- Ἦμος δ' ἠελίοιο φάος περικίδναται αἶαν
ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης,
δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες
θωρήσσονθ' ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν.
Τοὺς μὲν ‹γὰρ› πάις ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν
ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας,
τοὺς δ' ἄρα Τηλεφίδαο μέγα σθένος· ἦ γὰρ ἐώλπει
τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τ' ἀμαθύνειν
ἐν πυρὶ λευγαλέῳ, λαοὺς δ' ὑπὸ χερσὶ δαΐξαι·
ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ
μαψιδίῃ· Κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι
πολλὸν καγχαλάασκον ἐτώσια μητιόωντι.
- Καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς
θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι·
- "Κέκλυτέ μευ, θεράποντες, ἀρήιον ἐν φρεσὶ θυμὸν
θέντες, ἵν' Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ,
δυσμενέεσσι δὲ πῆμα γενώμεθα· μηδέ τις ἡμέων
ταρβείτω· κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ
γίνεται ἀνθρώποισι, δέος δὲ βίην ἀμαθύνει
καὶ νόον. Ἀλλ' ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε,
ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλ' Ἀχιλῆα
φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν."
- Ὣς εἰπὼν ὤμοισι πατρώια δύσετο τεύχη
πάντοθε μαρμαίροντα· Θέτις δ' ἠγάλλετο θυμῷ
ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο.
Καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο
ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν.
Οἷος δ' ἐκ περάτων ἀν‹α›φαίνεται Ὠκεανοῖο
Ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,
πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρμασι συμφέρετ' ἀστὴρ
Σείριος ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον·
τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως,
υἱὸς Ἀχιλλῆος. Φόρεον δέ μιν ἄμβροτοι ἵπποι
τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι
ὤπασεν Αὐτομέδων· ὃς γάρ σφεας ἡνιόχευεν.
Ἵπποι δ' αὖτ' ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα
εἴκελον Αἰακίδῃ· τῶ‹ν› δ' ἄφθιτον ἦτορ ἐώλπει
ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔ τι χερείω.
Ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν
ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες,
λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
χηραμοῦ ἐκποτέονται ἐελδόμενοι χρόα θεῖναι
ἀνδρόμεον, πάντες δὲ περὶ †σθένος †ὁρμαίνοντες
τεύχουσι‹ν› μέγα πῆμα παρεσσυμένοισι βροτοῖσιν·
ὣς οἵ γ' ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο
μαιμώωντες Ἄρηϊ. Πολὺς δ' ἐστείνετο χῶρος·
πᾶν πεδίον δ' ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν,
ἠελίου καθύπερθεν ὑπ' ἠέρι μαρμαίροντος.
Οἷον δὲ νέφος εἶσι δι' ἠέρος ἀπλήτοιο
πνοιῇσι‹ν› μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,
ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρη
ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη·
ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε
νηῶν βαιὸν ἄπωθε· κόνις δ' εἰς οὐρανὸν εὐρὺν
πέπτατ' ἀειρομένη. Κανάχιζε δὲ τεύχεα φωτῶν,
σὺν δὲ καὶ ἅρματα πολλά· διεσσύμενοι δ' ἐπὶ μῶλον
ἵπποι ὑπεχρεμέτιζον. Ἑὴ δ' ἐκέλευεν ἕκαστον
ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.
- Ὡς δ' ὅτε κύματα μακρὰ δύω κλονέουσιν ἀῆται
σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης
ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,
ὁππότε χεῖμ' ἀλεγεινὸν ἀν' εὐρέα βένθεα πόντου
μαίνετ', ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη
κύμασι λευγαλέοισι, τὰ δ' ἄλλοθεν ἄλλα φέρονται
οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δ' ἀλεγεινὴ
ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή·
ὣς οἵ γ' ἀμφοτέρωθεν ἐς Ἄρεα συμφορέοντο
σμερδαλέον μεμαῶτες· Ἔρις δ' ὀρόθυνε καὶ αὐτή.
Σὺν δ' ἔβαλον βροντῇσιν ἐοικότες ἢ στεροπῇσιν
αἵ τε μέγα κτυπέουσι δι' ἠέρος, ὁππότ' ἀῆται
λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες
σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο
ἀνδράσιν οἵ τ' ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται·
ὣς οἵ γ' ἀλλήλοισιν ἐπέχραον· ἔγχεϊ δ' ἔγχος
συμφέρετ', ἀσπίδι δ' ἀσπίς, ἐπ' ἀνέρα δ' ἤιεν ἀνήρ.
- Πρῶτος δ' ὄβριμος υἱὸς ἐυπτολέμου Ἀχιλῆος
δάμνατ' ἐὺν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα,
υἷας Ἀλεξινόμοιο δαΐφρονος ὅς τ' ἐνὶ κοίλῃ
Καύνῳ ναιετάεσκε διειδέος ἀγχόθι λίμνης
Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο.
Κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μύνητα
ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο
Λίνδου ἐυρρείταο, μενεπτολέμων ὅθι Καρῶν
πείρατα καὶ Λυκίης ἐρικυδέος ἄκρα πέλονται.
Εἷλε δ' ἄρ' αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα·
τῷ δ' ἄρ' ὁμῶς Πόλυβόν τε καὶ Ἱππομέδοντα κατέκτα,
τὸν μὲν ὑπὸ κραδίην, τὸν δ' ἐ‹ς› κληῗδα τυχήσας.
Δάμνατ‹ο δ'› ἄλλοθεν ἄλλον· ἐπέστενε δ' αἶα νέκυσσι
Τρώων. Οἳ δ' ὑπόεικον ἐοικότες αὐαλέοισι
θάμνοις οὕς ‹τ'› ὀλοοῖο πυρὸς καταδάμνατ' ἀυτμὴ
ῥηιδίως, ἐπιόντος ὀπωρινοῦ Βορέαο·
ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες.
Αἰνείας δ' ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην
πλήξας χερμαδίῳ κατὰ κρά‹α›τος· ἐν δ' ἄρ' ἔθλασσεν
ὀστέα σὺν πήληκι· λίπεν δ' ἄφαρ ὀστέα θυμός.
Τυδείδης δ' Εὔμαιον ἕλε‹ν› θοὸν ὅς ποτ' ἔναιε
Δάρδανον αἰπήεσσαν, ἵν' Ἀγχίσαο πέλονται
εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν.
Ἂν δ' Ἀγαμέμνων κτεῖνεν Ἐύστρατον, οὐδ' ὅ γε Θρῄκην
ἵκετ' ἀπὸ πτολέμοιο, φίλης δ' ἑκὰς ἔφθιτο πάτρης.
Μηριόνης δ' ἐδάμασσε Χλέμον Πεισήνορος υἷα,
ἀντιθέου Γλαύκοιο φίλον ‹καὶ› πιστὸν ἑταῖρον,
ὅς ῥά τε ναιετάεσκε παρὰ προχοῇς Λιμύροιο
καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες,
Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος,
πάντες ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο
αἰπύ τε Μασσικύτοιο ῥίον βωμόν τε Χιμαίρης.
- Ἄλλος δ' ἄλλον ἔπεφνε κατὰ μόθον· ἐν δ' ἄρα τοῖσιν
Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ Κῆρας ἴαλλε
δυσμενέσιν. Πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν
Εὔρυτον, αὐτὰρ ἔπειτα Μενοίτιον αἰολομίτρην,
ἀντιθέους ἑτάρους Ἐλεφήνορος· ἀμφὶ δ' ἄρά σφιν
Ἅρπαλον ὅς ῥ' Ὀδυσῆος ἐύφρονος ἔσκεν ἑταῖρος.
Ἀλλ' ὃ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον οὐδ' ἐπαμύνειν
ἔσθενεν ᾧ θεράποντι δεδουπότι· τοῦ δ' ἄρ' ἑταῖρος
Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη
καὶ βάλεν Εὐρυπύλοιο καταντίον· ἀλλά μιν οὔ τι
οὔτασεν, οὕνεκά οἱ κρατερὸν δόρυ τυτθὸν ἄπωθεν
ἔμπεσε Με‹ι›λανίωνι δαΐφρονι τόν ποτε μήτηρ
γείνατο πὰρ προχοῇσιν ἐυρρείταο Καΐκου,
Κλείτη καλλιπάρηος ὑποδμηθεῖσ' Ἐρυλάῳ.
Εὐρύπυλος δ' ἑτάροιο χολωσάμενος κταμένοιο
Ἀντίφῳ αἶψ' ἐπόρουσεν· ὃ δ' ἔκφυγε ποσσὶ θοοῖσιν
ἐς πληθὺν ἑτάρων· κρατερὸν δέ μιν οὔ τι δάμασσεν
ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκ' ἔμελλεν
ἀργαλέως ὀλέ‹ε›σθαι ὑπ' ἀνδροφόνοιο Κύκλωπος
ὕστερον· ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ.
Εὐρύπυλος δ' ἑτέρωθεν ἐπῴχετο· τοῦ δ' ὑπὸ δουρὶ
αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος.
Ἠύτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου
οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας
κεκλιμέν' ἄλλοθεν ἄλλα κατὰ χθονός· ὣς ἄρ' Ἀχαιοὶ
δάμναντ' Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι,
μέσφ' ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ
υἱὸς Ἀχιλλῆος· τὼ δ' ἄμφω δούρατα μακρὰ
ἐν παλάμῃσι τίνασσον ἐπὶ σφίσι μαιμώωντες.
- Εὐρύπυλος δέ ‹ἑ› πρῶτος ἀνειρόμενος προσέειπε·
- "Τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι;
Ἦ σε πρὸς Ἄιδα Κῆρες ἀμείλικτοι φορέουσιν·
οὐ γάρ τίς μ' ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ,
ἀλλά μοι ὅσσοι ἔναντα λιλαιόμενοι μαχέσασθαι
δεῦρο κίον, πάντεσσι φόνον στονόεντ' ἐφέηκα
ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα
ὀστέα τε σάρκας τε κύνες διὰ πάντ' ἐδάσαντο.
Ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δ' ἐπαγάλλεαι ἵπποις;"
- Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
- "Τίπτε μ' ἐπισπεύδοντα ποτὶ κλόνον αἱματόεντα
ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις
εἰπέμεναι γενεήν, ἥν περ μάλα πολλοὶ ἴσασιν;
Υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα
σεῖο πάροιθ' ἐφόβησε βαλὼν περιμήκεϊ δουρί·
καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
εἰ μή οἱ στονόεντα θοῶς ἰήσατ' ὄλεθρον.
Ἵπποι δ' οἳ φορέουσιν ἐμοῦ πατρὸς ἀντιθέοιο,
οὓς τέκεθ' Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,
οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
ἀκρονύχως ψαύοντες, ἴσον δ' ἀνέμοισι φέρονται.
Νῦν δ' ἐπεὶ οὖν γενεὴν ἐδάης ἵππων τε καὶ αὐτοῦ,
καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο
γνώμεναι ἀντιβίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι
Πηλίου αἰπεινοῖο, τομὴν ὅθι λεῖπε καὶ εὐνήν."
- Ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνὴρ
πάλλων ἐγχείην περιμήκετον. Ὃς δ' ἑτέρωθε
χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην
καί ῥα Νεοπτολέμοιο κατ' ἀσπίδος ἧκε φέρεσθαι
χρυσείης· τὸν δ' οὔ τι προσεσσύμενον στυφέλιξεν·
ἀλλ' ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,
τόν ῥα διιπετέων ποταμῶν μένος οὐδ' ἅμα πάντων
ἂψ ὦσαι δύναται, ὃ γὰρ ἔμπεδον ἐρρίζωται·
ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
Ἀλλ' οὐδ' ὧς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο
ἄσχετον υἷ' Ἀχιλῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
θάρσος ἑὸν καὶ Κῆρες. Ὑπὸ κραδίῃσι δὲ θυμὸς
ἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δ' αἰόλα τεύχη
ἔβραχεν. Οἳ δ' ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι
σμερδαλέοι, τοῖσίν τε κατ' οὔρεα δῆρις ἀέξει,
ὁππότε λευγαλέῃ λιμῷ βεβολημένοι ἦτορ
ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται
ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι
μαρναμένων· ὣς οἵ γε συνῄεσαν ἀλλήλοισι
δῆριν συμφορέοντες ἀμείλιχον. Ἀμφὶ δὲ μακραὶ
λαῶν ἀμφοτέρωθεν ἄδην πονέοντο φάλαγγες
ἐς μόθον, ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
Οἳ δ' ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι
σύν ῥ' ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι
ἀλλήλων. Τοὺς δ' αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ
ἐγγύθεν ἱσταμένη· τοὶ δ' οὐκ ἀπέληγον ὁμοκλῆς,
ἀλλά σφεας ἐδάιζον ἐς ἀσπίδας, ἄλλοτε δ' αὖτε
οὔταζον κνημῖδας ἰδ' ὑψιλόφους τρυφαλείας·
καί τις καὶ χροὸς ἥψατ', ἐπεὶ πόνος αἰνὸς ἔπειγε
θαρσαλέους ἥρωας. Ἔρις δ' ἐπετέρπετο θυμῷ
κείνους εἰσορόωσα. Πολὺς δ' ἐξέρρεεν ἱδρὼς
ἀμφοτέρων· οἳ δ' αἰὲν ἐκαρτύνοντο μένοντες·
ἄμφω γὰρ μακάρων ἔσαν αἵματος. Οἳ δ' ἀπ' Ὀλύμπου
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
οἳ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,
οἳ δ' αὖτ' Εὐρύπυλον θεοειδέα. Τοὶ δ' ἑκάτερθε
μάρναντ' ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν
ἠλιβάτων ὀρέων· μέγα δ' ἔβραχον ἀμφοτέρωθε
θεινόμεναι μελίῃσι τότ' ἀσπίδες. Ὀψὲ δὲ μακρὴ
Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος
πολλὰ πονησαμένη· τοῦ δ' ἔκχυτο φοίνιον αἷμα
ἐσσυμένως· ψυχὴ δὲ δι' ἕλκεος ἐξεποτήθη
ἐκ μελέων, ὀλοὴ δὲ κατ' ὀφθαλμῶν πέσεν ὄρφνη.
Ἤριπε δ' ἐν τεύχεσσι κατὰ χθονός, ἠύτε βλωθρὴ
ἢ πίτυς ἢ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν
ἐκ ῥιζῶν ἐριποῦσα· τόσην ἐπικάππεσε γαῖαν
Εὐρυπύλοιο δέμας, μέγα δ' ἔβραχε Τρώιον οὖδας
καὶ πεδίον· χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ
ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
- Τῷ δ' ἐπικαγχαλόων μεγάλ' εὔχετο καρτερὸς ἥρως·
- "Εὐρύπυλ', ἦ που ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς
δῃώσειν καὶ πάντας ὀιζυρῶς ἀπολέσσειν
ἡμέας· ἀλλὰ σοὶ οὔ τι θεοὶ τελέεσκον ἐέλδωρ,
ἀλλ' ὑπ' ἐμοί σ' ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα
πατρὸς ἐμοῖο μέγ' ἔγχος, ὅ περ βροτὸς οὔ τις ἄλυξεν
ἡμῖν ἄντα μολών, οὐδ' εἰ παγχάλκεος ἦεν."
- Ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν
ἐσσυμένως· Τρῶες δὲ μέγ' ἔτρεσαν εἰσορόωντες
ἀνέρα καρτερόθυμον. Ὃ δ' αὐτίκα τεύχε' ἀπούρας
δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν·
αὐτὸς δ' ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους
ἤιεν, οἷός τ' εἶσι δι' αἰθέρος ἀπλήτοιο
ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός,
ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα
νόσφι Διὸς μεγάλοιο, ὃ δ' ἐσσύμενος ποτὶ γαῖαν
δένδρεά τε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα·
ὣς ὃ θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων·
δάμνατο δ' ἄλλοθεν ἄλλον ὅσους κίχον ἄμβροτοι ἵπποι.
Πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δ' ἐρυθαίνετο λύθρῳ·
ὡς δ' ὅτε μυρία φύλλα κατ' οὔρεος ἐν βήσσῃσι
ταρφέα πεπτηῶτα χύδην κατὰ γαῖαν ἐρέψῃ·
ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο
χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων·
ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν
αὐτῶν ἠδ' ἵππων· μάλα δ' ἄντυγες ἀμφ' ὀχέεσσι
κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.
- Καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο,
πόρτιες εὖτε λέοντα φοβεύμεναι ἢ σύες ὄμβρον,
εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων
Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο
κρύβδ' ἄλλων μακάρων. Φόρεον δέ μιν ἐς μόθον ἵπποι
Αἴθων καὶ Φλογίος, Κόναβος δ' ἐπὶ τοῖσι Φόβος τε,
τοὺς Βορέῃ κελάδοντι τέκε‹ν› βλοσυρῶπις Ἐριννὺς
πῦρ ὀλοὸν πνείοντας· ὑπέστενε δ' αἰόλος αἰθὴρ
ἐσσυμένων ποτὶ δῆριν. Ὃ δ' ὀτραλέως ἀφίκανεν
ἐς Τροίην· ὑπὸ δ' αἶα μέγ' ἔκτυπε θεσπεσίοισιν
ἵππων ἀμφὶ πόδεσσι· μολὼν δ' ἄγχιστα κυδοιμοῦ
πῆλε δόρυ βριαρόν, μέγα δ' ἴαχε Τρωσὶ κελεύων
ἀντιάαν δηίοισι κατὰ κλόνον. Οἳ δ' ἀίοντες
θεσπεσίην ὄπα πάντες ἐθάμβεον· οὐ γὰρ ἴδοντο
ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους·
ἠέρι ‹γὰρ› κεκάλυπτο. Νόησε δὲ θέσκελον αὐδὴν
ἔκποθεν ἀίσσουσαν ἄδην εἰς οὔατα Τρώων
ἀντιθέου Ἑλένοιο κλυτὸς νόος· ἐν δ' ἄρα θυμῷ
γήθησε‹ν› καὶ λαὸν ἀπεσσύμενον μέγ' ἀύτει·
- "Ἆ δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος
υἱέα θαρσαλέον; Θνητός νύ τίς ἐστι καὶ αὐτός,
οὐδέ οἱ ἶσον Ἄρηϊ πέλει σθένος ὃς μέγ' ἀρήγει
ἧμιν ἐελδομένοισι· βοᾷ δ' ὅ γε μακρὰ κελεύων
μάρνασθ' Ἀργείοισι κατὰ κλόνον. Ἀλλ' ἄγε θυμῷ
τλῆτε, φίλοι, καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε·
οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀίομαι ἄλλον ἱκέσθαι
ἀλκτῆρα πτολέμοιο· τί γὰρ ποτὶ δῆριν Ἄρηος
λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνῃ,
ὡς νῦν ἧμιν ἵκανεν ἐπίρροθος; Ἀλλὰ καὶ αὐτοὶ
μνήσασθε πτολέμοιο, δέος δ' ἀπὸ νόσφι βάλεσθε."
- Ὣς φάτο· τοὶ δ' ἵσταντο καταντίον Ἀργείοισιν·
ἠύτ' ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο
φεύγοντες τὸ πάροιθε βίην στρέψωσι μάχεσθαι,
ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν·
ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος
δείματος ἐκτὸς ἔσαν, κατὰ δ' ἀντίον ἀνέρος ἀνὴρ
μάρνατο θαρσαλέως· περὶ δ' ἔκτυπεν ἔντεα φωτῶν
θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν·
αἰχμαὶ δ' ἐς χρόα δῦνον· ἐδεύετο δ' αἵματι πολλῷ
δεινὸς Ἄρης· ὀλέκοντο δ' ἀνὰ μόθον ἄλλος ἐπ' ἄλλῳ
μαρναμένων ἑκάτερθε. Μάχη δ' ἔχεν ἶσα τάλαντα·
ὡς δ' ὁπότ' αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς
ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ
σπερχόμενοι, τῶν δ' ἶσον ἀέξεται εἰς ἔριν ἔργον,
ὁππότ' ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε·
ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα
ἶσα πέλεν· Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ
μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ,
Ἀργεῖοι δ' ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος.
Κτεῖνον δ' ἀλλήλους· ὀλοὴ δ' ἀνὰ μέσσον Ἐνυὼ
στρωφᾶτ' ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους
καὶ χέρας, ἐκ δέ οἱ αἰνὸς ἀπὸ μελέων ῥέεν ἱδρώς·
οὐδ' ἑτέροισιν ἄμυνεν, ἴσῃ δ' ἐπετέρπετο χάρμῃ
ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.
- Ἔνθα Νεοπτόλεμος τηλεκλειτὸν Περιμήδεα
δάμναθ', ὃς οἰκί' ἔναιε παρὰ Σμινθήιον ἄλσος.
Τῷ δ' ἐπὶ Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον
καὶ κρατερὸν Περίλαον ἐυμμελίην τε Μενάλκην
ὃν τέκετ' Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης
τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων·
ἀλλ' ὃ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐν πατρίδι γαίῃ·
παιδὸς δ' οὐκ ἀπόνητο· δόμον δέ οἱ ἔργα τε πάντα
χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο.
Δηΐφοβος δὲ Λύκωνα μενεπτόλεμον κατέπεφνε
τυτθὸν ὑπὲρ βουβῶνα τυχών· περὶ δ' ἔγχεϊ μακρῷ
ἔγκατα πάντ' ἐχύθησαν, ὅλη δ' ἐξέσσυτο νηδύς.
Αἰνείας δὲ Δύμαντα κατέκτανεν ὅς ‹ῥα› πάροιθεν
Αὐλίδα ναιετάεσκε, συνέσπετο δ' Ἀρκεσιλάῳ
ἐς Τροίην· ἀλλ' οὔ τι φίλην πάλιν ἔδρακε γαῖαν.
Εὐρύαλος δ' ἐδάμασσε, βαλὼν ἀλεγεινὸν ἄκοντα,
Ἀστραῖον· τοῦ δ' αἶψα διὰ στέρνοιο ποτήθη
αἰχμὴ ἀνιηρή, στομάχου δ' ἀπέκερσε κελεύθους
ἀνέρι κῆρα φέρουσα· μίγη δέ οἱ εἴδατα λύθρῳ.
Τοῦ δ' ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ
Ἱππομένην Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον
τύψας ἐς κληῗδα θοῶς· σὺν δ' αἵματι θυμὸς
ἔκθορεν ἐκ μελέων, ὀλοὴ δέ οἱ ἀμφεχύθη νύξ.
Τεύκρῳ δ' ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,
καὶ βάλεν ὠκὺν ὀιστὸν Ἀγήνορος ἄντα τανύσσας·
ἀλλά οἱ οὔ τι τύχησεν ἀλευαμένου μάλα τυτθόν.
Ἔμπεσε δ' ἐγγὺς ἐόντι δαΐφρονι Δηϊ‹ο›φόντῃ
λαιὸν ‹ἐς› ὀφθαλμόν, διὰ δ' οὔατος ἐξεπέρησε
δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι
ἀργαλέον βέλος ὦσαν ὅπῃ θέλον· ὃς δ' ἔτι ποσσὶν
ὀρθὸς ἀνασκαίρεσκε. Βαλὼν δ' ὅ γε δεύτερον ἰὸν
λαιμῷ ἐπερροίβδησε· διέθρισε δ' αὐχένος ἶνας
ἄντικρυς ἀίξας· τὸν δ' ἀργαλέη κίχε Μοῖρα.
- Ἄλλος δ' ἄλλῳ τεῦχε φόνον· κεχάροντο δὲ Κῆρες
καὶ Μόρος, ἀλγινόεσσα δ' Ἔρις μέγα μαιμώωσα
ἤυσε‹ν› μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε
σμερδαλέον, Τρώεσσι δ' ἐνέπνευσεν μέγα θάρσος,
Ἀργείοισι δὲ φύζαν, ἄφαρ δ' ἐλέλιξε φάλαγγας.
Ἀλλ' οὐχ υἷα φόβησεν Ἀχιλλέος· ἀλλ' ὅ γε μίμνων
μάρνατο θαρσαλέως, ἐπὶ δ' ἔκτανεν ἄλλον ἐπ' ἄλλῳ.
Ὡς δ' ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι
χεῖρα περιρρίψῃ κοῦρος νέος, αἳ δ' ὑπὸ πληγῇ
τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος ἄλλοθεν ἄλλαι
θυμὸν ἀποπνείουσι, πάις δ' ἐπιτέρπεται ἔργῳ·
ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος
γήθεεν ἀμφὶ νέκυσσι. Καὶ οὐκ ἀλέγιζεν Ἄρηος
Τρωσὶν ἀμύνοντος, †ἐτίνυτο †δ' ἄλλοθεν ἄλλον
λαοῦ ἐπαΐσσοντος, ὅπως ἀνέμοιο θυέλλας
μίμνει ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη·
ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι
χώετο καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι
αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη
ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην.
Ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα
Ξάνθου, τόσσον ἔσεισε· δέος δ' ἀμφέκλασε θυμὸν
Νυμφάων, φοβέοντο δ' ὑπὲρ Πριάμοιο πόληος.
Τεύχεσι δ' ἀμβροσίοισι πέρι στεροπαὶ ποτέοντο,
σμερδαλέοι δὲ δράκοντες ἀπ' ἀσπίδος ἀκαμάτοιο
πῦρ ἄμοτον πνείεσκον· ἄνω δ' ἔψαυε νέφεσσι
θεσπεσίη τρυφάλεια. Θοῷ δ' ἤμελλεν Ἄρηϊ
μάρνασθ' ἐσσυμένως, εἰ μὴ Διὸς ἠὺ νόημα
ἀμφοτέρους ἐφόβησεν ἀπ' αἰθέρος αἰπεινοῖο
βροντήσας ἀλεγεινόν. Ἄρης δ' ἀπεχάζετο χάρμης·
δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός·
ἵκετο δ' ἐς Θρῄκην δυσχείμερον, οὐδ' ἔτι Τρώων
μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον· οὐδὲ μὲν ἐσθλὴ
Παλλὰς ‹ἔτ'› ἐν ‹πεδίῳ› Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ
ἷξεν Ἀθηνάων ἱερὸν πέδον. Οἳ δ' ἔτι χάρμης
μνώοντ' οὐλομένης· δεύοντο δὲ Τρώιοι υἷες
ἀλκῆς· Ἀργεῖοι δὲ μέγ' ἱέμενοι πολέμοιο
χαζομένοισιν ἕποντο κατ' ἴχνιον, ἠύτ' ἀῆται
νήεσιν ἐσσυμένῃς ὑπὸ λαίφεσιν εἰς ἁλὸς οἶδμα
ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν
ὀτρηροὶ κατ' ὄρεσφι κύνες λελιημένοι ἄγρης·
ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκ' ἄρ' αὐτοὺς
υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε
κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον· οἳ δ' ὑπὸ φύζῃ
χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.
- Ἀργεῖοι δ' ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο
ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων,
ἄρνας ὅπως σταθμοῖσιν ἐν οἰοπόλοισι νομῆες.
Ὡς δ' ὁπότ' ἀμπνείωσι βόες μέγα κεκμηῶτες
ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην
πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν· ὣς ἄρ' Ἀχαιοὶ
ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. Ἀμφὶ δὲ πύργους
μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα.
Οἳ δ' ‹ἄφ›αρ ᾗσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας
ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν·
ὡς δ' ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι
λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται
λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νεφέεσσι
ταρφέσιν, οἳ δὲ μάλ' οὔ τι λιλαιόμενοί περ ἱκέσθαι
ἐς νομὸν ἀίσσουσιν, ἄχρις μέγα λωφήσειε
χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες·
ὣς οἵ γ' ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν
δυσμενέων. Λαοὶ δὲ θοῶς ἐπέχυντο πόληϊ·
ὡς δ' ὁπότε ψῆρες τανυ‹σί›πτεροι ἠὲ κολοιοὶ
καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι
βρώμης ἱέμενοι θυμηδέος, οὐδ' ἄρα τούς γε
αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι
πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει·
ὣς Δαναοὶ Πριάμοιο τότ' ἀμφεχέοντο πόληϊ
ὄβριμοι· ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι
ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.
Τρῶες δ' οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες,
ἀλλὰ καὶ ὧς πύργοισιν ἐφεσταότες πονέοντο
νωλεμέως· ‹ἰ›οὶ δὲ πολυκμήτων ἀπὸ χειρῶν
θρῷσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι
δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος
ἧκε βίην· ‹μάλα› γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς
Τρωσὶν ἐυπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.
- Ἔνθ' ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον
καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτου
τυτθὸν ὑπὸ γναθμοῖο· πάγη δ' ὑπὸ λαιμὸν ὀιστός·
κάππεσε δ' αἰγυπιῷ ἐναλίγκιος ὅν τ' ἀπὸ πέτρης
ἰῷ ἐυγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ·
ὣς ὃ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο,
γυῖα δέ οἱ λίπε θυμός· ἐπέβραχε δ' ἔντεα νεκρῷ.
Τῷ δ' ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο
ἄλλον ἀφῆκεν ὀιστὸν ἐελδόμενος μέγα θυμῷ
υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην·
ἀλλ' ὃ μὲν αἶψ' ἀλέεινε παρακλίνας ἑτέρωσε
ὃν δέμας οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν.
Ὡς δ' ὅθ' ἁλὸς κατὰ πόντον ἐπειγομένης νεὸς οὔρῳ
ναύτης παιπαλόεσσαν ἰδὼν ἐπὶ χεύματι πέτρην
νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι
χειρὶ παρακλίνας οἰήιον, ἧχί ἑ θυμὸς
ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμ' ἀπερύκει·
ὣς ἄρ' ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.
- Οἳ δ' αἰεὶ μάρναντο· λύθρῳ δ' ἐρυθαίνετο τείχη
πύργοι θ' ὑψηλοὶ καὶ ἐπάλξιες, ἧχί τε Τρῶες
ἰοῖσι κτείνοντο πολυσθενέων ὑπ' Ἀχαιῶν.
Οὐδὲ μὲν οἵ γ' ἀπάνευθε πόνων ἔσαν, ἀλλ' ἄρα καὶ τῶν
πολλοὶ γαῖαν ἔρευθον. Ὀρώρει δ' αἰπὺς ὄλεθρος
βαλλομένων ἑκάτερθε· λυγρὴ δ' ἐπετέρπετ' Ἐνυὼ
Δῆριν ἐπικλονέουσα κασιγνήτην Πολέμοιο.
- Καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης
Ἀργεῖοι, μάλα γάρ σφιν ‹ἀ›άσπετον ἔπλετο κάρτος,
εἰ μὴ ἄρ' αἶψα βόησεν ἀγακλειτὸς Γανυμήδης
οὐρανοῦ ἐκ κατιδών· μάλα γὰρ περιδείδιε πάτρης·
- "Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξειμι γενέθλης,
σῇσι δ' ὑπ' ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην
εἰμὶ μετ' ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,
τῶ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ·
οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι
οὐδ' ἄρ' ἀπολλυμένην γενεὴν ἐν δηϊοτῆτι
λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος.
Σοὶ δὲ καὶ εἰ μέμονε‹ν› κραδίη τάδε μηχανάασθαι,
ἔρξον ἐμεῦ ἀπὸ νόσφι‹ν›· ἐλαφρότερον δέ μοι ἄλγος
ἔσσεται, ἢν μὴ ἔγωγε μετ' ὄμμασιν οἷσιν ἴδωμαι·
κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην
δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται."
- Ἦ ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ.
Καὶ τότ' ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι
νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα.
Ἠχλύνθη δὲ μάχη φθισίμβροτος οὐδέ τις αὐτῶν
ἐξιδέειν ἐπὶ τεῖχος ἔτ' ἔσθενεν, ἧχι τέτυκτο·
ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο.
Ἀμφὶ δ' ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο
οὐρανόθεν· Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες
θάμβεον· ἐν δ' ἄρα τοῖσι μέγ' ἴαχε Νηλέος υἱός·
- "Ὦ νύ μοι Ἀργείων σημάντορες, οὐκέτι νῶιν
ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι
Τρωσὶν ἀμύνοντος· μάλα γὰρ μέγα πῆμα κυλίνδει
ἡμῖν, Ἀλλ' ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες
παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ,
μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων.
Τοῖσι μὲν ‹ἂρ› τεράεσσι πιθώμεθα· τῷ γὰρ ἔοικε
πάντας ‹ἀεὶ› πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν
ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τ' ἀνθρώπων.
Καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς
οὐρανόθεν κατέχευε πυρὸς μένος· ἣ δ' ὑπένερθε
καίετο πάντοθε γαῖα, καὶ Ὠκεανοῦ πλατὺ χεῦμα
ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατ' ἄχρις ἱκέσθαι·
καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων·
δάμνατο δ' ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα
ἠδ' ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδ' ὁπόσ' ὕδωρ
ἀενάων ποταμῶν· ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ
τέφρῃ ὑπεκρύφθη καὶ λιγνύι· τείρετο δὲ χθών.
Τοὔνεκ' ἐγὼ δείδοικα Διὸς μένος ἤματι τῷδε.
Ἀλλ' ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει
σήμερον· αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει·
ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δ' ἐχθρή.
Καὶ δ' οὐ ‹δή› πω μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,
εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος,
τόν ῥα πάρος κατέλεξεν ὁμηγυρέεσσιν Ἀχαιοῖς
δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ."
- Ὣς φάτο· τοὶ δ' ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες
χάσσαντ' ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν·
ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἵστορι μύθων.
Ἀλλ' οὐδ' ὧς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ,
ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες·
οὐ γὰρ δὴ κείνους νέφος ἄμπεχεν, ἀλλὰ πόληα
ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον ᾧ πέρι πολλοὶ
Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν.
Ἐλθόντες δ' ἐπὶ νῆας ἀρήια τεύχεα θέντο,
καί ῥα κόνιν καὶ ἱδρῶ‹τα› λύθρον τ' ἀπεφαιδρύναντο
κύμασιν ἐμβεβαῶτες ἐυρρόου Ἑλλησπόντου.
- Ἠέλιος δ' ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους,
νὺξ δ' ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δ' ἀνέρας ἔργων.
Ἀργεῖοι δ' Ἀχιλῆος ἐυπτολέμου θρασὺν υἷα
ἶσα τοκῆι τίεσκον· ὃ δ' ἐν κλισίῃσιν ἀνάκτων
δαίνυτο καγχαλόων· κάματος δέ μιν οὔ τι βάρυνεν,
οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων
ἐξέλετ', ἀκμήτῳ δ' ἐναλίγκιον εἰσοράασθαι
τεῦξεν. Ὃ δ' ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ
ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθά οἱ ὕπνος
ἀμφεχύθη. Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον
αἰὲν ἀμειβόμενοι φυλακάς· φοβέοντο γὰρ αἰνῶς
Τρώων μή ποτε λαὸς ἢ ἀγχεμάχων ἐπικούρων
νῆας ἐνιπρήσῃ, νόστου δ' ἀπὸ πάντας ἀμέρσῃ.
Ὣς δ' αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων
ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον
Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.