610400340VII a. C.ElegiaMimnermus FragmentaWest, M.L., Oxford, Clarendon Press, 1972.1

Mimnermus - Fragmenta

fr. 1

©-0±69¼BEÅÊÌQTÔÖτίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης;

¬°±57»¾BDÆJMÎ   τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι,

ª-/°35·¼ÀDFÇKOÐÒκρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή,

¬¯±´¸»?BÂGIÈ   οἷ' ἥβης ἄνθεα γίνεται ἁρπαλέα

   5¨,.±36¹;AÂIKËORÒÖἀνδράσιν ἠδὲ γυναιξίν· ἐπεὶ δ' ὀδυνηρὸν ἐπέλθηι

¬.2¸=AÁÆKMÎTWØ   γῆρας, ὅ τ' αἰσχρὸν ὁμῶς καὶ κακὸν ἄνδρα τιθεῖ,

©«®35¸;@ÁÅÈLOÏÓαἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι,

¬±³8:¼ÀEHÈKMÍ   οὐδ' αὐγὰς προσορῶν τέρπεται ἠελίου,

¨­±µº=BÂÄÇMPÑÓἀλλ' ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν·

  10¬®±46·»?BÂFIÈ   οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.

fr. 2

¨«³47º?BÂGIÈMOÐÒἡμεῖς δ', οἷά τε φύλλα φύει πολυάνθεμος ὥρη

«-1¶»¾ÂFIÉLNÎ   ἦρος, ὅτ' αἶψ' αὐγῆις αὔξεται ἠελίου,

ª-/²µ¸9=¾DFÇLNÏÑτοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης

¬/1³¸½ÁEGÉMPÐ   τερπόμεθα, πρὸς θεῶν εἰδότες οὔτε κακὸν

   5©-/±¶¸=AÁÄÆJMÎÑοὔτ' ἀγαθόν· Κῆρες δὲ παρεστήκασι μέλαιναι,

«.1´69»¿CDÅJLÌ   ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου,

¨-/±46¹:@ÀEHÉMPÐÒἡ δ' ἑτέρη θανάτοιο· μίνυνθα δὲ γίνεται ἥβης

¬/3µ;?ÀÄILÌOQÐ   καρπός, ὅσον τ' ἐπὶ γῆν κίδναται ἠέλιος.

©+.°´¸:?¿EGÈLOÏÑαὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης,

  10¬.0³68»¾CDÅJKË   αὐτίκα τεθνάμεναι βέλτιον ἢ βίοτος·

©,/²¶¹=@ÁEHÉNPÑÓπολλὰ γὰρ ἐν θυμῶι κακὰ γίνεται· ἄλλοτε οἶκος

­°³79ºÀGIÉMPÑ   τρυχοῦται, πενίης δ' ἔργ' ὀδυνηρὰ πέλει·

¨«²¶¸;?ÀCFÇMPÐÓἄλλος δ' αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα

«®°46¹¼ADÅJKË   ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀΐδην·

  15¨«°25¸»½BDÇKNÏÒἄλλος νοῦσον ἔχει θυμοφθόρον· οὐδέ τίς ἐστιν

«¯±µ¹½BDÅJMÎ   ἀνθρώπων ὧι Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.

fr. 3

©-0±µ¸;AÁGIÊNQÑÓτὸ πρὶν ἐὼν κάλλιστος, ἐπὴν παραμείψεται ὥρη,

¬.1³¸º¾BCÅILÌ   οὐδὲ πατὴρ παισὶν τίμιος οὔτε φίλος.

fr. 4

©«®14¶8;¾DFÇLNÑÓΤιθωνῶι μὲν ἔδωκεν ἔχειν κακὸν ἄφθιτον ‹αἰεὶ›

¬.2¶9;¾ÁEFÇLNÎ   γῆρας, ὃ καὶ θανάτου ῥίγιον ἀργαλέου.

fr. 5

©+-±46¹¿ÀFHÈMOÐÓαὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,

®¯²79»¾CFÆJLË   πτοιῶμαι δ' ἐσορῶν ἄνθος ὁμηλικίης

©-0²·º=BÂHIÊNPÒÕτερπνὸν ὁμῶς καὶ καλόν· ἐπὶ πλέον ὤφελεν εἶναι·

«02´79º¾BEÅJMÍ   ἀλλ' ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ

   5¨ª­¯°37¼ACÂIKËÎἥβη τιμήεσσα· τὸ δ' ἀργαλέον καὶ ἄμορφον

¬.1³79»¿CGÇMOÐ   γῆρας ὑπὲρ κεφαλῆς αὐτίχ' ὑπερκρέμαται,

¨,/±68º=BÅÈËQTÔØἐχθρὸν ὁμῶς καὶ ἄτιμον, ὅ τ' ἄγνωστον τιθεῖ ἄνδρα,

­±¶¹½ÂGHÉNPÐ   βλάπτει δ' ὀφθαλμοὺς καὶ νόον ἀμφιχυθέν.

fr. 6

©,/±¶¸=BÂGIÈNPÐÓαἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδωνέων

«­¯23µ¹;@ÁFHÉ   ἑξηκονταέτη μοῖρα κίχοι θανάτου,

fr. 7

©­°46¹=BÂFHÇMPÐÓσὴν αὐτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτέων

«®²69»¿DGÈLOÐ   ἄλλός τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.

fr. 8

?¿ÂÃHKËÎ                     ἀληθείη δὲ παρέστω

ª.0³·º¿CFÇJLÌσοὶ καὶ ἐμοί, πάντων χρῆμα δικαιότατον.

fr. 9

©+47¹½¿BCÄILÌÏΑἰπὺ ‹˘ ˉ› τε Πύλον Νηλήϊον ἄστυ λιπόντες

«­°35¶»?BÂFHÈ   ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα,

¨.0²68º=AÀEGÇLOÏÒἐς δ' ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες

«-/´79º½BCÄHJÊ   ἑζόμεθ', ἀργαλέης ὕβριος ἡγεμόνες·

ª¬±´µ8;½BDÅJLÍPκεῖθεν διαστήεντος ἀπορνύμενοι ποταμοῖο

­²µ¹¼ÀDFÈKMÍ   θεῶν βουλῆι Σμύρνην εἵλομεν Αἰολίδα.

fr. 11

©+.²68»=AÁEGÉMPÏÑοὐδέ κοτ' ἂν μέγα κῶας ἀνήγαγεν αὐτὸς Ἰήσων

«¯°46¸»@BÁFIÉ   ἐξ Αἴης τελέσας ἀλγινόεσσαν ὁδόν,

¨«¯24¶9;¼BDÄHKÊÍὑβριστῆι Πελίηι τελέων χαλεπῆρες ἄεθλον,

¬03·9:½ÀDGÇLOÎ   οὐδ' ἂν ἐπ' Ὠκεανοῦ καλὸν ἵκοντο ῥόον.

fr. 11a

©ª¬-0²79¾BCÄGIÉLΑἰήταο πόλιν, τόθι τ' ὠκέος Ἠελίοιο

«®°µ¹½@CÃIKÌ   ἀκτῖνες χρυσέωι κείαται ἐν θαλάμωι

¨*+®13·9?ÂFHÊMPÏÑὨκεανοῦ παρὰ χεῖλος, ἵν' ὤιχετο θεῖος Ἰήσων.

fr. 12

¨)+¬°´8:½BDÅIKÌÏἨέλιος μὲν γὰρ πόνον ἔλλαχεν ἤματα πάντα,

¬.1µ¹»¿CFÇKMÌ   οὐδέ ποτ' ἄμπαυσις γίνεται οὐδεμία

¨¬®26¹=AÂGIÉNPÑÒἵπποισίν τε καὶ αὐτῶι, ἐπεὶ ῥοδοδάκτυλος Ἠὼς

«-.°57º¿CEÇKMÎ   Ὠκεανὸν προλιποῦσ' οὐρανὸν εἰσαναβῆι.

   5©­±56¹;@ÁFHÇKMÏÑτὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή,

­/1´·»¾CFÆJLÌ   ποικίλη, Ἡφαίστου χερσὶν ἐληλαμένη,

ª­°²³6:¼ACÅJMÏÑχρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ' ὕδωρ

¬®³68¹½BDÆKMÍ   εὕδονθ' ἁρπαλέως χώρου ἀφ' Ἑσπερίδων

ª+.²45·;?ÀEFÇLPÐÔγαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι

  10«®³¸¹¼@BÃFIÊ   ἑστᾶσ', ὄφρ' Ἠὼς ἠριγένεια μόληι·

¨-/±35·:=½BDÄGIËÌἔνθ' ἐπέβη ἑτέρων ὀχέων Ὑπερίονος υἱός.

fr. 13a

¨¬¯35·8=ÀHLÌPRÓÕὣς οἳ πὰρ βασιλῆος, ἐπε[ί ῥ'] ἐ[ν]εδέξατο μῦθο̣ν,

«­°¶¹½CEÇKMÎ   ἤ[ϊξ]α̣ν κοίληι[ς ἀ]σπίσι φραξάμενοι.

fr. 14

©¬°´·:?¿FHÈLNÏÑοὐ μὲν δὴ κείνου γε μένος καὶ ἀγήνορα θυμὸν

­.1´8:¼ÁEHÊORÒ   τοῖον ἐμέο προτέρων πεύθομαι, οἵ μιν ἴδον

©«®13µ9;½DFÅJMÍÐΛυδῶν ἱππομάχων πυκινὰς κλονέοντα φάλαγγας

«./²68¹¾BEÅJLË   Ἕρμιον ἂμ πεδίον, φῶτα φερεμμελίην·

   5ª-0µ8:½BEÅJLÍRUÕ×τοῦ μὲν ἄρ' οὔ ποτε πάμπαν ἐμέμψατο Παλλὰς Ἀθήνη

­/2´9;¼ÁGLÌRTÕ   δριμὺ μένος κραδίης, εὖθ' ὅ γ' ἀνὰ προμάχους

ª¬±35¶:?ÁÄÇLNÏÐσεύαιθ' αἱματόεν‹τος ἐν› ὑσμίνηι πολέμοιο,

¬/2³57¹½BDÃIKL   πικρὰ βιαζόμενος δυσμενέων βέλεα·

©¬°µ¸¼½BFÇKMÍÑοὐ γάρ τις κείνου δηίων ἔτ' ἀμεινότερος φὼς

  10«.1´¶º½ACÃJLÌ   ἔσκεν ἐποίχεσθαι φυλόπιδος κρατερῆς

¨+/´·¹?AÃGHÉLNÎQἔργον, ὅτ' αὐγῆισιν φέρετ' ὠκέος ἠελίοιο

fr. 15

ª-0´¸»¿CFÇLNÎκαί μιν ἐπ' ἀνθρώπους βάξις ἔχει χαλεπή.

fr. 16

¨+-®²´·9:½@BÃἀργαλέης αἰεὶ βάξιος ἱέμενοι.

fr. 17

ª+-°47¹?AÂÇÉOQÒÕΠαίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γένος ἵππων.

DUBIA ET SPURIA

fr. 22

«­/°4¹;¿CÃJÊΤροιζηνίας δὲ τραῦμα φοιτάδος πλάνης

¨¬/±5¸:¼BÃGÆἔσται κακῶν τε πημάτων παραίτιον,

(ª/²3·9½ÁÃHÇὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων

ª®2¶¹ÀDÅÈËPÑπρὸς λέκτρα· τύμβος δ' αὐτὸν ἐκσώσει μόρου

   5(«.¯5¸:¾CÃHÈὉπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.

)«.°²¸?ÀDÆJÊκολοσσοβάμων δ' ἐν πτυχαῖσιν Αὐσόνων κτλ.

fr. 24

¬-°3¶8½ÁÅJË   οἷα δὴ φιλοῦσιν ‹οἱ‹ ἰατροὶ λέγειν

)­/³µ¹=ÀFÆLÌτὰ φαῦλα μείζω καὶ τὰ δείν' ὑπὲρ φόβον,

©­0´·πυργοῦντες αὑτούς.

fr. 25

ª­0³7º?ÀEÇLÌδεινοὶ γὰρ ἀνδρὶ πάντες ἐσμὲν εὐκλεεῖ

©¬0²µ¹=¾CÇKÌζῶντι φθονῆσαι, κατθανόντα δ' αἰνέσαι.

fr. 26

¨¬/1³µº@ÁÄÈMÎὦ Ζεῦ πολυτίμητ', ὡς καλαὶ νῷν αἱ γυναῖ