσοκέλευθον ἑῶν ξυνήονα μόχθων,

Βάκχος ἐρωμανέων φιλίῳ προσπτύξατο μύθῳ·

- τίπτε, κύων περίφοιτος, ὁμόδρομός ἐσσι Λυαίῳ,

Πανὸς ἀεὶ ποθέοντος ἐπάξιε; τίπτε σὺ μοῦνος

παρθένον ἰχνεύοντι συνιχνεύεις Διονύσῳ;

ἦ ῥά σε σὸς ταμίης οἰκτίρμονα θῆκεν ἐρώτων;

παρθένον ἡμετέρην ἔτι δίζεο, μηδ' ἐνὶ πέτραις

Βάκχον ἀλητεύοντα κατ' οὔρεα μοῦνον ἐάσσῃς·

μοῦνος ἐποικτείρεις με, καὶ ὡς βροτὸς εἰς ῥάχιν ὕλης

πλαζομένης λοφόεντα μετέρχεαι ἔνδια κούρης.

κάμνε τεῷ βασιλῆι· χάριν δέ σοι εἵνεκα μόχθων

δώσω ἀμοιβαίην· μετὰ Σείριον ἀστέρα Μαίρης

αἰθέρος ἔνδον ἄγω σε καὶ ἀστερόεντα τελέσσω

ἄγχι Κυνὸς προτέρου, σταφυλὴν ἵνα καὶ σὺ πεπαίνῃς

βότρυος εἰλείθυιαν ἀκοντίζων σέθεν αἴγλην.

τίς φθόνος ἀντέλλειν τρίτατον Κύνα; καὶ σὺ φαείνοις

σύνδρομος ἀστερόεντος ἐπειγομένοιο Λαγωοῦ.

εἰ θέμις, οἰκτείρων με σαόφρονι μέμφεο κούρῃ,

δόχμιον ὄμμα φέρων Κυβεληΐδος εἰς ῥάχιν ὕλης,

ὅττι με μαστεύοντα γυνὴ θεὸν εἰσέτι φεύγει·

μέμφεο δ' ἀμφοτέροισιν, Ἀδώνιδι καὶ Κυθερείῃ.

φοιταλέην δὲ δίωκε δι' οὔρεος ἄστατον Ἠχώ,

μὴ τελέσῃ φυγόδεμνον ἐμὴν πλέον εἰσέτι νύμφην·

μηδὲ λίπῃς σέο Πᾶνα δυσίμερον ἐγγύθι κούρης,

μή μιν ἑλὼν ζεύξειεν ἀναγκαίοις ὑμεναίοις.

παρθένον αἴ κεν ἴδῃς, ταχὺς ἔρχεο, μάρτυρι σιγῇ

ἢ νοεραῖς ὑλακῇσιν ἀπαγγέλλων Διονύσῳ·

ἄγγελος ἔσσο πόθοιο· κύων δέ τις ἄλλος ἀλάσθω

ἢ σύας ἠὲ λέοντας ἀπὸ σκοπέλοιο διώκων.

Πὰν φίλε, κικλήσκω σε μακάρτατον, ὅττι καὶ αὐτοὶ

σεῖο κύνες γεγάασιν ἐρευνητῆρες Ἐρώτων.

ἀνδρομέην, πολύμορφε Τύχη, παίζουσα γενέθλην

ἴλαθι, πανδαμάτειρα· μετὰ βροτέην τάχα φύτλην

καὶ σκυλάκων κρατέεις, ὅτι δύσμορος οὗτος ἀλήτης

θητεύει μετὰ Πᾶνα καὶ ἱμείροντι Λυαίῳ.

παρθενικὴν μέμψασθε, φίλαι δρύες· εἴπατε, πέτραι·

'καὶ κύνες οἰκτείρουσι, καὶ οὐκ ἐλέαιρεν Ἀμαζών.'

εἰσὶ καὶ ἐν σκυλάκεσσιν ἐχέφρονες, οἷσι Κρονίων

ἀνδρομέην φρένα δῶκε καὶ οὐ βροτέην πόρε φωνήν.

- ἔννεπεν ἄγχι φυτοῖο· δι' εὐπετάλου δὲ κορύμβου

φθογγῆς εἰσαΐουσα γυναιμανέος Διονύσου

ἀρχαίη Μελίη φιλοκέρτομον ἴαχε φωνήν·

- ἄλλοι μέν, Διόνυσε, κυνοσσόοι Ἰοχεαίρῃ

ἐνθάδε θηρεύουσι, σὺ δ' ἀγρώσσεις Ἀφροδίτῃ·

ἡδὺς ὁ δειμαίνων ἁπαλόχροον ἄζυγα κούρην·

Βάκχος ὁ τολμήεις ἱκέτης πέλε λάτρις Ἐρώτων·

Ἰνδοφόνοις παλάμῃσιν ἀνάλκιδα λίσσετο κούρην.

σὸς γενέτης οὐκ οἶδε πόθου θελξίφρονι μύθῳ

εἰς γάμον, εἰς ὑμέναιον ἄγειν πειθήμονα κούρην·

οὐ Σεμέλην ἱκέτευεν, ἕως ἐτύχησεν ἐρώτων,

οὐ Δανάην παρέπεισεν, ἕως σύλησε κορείην·

Ζηνὶ συναπτομένην Ἰξίονος οἶσθα γυναῖκα

καὶ γάμιον χρεμέτισμα καὶ ἱππείους ὑμεναίους·

Ἀντιόπης ἐδάης φιλοπαίγμονα θεσμὸν Ἐρώτων

καὶ Σάτυρον γελόωντα νόθον μιμηλὸν ἀκοίτην.

- ὣς φάτο κερτομέουσα νόον δειδήμονα Βάκχου,

καὶ δρυὸς ἐντὸς ἵκανεν ὁμήλικος. ἐν δὲ κολώναις

ἀσχαλόων Διόνυσος ὁμάρτεε θυιάδι κούρῃ

ποσσὶν ἐρωμανέεσσι, καὶ ὠκυπέδιλος Ἀμαζὼν

ἄστατος ἄκρα κάρηνα μετήιε δύσβατα πέτρης,

ἴχνος ἐρευνητῆρος ὑποκλέπτουσα Λυαίου.

- καὶ φλογερῷ Φαέθοντος ἱμασσομένης χρόα πυρσῷ

ἄβροχα διψαλέης τερσαίνετο χείλεα κούρης·

καὶ δόλον ἀγνώσσουσα γυναιμανέος Διονύσου

ξανθὸν ὕδωρ ἐνόησε φιλακρήτου ποταμοῖο,

καὶ πίεν ἡδὺ ῥέεθρον, ὅθεν πίον αἴθοπες Ἰνδοί·

καὶ φρένα δινηθεῖσα μέθῃ βακχεύετο κούρη,

καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,

καὶ διδύμην ἐδόκησεν ἰδεῖν πολυχανδέα λίμνην

ὄμματα δινεύουσα· βαρυνομένου δὲ καρήνου

δέρκετο θηροβότου διπλούμενα νῶτα κολώνης·

καὶ τρομεροῖσι πόδεσσιν ὀλισθήσασα κονίῃ

εἰς πτερὸν αὐτοκύλιστος ἐσύρετο γείτονος Ὕπνου·

καὶ γαμίῳ βαρύγουνος ἐθέλγετο κώματι νύμφη.

- τὴν μὲν ἰδὼν εὕδουσαν Ἔρως ἐπεδείκνυε Βάκχῳ,

Ὕμνον ἐποικτείρων· Νέμεσις δ' ἐγέλασσεν ἰδοῦσα.

καὶ δολόεις Διόνυσος ἀδουπήτοισι κοθόρνοις

εἰς γάμον ἄψοφος εἷρπε ποδῶν τεχνήμονι παλμῷ.

κούρης δ' ἐγγὺς ἵκανε· καὶ ἀτρέμας ἄκρον ἐρύσσας

δεσμὸν ἀσυλήτοιο φυλάκτορα λύσατο μίτρης

φειδομένῃ παλάμῃ, μὴ παρθένον ὕπνος ἐάσσῃ.

- γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην

φυταλιὴν ὤδινε, χαριζομένη Διονύσῳ,

πολλὴν δ' ἀμπελόεσσαν ἐλαφρίζουσα καλύπτρην

πλεκτὴ βοτρυόεντι κάμαξ ἐβαρύνετο καρπῷ·

καὶ λέχος ἦν πετάλοισι κατάσκιον· ἡμερίδων γὰρ

αὐτοφυὴς μίτρωσεν ἕλιξ εὐάμπελον εὐνήν·

καὶ πολὺς ἔνθα καὶ ἔνθα μετάρσιος οἴνοπι καρπῷ

Κυπριδίοις ἀνέμοισιν ἐσείετο βότρυς ἀλήτης

ἀμφοτέρους τ' ἐπύκαζεν· ἑλινοφόρῳ δὲ κορύμβῳ

ἱμερόεις ἐμέθυσσεν ὁμόζυγος οἰνάδος ὄρπηξ

πλεκτὸν ἀεξομένης ἐπιβήτορα κισσὸν ὀπώρης.

- καὶ δολόεις γάμος ἦεν ὀνειρείης τύπον εὐνῆς

Ὕπνον ἔχων συνάεθλον· ἐνοσφίσθη δὲ κορείης

παρθενικὴ κνώσσουσα, καὶ ἔδρακε πομπὸν Ἐρώτων

Ὕπνον ὑποδρηστῆρα μεθυσφαλέων ὑμεναίων.

†πολλὴ δ' ὑψιπόρῳ σκιρτήματι θυιάδος ὕλης

ἄστατος αὐτοβόητος ἀνέπλεκεν ὕμνον Ἐρώτων,

καὶ μέλος ἠνεμόφοιτον ὀρεσσαύλων ὑμεναίων

αἰδομένοις στομάτεσσιν ἀμείβετο παρθένος Ἠχώ,

Πανιὰς ὑστερόφωνος· ὑπὲρ δαπέδου δὲ χορεύων

αὐλὸς ἐπεσμαράγησεν ὑμηνυμέναια λιγαίνων·

'ἱμερόεις γάμος οὗτος' ὀρεστιὰς ἴαχε πεύκη.

- ψυχὴ δ' ἠνεμόφοιτος ἀναΐξασα νομῆος

παρθένον ὑπναλέην νυχίοις ἐρέθιζεν ὀνείροις·

- εἰσὶ καὶ ἱμείροντος Ἐρινύες, εὔγαμε κούρη·

νυμφίον εἰ φύγες Ὕμνον, ἐνυμφεύθης Διονύσῳ·

λοξὰ θεμιστεύεις, θαλαμηπόλε παρθένε νύμφη·

κτείνεις γὰρ ποθέοντα, καὶ οὐ γαμέοντα διώκεις.

παρθένε, χάλκεον ὕπνον ἐρασσαμένῳ πόρες Ὕμνῳ·

παρθένε, νήδυμος ὕπνος ἀπώλεσε σεῖο κορείην.

οἰκτρὸν ἴδες γελόωσα δεδουπότος αἷμα νομῆος·

οἰκτρότερον στενάχουσα τεῆς ἴδες αἷμα κορείης.

- ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ

ψυχὴ δακρυόεσσα ποθοβλήτοιο νομῆος,

Ταρταρίην δ' ἀκίχητος ἐδύσατο πανδόκον αὐλήν,

Βάκχου ζῆλον ἔχουσα μεθυσφαλέων ὑμεναίων.

- καὶ λιγυροῖς δονάκεσσι γαμήλιον ἦχον ἀράσσων,

ζῆλον ὑποκλέπτων ὑποκάρδιον, ὑμνοπόλος Πὰν

μεμφόμενον μέλος εἶπεν ἐς ἀλλοτρίους ὑμεναίους.

καί τις ἐρωμανέων Σατύρων παρὰ γείτονι λόχμῃ

θηητὴρ ἀκόρητος ἀθηήτων ὑμεναίων

Βακχείην ἀγόρευεν ἰδὼν εὐπάρθενον εὐνήν·

- Πὰν κερόεις, ἔτι μοῦνος ἔχεις δρόμον εἰς ἀφροδίτην·

καὶ σὺ διωκομένης πότε νυμφίος ἔσσεαι Ἠχοῦς;

καὶ σὺ δόλον πότε τοῖον ἀοσσητῆρα τελέσσεις

ὑμετέρων ἐπίκουρον ἀνυμφεύτων ὑμεναίων;

Πὰν φίλε, καὶ σὺ γένοιο φυτοσκάφος ἀντὶ νομῆος

ποιμενίην τ' ἀπόειπε καλαύροπα καὶ παρὰ πέτρῃ

λεῖπε βόας καὶ μῆλα· τί σοι ῥέξουσι νομῆες;

ἔγρεο, καὶ σὺ φύτευε γαμοστόλον οἶνον Ἐρώτων.

- οὔ πω μῦθος ἔληγε, καὶ ἴαχεν αἰγίβοτος Πάν·

- αἴθε πατήρ με δίδαξε τελεσσιγάμου δόλον οἴνου·

αἴθε νοοσφαλέος σταφυλῆς, ἅτε Βάκχος, ἀνάσσω·

καί κεν ἐμῶν ἐτέλεσσα πολύπλανον οἶστρον Ἐρώτων

ὑπναλέην μεθύουσαν ἰδὼν δυσπάρθενον Ἠχώ.

ἱλήκοι νομὸς οὗτος, ἐπεὶ παρὰ γείτονι πηγῇ

ἀρδεύω τάδε μῆλα, φιλακρήτῳ δὲ ῥεέθρῳ

παρθενικὰς Διόνυσος ἀθελγέας εἰς γάμον ἕλκει.

φάρμακον εὗρεν Ἔρωτος ἑὸν φυτόν· ἐρρέτω αἰγῶν,

ἐρρέτω ἡμετέρων ὀίων γλάγος· οὐ δύναται γὰρ

εἰς πόθον ὕπνον ἄγειν ἢ παρθένον εἰς γάμον ἕλκειν.

μοῦνος ἐγώ, Κυθέρεια, βιάζομαι· ὤμοι Ἐρώτων·

Σύριγξ Πανὸς ἔφευγεν ἀνυμφεύτους ὑμεναίους

καὶ γάμον ἀρτιτέλεστον ἀνευάζει Διονύσου

αὐτομάτοις μελέεσσι· τὸ δὲ πλέον ἠθάδι μολπῇ

φθεγγομένης Σύριγγος ἀμείβετο σύνθροος Ἠχώ.

νυμφιδίης Διόνυσε μέθης θελξίμβροτε ποιμήν,

ὄλβιος ἔπλεο μοῦνος, ἀναινομένης ὅτι νύμφης

εὗρες ἀοσσητῆρα γαμοστόλον οἶνον Ἐρώτων.

- τοῖον ἔπος κατέλεξε δυσίμερος ἀχνύμενος Πάν,

ζῆλον ἔχων καὶ ἔρωτα τελεσσιγάμοιο Λυαίου.

- καὶ τελέσας φιλότητα καὶ εἰνοδίης πόθον εὐνῆς

ἀφράστῳ Διόνυσος ἀνῃώρητο πεδίλῳ.

νύμφη δ' ἐγρομένη ποταμηΐδι μέμφετο πηγῇ,

Ὕπνῳ χωομένη καὶ Κύπριδι καὶ Διονύσῳ,

ὄμβρῳ δακρυόεντι κατάρρυτος· ἀχνυμένη δὲ

ἔκλυε Νηιάδων γαμίης ἔτι λείψανα μολπῆς,

καὶ λεχέων κήρυκα ποθοβλήτοιο Λυαίου

ἡμερίδων πετάλοισι κατάσκιον εἶδε χαμεύνην

νεβρίσι νυμφιδίῃσι πυκαζομένην Διονύσου,

κρυπταδίων λεχέων αὐτάγγελον· εἶδε καὶ αὐτὴν

μίτρην παρθενίην γαμίης πλήθουσαν ἐέρσης.

καὶ ῥοδέας ἐχάραξε παρηίδας, ἀμφοτέρους δὲ

μηροὺς πληξαμένη κινυρῇ βρυχήσατο φωνῇ·

- ὤμοι παρθενίης, τὴν ἥρπασεν εὔιον ὕδωρ·

ὤμοι παρθενίης, τὴν ἥρπασεν ὕπνος Ἐρώτων·

ὤμοι παρθενίης, τὴν ἥρπασε Βάκχος ἀλήτης.

ἐρρέτω Ὑδριάδων δολόεν ποτόν, ἐρρέτω εὐνή.

Νύμφαι Ἁμαδρυάδες, τίνα μέμψομαι; ἡμετέρην γὰρ

ὕπνος, ἔρως, δόλος, οἶνος ἐληΐσσαντο κορείην ...

παρθενικὰς ἀπέειπε καὶ Ἄρτεμις; ἀλλὰ καὶ αὐτὴ

τίπτε μοι οὐ φυγόδεμνος ὅλον δόλον ἔννεπεν Ἠχώ;

τίπτε μοι εἰς ἐμὸν οὖας, ὅσον μὴ Βάκχον ἀκοῦσαι,

οὐ Πίτυς ἐψιθύριζε καὶ οὐκ ἐφθέγξατο Δάφνη·

'παρθενική, πεφύλαξο πιεῖν ἀπατήλιον ὕδωρ';

- ἔννεπε, καὶ πολύδακρυν ἀνέβλυσεν ὄμβρον ὀπωπῆς.

καί ποτε μὲν μενέαινε κατ' αὐχένος ἆορ ἐρεῖσαι,

ἄλλοτε δ' αὐτοκύλιστος ἀπ' οὔρεος ἤθελε πίπτειν

ὑστατίῃ προκάρηνος ὀλισθήσασα κονίῃ·

καὶ γαμίης μενέαινεν ἀιστῶσαι πόμα πηγῆς,

εἰ μὴ ἀμειψαμένη προτέρη χύσις ἰκμάδα Βάκχου

λευκὸν ὕδωρ κελάρυζε καὶ οὐκέτι χεῦμα Λυαίου.

καὶ Κρονίδην ἱκέτευε καὶ Ἄρτεμιν, ὄφρα τελέσσῃ

αὔλια Νηιάδων κεκονιμένα διψάδι χέρσῳ.

πολλάκι δ' ὄμμα τίταινε δι' οὔρεος, εἴ που ἐφεύροι

ἴχνιον ἀστήρικτον ἀθηήτου Διονύσου,

ὄφρα βάλῃ τόξοισι γυνὴ θεόν, ὄφρα δαμάσσῃ

δαίμονα βοτρυόεντα· καὶ ἤθελε μᾶλλον ἐκείνην

ἄμπελον εὐναίην φλογερῷ πυρὶ πᾶσαν ὀλέσσαι.

πολλάκι δ' ἀθρήσασα δι' οὔρεος ἴχνια Βάκχου

ἠερίας τόξευεν ὀιστεύουσα θυέλλας·

πολλάκι δ' ἔγχος ἄειρε, καὶ εἰς σκοπὸν ἀντίον ἔστη,

ὄφρα δέμας πλήξειεν ἀνουτήτου Διονύσου·

ἀλλὰ μάτην προέηκε καὶ οὐκ ἐτύχησε Λυαίου.

καὶ ποταμῷ κεχόλωτο καὶ ὤμοσε, μή ποτε πηγῆς

χείλεσι διψαλέοισι πιεῖν ἀπατήλιον ὕδωρ·

ὤμοσε καὶ κατὰ νύκτας ἔχειν ἄγρυπνον ὀπωπήν,

ὤμοσε μὴ γλυκὺν ὕπνον ἐν οὔρεσιν ἄλλον ἰαύειν.

καὶ σκύλακας νεμέσησε φυλάκτορας, ὅττι καὶ αὐτοὶ

οὐ τότε θωρήσσοντο γυναιμανέοντι Λυαίῳ.

δίζετο δ' ἀγχονίοιο μετάρσιον ἄλκαρ ὀλέθρου

θλιβομένη σφιγκτῆρι περίπλοκον αὐχένα δεσμῷ,

μῶμον ἀλευομένη φιλοκέρτομον ἥλικος ἥβης.

ἀρχαίην δ' ἀέκουσα λίπεν θηροτρόφον ὕλην,

αἰδομένη μετὰ λέκτρα φανήμεναι Ἰοχεαίρῃ.

- καὶ ζαθέης ῥαθάμιγγι γονῆς πλησθεῖσα Λυαίου

γαστέρι φόρτον ἄειρε· τελειομένης δὲ λοχείης

θῆλυν ἐμαιώσαντο τόκον ζωθαλπέες Ὧραι,

καὶ δρόμον ἐννεάκυκλον ἐπιστώσαντο Σελήνης·

ἐκ δὲ γάμου Βρομίοιο θεόσσυτος ἤνθεε κούρη,

ἣν Τελετὴν ὀνόμηνεν ἀεὶ χαίρουσαν ἑορταῖς,

κούρην νυκτιχόρευτον, ἐφεσπομένην Διονύσῳ,

τερπομένην κροτάλοισι καὶ ἀμφιπλῆγι βοείῃ.

- καὶ πόλιν εὐλάιγγα φιλακρήτῳ παρὰ λίμνῃ

τεῦξε θεὸς Νίκαιαν, ἐπώνυμον ἣν ἀπὸ νύμφης

Ἀστακίης ἐκάλεσσε καὶ Ἰνδοφόνον μετὰ νίκην.