12742 1263 1 20 6 0 VI sec. a. C.-X d. C. Epigramma Autori vari XI Anthologia Graeca Beckby, H., Munich, Heimeran, 1-2:1965; 3-4:1968 82

Anthologia Graeca XI

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

ΣΥΜΠΟΤΙΚΑ ΚΑΙ ΣΚΩΠΤΙΚΑ

1

ΝΙΚΑΡΧΟΥ

Ἑρμαίοις ἡμῖν Ἀφροδίσιος ἓξ χόας οἴνου

   αἴρων προσκόψας πένθος ἔθηκε μέγα.

οἶνος καὶ Κένταυρον ἀπώλεσεν. ὡς ὄφελεν δὲ

   χἠμᾶς· νῦν δ' ἡμεῖς τοῦτον ἀπωλέσαμεν.

2

ΚΑΛΛΙΚΤΗΡΟΣ

Αἰσχυλίδα Θεόδωρε, τί μοι μεμάχηνται ἄριστοι;

   οὐ διακωλύσεις; πάντες ἔχουσι λίθους.

3

ΑΔΕΣΠΟΤΟΝ

Ἤθελον ἂν πλουτεῖν, ὡς πλούσιος ἦν ποτε Κροῖσος,

   καὶ βασιλεὺς εἶναι τῆς μεγάλης Ἀσίης·

ἀλλ' ὅταν ἐμβλέψω Νικάνορα τὸν σοροπηγὸν

   καὶ γνῶ, πρὸς τί ποιεῖ ταῦτα τὰ γλωσσόκομα,

ἀκτήν που πάσσας καὶ ταῖς κοτύλαις ὑποβρέξας

   τὴν Ἀσίην πωλῶ πρὸς μύρα καὶ στεφάνους.

4

ΠΑΡΜΕΝΙΩΝΟΣ

Αὐτῷ τις γήμας πιθανὴν τῷ γείτονι ῥέγχει

   καὶ τρέφεται· τοῦτ' ἦν εὔκολος ἐργασία,

μὴ πλεῖν, μὴ σκάπτειν, ἀλλ' εὐστομάχως ἀπορέγχειν,

   ἀλλοτρίᾳ δαπάνῃ πλούσια βοσκόμενον.

5

ΚΑΛΛΙΚΤΗΡΟΣ ΜΑΝΗΣΙΟΥ

Ὅστις ἔσω πυροὺς καταλαμβάνει οὐκ ἀγοράζων,

   κείνου Ἀμαλθείας ἁ γυνά ἐστι κέρας.

6

ΤΟΥ ΑΥΤΟΥ

Πτωχοῦ ἐστι γάμος κυνέα μάχα, εὐθὺ κυδοιμός,

   λοιδορίαι, πληγαί, ζημία, ἔργα, δίκαι.

7

ΝΙΚΑΡΧΟΥ

Οὐδεὶς τὴν ἰδίην συνεχῶς, Χαρίδημε, γυναῖκα

   κινεῖν ἐκ ψυχῆς τερπόμενος δύναται·

οὕτως ἡ φύσις ἐστὶ φιλόκνισος, ἀλλοτριόχρως,

   καὶ ζητεῖ διόλου τὴν ξενοκυσθαπάτην.

8

ΑΔΕΣΠΟΤΟΝ

Μὴ μύρα, μὴ στεφάνους λιθίναις στήλαισι χαρίζου·

   μηδὲ τὸ πῦρ φλέξῃς· ἐς κενὸν ἡ δαπάνη.

ζῶντί μοι, εἴ τι θέλεις, χάρισαι· τέφρην δὲ μεθύσκων

   πηλὸν ποιήσεις, κοὐχ ὁ θανὼν πίεται.

9

ΛΕΩΝΙΔΑ

Μὴ πάλι μοι μετὰ δόρπον, ὅτ' οὐκέτι γαστέρα πείθω,

   οὔθατα καὶ χοίρων ἀρτὰ τίθει τεμάχη·

οὐδὲ γὰρ ἐργοπόνοισι μετὰ στάχυν ὄμβρος ἄκαιρος

   χρήσιμος, οὐ ναύταις ἐν λιμένι ζέφυρος.

10

ΛΟΥΚΙΛΛΙΟΥ

Τὸν τοῦ δειπναρίου νόμον οἴδατε· σήμερον ὑμᾶς,

   Αὖλε, καλῶ καινοῖς δόγμασι συμποσίου.

οὐ μελοποιὸς ἐρεῖ κατακείμενος, οὔτε παρέξεις

   οὔθ' ἕξεις αὐτὸς πράγματα γραμματικά.

11

ΤΟΥ ΑΥΤΟΥ

Οὐκ ᾔδειν σε τραγῳδόν, Ἐπίκρατες, οὐδὲ χοραύλην,

   οὐδ' ἄλλ' οὐδὲν ὅλως, ὧν χορὸν ἔστιν ἔχειν·

ἀλλ' ἐκάλουν σε μόνον· σὺ δ' ἔχων χορὸν οἴκοθεν ἥκεις

   ὀρχηστῶν, αὐτοῖς πάντα διδοὺς ὀπίσω.

εἰ δ' οὕτω τοῦτ' ἐστί, σὺ τοὺς δούλους κατάκλινον,

   ἡμεῖς δ' αὖ τούτοις πρὸς πόδας ἐρχόμεθα.

12

ΑΛΚΑΙΟΥ

Οἶνος καὶ Κένταυρον, Ἐπίκρατες, οὐχὶ σὲ μοῦνον

   ὤλεσεν ἠδ' ἐρατὴν Καλλίου ἡλικίην.

ὄντως οἰνοχάρων ὁ μονόμματος, ᾧ σὺ τάχιστα

   τὴν αὐτὴν πέμψαις ἐξ Ἀίδεω πρόποσιν.

13

ΑΜΜΙΑΝΟΥ

Ἠὼς ἐξ ἠοῦς παραπέμπεται, εἶτ' ἀμελούντων

   ἡμῶν ἐξαίφνης ἥξει ὁ πορφύρεος

καὶ τοὺς μὲν τήξας, τοὺς δ' ὀπτήσας, ἐνίους δὲ

   φυσήσας ἄξει πάντας ἐς ἓν βάραθρον.

14

ΤΟΥ ΑΥΤΟΥ

Ἐχθὲς ἐπὶ ξενίαν κληθείς, ὅτε καιρὸς ὕπνου μοι,

   τύλῃ ἐπεκλίνθην Γοργόνος ἢ Νιόβης,

ἣν οὐδεὶς ὕφηνεν, ἀπέπρισε δ' ἢ πελεκήσας

   ἐκ τῶν λατομιῶν ἤγαγεν εἰς τὰ Πρόκλου.

ἐξ ἧς, εἰ μὴ θᾶττον ἐπηγέρθην, Πρόκλος ἄν μοι

   τὴν τύλην στήλην ἢ σορὸν εἰργάσατο.

15

ΤΟΥ ΑΥΤΟΥ

Εἰ μὲν τοὺς ἀπὸ ἄλφα μόνους κέκρικας κατορύσσειν,

   Λούκιε, βουλευτάς, καὶ τὸν ἀδελφὸν ἔχεις·

εἰ δ', ὅπερ εὔλογόν ἐστι, κατὰ στοιχεῖον ὁδεύεις,

   ἤδη, σοὶ προλέγω, Ὠριγένης λέγομαι.

16

‹ΤΟΥ ΑΥΤΟΥ›

Κύλλος καὶ Λεῦρος δύο Θεσσαλοὶ ἐγχεσίμωροι·

   Κύλλος δ' ἐκ τούτων ἐγχεσιμωρότερος.

17

ΝΙΚΑΡΧΟΥ

Ἦν Στέφανος πτωχὸς κηπεύς θ' ἅμα· νῦν δὲ προκόψας

   πλουτεῖ καὶ γεγένητ' εὐθὺ Φιλοστέφανος,

τέσσαρα τῷ πρώτῳ Στεφάνῳ καλὰ γράμματα προσθείς·

   ἔσται δ' εἰς ὥρας Ἱπποκρατιππιάδης

ἢ διὰ τὴν σπατάλην Διονυσιοπηγανόδωρος·

   ἐν δ' ἀγορανομίῳ παντὶ μένει Στέφανος.

18

ΤΟΥ ΑΥΤΟΥ

Οὐκ ἐν γαστρὶ λαβοῦσα Φιλαίνιον Ἡλιοδώρῳ

   θήλειαν τίκτει παῖδ' ἀπὸ ταὐτομάτου·

τοῦ δ' ἐπὶ θηλείῃ λυπουμένου ἓξ διαλείπει

   ἤματα καὶ τίκτειν ἄρσενα παῖδ' ἔφατο.

οὕτως Βούβαστις καταλύεται· εἰ γὰρ ἑκάστη

   τέξεται ὡς αὐτή, τίς θεοῦ ἐστι λόγος;

19

ΣΤΡΑΤΩΝΟΣ

Καὶ πίε νῦν καὶ ἔρα, Δαμόκρατες· οὐ γὰρ ἐς αἰεὶ

   πιόμεθ' οὐδ' αἰεὶ παισὶ συνεσσόμεθα.

καὶ στεφάνοις κεφαλὰς πυκασώμεθα καὶ μυρίσωμεν

   αὑτούς, πρὶν τύμβοις ταῦτα φέρειν ἑτέρους.

νῦν ἐν ἐμοὶ πιέτω μέθυ τὸ πλέον ὀστέα τἀμά·

   νεκρὰ δὲ Δευκαλίων αὐτὰ κατακλυσάτω.

20

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Φεύγεθ', ὅσοι λόκκας ἢ λοφνίδας ἢ καμασῆνας

   ᾄδετε, ποιητῶν φῦλον ἀκανθολόγων,

οἵ τ' ἐπέων κόσμον λελυγισμένον ἀσκήσαντες

   κρήνης ἐξ ἱερῆς πίνετε λιτὸν ὕδωρ.

σήμερον Ἀρχιλόχοιο καὶ ἄρσενος ἦμαρ Ὁμήρου

   σπένδομεν· ὁ κρητὴρ οὐ δέχεθ' ὑδροπότας.

21

ΣΤΡΑΤΩΝΟΣ

Πρῴην τὴν σαύραν Ἀγάθων ῥοδοδάκτυλον εἶχεν·

   νῦν δ' αὐτὴν ἤδη καὶ ῥοδόπηχυν ἔχει.

22

ΤΟΥ ΑΥΤΟΥ

Ἔστι Δράκων τις ἔφηβος ἄγαν καλός· ἀλλὰ δράκων ὢν

   πῶς εἰς τὴν τρώγλην ἄλλον ὄφιν δέχεται;

23

ΑΝΤΙΠΑΤΡΟΥ

Ὠκύμορόν με λέγουσι δαήμονες ἀνέρες ἄστρων·

   εἰμὶ μέν, ἀλλ' οὔ μοι τοῦτο, Σέλευκε, μέλει.

εἰς Ἀίδην μία πᾶσι καταίβασις· εἰ δὲ ταχίων

   ἡμετέρη, Μίνω θᾶσσον ἐποψόμεθα.

πίνωμεν· καὶ δὴ γὰρ ἐτήτυμον εἰς ὁδὸν ἵππος

   οἶνος, ἐπεὶ πεζοῖς ἀτραπὸς εἰς Ἀίδην.

24

ΤΟΥ ΑΥΤΟΥ

Ὦ Ἑλικὼν Βοιωτέ, σὺ μέν ποτε πολλάκις ὕδωρ

   εὐεπὲς ἐκ πηγέων ἔβλυσας Ἡσιόδῳ·

νῦν δ' ἡμῖν ἔθ' ὁ κοῦρος ὁμώνυμος Αὔσονα Βάκχον

   οἰνοχοεῖ κρήνης ἐξ ἀμεριμνοτέρης.

βουλοίμην δ' ἂν ἔγωγε πιεῖν παρὰ τοῦδε κύπελλον

   ἓν μόνον ἢ παρὰ σεῦ χίλια Πηγασίδος.

25

ΑΠΟΛΛΩΝΙΔΟΥ

Ὑπνώεις, ὠταῖρε· τὸ δὲ σκύφος αὐτὸ βοᾷ σε·

   Ἔγρεο, μὴ τέρπου μοιριδίῃ μελέτῃ.

μὴ φείσῃ, Διόδωρε· λάβρος δ' εἰς Βάκχον ὀλισθὼν

   ἄχρις ἐπὶ σφαλεροῦ ζωροπότει γόνατος.

ἔσσεθ', ὅτ' οὐ πιόμεσθα, πολὺς πολύς· ἀλλ' ἄγ' ἐπείγου·

   ἡ συνετὴ κροτάφων ἅπτεται ἡμετέρων.

26

ΑΡΓΕΝΤΑΡΙΟΥ

Σφάλλομαι ἀκρήτῳ μεμεθυσμένος· ἀλλὰ τίς ἆρα

   σώσει μ' ἐκ Βρομίου γυῖα σαλευόμενον;

ὡς ἄδικον θεὸν εὗρον, ὅθ' εἵνεκεν αὐτὸς ἐγὼ σέ,

   Βάκχε, φέρων ὑπὸ σοῦ τἄμπαλι παρφέρομαι.

27

ΜΑΚΗΔΟΝΙΟΥ

Συρρέντου τρηχεῖα μυρίπνοε, χαῖρε, κονίη

   καὶ Πολλεντίνων γαῖα μελιχροτάτη

Ἀστή θ' ἡ τριπόθητος, ἀφ' ἧς βρομιώδεα πηλὸν

   φύρησαν Βάκχῳ τριζυγέες Χάριτες,

πλούτου καὶ πενίης κοινὸν κτέαρ, οἷς μὲν ἀνάγκης

   σκεῦος, τοῖς δὲ τρυφῆς χρῆσι περισσοτέρη.

28

ΑΡΓΕΝΤΑΡΙΟΥ

Πέντε θανὼν κείσῃ κατέχων πόδας, οὐδὲ τὰ τερπνὰ

   ζωῆς οὐδ' αὐγὰς ὄψεαι ἠελίου·

ὥστε λαβὼν Βάκχου ζωρὸν δέπας ἕλκε γεγηθώς,

   Κίγκιε, καλλίστην ἀγκὰς ἔχων ἄλοχον.

εἰ δέ σοι ἀθανάτου σοφίης νόος, ἴσθι, Κλεάνθης

   καὶ Ζήνων Ἀίδην τὸν βαθὺν ὡς ἔμολον.

29

ΑΥΤΟΜΕΔΟΝΤΟΣ

Πέμπε, κάλει· πάντ' ἐστὶν ἕτοιμά σοι. ἢν δέ τις ἔλθῃ,

   τί πρήξεις; σαυτῷ δὸς λόγον, Αὐτόμεδον.

αὕτη γὰρ λαχάνου σαθρωτέρη ἡ πρὶν ἀκαμπὴς

   ζῶσα νεκρὰ μηρῶν πᾶσα δέδυκεν ἔσω.

πόλλ' ἐπὶ σοὶ γελάσουσιν, ἀνάρμενος ἂν παραβάλλῃ

   πλώειν τὴν κώπην μηκέτ' ἔχων ἐρέτου.

30

ΦΙΛΟΔΗΜΟΥ

Ὁ πρὶν ἐγὼ καὶ πέντε καὶ ἐννέα, νῦν, Ἀφροδίτη,

   ἓν μόλις ἐκ πρώτης νυκτὸς ἐς ἠέλιον·

οἴμοι μοι, καὶ τοῦτο κατὰ βραχύ ‑ πολλάκι δ' ἤδη

   ἡμιθανές ‑ θνῄσκει· τοῦτο τὸ τερμέριον.

ὦ γῆρας, γῆρας, τί ποθ' ὕστερον, ἢν ἀφίκηαι,

   ποιήσεις, ὅτε νῦν ὧδε μαραινόμεθα;

31

ΑΝΤΙΠΑΤΡΟΥ

Οὔ μοι Πληιάδων φοβερὴ δύσις, οὐδὲ θαλάσσης

   ὠρῦον στυφελῷ κῦμα περὶ σκοπέλῳ,

οὐδ' ὅταν ἀστράπτῃ μέγας οὐρανός, ὡς κακὸν ἄνδρα

   ταρβέω καὶ μύθων μνήμονας ὑδροπότας.

32

ΟΝΕΣΤΟΥ

Μούσης νουθεσίην φιλοπαίγμονος εὕρετο Βάκχος,

   ὦ Σικυών, ἐν σοὶ κῶμον ἄγων Χαρίτων·

δὴ γὰρ ἔλεγχον ἔχει γλυκερώτατον ἔν τε γέλωτι

   κέντρον· χὠ μεθύων ἀστὸν ἐσωφρόνισεν.

33

ΦΙΛΙΠΠΟΥ

Λάθριον ἑρπηστὴν σκολιὸν πόδα, κισσέ, χορεύσας

   ἄγχεις τὴν Βρομίου βοτρυόπαιδα χάριν·

δεσμεῖς δ' οὐχ ἡμᾶς, ὀλέκεις δὲ σέ. τίς γὰρ ἕλοιτο

   κισσὸν ἐπὶ κροτάφοις, μὴ κεράσας Βρόμιον;

34

ΦΙΛΟΔΗΜΟΥ

Λευκοΐνους πάλι δὴ καὶ ψάλματα καὶ πάλι Χίους

   οἴνους καὶ πάλι δὴ σμύρναν ἔχειν Συρίην

καὶ πάλι κωμάζειν καὶ ἔχειν πάλι διψάδα πόρνην

   οὐκ ἐθέλω· μισῶ ταῦτα τὰ πρὸς μανίην.

ἀλλά με ναρκίσσοις ἀναδήσατε καὶ πλαγιαύλων

   γεύσατε καὶ κροκίνοις χρίσατε γυῖα μύροις

καὶ Μιτυληναίῳ τὸν πνεύμονα τέγξατε Βάκχῳ,

   καὶ συζεύξατέ μοι φωλάδα παρθενικήν.

35

ΤΟΥ ΑΥΤΟΥ

Κράμβην Ἀρτεμίδωρος, Ἀρίσταρχος δὲ τάριχον,

   βολβίσκους δ' ἡμῖν δῶκεν Ἀθηναγόρας,

ἡπάτιον Φιλόδημος, Ἀπολλοφάνης δὲ δύο μνᾶς

   χοιρείου, καὶ τρεῖς ἦσαν ἀπ' ἐχθὲς ἔτι.

ᾠὸν καὶ στεφάνους καὶ σάμβαλα καὶ μύρον ἡμῖν

   λάμβανε, παῖ· δεκάτης εὐθὺ θέλω παράγειν.

36

ΦΙΛΙΠΠΟΥ

Ἡνίκα μὲν καλὸς ἦς, Ἀρχέστρατε, κἀμφὶ παρειαῖς

   οἰνωπαῖς ψυχὰς ἔφλεγες ἠιθέων,

ἡμετέρης φιλίης οὐδεὶς λόγος· ἀλλὰ μετ' ἄλλων

   παίζων τὴν ἀκμὴν ὡς ῥόδον ἠφάνισας.

ὡς δ' ἐπιπερκάζεις μιαρῇ τριχί, νῦν φίλον ἕλκων

   τὴν καλάμην δωρῇ δοὺς ἑτέροις τὸ θέρος.

37

ΑΝΤΙΠΑΤΡΟΥ

Ἤδη τοι φθινόπωρον, Ἐπίκλεες, ἐκ δὲ Βοώτου

   ζώνης Ἀρκτούρου λαμπρὸν ὄρωρε σέλας·

ἤδη καὶ σταφυλαὶ δρεπάνης ἐπιμιμνήσκονται,

   καί τις χειμερινὴν ἀμφερέφει καλύβην.

σοὶ δ' οὔτε χλαίνης θερμὴ κροκὺς οὔτε χιτῶνος

   ἔνδον· ἀποσκλήσῃ δ' ἀστέρα μεμφόμενος.

38

ΠΟΛΕΜΩΝΟΣ ΒΑΣΙΛΕΩΣ

Ἡ πτωχῶν χαρίεσσα πανοπλίη, ἀρτολάγυνος

   αὕτη, καὶ δροσερῶν ἐκ πετάλων στέφανος,

καὶ τοῦτο φθιμένοιο προάστιον ἱερὸν ὀστεῦν

   ἐγκεφάλου, ψυχῆς φρούριον ἀκρότατον.

Πῖνε, λέγει τὸ γλύμμα, καὶ ἔσθιε καὶ περίκεισο

   ἄνθεα· τοιοῦτοι γινόμεθ' ἐξαπίνης.

39

ΜΑΚΗΔΟΝΙΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἐχθές μοι συνέπινε γυνή, περὶ ἧς λόγος ἔρρει

   οὐχ ὑγιής. παῖδες, θραύσατε τὰς κύλικας.

40

ΑΝΤΙΣΤΙΟΥ

Εὐμένεος Κλεόδημος ἔτι βραχύς, ἀλλὰ χορεύει

   σὺν παισὶν βαιῷ μικρὸς ἔτ' ἐν θιάσῳ·

ἠνίδε, καὶ στικτοῖο δορὴν ἐζώσατο νεβροῦ

   καὶ σείει ξανθῆς κισσὸν ὑπὲρ κεφαλῆς.

ὦνα σύ μιν Καδμεῖε τίθει μέγαν, ὡς ἂν ὁ μύστης

   ὁ βραχὺς ἡβήτας αὖθις ἄγοι θιάσους.

41

ΦΙΛΟΔΗΜΟΥ

Ἑπτὰ τριηκόντεσσιν ἐπέρχονται λυκάβαντες,

   ἤδη μοι βιότου σχιζόμεναι σελίδες·

ἤδη καὶ λευκαί με κατασπείρουσιν ἔθειραι,

   Ξανθίππη, συνετῆς ἄγγελοι ἡλικίης.

ἀλλ' ἔτι μοι ψαλμός τε λάλος κῶμοί τε μέλονται,

   καὶ πῦρ ἀπλήστῳ τύφετ' ἐνὶ κραδίῃ.

αὐτὴν ἀλλὰ τάχιστα κορωνίδα γράψατε, Μοῦσαι,

   ταύτην ἡμετέρης, δεσπότιδες, μανίης.

42

ΚΡΙΝΑΓΟΡΟΥ

Εἰ καί σοι ἑδραῖος ἀεὶ βίος οὐδὲ θάλασσαν

   ἔπλως χερσαίας τ' οὐκ ἐπάτησας ὁδούς,

ἔμπης Κεκροπίης ἐπιβήμεναι, ὄφρ' ἂν ἐκείνας

   Δήμητρος μεγάλης νύκτας ἴδῃς ἱερῶν,

τῶν ἄπο κἀν ζωοῖσιν ἀκηδέα, κεὖτ' ἂν ἵκηαι

   ἐς πλεόνων, ἕξεις θυμὸν ἐλαφρότερον.

43

ΖΩΝΑ

Δός μοι τοὐκ γαίης πεπονημένον ἁδὺ κύπελλον,

   ἇς γενόμην καὶ ὑφ' ᾇ κείσομ' ἀποφθίμενος.

44

ΦΙΛΟΔΗΜΟΥ

Αὔριον εἰς λιτήν σε καλιάδα, φίλτατε Πείσων,

   ἐξ ἐνάτης ἕλκει μουσοφιλὴς ἕταρος

εἰκάδα δειπνίζων ἐνιαύσιον· εἰ δ' ἀπολείψῃς

   οὔθατα καὶ Βρομίου χιογενῆ πρόποσιν,

ἀλλ' ἑτάρους ὄψει παναληθέας, ἀλλ' ἐπακούσῃ

   Φαιήκων γαίης πουλὺ μελιχρότερα·

ἢν δέ ποτε στρέψῃς καὶ ἐς ἡμέας ὄμματα, Πείσων,

   ἄξομεν ἐκ λιτῆς εἰκάδα πιοτέρην.

45

ΟΝΕΣΤΟΥ

Αὐτοθελὴς ἥδιστος ἀεὶ πότος· ὃς δέ κ' ἀνάγκῃ,

   ὑβριστὴς οἴνῳ τ' ἐστὶ καὶ οἰνοπότῃ·

τὸν μὲν γὰρ γαίῃ προχέει κρύφα, τὸν δ' ὑπὸ γαίῃ

   πολλάκι πρὸς Λήθης ἤγαγε πικρὸν ὕδωρ.

πουλυμεθεῖς, χαίροιτε· τὸ δ' ὁππόσον ἡδὺ ποθῆναι

   μέτρον ἐμοὶ πάσης ἄρκιον εὐφροσύνης.

46

ΑΥΤΟΜΕΔΟΝΤΟΣ ΚΥΖΙΚΗΝΟΥ

Ἄνθρωποι δείλης, ὅτε πίνομεν· ἢν δὲ γένηται

   ὄρθρος, ἐπ' ἀλλήλους θῆρες ἐγειρόμεθα.

47

[ΑΝΑΚΡΕΟΝΤΟΣ]

Οὔ μοι μέλει τὰ Γύγεω,

τοῦ Σαρδίων ἄνακτος,

οὔθ' αἱρέει με χρυσός,

οὐ δὲ φθονῶ τυράννοις·

ἐμοὶ μέλει μύροισι

καταβρέχειν ὑπήνην·

ἐμοὶ μέλει ῥόδοισι

καταστέφειν κάρηνα.

τὸ σήμερον μέλει μοι·

τὸ δ' αὔριον τίς οἶδεν;

48

[ΤΟΥ ΑΥΤΟΥ]

Τὸν ἄργυρον τορεύσας,

Ἥφαιστέ, μοι ποίησον

πανοπλίαν μὲν οὐχί,

ποτήριον δὲ κοῖλον,

ὅσον δύνῃ, βάθυνον.

ποίει δέ μοι κατ' αὐτοῦ

μηδ' ἄστρα μηδ' ἁμάξας,

μὴ στυγνὸν Ὠρίωνα,

ἀλλ' ἀμπέλους χλοώσας

καὶ βότρυας γελῶντας

σὺν τῷ καλῷ Λυαίῳ.

49

ΕΥΗΝΟΥ

Βάκχου μέτρον ἄριστον, ὃ μὴ πολὺ μηδ' ἐλάχιστον·

   ἔστι γὰρ ἢ λύπης αἴτιος ἢ μανίης.

χαίρει κιρνάμενος δὲ τρισὶν Νύμφαισι τέταρτος·

   τῆμος καὶ θαλάμοις ἐστὶν ἑτοιμότατος·

εἰ δὲ πολὺς πνεύσειεν, ἀπέστραπται μὲν Ἔρωτας,

   βαπτίζει δ' ὕπνῳ, γείτονι τοῦ θανάτου.

50

ΑΥΤΟΜΕΔΟΝΤΟΣ

Εὐδαίμων πρῶτον μὲν ὁ μηδενὶ μηδὲν ὀφείλων,

   εἶτα δ' ὁ μὴ γήμας, τὸ τρίτον ὅστις ἄπαις.

ἢν δὲ μανεὶς γήμῃ τις, ἔχει χάριν, ἢν κατορύξῃ

   εὐθὺς τὴν γαμετὴν προῖκα λαβὼν μεγάλην.

ταῦτ' εἰδὼς σοφὸς ἴσθι· μάτην δ' Ἐπίκουρον ἔασον

   ποῦ τὸ κενὸν ζητεῖν καὶ τίνες αἱ μονάδες.

51

ΑΔΗΛΟΝ

Τῆς ὥρας ἀπόλαυε· παρακμάζει ταχὺ πάντα·

   ἓν θέρος ἐξ ἐρίφου τρηχὺν ἔθηκε τράγον.

52

ΑΔΗΛΟΝ

Παιδείῳ, Θρασύβουλε, σαγηνευθεὶς ὑπ' ἔρωτι

   ἀσθμαίνεις, δελφὶς ὥς τις ἐπ' αἰγιαλοῦ

κύματος ἱμείρων· δρέπανον δέ σοι οὐδὲ τὸ Περσέως

   ἀρκεῖ ἀποτμῆξαι δίκτυον, ᾧ δέδεσαι.

53

ΑΔΗΛΟΝ

Τὸ ῥόδον ἀκμάζει βαιὸν χρόνον· ἢν δὲ παρέλθῃ,

   ζητῶν εὑρήσεις οὐ ῥόδον, ἀλλὰ βάτον.

54

ΠΑΛΛΑΔΑ

Γηραλέον με γυναῖκες ἀποσκώπτουσι, λέγουσαι

   εἰς τὸ κάτοπτρον ὁρᾶν λείψανον ἡλικίης.

ἀλλ' ἐγὼ εἰ λευκὰς φορέω τρίχας εἴτε μελαίνας,

   οὐκ ἀλέγω βιότου πρὸς τέλος ἐρχόμενος.

εὐόδμοις δὲ μύροισι καὶ εὐπετάλοις στεφάνοισι

   καὶ Βρομίῳ παύω φροντίδας ἀργαλέας.

55

ΤΟΥ ΑΥΤΟΥ

Δὸς πιέειν, ἵνα Βάκχος ἀποσκεδάσειε μερίμνας

   ἂψ ἀναθερμαίνων ψυχομένην κραδίην.

56

ΑΔΗΛΟΝ

Πῖνε καὶ εὐφραίνου. τί γὰρ αὔριον ἢ τί τὸ μέλλον,

   οὐδεὶς γινώσκει. μὴ τρέχε, μὴ κοπία·

ὡς δύνασαι, χάρισαι, μετάδος, φάγε, θνητὰ λογίζου·

   τὸ ζῆν τοῦ μὴ ζῆν οὐδὲν ὅλως ἀπέχει.

πᾶς ὁ βίος τοιόσδε, ῥοπὴ μόνον· ἂν προλάβῃς, σοῦ,

   ἂν δὲ θάνῃς, ἑτέρου πάντα, σὺ δ' οὐδὲν ἔχεις.

57

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχῳ

   Οἰνοπίων, ἔμπης δ' οὐκ ἀπέθηκε δέπας·

ἀλλ' ἔτι διψώων ἰδίῃ κατεμέμφετο χειρὶ

   ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένῃ·

οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ' ἀπ' ἀριθμοῦ

   τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας.

πῖνε, γέρον, καὶ ζῆθι· μάτην δ' ἄρα θεῖος Ὅμηρος

   τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.

58

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Ἤθελον οὐ χρυσόν τε καὶ ἄστεα μυρία γαίης

   οὐδ', ὅσα τὰς Θήβας εἶπεν Ὅμηρος ἔχειν·

ἀλλ' ἵνα μοι τροχόεσσα κύλιξ βλύσσειε Λυαίῳ

   χείλεος ἀενάῳ νάματι λουομένου,

καὶ γεραρῶν συνέπινε λάλος χορός, οἱ δὲ περισσοὶ

   ἀνέρες ἐργατίναι κάμνον ἐφ' ἡμερίσιν.

οὗτος ἐμοὶ πολὺς ὄλβος, ἀεὶ φίλος· οὐδ' ἀλεγίζω

   τῶν χρυσέων ὑπάτων τὴν φιάλην κατέχων.

59

ΤΟΥ ΑΥΤΟΥ

Χανδοπόται, βασιλῆος ἀεθλητῆρες Ἰάκχου,

   ἔργα κυπελλομάχου στήσομεν εἰλαπίνης,

Ἰκαρίου σπένδοντες ἀφειδέα δῶρα Λυαίου·

   ἄλλοισιν μελέτω Τριπτολέμοιο γέρα,

ᾗχι βόες καὶ ἄροτρα καὶ ἱστοβοεὺς καὶ ἐχέτλη

   καὶ στάχυς, ἁρπαμένης ἴχνια Φερσεφόνης.

εἴ ποτε δὲ στομάτεσσι βαλεῖν τινα βρῶσιν ἀνάγκη,

   ἀσταφὶς οἰνοπόταις ἄρκιος ἡ Βρομίου.

60

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Σπείσομεν οἰνοποτῆρες ἐγερσιγέλωτι Λυαίῳ,

   ὤσομεν ἀνδροφόνον φροντίδα ταῖς φιάλαις.

σιτοδόκῳ δ' ἄγραυλος ἀνὴρ βαρύμοχθος ἰάλλοι

   γαστρὶ μελαμπέπλου μητέρα Φερσεφόνης·

ταυροφόνων δ' ἀμέγαρτα καὶ αἱμαλέα κρέα δόρπων

   θηρσὶ καὶ οἰωνοῖς λείψομεν ὠμοβόροις·

ὀστέα δ' αὖ νεπόδων ταμεσίχροα χείλεσι φωτῶν

   εἰξάτω, οἷς Ἀίδης φίλτερος ἠελίου·

ἡμῖν δ' ὀλβιόδωρον ἀεὶ μέθυ καὶ βόσις ἔστω

   καὶ ποτόν· ἀμβροσίην δ' ἄλλος ἔχειν ἐθέλοι.

61

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Χθιζὸν ἐμοὶ νοσέοντι παρίστατο δήιος ἀνὴρ

   ἰητρὸς δεπάων νέκταρ ἀπειπάμενος·

εἶπε δ' ὕδωρ πίνειν, ἀνεμώλιος, οὐδ' ἐδιδάχθη,

   ὅττι μένος μερόπων οἶνον Ὅμηρος ἔφη.

62

ΠΑΛΛΑΔΑ

Πᾶσι θανεῖν μερόπεσσιν ὀφείλεται, οὐδέ τις ἐστίν,

   αὔριον εἰ ζήσει, θνητὸς ἐπιστάμενος.

τοῦτο σαφῶς, ἄνθρωπε, μαθὼν εὔφραινε σεαυτόν,

   λήθην τοῦ θανάτου τὸν Βρόμιον κατέχων.

τέρπεο καὶ Παφίῃ τὸν ἐφημέριον βίον ἕλκων·

   τἆλλα δὲ πάντα Τύχῃ πράγματα δὸς διέπειν.

63

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Ἀνέρες, οἷσι μέμηλεν ἀπήμονος ὄργια Βάκχου,

   ἐλπίσιν ἡμερίδων ῥίψατε τὴν πενίην.

αὐτὰρ ἐμοὶ κρητὴρ μὲν ἔοι δέπας, ἄγχι δὲ ληνὸς

   ἀντὶ πίθου, λιπαρῆς ἔνδιον εὐφροσύνης.

αὐτίκα δ' ἡμετέροιο πιὼν κρητῆρα Λυαίου

   παισὶ Καναστραίοις μάρναμαι, ἢν ἐθέλῃς.

οὐ τρομέω δὲ θάλασσαν ἀμείλιχον, οὐδὲ κεραυνούς,

   πιστὸν ἀταρβήτου θάρσος ἔχων Βρομίου.

64

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου

   ἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν.

ἤδη δ' ἄσπετον οἶδμα κατέρρεεν· οἷα δὲ λέμβοι

   κισσύβια γλυκερῶν νήχεθ' ὑπὲρ ῥοθίων,

οἷσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη

   θερμῶν Νηιάδων οὐ μάλα δευόμενοι.

ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ῥοδάνθη

   μαρμαρυγῇς κάλλους νᾶμα κατηγλάισεν.

πάντων δ' ἐκδεδόνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέων

   ἦεν, ὃς οὐ Βάκχῳ δάμνατο καὶ Παφίῃ.

τλήμονες, ἀλλ' ὁ μὲν εἷρπε παραὶ ποσὶν ἄφθονος ἡμῖν,

   τῆς δ' ἄρ' ὑπ' ἐλπωρῇ μοῦνον ἐπαιζόμεθα.

65

ΠΑΡΜΕΝΙΩΝΟΣ

Λιμοῦ καὶ γραίης χαλεπὴ κρίσις· ἀργαλέον μὲν

   πεινῆν, ἡ κοίτη δ' ἔστ' ὀδυνηροτέρα.

πεινῶν εὔχετο γραῦν, κοιμώμενος εὔχετο λιμὸν

   Φίλλις· ἴδ' ἀκλήρου παιδὸς ἀνωμαλίην.

66

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Κἢν τείνῃς ῥακόεντα πολυτμήτοιο παρειῆς

   χρῶτα καὶ ἀβλεφάρους ὦπας ἐπανθρακίσῃς,

καὶ λευκὴν βάψῃς μέλανι τρίχα καὶ πυρίφλεκτα

   βοστρύχια κροτάφοις οὖλα περικρεμάσῃς,

οὐδὲν ταῦτα, γελοῖα, καὶ ἢν ἔτι πλείονα ῥέξῃς ...

67

ΜΥΡΙΝΟΥ

υ τετρηκόσι' ἐστίν· ἔχεις δὲ σὺ τοὺς ἐνιαυτοὺς

   δὶς τόσσους, τρυφερὴ Λαῒ κορωνεκάβη,

Σισύφου ὦ μάμμη καὶ Δευκαλίωνος ἀδελφή.

   βάπτε δὲ τὰς λευκὰς καὶ λέγε πᾶσι τατᾶ.

68

ΛΟΥΚΙΛΛΙΟΥ

Τὰς τρίχας, ὦ Νίκυλλα, τινὲς βάπτειν σε λέγουσιν,

   ἃς σὺ μελαινοτάτας ἐξ ἀγορᾶς ἐπρίω.

69

ΤΟΥ ΑΥΤΟΥ

Τὰς πολιὰς βάψασα Θεμιστονόη τρικόρωνος

   γίνεται ἐξαπίνης οὐ νέα, ἀλλὰ Ῥέα.

70

ΛΕΩΝΙΔΑ

Γρῆυν ἔγημε Φιλῖνος, ὅτ' ἦν νέος· ἡνίκα πρέσβυς,

   δωδεκέτιν· Παφίῃ δ' ὥριος οὐδέποτε.

τοιγὰρ ἄπαις διέμεινέ ποτε σπείρων ἐς ἄκαρπα,

   νῦν δ' ἑτέροις γήμας ἀμφοτέρων στέρεται.

71

ΝΙΚΑΡΧΟΥ

Ἤκμασε Νικονόη· κἀγὼ λέγω· ἤκμασε δ' αὐτή,

   ἡνίκα Δευκαλίων ἄπλετον εἶδεν ὕδωρ.

ταῦτα μὲν οὖν ἡμεῖς οὐκ οἴδαμεν, ἀλλ' ὅτι ταύτην

   οὐκ ἄνδρα ζητεῖν νῦν ἔδει, ἀλλὰ τάφον.

72

ΒΑΣΣΟΥ ΣΜΥΡΝΑΙΟΥ

Ἡ πολιὴ κροτάφοισι Κυτώταρις, ἡ πολύμυθος

   γραῖα, δι' ἣν Νέστωρ οὐκέτι πρεσβύτατος,

ἡ φάος ἀθρήσασ' ἐλάφου πλέον, ἡ χερὶ λαιῇ

   γῆρας ἀριθμεῖσθαι δεύτερον ἀρξαμένη,

ζώει καὶ λεύσσουσα καὶ ἀρτίπος οἷά τε νύμφη,

   ὥστε με διστάζειν, μή τι πέπονθ' Ἀίδης.

73

ΝΙΚΑΡΧΟΥ

Γραῖα καλή. τί γάρ; οἶσθας, ὅτ' ἦν νέα· ἀλλὰ τότ' ᾔτει,

   νῦν δ' ἐθέλει δοῦναι μισθὸν ἐλαυνομένη.

εὑρήσεις τεχνῖτιν· ὅταν δὲ πίῃ, τότε μᾶλλον,

   εἰς ὃ θέλεις, αὐτὴν εὐεπίτακτον ἔχεις.

πίνει γὰρ καὶ τρεῖς καὶ τέσσαρας, ἢν ἐθελήσῃς,

   ξέστας, κἀκ τούτου γίνετ' ἄνω τὰ κάτω·

κολλᾶται, κνίζει, παθικεύεται· ἤν τι διδῷ τις,

   λαμβάνει· ἢν μὴ δῷ, μισθὸν ἔχει τὸ πάθος.

74

ΤΟΥ ΑΥΤΟΥ

Τὴν δύσκωφον γραῖαν, Ὀνήσιμε, πρὸς Διὸς ἔξω

   ἔκβαλε· πολλὰ λίην πράγματά μοι παρέχει.

ἢν αὐτῇ τυροὺς ἁπαλοὺς εἴπωμεν ἐνέγκαι,

   οὐ τυρούς, πυροὺς δ' ἔρχετ' ἔχουσα νέους.

πρῴην τὴν κεφαλὴν ἐπόνουν καὶ πήγανον αὐτὴν

   ᾔτουν· ἡ δ' ἔφερεν τήγανον ὀστράκινον.

ἂν ὀπὸν αἰτήσω, δοκὸν εἰσφέρει· ἂν Λάχανόν μοι

   εἴπω δὸς πεινῶν, εὐθὺ φέρει λάσανον·

ὄξος ἐὰν αἰτῶ, τόξον φέρει· ἂν δέ γε τόξον,

   ὄξος· ὅλως δ' ὃ λέγω, οὔποτ' ἐπαισθάνεται.

αἰσχρὸν τῆς γραός με χάριν κήρυκα γενέσθαι

   καὶ μελετᾶν ἔξω νυκτὸς ἐγειρόμενον.

75

ΛΟΥΚΙΛΛΙΟΥ

Οὗτος ὁ νῦν τοιοῦτος Ὀλυμπικὸς εἶχε, Σεβαστέ,

   ῥῖνα, γένειον, ὀφρῦν, ὠτάρια, βλέφαρα·

εἶτ' ἀπογραψάμενος πύκτης ἀπολώλεκε πάντα,

   ὥστ' ἐκ τῶν πατρικῶν μηδὲ λαβεῖν τὸ μέρος·

εἰκόνιον γὰρ ἀδελφὸς ἔχων προενήνοχεν αὐτοῦ,

   καὶ κέκριτ' ἀλλότριος μηδὲν ὅμοιον ἔχων.

76

ΤΟΥ ΑΥΤΟΥ

Ῥύγχος ἔχων τοιοῦτον, Ὀλυμπικέ, μήτ' ἐπὶ κρήνην

   ἔλθῃς, μήτ' ἐνόρα πρός τι διαυγὲς ὕδωρ.

καὶ σὺ γὰρ ὡς Νάρκισσος ἰδὼν τὸ πρόσωπον ἐναργὲς

   τεθνήξῃ μισῶν σαυτὸν ἕως θανάτου.

77

ΤΟΥ ΑΥΤΟΥ

Εἰκοσέτους σωθέντος Ὀδυσσέος εἰς τὰ πατρῷα

   ἔγνω τὴν μορφὴν Ἄργος ἰδὼν ὁ κύων·

ἀλλὰ σὺ πυκτεύσας, Στρατοφῶν, ἐπὶ τέσσαρας ὥρας

   οὐ κυσὶν ἄγνωστος, τῇ δὲ πόλει γέγονας.

ἢν ἐθέλῃς τὸ πρόσωπον ἰδεῖν ἐς ἔσοπτρον ἑαυτοῦ,

   Οὐκ εἰμὶ Στρατοφῶν, αὐτὸς ἐρεῖς ὀμόσας.

78

ΤΟΥ ΑΥΤΟΥ

Κόσκινον ἡ κεφαλή σου, Ἀπολλόφανες, γεγένηται

   ἢ τῶν σητοκόπων βυβλαρίων τὰ κάτω·

ὄντως μυρμήκων τρυπήματα λοξὰ καὶ ὀρθά,

   γράμματα τῶν λυρικῶν Λύδια καὶ Φρύγια.

πλὴν ἀφόβως πύκτευε· καὶ ἢν τρωθῇς γὰρ ἄνωθεν,

   ταῦθ', ὅσ' ἔχεις, ἕξεις· πλείονα δ' οὐ δύνασαι.

79

ΤΟΥ ΑΥΤΟΥ

Πύκτης ὢν κατέλυσε Κλεόμβροτος· εἶτα γαμήσας

   ἔνδον ἔχει πληγῶν Ἴσθμια καὶ Νέμεα,

γραῦν μαχίμην τύπτουσαν Ὀλύμπια καὶ τὰ παρ' αὐτῷ

   μᾶλλον ἰδεῖν φρίσσων ἤ ποτε τὸ στάδιον.

ἂν γὰρ ἀναπνεύσῃ, δέρεται τὰς παντὸς ἀγῶνος

   πληγάς, ὡς ἀποδῷ· κἂν ἀποδῷ, δέρεται.

80

ΤΟΥ ΑΥΤΟΥ

Οἱ συναγωνισταὶ τὸν πυγμάχον ἐνθάδ' ἔθηκαν

   Ἆπιν· οὐδένα γὰρ πώποτ' ἐτραυμάτισεν.

81

ΤΟΥ ΑΥΤΟΥ

Πᾶσαν, ὅσαν Ἕλληνες ἀγωνοθετοῦσιν ἅμιλλαν

   πυγμῆς, Ἀνδρόλεως πᾶσαν ἀγωνισάμαν·

ἔσχον δ' ἐν Πίσῃ μὲν ἓν ὠτίον, ἐν δὲ Πλαταιαῖς

   ἓν βλέφαρον· Πυθοῖ δ' ἄπνοος ἐκφέρομαι·

Δαμοτέλης δ' ὁ πατὴρ καρύσσετο σὺν πολιήταις

   ἆραί με σταδίων ἢ νεκρὸν ἢ κολοβόν.

82

ΝΙΚΑΡΧΟΥ

Πέντε μετ' ἄλλων Χάρμος ἐν Ἀρκαδίᾳ δολιχεύων,

   θαῦμα μέν, ἀλλ' ὄντως ἕβδομος ἐξέπεσεν.

Ἓξ ὄντων, τάχ' ἐρεῖς, πῶς ἕβδομος; εἷς φίλος αὐτοῦ

   Θάρσει, Χάρμε, λέγων ἦλθεν ἐν ἱματίῳ.

ἕβδομος οὖν οὕτω παραγίνεται· εἰ δ' ἔτι πέντε

   εἶχε φίλους, ἦλθ' ἄν, Ζωίλε, δωδέκατος.

83

ΛΟΥΚΙΛΛΙΟΥ

Τὸν σταδιῆ πρῴην Ἐρασίστρατον ἡ μεγάλη γῆ

   πάντων σειομένων οὐκ ἐσάλευσε μόνον.

84

ΤΟΥ ΑΥΤΟΥ

Οὔτε τάχιον ἐμοῦ τις ἐν ἀντιπάλοισιν ἔπιπτεν

   οὔτε βράδιον ὅλως ἔδραμε τὸ στάδιον·

δίσκῳ μὲν γὰρ ὅλως οὐδ' ἤγγισα, τοὺς δὲ πόδας μου

   ἐξᾶραι πηδῶν ἴσχυον οὐδέποτε·

κυλλὸς δ' ἠκόντιζεν ἀμείνονα· πέντε δ' ἀπ' ἄθλων

   πρῶτος ἐκηρύχθην πεντετριαζόμενος.

85

ΤΟΥ ΑΥΤΟΥ

Νύκτα μέσην ἐποίησε τρέχων ποτὲ Μάρκος ὁπλίτης,

   ὥστ' ἀποκλεισθῆναι πάντοθε τὸ στάδιον.

οἱ γὰρ δημόσιοι κεῖσθαί τινα πάντες ἔδοξαν

   ὁπλίτην τιμῆς εἵνεκα τῶν λιθίνων.

καὶ τί γάρ; εἰς ὥρας ἠνοίγετο· καὶ τότε Μάρκος

   ἦλθε προσελλείπων τῷ σταδίῳ στάδιον.

86

ΑΔΗΛΟΝ

Τὸ στάδιον Περικλῆς εἴτ' ἔδραμεν εἴτ' ἐκάθητο,

   οὐδεὶς οἶδεν ὅλως· δαιμόνιος βραδυτής.

ὁ ψόφος ἦν ὕσπληγος ἐν οὔασι, καὶ στεφανοῦτο

   ἄλλος, καὶ Περικλῆς δάκτυλον οὐ προέβη.

87

ΛΟΥΚΙΛΛΙΟΥ

Τιμόμαχον τὸν μακρὸν ὁ πεντόργυιος ἐχώρει

   οἶκος ὑπὲρ γαίης πάντοτε κεκλιμένον·

στῆναι δ' εἴ ποτ' ἔχρῃζεν, ἔδει τοὺς παῖδας ἀπ' ὄρθρου

   τὴν ὀροφὴν τρῆσαι πέντ' ἐπὶ πέντε πόδας.

88

ΤΟΥ ΑΥΤΟΥ

Τὴν μικρὴν παίζουσαν Ἐρώτιον ἥρπασε κώνωψ·

   ἡ δὲ Τί, φησί, πάθω; Ζεῦ πάτερ, ἦ μ' ἐθέλεις;

89

ΤΟΥ ΑΥΤΟΥ

Ὁ βραχὺς Ἑρμογένης, ὅταν ἐκβάλῃ εἰς τὸ χαμαί τι,

   ἕλκει πρὸς τὰ κάτω τοῦτο δορυδρεπάνῳ.

90

ΤΟΥ ΑΥΤΟΥ

Τῷ πατρὶ θυμωθείς, Διονύσιε, Μάρκος ὁ μικρὸς

   πυρῆνα στήσας αὑτὸν ἀπηγχόνισεν.

91

ΤΟΥ ΑΥΤΟΥ

Ἐν καλάμῳ πήξας ἀθέρα Στρατόνικος ὁ λεπτὸς

   καὶ τριχὸς ἐκδήσας αὑτὸν ἀπηγχόνισεν·

καὶ τί γάρ; οὐχὶ κάτω βρῖσεν βαρύς· ἀλλ' ὑπὲρ αὐτῶν

   νηνεμίας οὔσης νεκρὸς ἄνω πέταται.

92

ΤΟΥ ΑΥΤΟΥ

Γάιος ἐκπνεύσας τὸ πανύστατον ἐχθὲς ὁ λεπτὸς

   εἰς τὴν ἐκκομιδὴν οὐδὲν ἀφῆκεν ὅλως·

καὶ πέρας εἰς Ἀίδην καταβὰς ὅλος, οἷος ὅτ' ἔζη,

   τῶν ὑπὸ γῆν σκελετῶν λεπτότατος πέταται.

τὴν δὲ κενὴν κλίνην οἱ φράτορες ἦραν ἐπ' ὤμων

   ἐγγράψαντες ἄνω· Γάιος ἐκφέρεται.

93

ΤΟΥ ΑΥΤΟΥ

Τῶν Ἐπικουρείων ἀτόμων ποτὲ Μάρκος ὁ λεπτὸς

   τῇ κεφαλῇ τρήσας εἰς τὸ μέσον διέβη.

94

ΤΟΥ ΑΥΤΟΥ

Σαλπίζων ἔπνευσεν ὅσον βραχὺ Μάρκος ὁ λεπτὸς

   καὶ κατὰ τῆς κεφαλῆς ὀρθὸς ἀπῆλθε κάτω.

95

ΤΟΥ ΑΥΤΟΥ

Τὸν μικρὸν Μάκρωνα θέρους κοιμώμενον εὑρὼν

   εἰς τρώγλην μικροῦ τοῦ ποδὸς εἵλκυσε μῦς·

ὃς δ' ἐν τῇ τρώγλῃ ψιλὸς τὸν μῦν ἀποπνίξας·

   Ζεῦ πάτερ, εἶπεν, ἔχεις δεύτερον Ἡρακλέα.

96

ΝΙΚΑΡΧΟΥ

Ἀρκάδας οὐχ οὕτω Στυμφαλίδες, ὡς ἐμὲ κίχλαι

   αἱ νέκυες ξηροῖς ἤκαχον ὀσταρίοις,

Ἅρπυιαι, δραχμῆς ξηρὴ δεκάς. ὦ ἐλεειναὶ

   λειμώνων ἐτύμως, ἔρρετε, νυκτερίδες.

97

ΑΜΜΙΑΝΟΥ

Τῷ Στρατονικείῳ πόλιν ἄλλην οἰκοδομεῖτε,

   ἢ τούτοις ἄλλην οἰκοδομεῖτε πόλιν.

98

ΤΟΥ ΑΥΤΟΥ

Ἔστω μητρόπολις πρῶτον πόλις, εἶτα λεγέσθω

   μητρόπολις· μὴ νῦν, ἡνίκα μηδὲ πόλις.

99

ΛΟΥΚΙΛΛΙΟΥ

Τὸν λεπτὸν φυσῶντα τὸ πῦρ Πρόκλον ἦρεν ὁ καπνός,

   καὶ διὰ τῶν θυρίδων ἔνθεν ἀπῆλθεν ἔχων.

ἀλλὰ μόλις νεφέλῃ προσενήξατο καὶ δι' ἐκείνης

   προσκατέβη τρωθεὶς μυρία ταῖς ἀτόμοις.

100

ΤΟΥ ΑΥΤΟΥ

Οὕτω κουφότατος πέλε Γάιος, ὥστ' ἐκολύμβα

   τοῦ ποδὸς ἐκκρεμάσας ἢ λίθον ἢ μόλιβον.

101

ΤΟΥ ΑΥΤΟΥ

Ῥιπίζων ἐν ὕπνοις Δημήτριος Ἀρτεμιδώραν

   τὴν λεπτὴν ἐκ τοῦ δώματος ἐξέβαλεν.

102

ΑΜΜΙΑΝΟΥ, οἱ δὲ ΝΙΚΑΡΧΟΥ

Ἐξαίρων ποτ' ἄκανθαν ὁ λεπτακινὸς Διόδωρος

   αὐτὸς ἐτρύπησεν τῷ ποδὶ τὴν βελόνην.

103

ΛΟΥΚΙΛΛΙΟΥ

Ἐξ ἀτόμων Ἐπίκουρος ὅλον τὸν κόσμον ἔγραψεν

   εἶναι τοῦτο δοκῶν, Ἄλκιμε, λεπτότατον.

εἰ δὲ τότ' ἦν Διόφαντος, ἔγραψεν ἂν ἐκ Διοφάντου

   τοῦ καὶ τῶν ἀτόμων πουλύ τι λεπτοτέρου

ἢ τὰ μὲν ἄλλ' ἔγραψε συνεστάναι ἐξ ἀτόμων ἄν,

   ἐκ τούτου δ' αὐτάς, Ἄλκιμε, τὰς ἀτόμους.

104

ΤΟΥ ΑΥΤΟΥ

Ἱππεύων μύρμηκι Μενέστρατος ὡς ἐλέφαντι

   δύσμορος ἐξαπίνης ὕπτιος ἐξετάθη,

λακτισθεὶς δ', ὡς εἶχε τὸ καίριον· Ὦ φθόνε, φησίν,

   οὕτως ἱππεύων ὤλετο καὶ Φαέθων.

105

ΤΟΥ ΑΥΤΟΥ

Τὸν μέγαν ἐζήτουν Εὐμήκιον· ὃς δ' ἐκάθευδεν

   μικρῷ ὑπ' ὀξυβάφῳ τὰς χέρας ἐκτανύσας.

106

ΤΟΥ ΑΥΤΟΥ

Ἀρθεὶς ἐξ αὔρης λεπτῆς ἐποτᾶτο δι' αἴθρης

   Χαιρήμων ἀχύρου πολλὸν ἐλαφρότερος·

καὶ τάχ' ἂν ἐρροίζητο δι' αἰθέρος, εἰ μὴ ἀράχνῃ

   τοὺς πόδας ἐμπλεχθεὶς ὕπτιος ἐκρέματο.

αὐτοῦ δὴ νύκτας τε καὶ ἤματα πέντε κρεμασθεὶς

   ἑκταῖος κατέβη νήματι τῆς ἀράχνης.

107

‹ΤΟΥ ΑΥΤΟΥ›

Αἰγείρου φύλλῳ πεφορημένῳ ἐξ ἀνέμοιο

   πληγεὶς Χαιρήμων ὕπτιος ἐξετάθη.

κεῖται δ' ἢ Τιτυῷ ἐναλίγκιος ἢ πάλι κάμπῃ

   ἁπλώσας κατὰ γῆς σῶμα τὸ καννάβινον.

108

ΑΔΗΛΟΝ

Κόνων δίπηχυς, ἡ γυνὴ δὲ τεσσάρων·

ἐν τῇ κλίνῃ δὲ τῶν ποδῶν ἰσουμένων

σκόπει, Κόνωνος ποῦ τὸ χεῖλος ἔρχεται.

109

ΑΛΛΟ

Οὐδ' ἐπικύψαι ἔχει Δημήτριος οὐδὲν ὁ μικρός·

   ἔρριπται δὲ χαμαὶ πάντοτ' ἐπαιρόμενος.

110

ΝΙΚΑΡΧΟΥ

Τρεῖς λεπτοὶ πρῴην περὶ λεπτοσύνης ἐμάχοντο,

   τίς προκριθεὶς εἴη λεπτεπιλεπτότερος.

ὧν ὁ μὲν εἷς, Ἕρμων, μεγάλην ἐνεδείξατο τέχνην

   καὶ διέδυ ῥαφίδος τρῆμα λίνον κατέχων·

Δημᾶς δ' ἐκ τρώγλης βαίνων ἐς ἀράχνιον ἔστη,

   ἡ δ' ἀράχνη νήθουσ' αὐτὸν ἀπεκρέμασεν.

Σωσίπατρος δ' ἐβόησεν· Ἐμὲ στεφανώσατ'· ἐγὼ γὰρ

   εἰ βλέπομ', ἥττημαι· πνεῦμα γάρ εἰμι μόνον.

111

‹ΛΟΥΚΙΛΛΙΟΥ›

Βουλόμενός ποθ' ὁ λεπτὸς ἀπάγξασθαι Διόφαντος,

   νῆμα λαβὼν ἀράχνης αὑτὸν ἀπηγχόνισεν.

112

ΤΟΥ ΑΥΤΟΥ

Πρίν σ' ἐναλείψασθαι, Δημόστρατε, Χαῖρ', ἱερὸν φῶς,

   εἰπέ, τάλας· οὕτως εὔσκοπός ἐστι Δίων.

οὐ μόνον ἐξετύφλωσεν Ὀλυμπικόν, ἀλλὰ δὴ αὐτοῦ

   εἰκόνος, ἧς εἶχεν, τὰ βλέφαρ' ἐξέβαλεν.

113

ΤΟΥ ΑΥΤΟΥ

Τοῦ λιθίνου Διὸς ἐχθὲς ὁ κλινικὸς ἥψατο Μάρκος·

   καὶ λίθος ὢν καὶ Ζεύς, σήμερον ἐκφέρεται.

114

ΤΟΥ ΑΥΤΟΥ

Ἑρμογένην τὸν ἰατρὸν ὁ ἀστρολόγος Διόφαντος

   εἶπε μόνους ζωῆς ἐννέα μῆνας ἔχειν.

κἀκεῖνος γελάσας Τί μὲν ὁ Κρόνος ἐννέα μηνῶν

   φησὶ λέγει, σὺ νόει· τἀμὰ δὲ σύντομά σοι.

εἶπε καὶ ἐκτείνας μόνον ἥψατο, καὶ Διόφαντος,

   ἄλλον ἀπελπίζων αὐτὸς ἀπησκάρισεν.

115

ΤΟΥ ΑΥΤΟΥ

Ἤν τιν' ἔχῃς ἐχθρόν, Διονύσιε μὴ καταράσῃ

   τὴν Ἶσιν τούτῳ μηδὲ τὸν Ἁρποκράτην,

μηδ' εἴ τις τυφλοὺς ποιεῖ θεός, ἀλλὰ Σίμωνα,

   καὶ γνώσῃ, τί θεὸς καὶ τί Σίμων δύναται.

116

ΤΟΥ ΑΥΤΟΥ

Εἰς Ἄϊδος κατέπεμψε πάλαι ποτέ, δέσποτα Καῖσαρ,

   ὡς λόγος, Εὐρυσθεὺς τὸν μέγαν Ἡρακλέα·

νῦν δ' ἐμὲ Μηνοφάνης ὁ κλινικός· ὥστε λεγέσθω

   κλινικὸς Εὐρυσθεύς, μηκέτι Μηνοφάνης.

117

ΣΤΡΑΤΩΝΟΣ

Ἰητρὸς Καπίτων Χρύσην ἐνέχρισεν ὁρῶντα

   ὀκτὼ μὲν μακρὸν πύργον ἀπὸ σταδίων,

ἄνδρα δ' ἀπὸ σταδίου, διὰ δώδεκα δ' ὄρτυγα πηχῶν,

   φθεῖρα δ' ἀπὸ σπιθαμῶν καὶ δύο δερκόμενον.

νῦν δ' ἀπὸ μὲν σταδίου πόλιν οὐ βλέπει, ἐκ δὲ διπλέθρου

   καιόμενον κατιδεῖν τὸν φάρον οὐ δύναται·

ἵππον ἀπὸ σπιθαμῆς δὲ μόλις βλέπει, ἀντὶ δὲ τοῦ πρὶν

   ὄρτυγος οὐδὲ μέγαν στρουθὸν ἰδεῖν δύναται.

ἂν δὲ προσεγχρίσας αὐτὸν φθάσῃ, οὐδ' ἐλέφαντα

   οὐκέτι μήποτ' ἴδῃ πλησίον ἑσταότα.

118

‹ΚΑΛΛΙΚΤΗΡΟΣ›

Οὔτ' ἔκλυσεν Φείδων μ' οὔθ' ἥψατο, ἀλλὰ πυρέξας

   ἐμνήσθην αὐτοῦ τοὔνομα κἀπέθανον.

119

ΤΟΥ ΑΥΤΟΥ

Ἰητρὸς τὴν γραῦν εἴτ' ἔκλυσεν εἴτ' ἀπέπνιξεν,

   οὐδεὶς γινώσκει· δαιμόνιον τὸ τάχος.

ὁ ψόφος ἦν κλυστῆρος ἐν οὔασι, καὶ στεφανοῦτο

   ἡ σορός, οἱ δ' ἄλλοι τὸν φακὸν ηὐτρέπισαν.

120

ΤΟΥ ΑΥΤΟΥ

Ὀρθῶσαι τὸν κυρτὸν ὑποσχόμενος Διόδωρον

   Σωκλῆς τετραπέδους τρεῖς ἐπέθηκε λίθους

τοῦ κυρτοῦ στιβαροὺς ἐπὶ τὴν ῥάχιν· ἀλλὰ πιεσθεὶς

   τέθνηκεν, γέγονεν δ' ὀρθότερος κανόνος.

121

ΤΟΥ ΑΥΤΟΥ

Χειρουργῶν ἔσφαξεν Ἀκεστορίδην Ἀγέλαος·

   Ζῶν γὰρ χωλεύειν, φησίν, ἔμελλε τάλας.

122

ΤΟΥ ΑΥΤΟΥ

Πέντ' ἰητρὸς Ἄλεξις ἅμ' ἔκλυσε, πέντ' ἐκάθηρε,

   πέντ' ἴδεν ἀρρώστους, πέντ' ἐνέχρισε πάλιν·

καὶ πᾶσιν μία νύξ, ἓν φάρμακον, εἷς σοροπηγός,

   εἷς τάφος, εἷς Ἀίδης, εἷς κοπετὸς γέγονεν.

123

ΗΔΥΛΟΥ

Ἆγις Ἀρισταγόρην οὔτ' ἔκλυσεν οὔτ' ἔθιγ' αὐτοῦ·

   ἀλλ' ὅσον εἰσῆλθεν, κᾤχετ' Ἀρισταγόρης.

ποῦ τοίην ἀκόνιτος ἔχει φύσιν; ὦ σοροπηγοί,

   Ἆγιν καὶ μίτραις βάλλετε καὶ στεφάνοις.

124

ΝΙΚΑΡΧΟΥ

Ξεῖνε, τί μὰν πεύθῃ; ‑ Τίνες ἐν χθονὶ τοῖσδ' ὑπὸ τύμβοις; ‑

   Οὓς γλυκεροῦ φέγγους Ζώπυρος ἐστέρισεν,

Δᾶμις, Ἀριστοτέλης, Δημήτριος, Ἀρκεσίλαος,

   Σώστρατος οἵ τ' ὀπίσω μέχρι Παραιτονίου.

κηρύκιον γὰρ ἔχων ξύλινον καὶ πλαστὰ πέδιλα

   ὡς Ἑρμῆς κατάγει τοὺς θεραπευομένους.

125

ΑΔΕΣΠΟΤΟΝ

Ἰητρὸς Κρατέας καὶ Δάμων ἐνταφιαστὴς

   κοινὴν ἀλλήλοις θέντο συνωμοσίην.

καί ῥ' ὁ μὲν οὓς κλέπτεσκεν ἀπ' ἐνταφίων τελαμῶνας,

   εἰς ἐπιδεσμεύειν πέμπε φίλῳ Κρατέᾳ·

τὸν δ' ἀπαμειβόμενος Κρατέας εἰς ἐνταφιάζειν

   πέμπεν ὅλους αὐτῷ τοὺς θεραπευομένους.

126

ΑΔΗΛΟΝ

Οὐ μήλῃ, τριόδοντι δ' ἐνήλειψέν με Χαρῖνος

   σπόγγον ἔχων κοινὸν τῶν γραφικῶν πινάκων·

τὴν μήλην δ' ἕλκων ἐξέσπασε τὸ βλέφαρόν μου

   ῥιζόθεν, ἡ μήλη δ' ἔνδον ἔμεινεν ὅλη.

ἂν δὲ δὶς ἐγχρίσῃ με, πονῶν πάλιν οὐκ ἐνοχλήσω

   ὀφθαλμοὺς αὐτῷ. πῶς γὰρ ὁ μηκέτ' ἔχων;

127

ΠΟΛΛΙΑΝΟΥ

Εἰσὶ καὶ ἐν Μούσῃσιν Ἐρινύες, αἵ σε ποιοῦσιν

   ποιητήν, ἀνθ' ὧν πολλὰ γράφεις ἀκρίτως.

τοίνυν, σοῦ δέομαι, γράφε πλείονα· μείζονα γάρ σοι

   εὔξασθαι ταύτης οὐ δύναμαι μανίαν.

128

ΤΟΥ ΑΥΤΟΥ

Εἰ μὴ χαίρω, Φλῶρε, γενοίμην δάκτυλος ἢ ποὺς

   εἷς τῶν σῶν τούτων τῶν κατατεινομένων.

χαίρω, νὴ τὸν κλῆρον, ὃν εὐκλήρησας ἐν ἄθλοις

   ὡς περὶ χοιρείας τοῦ στεφάνου μερίδος.

τοιγὰρ θάρσει, Φλῶρε, καὶ εὔθυμος πάλι γίνου·

   οὕτω νικῆσαι καὶ δόλιχον δύνασαι.

129

ΚΕΡΕΑΛΙΟΥ

Ποιητὴς ἐλθὼν εἰς Ἴσθμια πρὸς τὸν ἀγῶνα,

   εὑρὼν ποιητὰς εἶπε παρίσθμι' ἔχειν.

μέλλει δ' ἐξορμᾶν εἰς Πύθια· κἂν πάλιν εὕρῃ,

   εἰπεῖν οὐ δύναται· Καὶ παραπύθι' ἔχω.

130

ΠΩΛΛΙΑΝΟΥ

Τοὺς κυκλίους τούτους τοὺς αὐτὰρ ἔπειτα λέγοντας

   μισῶ, λωποδύτας ἀλλοτρίων ἐπέων.

καὶ διὰ τοῦτ' ἐλέγοις προσέχω πλέον· οὐδὲν ἔχω γὰρ

   Παρθενίου κλέπτειν ἢ πάλι Καλλιμάχου.

θηρὶ μὲν οὐατόεντι γενοίμην, εἴ ποτε γράψω,

   εἴκελος, ἐκ ποταμῶν χλωρὰ χελιδόνια.

οἱ δ' οὕτως τὸν Ὅμηρον ἀναιδῶς λωποδυτοῦσιν,

   ὥστε γράφειν ἤδη μῆνιν ἄειδε, θεά.

131

ΛΟΥΚΙΛΛΙΟΥ

Οὔτ' ἐπὶ Δευκαλίωνος ὕδωρ, ὅτε πάντ' ἐγενήθη,

   οὔθ' ὁ καταπρήσας τοὺς ἐπὶ γῆς Φαέθων

ἀνθρώπους ἔκτεινεν, ὅσους Ποτάμων ὁ ποιητὴς

   καὶ χειρουργήσας ὤλεσεν Ἑρμογένης.

ὥστ' ἐξ αἰῶνος κακὰ τέσσαρα ταῦτ' ἐγενήθη,

   Δευκαλίων, Φαέθων, Ἑρμογένης, Ποτάμων.

132

ΤΟΥ ΑΥΤΟΥ

Μισῶ, δέσποτα Καῖσαρ, ὅσοις νέος οὐδέποτ' οὐδεὶς

   ἤρεσε, κἂν εἴπῃ, μῆνιν ἄειδε, θεά,

ἀλλ' ἢν μὴ Πριάμου τις ἔχῃ χρόνον ἡμιφάλακρος

   ἢ καὶ κυρτὸς ἄγαν, οὐ δύνατ' ἄλφα γράφειν.

εἰ δ' ὄντως οὕτως τοῦτ' ἔστ' ἔχον, ὦ ὕπατε Ζεῦ,

   εἰς τοὺς κηλήτας ἔρχεται ἡ σοφία.

133

ΤΟΥ ΑΥΤΟΥ

Τέθνηκ' Εὐτυχίδης ὁ μελογράφος. οἱ κατὰ γαῖαν,

   φεύγετ'· ἔχων ᾠδὰς ἔρχεται Εὐτυχίδης·

καὶ κιθάρας αὑτῷ διετάξατο συγκατακαῦσαι

   δώδεκα καὶ κίστας εἰκοσιπέντε νόμων.

νῦν ὑμῖν ὁ Χάρων ἐπελήλυθε. ποῦ τις ἀπέλθῃ

   λοιπόν, ἐπεὶ χᾄδην Εὐτυχίδης κατέχει;

134

ΤΟΥ ΑΥΤΟΥ

Ἀρχόμεθ', Ἡλιόδωρε; ποιήματα παίζομεν οὕτω

   ταῦτα πρὸς ἀλλήλους; Ἡλιόδωρε, θέλεις;

Ἆσσον ἴθ', ὥς κεν θᾶσσον ὀλέθρου ... καὶ γὰρ ἔμ' ὄψει

   μακροφλυαρητὴν Ἡλιοδωρότερον.

135

ΤΟΥ ΑΥΤΟΥ

Μηκέτι, μηκέτι, Μάρκε, τὸ παιδίον, ἀλλ' ἐμὲ κόπτου

   τὸν πολὺ τοῦ παρὰ σοὶ νεκρότερον τεκνίου.

εἰς ἐμὲ νῦν ἐλέγους ποίει πάλιν, εἰς ἐμὲ θρήνους,

   δήμιε, τὸν στιχίνῳ σφαζόμενον θανάτῳ.

τοῦ σοῦ γὰρ πάσχω νεκροῦ χάριν, οἷα πάθοιεν

   οἱ καταδείξαντες βιβλία καὶ καλάμους.

136

ΤΟΥ ΑΥΤΟΥ

Οὐχ οὕτω κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν

   ἄνθρωποι διὰ τὰς ἐξαπίνης ἐνέδρας,

οἷον ἀκήρυκτον, Καλλίστρατε, καὶ σὺ προσελθὼν

   ποιεῖς μοι φονικῶν ἑξαμέτρων πόλεμον.

σάλπιγξον ταχέως ἀνακλητικόν· εἰς ἀνοχὰς γὰρ

   καὶ Πρίαμος κλαύσας ἡμερίων ἔτυχεν.

137

ΤΟΥ ΑΥΤΟΥ

Ὠμοβοείου μοι παραθεὶς τόμον, Ἡλιόδωρε,

   καὶ τρία μοι κεράσας ὠμοβοειότερα

εὐθὺ κατακλύζεις ἐπιγράμμασιν. εἰ δ' ἀσεβήσας

   βεβρώκειν τινὰ βοῦν τῶν ἀπὸ Τρινακρίας,

βούλομ' ἅπαξ πρὸς κῦμα χανεῖν· εἰ δ' ἐστὶ τὸ κῦμα

   ἔνθε μακράν, ἄρας εἰς τὸ φρέαρ με βάλε.

138

ΛΟΥΚΙΛΛΙΟΥ

Ἂν τοῦ γραμματικοῦ μνησθῶ μόνον Ἡλιοδώρου,

   εὐθὺ σολοικίζον τὸ στόμα μου δέδεται.

139

ΤΟΥ ΑΥΤΟΥ

Γραμματικὸν Ζηνωνὶς ἔχει πώγωνα Μένανδρον,

   τὸν δ' υἱὸν τούτῳ φησὶ συνεστακέναι.

τὰς νύκτας δ' αὐτῇ μελετῶν οὐ παύεται οὗτος

   πτώσεις, συνδέσμους, σχήματα, συζυγίας.

140

ΤΟΥ ΑΥΤΟΥ

Τούτοις τοῖς παρὰ δεῖπνον ἀοιδομάχοις λογολέσχαις,

   τοῖς ἀπ' Ἀριστάρχου γραμματολικριφίσιν,

οἷς οὐ σκῶμμα λέγειν, οὐ πεῖν φίλον, ἀλλ' ἀνάκεινται

   νηπυτιευόμενοι Νέστορι καὶ Πριάμῳ,

μή με βάλῃς κατὰ λέξιν ἕλωρ καὶ κύρμα γενέσθαι·

   σήμερον οὐ δειπνῶ μῆνιν ἄειδε, θεά.

141

ΛΟΥΚΙΛΛΙΟΥ

Χοιρίδιον καὶ βοῦν ἀπολώλεκα καὶ μίαν αἶγα,

   ὧν χάριν εἴληφας μισθάριον, Μενέκλεις·

οὔτε δέ μοι κοινόν τι πρὸς Ὀθρυάδαν γεγένηται,

   οὔτ' ἀπάγω κλέπτας τοὺς ἀπὸ Θερμοπυλῶν·

ἀλλὰ πρὸς Εὐτυχίδην ἔχομεν κρίσιν· ὥστε τί ποιεῖ

   ἐνθάδε μοι Ξέρξης καὶ Λακεδαιμόνιοι;

πλὴν κἀμοῦ μνήσθητι νόμου χάριν, ἢ μέγα κράξω·

   Ἄλλα λέγει Μενεκλῆς, ἄλλα τὸ χοιρίδιον.

142

ΤΟΥ ΑΥΤΟΥ

Πολλοῦ δεῖ καὶ σφὶν καὶ τρὶς παρ' ἕκαστα δικασταὶ

   ἄνδρες καὶ λέγε δὴ τὸν νόμον ἐνθάδε μοι

καὶ ταυτὶ καὶ μῶν καὶ τετταράκοντα καὶ ἄττα

   σκεψάμενος καί τοι νὴ Δία καὶ μὰ Δία

ῥήτωρ ἐστὶ Κρίτων καὶ παιδία πολλὰ διδάσκει·

   προσθήσει δ' αὐτοῖς γρῦ, φαθὶ καὶ μὶν ἔτι.

143

ΤΟΥ ΑΥΤΟΥ

Οὐ δέχεται Μάρκον τὸν ῥήτορα νεκρὸν ὁ Πλούτων

   εἰπών· Ἀρκείτω Κέρβερος ὧδε κύων.

εἰ δ' ἐθέλεις πάντως, Ἰξίονι καὶ Μελίτωνι

   τῷ μελοποιητῇ, καὶ Τιτυῷ μελέτα.

οὐδὲν γὰρ σοῦ χεῖρον ἔχω κακόν, ἄχρις ἂν ἐλθὼν

   ὧδε σολοικίζῃ Ῥοῦφος ὁ γραμματικός.

144

ΚΕΡΕΑΛΙΟΥ

Οὐ τὸ λέγειν παράσημα καὶ Ἀττικὰ ῥήματα πέντε

   εὐζήλως ἐστὶν καὶ φρονίμως μελετᾶν·

οὐδὲ γὰρ εἰ κάρκαιρε καὶ εἰ κοναβεῖ τό τε σίζει

   καὶ κελάρυζε λέγεις, εὐθὺς Ὅμηρος ἔσῃ.

νοῦν ὑποκεῖσθαι δεῖ τοῖς γράμμασι καὶ φράσιν αὐτῶν

   εἶναι κοινοτέραν, ὥστε νοεῖν, ἃ λέγεις.

145

ΑΔΗΛΟΝ

Εἰκὼν ἡ Σέξστου μελετᾷ, Σέξστος δὲ σιωπᾷ·

εἰκὼν ἦν ῥήτωρ, ὁ δὲ ῥήτωρ εἰκόνος εἰκών.

146

ΑΜΜΙΑΝΟΥ

Ἑπτὰ σολοικισμοὺς Φλάκκῳ τῷ ῥήτορι δῶρον

   πέμψας ἀντέλαβον πεντάκι διακοσίους·

καὶ Νῦν μέν, φησίν, τούτους ἀριθμῷ σοι ἔπεμψα,

   τοῦ λοιποῦ δὲ μέτρῳ πρὸς Κύπρον ἐρχόμενος.

147

ΤΟΥ ΑΥΤΟΥ

Ῥήτωρ ἐξαπίνης Ἀσιατικός· οὐδὲν ἄπιστον·

   καὶ τοῦτ' ἐν Θήβαις νῦν γέγονεν τὸ τέρας.

148

ΛΟΥΚΙΛΛΙΟΥ

Μηδὲ λαλῶν πρῴην ἐσολοίκισε Φλάκκος ὁ ῥήτωρ

   καὶ μέλλων χαίνειν εὐθὺς ἐβαρβάρισεν

καὶ τῇ χειρὶ τὰ λοιπὰ σολοικίζει διανεύων·

   κἀγὼ δ' αὐτὸν ἰδὼν ‑ τὸ στόμα μου δέδεται.

149

ΑΔΗΛΟΝ

Αὐτὸν ὁρῶ σέ, Μέδον, τὸν ῥήτορα. φεῦ, τί τὸ θαῦμα;

   στειλάμενος σιγᾶς· οὐδὲν ὁμοιότερον.

150

ΑΜΜΙΑΝΟΥ

Ἀρκαδικὸν πῖλον κατ' ἐνύπνιον Ἀρκάδι δῶρον

   Ἑρμείῃ ῥήτωρ θῆκεν Ἀθηναγόρας.

εἰ μὲν καὶ ῥήτωρ κατ' ἐνύπνιον, οἴσομεν Ἑρμῇ·

   εἰ δ' ὕπαρ, ἀρκείτω· Θῆκεν Ἀθηναγόρας.

151

ΑΔΕΣΠΟΤΟΝ

Ῥήτορος ἅδ' εἰκών, ὁ δὲ ῥήτωρ εἰκόνος εἰκών.

   καὶ πῶς; οὐ λαλέει· οὐδὲν ὁμοιότερον.

152

ΑΜΜΙΑΝΟΥ

Εἰ βούλει τὸν παῖδα διδάξαι ῥήτορα, Παῦλε,

   ὡς οὗτοι πάντες, γράμματα μὴ μαθέτω.

153

ΛΟΥΚΙΛΛΙΟΥ

Εἶναι μὲν κυνικόν σε, Μενέστρατε, κἀνυπόδητον

   καὶ ῥιγοῦν οὐδεὶς ἀντιλέγει καθόλου·

ἂν δὲ παραρπάξῃς ἄρτους καὶ κλάσματ' ἀναιδῶς,

   κἀγὼ ῥάβδον ἔχω, καὶ σὲ λέγουσι κύνα.

154

ΤΟΥ ΑΥΤΟΥ

Πᾶς, ὃς ἂν ᾖ πτωχὸς καὶ ἀγράμματος, οὐκέτ' ἀλήθει

   ὡς τὸ πρὶν οὐδ' αἴρει φορτία μισθαρίου·

ἀλλὰ τρέφει πώγωνα καὶ ἐκ τριόδου ξύλον ἄρας

   τῆς ἀρετῆς εἶναι φησὶν ὁ πρωτοκύων.

Ἑρμοδότου τόδε δόγμα τὸ πάνσοφον· εἴ τις ἀχαλκεῖ,

   μηκέτι πεινάτω θεὶς τὸ χιτωνάριον.

155

ΤΟΥ ΑΥΤΟΥ

Οὗτος ὁ τῆς ἀρετῆς ἀδάμας βαρύς, οὗτος ὁ πάντῃ

   πᾶσιν ἐπιπλήσσων, οὗτος ὁ ῥιγομάχος

καὶ πώγωνα τρέφων ἑάλω. τί γάρ; ἀπρεπὲς εἰπεῖν·

   ἀλλ' ἑάλω ποιῶν ἔργα κακοστομάτων.

156

ΑΜΜΙΑΝΟΥ

Οἴει τὸν πώγωνα φρενῶν ποιητικὸν εἶναι

   καὶ διὰ τοῦτο τρέφεις, φίλτατε, μυιοσόβην.

κεῖρον ἐμοὶ πεισθεὶς ταχέως· οὗτος γὰρ ὁ πώγων

   φθειρῶν ποιητής, οὐχὶ φρενῶν γέγονεν.

157

ΤΟΥ ΑΥΤΟΥ

Ὠγαθὲ καὶ μῶν οὖν καὶ ποῖ δὴ καὶ πόθεν, ὦ τᾶν

   καὶ θαμὰ καὶ φέρε δὴ καὶ κομιδῆ καὶ ἴθι

καὶ στόλιον, μάλιον, πωγώνιον, ὤμιον ἔξω·

   ἐκ τούτων ἡ νῦν εὐδοκιμεῖ σοφία.

158

ΑΝΤΙΠΑΤΡΟΥ

Αἰάζει πήρη τε καὶ Ἡράκλειον ἄριστον

   βριθὺ Σινωπίτου Διογένευς ῥόπαλον

καὶ τὸ χύδην ῥυπόεντι πίνῳ πεπαλαγμένον ἔσθος

   διπλάδιον, κρυερῶν ἀντίπαλον νιφάδων,

ὅττι τεοῖς ὤμοισι μιαίνεται· ἦ γὰρ ὁ μέν που

   οὐράνιος, σὺ δ' ἔφυς οὑν σποδιῇσι κύων.

ἀλλὰ μέθες, μέθες ὅπλα τὰ μὴ σέθεν· ἄλλο λεόντων,

   ἄλλο γενειητῶν ἔργον ὄρωρε τράγων.

159

ΛΟΥΚΙΛΛΙΟΥ

Τῷ πατρί μου τὸν ἀδελφὸν οἱ ἀστρολόγοι μακρόγηρων

   πάντες ἐμαντεύσανθ' ὡς ἀφ' ἑνὸς στόματος·

ἀλλ' Ἑρμοκλείδης αὐτὸν μόνος εἶπε πρόμοιρον,

   εἶπε δ', ὅτ' αὐτὸν ἔσω νεκρὸν ἐκοπτόμεθα.

160

ΤΟΥ ΑΥΤΟΥ

Πάντες, ὅσοι τὸν Ἄρην καὶ τὸν Κρόνον ὡροθετοῦσιν,

   ἄξιοί εἰσι τυχεῖν πάντες ἑνὸς τυπάνου.

ὄψομαι οὐ μακρὰν αὐτοὺς τυχὸν εἰδότας ὄντως,

   καὶ τί ποεῖ ταῦρος καὶ τί λέων δύναται.

161

ΤΟΥ ΑΥΤΟΥ

Πρὸς τὸν μάντιν Ὄλυμπον Ὀνήσιμος ἦλθεν ὁ πύκτης,

   εἰ μέλλει γηρᾶν βουλόμενος προμαθεῖν.

κἀκεῖνος· Ναί, φησίν, ἐὰν ἤδη καταλύσῃς·

   ἂν δέ γε πυκτεύῃς, ὡροθετεῖ σε Κρόνος.

162

ΝΙΚΑΡΧΟΥ

Εἰς Ῥόδον εἰ πλεύσει, τις Ὀλυμπικὸν ἦλθεν ἐρωτῶν

   τὸν μάντιν, καὶ πῶς πλεύσεται ἀσφαλέως.

χὠ μάντις· Πρῶτον μέν, ἔφη, καινὴν ἔχε τὴν ναῦν,

   καὶ μὴ χειμῶνος, τοῦ δὲ θέρους ἀνάγου.

τοῦτο γὰρ ἂν ποιῇς, ἥξεις κἀκεῖσε καὶ ὧδε,

   ἂν μὴ πειρατὴς ἐν πελάγει σε λάβῃ.

163

ΛΟΥΚΙΛΛΙΟΥ

Πρὸς τὸν μάντιν Ὄλυμπον Ὀνήσιμος ἦλθ' ὁ παλαιστὴς

   καὶ πένταθλος Ὕλας καὶ σταδιεὺς Μενεκλῆς,

τίς μέλλει νικᾶν αὐτῶν τὸν ἀγῶνα θέλοντες

   γνῶναι. κἀκεῖνος τοῖς ἱεροῖς ἐνιδών·

Πάντες, ἔφη, νικᾶτε, μόνον μή τις σὲ παρέλθῃ

   καὶ σὲ καταστρέψῃ καὶ σὲ παρατροχάσῃ.

164

ΤΟΥ ΑΥΤΟΥ

Εἶπεν ἐληλυθέναι τὸ πεπρωμένον αὐτὸς ἑαυτοῦ

   τὴν γένεσιν διαθεὶς Αὖλος ὁ ἀστρολόγος

καὶ ζήσειν ὥρας ἔτι τέσσαρας· ὡς δὲ παρῆλθεν

   εἰς πέμπτην καὶ ζῆν εἰδότα μηδὲν ἔδει,

αἰσχυνθεὶς Πετόσιριν ἀπήγξατο· καὶ μετέωρος

   θνῄσκει μέν, θνῄσκει δ' οὐδὲν ἐπιστάμενος.

165

ΤΟΥ ΑΥΤΟΥ

Οὐ γλήχωνι Κρίτων ὁ φιλάργυρος, ἀλλὰ διχάλκῳ

   αὑτὸν ἀποσφραίνει θλιβομένου στομάχου.

166

ΑΔΗΛΟΝ

Πλουτεῖν φασί σε πάντες, ἐγὼ δέ σέ φημι πένεσθαι·

   χρῆσις γὰρ πλούτου μάρτυς, Ἀπολλόφανες.

ἂν μετέχῃς αὐτῶν σύ, σὰ γίνεται· ἂν δὲ φυλάττῃς

   κληρονόμοις, ἀπὸ νῦν γίνεται ἀλλότρια.

167

ΠΩΛΛΙΑΝΟΥ

Χαλκὸν ἔχων πῶς οὐδὲν ἔχεις, μάθε· πάντα δανείζεις·

   οὕτως οὐδὲν ἔχεις αὐτός, ἵν' ἄλλος ἔχῃ.

168

ΑΝΤΙΦΑΝΟΥΣ

Ψηφίζεις, κακόδαιμον· ὁ δὲ χρόνος ὡς τόκον οὕτω

   καὶ πολιὸν τίκτει γῆρας ἐπερχόμενος·

κοὔτε πιὼν οὔτ' ἄνθος ἐπὶ κροτάφοις ἀναδήσας,

   οὐ μύρον, οὐ γλαφυρὸν γνούς ποτ' ἐρωμένιον

τεθνήξῃ πλουτοῦσαν ἀφεὶς μεγάλην διαθήκην,

   ἐκ πολλῶν ὀβολὸν μοῦνον ἐνεγκάμενος.

169

ΝΙΚΑΡΧΟΥ

Ἐχθὲς ἀπάγχεσθαι μέλλων Δείναρχος ὁ φείδων,

   Γλαῦκε, δι' ἓξ χαλκοῦς δύσμορος οὐκ ἔθανεν·

ἓξ χαλκῶν ἦν γὰρ τὸ σχοινίον· ἀλλ' ἐδυσώνει

   εὔωνον ζητῶν ἄλλον ἴσως θάνατον.

τοῦτο φιλαργυρίας δεινῆς ὅρος, ὅς γ' ἀποθνῄσκων,

   Γλαῦκε, δι' ἓξ χαλκοῦς δύσμορος οὐκ ἔθανεν.

170

ΤΟΥ ΑΥΤΟΥ

Δακρύει Φείδων ὁ φιλάργυρος, οὐχ ὅτι θνῄσκει,

   ἀλλ' ὅτι πέντε μνῶν τὴν σορὸν ἐπρίατο.

τοῦτ' αὐτῷ χαρίσασθε καί, ὡς τόπος ἐστὶν ἐν αὐτῇ,

   τῶν πολλῶν τεκνίων ἕν τι προσεμβάλετε.

171

ΛΟΥΚΙΛΛΙΟΥ

Θνῄσκων Ἑρμοκράτης ὁ φιλάργυρος ἐν διαθήκαις

   αὑτὸν τῶν ἰδίων ἔγραφε κληρονόμον.

ψηφίζων δ' ἀνέκειτο, πόσον δώσει διεγερθεὶς

   ἰητροῖς μισθοῦ καὶ τί νοσῶν δαπανᾷ·

ὡς δ' εὗρε πλείω δραχμὴν μίαν, ἢν διασωθῇ·

   Λυσιτελεῖ θνῄσκειν, εἶπε καὶ ἐξετάθη.

κεῖται δ' οὐδὲν ἔχων ὀβολοῦ πλέον· οἱ δὲ τὰ κείνου

   [χρήματα κληρονόμοι ἥρπασαν ἀσπασίως].

172

ΤΟΥ ΑΥΤΟΥ

Γεννηθὲν τέκνον κατεπόντισεν Αὖλος ὁ κνιπὸς

   ψηφίζων αὐτοῦ σῳζομένου δαπάνας.

173

ΦΙΛΙΠΠΟΥ

Εἰ τὸ μὲν ἐκδεδάνεικας, ὃ δ' ἄρτι δίδως, ὃ δὲ μέλλεις,

   οὐδέποτ' εἶ τοῦ σοῦ κύριος ἀργυρίου.

174

ΛΟΥΚΙΛΛΙΟΥ

Τὰν ἀναδυομέναν ἀπὸ ματέρος ἄρτι θαλάσσας

   Κύπριν ὅλην χρυσῆν ἐχθὲς ἔκλεψε Δίων·

καὶ χερὶ προσκατέσυρεν ὁλοσφύρητον Ἄδωνιν

   καὶ τὸ παρεστηκὸς μικρὸν Ἐρωτάριον.

αὐτοὶ νῦν ἐρέουσιν, ὅσοι ποτὲ φῶρες ἄριστοι·

   Οὐκέτι σοὶ χειρῶν εἰς ἔριν ἐρχόμεθα.

175

ΤΟΥ ΑΥΤΟΥ

Τὸν θεὸν αὐτὸν ἔκλεψεν, ὃν ὁρκίζεσθαι ἔμελλεν,

   Εὐτυχίδης εἰπών· Οὐ δύναμαί σ' ὀμόσαι.

176

ΤΟΥ ΑΥΤΟΥ

Τὸν πτανὸν Ἑρμᾶν, τὸν θεῶν ὑπηρέταν,

τὸν Ἀρκάδων ἄνακτα, τὸν βοηλάταν,

ἑστῶτα τῶνδε γυμνασίων ἐπίσκοπον,

ὁ νυκτικλέπτας Αὖλος εἶπε βαστάσας·

Πολλοὶ μαθηταὶ κρείσσονες διδασκάλων.

177

ΤΟΥ ΑΥΤΟΥ

Τὸν τῶν κλεπτόντων μανύτορα Φοῖβον ἔκλεψεν

   Εὐτυχίδης εἰπών· Μὴ πάνυ πολλὰ λάλει,

σύγκρινον δὲ τέχνην τέχνῃ καὶ χείρεσι χρησμοὺς

   καὶ μάντιν κλέπτῃ καὶ θεὸν Εὐτυχίδῃ·

τῶν δ' ἀχαλινώτων στομάτων χάριν αὐτίκα πραθεὶς

   τοῖς ὠνησαμένοις πᾶν, ὃ θέλεις, με λέγε.

178

ΤΟΥ ΑΥΤΟΥ

Βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μή σε Περικλῆς

   ὁ κλέπτης αὐταῖς βουσὶ συνεξελάσῃ.

179

‹ΤΟΥ ΑΥΤΟΥ›

Εἰ πόδας εἶχε Δίων οἵας χέρας, οὐκέτ' ἂν Ἑρμῆς

   πτηνὸς ἐν ἀνθρώποις, ἀλλὰ Δίων ἐκρίθη.

180

ΑΜΜΙΑΝΟΥ

Εἰδοὺς οὐ κρίνει Πολέμων, νώναις κατακρίνει·

   κἂν δῷς, κἂν μὴ δῷς, ἔστιν ἀεὶ Πολέμων.

181

ΤΟΥ ΑΥΤΟΥ

Ἤιδειμεν, Πολέμων, Ἀντώνιον ὄντα σε πάντες.

   ἐξαπίνης τρία σοι γράμματα πῶς ἔλιπεν;

182

ΔΙΟΝΥΣΙΟΥ

Χοῖρι μέν, οὐκ ἴδιον δέ με θύετε· καί με καλεῖτε

   χοιρίδιον φανερῶς εἰδότες οὐκ ἴδιον.

183

ΛΟΥΚΙΛΛΙΟΥ

Τὴν γένεσιν λυποῦντα μαθὼν Κρόνον Ἡλιόδωρος

   νύκτωρ ἐκ ναοῦ χρύσεον ἦρε Κρόνον·

Τίς πρῶτος κακοποιὸς ἐλήλυθε, πείρασον, εἰπών,

   δέσποτα, καὶ γνώσῃ, τίς τίνος ἐστὶ Κρόνος·

ὃς δ' ἄλλῳ κακὰ τεύχει, ἑῷ κακὸν ἥπατι τεύχει·

   εὑρών μοι τιμήν, πᾶν ἀνάτελλ', ὃ θέλεις.

184

ΤΟΥ ΑΥΤΟΥ

Ἐκ τῶν Ἑσπερίδων τῶν τοῦ Διὸς ἦρε Μενίσκος

   ὡς τὸ πρὶν Ἡρακλέης χρύσεα μῆλα τρία.

καὶ τί γάρ; ὡς ἑάλω, γέγονεν μέγα πᾶσι θέαμα

   ὡς τὸ πρὶν Ἡρακλέης ζῶν κατακαιόμενος.

185

ΛΟΥΚΙΛΛΙΟΥ

Ἑλλήνων ἀπέλυε πόλιν ποτέ, δέσποτα Καῖσαρ,

   εἰσελθὼν ᾆσαι Ναύπλιον Ἡγέλοχος.

Ναύπλιος Ἑλλήνεσσιν ἀεὶ κακὸν ἢ μέγα κῦμα

   ‹νηυσὶν ἐπεμβάλλων› ἢ κιθαρῳδὸν ἔχων.

186

ΝΙΚΑΡΧΟΥ

Νυκτικόραξ ᾄδει θανατηφόρον· ἀλλ' ὅταν ᾄσῃ

   Δημόφιλος, θνῄσκει καὐτὸς ὁ νυκτικόραξ.

187

ΛΕΩΝΙΔΑ

Σιμύλος ὁ ψάλτης τοὺς γείτονας ἔκτανε πάντας

   νυκτὸς ὅλης ψάλλων πλὴν ἑνὸς Ὠριγένους·

κωφὸν γὰρ φύσις αὐτὸν ἐθήκατο· τοὔνεκεν αὐτῷ

   ζωὴν ἀντ' ἀκοῆς δῶκε περισσοτέρην.

188

ΑΜΜΙΑΝΟΥ

Νικήτης ᾄδων τῶν ᾠδῶν ἐστιν Ἀπόλλων·

   ἂν δ' ἰατρεύῃ, τῶν θεραπευομένων.

189

ΛΟΥΚΙΛΛΙΟΥ

Πέντ' ὀβολῶν πέπρακεν Ἀπολλοφάνης ὁ τραγῳδὸς

   πέντε θεῶν σκευήν, Ἡρακλέους ῥόπαλον,

Τισιφόνης τὰ φόβητρα, Ποσειδῶνος τριόδοντα,

   ὅπλον Ἀθηναίης, Ἀρτέμιδος φαρέτρην.

Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἐξεδύθησαν

   εἰς βραχὺ σιταρίου κέρμα καὶ οἰναρίου.

190

ΛΟΥΚΙΛΛΙΟΥ

Τὸν δασὺν Ἑρμογένην ζητεῖ πόθεν ἄρξεθ' ὁ κουρεὺς

   κείρειν τὴν κεφαλὴν ὄνθ' ὅλον ὡς κεφαλήν.

191

ΤΟΥ ΑΥΤΟΥ

Ἆρες, Ἄρες βροτολοιγέ, μιαιφόνε, παύεο, κουρεῦ,

   τέμνων· οὐ γὰρ ἔχεις οὐκέτι, ποῦ με τεμεῖς·

ἀλλ' ἤδη μεταβὰς ἐπὶ τοὺς μύας ἢ τὰ κάτωθεν

   τῶν γονάτων, οὕτω τέμνε με, καὶ παρέχω.

νῦν μὲν γὰρ μυιῶν ὁ τόπος γέμει· ἢν δ' ἐπιμείνῃς,

   ὄψει καὶ γυπῶν ἔθνεα καὶ κοράκων.

192

ΛΟΥΚΙΛΛΙΟΥ

Μακροτέρῳ σταυρῷ σταυρούμενον ἄλλον ἑαυτοῦ

   ὁ φθονερὸς Διοφῶν ἐγγὺς ἰδὼν ἐτάκη.

193

ΑΔΕΣΠΟΤΟΝ

Ὁ φθόνος ἐστὶ κάκιστος, ἔχει δέ τι καλὸν ἐν αὑτῷ·

   τήκει γὰρ φθονερῶν ὄμματα καὶ κραδίην.

194

ΛΟΥΚΙΛΛΙΟΥ

Πανὶ φιλοσπήλυγγι καὶ οὐρεοφοιτάσι Νύμφαις

   καὶ Σατύροις ἱεραῖς τ' ἔνδον Ἁμαδρυάσιν

σὺν κυσὶ καὶ λόγχαις συοφόντισι Μάρκος ‹ὁ ἀγρεὺς›

   μηδὲν ἑλὼν αὐτὸς τοὺς κύνας ἐκρέμασεν.

195

ΔΙΟΣΚΟΡΙΔΟΥ

Γάλλον Ἀρισταγόρης ὠρχήσατο· τοὺς δὲ φιλόπλους

   Τημενίδας ὁ καμὼν πολλὰ διῆλθον ἐγώ.

χὠ μὲν τιμηθεὶς ἀπεπέμπετο· τὴν δὲ τάλαιναν

   Ὑρνηθὼ κροτάλων εἷς ψόφος ἐξέβαλεν.

εἰς πῦρ ἡρώων ἴτε πρήξιες· ἐν γὰρ ἀμούσοις

   καὶ κόρυδος κύκνου φθέγξετ' ἀοιδότερον.

196

ΛΟΥΚΙΛΛΙΟΥ

Ῥύγχος ἔχουσα Βιτὼ τριπιθήκινον, οἷον ἰδοῦσαν

   τὴν Ἑκάτην αὑτὴν οἴομ' ἀπαγχονίσαι·

Εἰμί, λέγει, σώφρων, Λουκίλλιε, καὶ μονοκοιτῶ.

   αἰδεῖται γὰρ ἴσως Παρθένος εἰμί λέγειν.

εἰ δέ γέ τις μισεῖ με, κακὸν τοιοῦτο γαμήσας

   τῆς αὐτῆς σχοίη τέκνα σαοφροσύνης.

197

ΤΟΥ ΑΥΤΟΥ

Ἤθελε δριμὺς ἄγαν τὸ πρόσθ' Ἱερώνυμος εἶναι·

   νῦν δὲ τὸ δρῖ μὲν ἔχει, λος δὲ τὸ μὺς γέγονεν.

198

ΘΕΟΔΩΡΟΥ

Ἑρμοκράτης τᾶς ῥινός· ἐπεὶ τὰν ῥῖνα λέγοντες

   Ἑρμοκράτους μικροῖς μακρὰ χαριζόμεθα.

199

ΛΕΩΝΙΔΟΥ

Ἰχθῦν ὁ γρυπὸς Σωσίπτολις οὐκ ἀγοράζει,

   προῖκα δ' ἔχει πολλὴν ἐξ ἁλὸς εὐβοσίην·

οὐ λίνον, οὐ κάλαμον προσάγων, τῇ ῥινὶ δὲ προσθεὶς

   ἄγκιστρον σύρει πάντα τὰ νηχόμενα.

200

ΤΟΥ ΑΥΤΟΥ

Ζηνογένους οἶκος κατεκαίετο, πολλὰ δ' ἐμόχθει

   ἐκ θυρίδος ζητῶν αὑτὸν ὑπεκχαλάσαι·

ἴκρια συμπήξας οὐκ ἔφθανεν· ὀψὲ δ' ἐπιγνούς,

   τὴν ῥῖν' Ἀντιμάχου κλίμακα θεὶς ἔφυγεν.

201

ΑΜΜΩΝΙΔΟΥ

Ἀντιπάτραν γυμνὴν εἴ τις Πάρθοισιν ἔδειξεν,

   ἔκτοθεν ἂν στηλῶν Ἡρακλέους ἔφυγον.

202

ΑΔΗΛΟΝ

Τὴν γραῦν ἐκκομίσας φρονίμως πάνυ Μόσχος ἔγημε

   παρθένον· ἡ φερνὴ δ' ἔνδον ἔμεινεν ὅλη.

ἄξιον αἰνῆσαι Μόσχου φρένας, ὃς μόνος οἶδε,

   καὶ τίνα δεῖ κινεῖν καὶ τίνα κληρονομεῖν.

203

ΑΛΛΟ

Ἡ ῥὶς Κάστορός ἐστιν, ὅταν σκάπτῃ τι, δίκελλα·

   σάλπιγξ δ', ἂν ῥέγχῃ· τῇ δὲ τρύγῃ δρέπανον,

ἐν πλοίοις ἄγκυρα, κατασπείροντι δ' ἄροτρον,

   ἄγκιστρον ναύταις, ὀψοφάγοις κρεάγρα,

ναυπηγοῖς σχένδυλα, γεωργοῖς δὲ πρασόκουρον,

   τέκτοσιν ἀξίνη, τοῖς δὲ πυλῶσι κόραξ.

οὕτως εὐχρήστου σκεύους Κάστωρ τετύχηκε

   ῥῖνα φέρων πάσης ἄρμενον ἐργασίης.

204

ΠΑΛΛΑΔΑ

Ῥήτορα Μαῦρον ἰδὼν ἐτεθήπεα ῥυγχελέφαντα,

   χείλεσι λιτραίοις φθόγγον ἱέντα φόνον.

205

ΛΟΥΚΙΛΛΙΟΥ

Οὐδὲν ἀφῆκεν ὅλως, Διονύσιε, λείψανον Αὔλῳ

   Εὐτυχίδης δειπνῶν, ἦρε δὲ πάντ' ὀπίσω·

καὶ νῦν Εὐτυχίδης μὲν ἔχει μέγα δεῖπνον ἐν οἴκῳ,

   μὴ κληθεὶς δ' Αὖλος ξηροφαγεῖ καθίσας.

206

ΤΟΥ ΑΥΤΟΥ

Οὕτω σοι πέψαι, Διονύσιε, ταῦτα γένοιτο

   πάντα· νόμου δὲ χάριν δός τι καὶ ὧδε φαγεῖν·

κἀγὼ κέκλημαι, κἀμοὶ παρέθηκέ τι τούτων

   γεύσασθαι Πόπλιος, κἀμὸν ἔπεστι μέρος·

εἰ μὴ λεπτὸν ἰδών με δοκεῖς κατακεῖσθαι ἄρωστον,

   εἶθ' οὕτως τηρεῖς, μή σε λαθών τι φάγω.

207

ΤΟΥ ΑΥΤΟΥ

Καὶ τρώγεις, ὅσα πέντε λύκοι, Γάμε, καὶ τὰ περισσά,

   οὐ τὰ σά, τῶν δὲ πέριξ πάντα δίδως ὀπίσω.

πλὴν μετὰ τοῦ κοφίνου τοῦ πρὸς πόδας αὔριον ἔρχου

   πρίσματα καὶ σπόγγον καὶ σάρον εὐθὺς ἔχων.

208

ΤΟΥ ΑΥΤΟΥ

Ἦν βραδὺς Εὐτυχίδας σταδιοδρόμος, ἀλλ' ἐπὶ δεῖπνον

   ἔτρεχεν, ὥστε λέγειν· Εὐτυχίδας πέταται.

209

ΑΜΜΙΑΝΟΥ

Κἂν μέχρις Ἡρακλέους στηλῶν ἔλθῃς παρορίζων,

   γῆς μέρος ἀνθρώποις πᾶσιν ἴσον σε μένει·

κείσῃ δ' Ἴρῳ ὅμοιος ἔχων ὀβολοῦ πλέον οὐδὲν

   εἰς τὴν οὐκέτι σὴν γῆν ἀναλυόμενος.

210

ΛΟΥΚΙΛΛΙΟΥ

Ἄνθρακα καὶ δάφνην παραβύεται ὁ στρατιώτης

   Αὖλος ἀποσφίγξας μήλινα λωμάτια·

φρίσσει καὶ τὸ μάτην ἴδιον ξίφος· ἢν δέ ποτ' εἴπῃς·

   Ἔρχοντ', ἐξαπίνης ὕπτιος ἐκτέταται.

οὐδενὶ δ' οὐ Πολέμωνι προσέρχεται, οὐ Στρατοκλείδῃ,

   ἀλλὰ φίλῳ χρῆται πάντοτε Λυσιμάχῳ.

211

ΤΟΥ ΑΥΤΟΥ

Γραπτὴν ἐν τοίχῳ Καλπούρνιος ὁ στρατιώτης,

   ὡς ἔθος ἐστίν, ἰδὼν τὴν ἐπὶ ναυσὶ μάχην,

ἄσφυκτος καὶ χλωρὸς ὁ θούριος ἐξετανύσθη

   Ζωγρεῖτε, κράξας, Τρῶες ἀρηίφιλοι.

καὶ μὴ τέτρωται, κατεμάνθανε καὶ μόλις ἔγνω

   ζῆν, ὅτε τοῖς τοίχοις ὡμολόγησε λύτρα.

212

ΛΟΥΚΙΛΛΙΟΥ

‹Τεκνίον εὔμορφον, Διόδωρε, γράφειν σ' ἐκέλευσα·›

   ἀλλὰ σύ μοι προφέρεις τεκνίον ἀλλότριον,

τὴν προτομὴν αὐτῷ περιθεὶς κυνός, ὥστε με κλάειν,

   πῶς μοι Ζωπυρίων ἐξ Ἑκάβης γέγονεν.

καὶ πέρας ἓξ δραχμῶν Ἐρασίστρατος ὁ κρεοπώλης

   ἐκ τῶν Ἰσείων υἱὸν Ἄνουβιν ἔχω.

213

ΛΕΩΝΙΔΟΥ

Εἰκόνα Μηνοδότου γράψας Διόδωρος ἔθηκεν

   πλὴν τοῦ Μηνοδότου πᾶσιν ὁμοιοτάτην.

214

ΛΟΥΚΙΛΛΙΟΥ

Γράψας Δευκαλίωνα, Μενέστρατε, καὶ Φαέθοντα

   ζητεῖς, τίς τούτων ἄξιός ἐστι τίνος.

τοῖς ἰδίοις αὐτοὺς τιμήσομεν· ἄξιος ὄντως

   ἐστὶ πυρὸς Φαέθων, Δευκαλίων δ' ὕδατος.

215

ΤΟΥ ΑΥΤΟΥ

Εἴκοσι γεννήσας ὁ ζωγράφος Εὔτυχος υἱοὺς

   οὐδ' ἀπὸ τῶν τέκνων οὐδὲν ὅμοιον ἔχει.

216

ΛΟΥΚΙΛΛΙΟΥ

Τὸν φιλόπαιδα Κράτιππον ἀκούσατε· θαῦμα γὰρ ὑμῖν

   καινὸν ἀπαγγέλλω· πλὴν μεγάλαι Νεμέσεις.

τὸν φιλόπαιδα Κράτιππον ἀνεύρομεν ἄλλο γένος τι

   τῶν ἑτεροζήλων. ἤλπισα τοῦτ' ἂν ἐγώ;

ἤλπισα τοῦτο, Κράτιππε· μανήσομαι, εἰ, λύκος εἶναι

   πᾶσι λέγων, ἐφάνης ἐξαπίνης ἔριφος;

217

ΤΟΥ ΑΥΤΟΥ

Φεύγων τὴν ὑπόνοιαν Ἀπολλοφάνης ἐγάμησεν,

   καὶ διὰ τῆς ἀγορᾶς νυμφίος ἦλθε μέσης·

Αὔριον εὐθύ, λέγων, ἕξω τέκνον. εἶτα προῆλθεν

   αὔριον ἀντὶ τέκνου τὴν ὑπόνοιαν ἔχων.

218

ΚΡΑΤΗΤΟΣ

Χοιρίλος Ἀντιμάχου πολὺ λείπεται· ἀλλ' ἐπὶ πᾶσιν

   Χοιρίλον Εὐφορίων εἶχε διὰ στόματος

καὶ κατάγλωσσ' ἐπόει τὰ ποήματα καὶ τὰ φίλητρα

   ἀτρεκέως ᾔδει· καὶ γὰρ Ὁμηρικὸς ἦν.

219

ΑΝΤΙΠΑΤΡΟΥ

Οὐ προσέχω, καίτοι πιστοί τινες· ἀλλὰ μεταξύ,

   πρὸς Διός, εἴ με φιλεῖς, Πάμφιλε, μή με φίλει.

220

ΑΔΗΛΟΝ

Ἀλφειοῦ στόμα φεῦγε· φιλεῖ κόλπους Ἀρεθούσης

   πρηνὴς ἐμπίπτων ἁλμυρὸν ἐς πέλαγος.

221

ΑΜΜΙΑΝΟΥ

Οὐχ, ὅτι τὸν κάλαμον λείχεις, διὰ τοῦτό σε μισῶ,

   ἀλλ' ὅτι τοῦτο ποιεῖς καὶ δίχα τοῦ καλάμου.

222

ΑΔΕΣΠΟΤΟΝ

Χείλων καὶ Λείχων ἴσα γράμματα. ἐς τί δὲ τοῦτο;

   λείχει γὰρ Χείλων, κἂν ἴσα, κἂν ἄνισα.

223

[ΜΕΛΕΑΓΡΟΥ]

Εἰ βινεῖ Φαβορῖνος, ἀπιστεῖς· μηκέτ' ἀπίστει·

   αὐτός μοι βινεῖν εἶπ' ἰδίῳ στόματι.

224

ΑΝΤΙΠΑΤΡΟΥ

Ἑστηκὸς τὸ Κίμωνος ἰδὼν πέος εἶφ' ὁ Πρίηπος·

   Οἴμοι, ὑπὸ θνητοῦ λείπομαι ἀθάνατος.

225

ΣΤΡΑΤΩΝΟΣ

Ἡ κλίνη πάσχοντας ἔχει δύο καὶ δύο δρῶντας,

   οὓς σὺ δοκεῖς πάντας τέσσαρας· εἰσὶ δὲ τρεῖς.

ἢν δὲ πύθῃ Πῶς τοῦτο; τὸν ἐν μέσσῳ δὶς ἀρίθμει

   κοινὰ πρὸς ἀμφοτέρους ἔργα σαλευόμενον.

226

ΑΜΜΙΑΝΟΥ

Εἴη σοι κατὰ γῆς κούφη κόνις, οἰκτρὲ Νέαρχε,

   ὄφρα σε ῥηιδίως ἐξερύσωσι κύνες.

227

ΤΟΥ ΑΥΤΟΥ

Θᾶττον ποιήσει μέλι κάνθαρος ἢ γάλα κώνωψ,

   ἢ σύ τι ποιήσεις σκορπίος ὢν ἀγαθόν·

οὔτε γὰρ αὐτὸς ἑκοντὶ ποιεῖς οὔτ' ἄλλον ἀφίης

   ὡς ἀστὴρ Κρονικὸς πᾶσιν ἀπεχθόμενος.

228

ΤΟΥ ΑΥΤΟΥ

Μητέρα τις, πατέρ' ἄλλος ἀπέκτανεν, ἄλλος ἀδελφόν,

   Πωλιανὸς τοὺς τρεῖς, πρῶτος ἀπ' Οἰδίποδος.

229

ΤΟΥ ΑΥΤΟΥ

Ὀψέ ποθ' ἡ ποδάγρα τὸν ἑαυτῆς ἄξιον εὗρεν,

   ὃν ποδαγρᾶν πρὸ ἐτῶν ἄξιον ἦν ἑκατόν.

230

ΤΟΥ ΑΥΤΟΥ

Μασταύρων ἀφελὼν δύο γράμματα, Μάρκε, τὰ πρῶτα

   ἄξιος εἶ πολλῶν τῶν ὑπολειπομένων.

231

ΤΟΥ ΑΥΤΟΥ

Θηρίον εἶ παρὰ γράμμα καὶ ἄνθρωπος διὰ γράμμα·

   ἄξιος εἶ πολλῶν, ὧν παρὰ γράμμα γράφῃ.

232

ΚΑΛΛΕΟΥ ΑΡΓΕΙΟΥ

Αἰεὶ χρυσίον ἦσθα, Πολύκριτε· νῦν δὲ πεπωκὼς

   ἐξαπίνης ἐγένου λυσσομανές τι κακόν·

αἰεί μοι δοκέεις κακὸς ἔμμεναι. οἶνος ἐλέγχει

   τὸν τρόπον· οὐκ ἐγένου νῦν κακός, ἀλλ' ἐφάνης.

233

ΛΟΥΚΙΛΛΙΟΥ

Φαῖδρος πραγματικὸς καὶ ζωγράφος ἤρισε Ῥοῦφος,

   τίς θᾶσσον γράψει καὶ τίς ὁμοιότερον.

ἀλλ' ἐν ὅσῳ Ῥοῦφος τρίβειν τὰ χρώματ' ἔμελλεν,

   Φαῖδρος ἔγραψε λαβὼν εἰκονικὴν ἀποχήν.

234

ΤΟΥ ΑΥΤΟΥ

Τοὺς πόδας εἰ Κρατερὸς καὶ τὰς χέρας εἶχ' ὁλοκλήρους,

   οὐκ αὖ τὴν κεφαλὴν εἶχε τοιαῦτα γράφων.

235

ΔΗΜΟΔΟΚΟΥ

Καὶ τόδε Δημοδόκου· Χῖοι κακοί, οὐχ ὁ μέν, ὃς δ' οὔ,

   πάντες, πλὴν Προκλέους· καὶ Προκλέης δὲ Χίος.

236

ΤΟΥ ΑΥΤΟΥ

Πάντες μὲν Κίλικες κακοὶ ἀνέρες· ἐν δὲ Κίλιξιν

   εἷς ἀγαθὸς Κινύρης, καὶ Κινύρης δὲ Κίλιξ.

237

ΤΟΥ ΑΥΤΟΥ

Καππαδόκην ποτ' ἔχιδνα κακὴ δάκεν, ἀλλὰ καὶ αὐτὴ

   κάτθανε γευσαμένη αἵματος ἰοβόλου.

238

[ΤΟΥ ΑΥΤΟΥ]

Καππαδόκαι φαῦλοι μὲν ἀεί, ζώνης δὲ τυχόντες

   φαυλότεροι, κέρδους δ' εἵνεκα φαυλότατοι.

ἢν δ' ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης,

   δὴ τότε γίνονται φαυλεπιφαυλότατοι.

μή, λίτομαι, βασιλεῦ, μὴ τετράκις, ὄφρα μὴ αὐτὸς

   κόσμος ὀλισθήσῃ καππαδοκιζόμενος.

239

ΛΟΥΚΙΛΛΙΟΥ

Οὔτε Χίμαιρα τοιοῦτον ἔπνει κακὸν ἡ καθ' Ὅμηρον,

   οὐκ ἀγέλη ταύρων, ὡς ὁ λόγος, πυρίπνους,

οὐ Λῆμνος σύμπασα καὶ Ἁρπυιῶν τὰ περισσά,

   οὐδ' ὁ Φιλοκτήτου ποὺς ἀποσηπόμενος,

ὥστε σε παμψηφεὶ νικᾶν, Τελέσιλλα, Χιμαίρας,

   σηπεδόνας, ταύρους, ὄρνεα, Λημνιάδας.

240

ΤΟΥ ΑΥΤΟΥ

Οὐ μόνον αὐτὴ πνεῖ Δημοστρατίς, ἀλλὰ δὴ αὐτῆς

   τοὺς ὀσμησαμένους πνεῖν πεποίηκε τράγου.

241

ΝΙΚΑΡΧΟΥ

Τὸ στόμα χὠ πρωκτὸς ταὐτόν, Θεόδωρε, σοῦ ὄζει,

   ὥστε διαγνῶναι τοῖς φυσικοῖς καλὸν ἦν.

ἦ γράψαι σε ἔδει, ποῖον στόμα, ποῖον ὁ πρωκτός·

   νῦν δὲ λαλοῦντός σου ‹βδεῖν σ' ἐνόμιζον ἐγώ›.

242

ΤΟΥ ΑΥΤΟΥ

Οὐ δύναμαι γνῶναι, πότερον χαίνει Διόδωρος

   ἢ βδῆσ'· ἓν γὰρ ἔχει πνεῦμα κάτω καὶ ἄνω.

243

ΝΙΚΑΡΧΟΥ

Λούσασθαι πεπόρευται Ὀνήσιμος εἰς βαλανεῖον

   δωδεκάτῃ Δύστρου μηνὸς ἐπ' Ἀντιφίλου,

παῖδα λιπὼν οἴκοις ἐπιτίτθιον, ὃν δύο τέκνων

   ἄλλων εὑρήσει λουσάμενος πατέρα ...

ἥξειν δ' εἰς ὥρας ἡμῖν γράφει· οἱ βαλανεῖς γὰρ

   εἰς τότε τάσσονται τὴν πυρίαν καθελεῖν.

244

ΑΔΗΛΟΝ

Ἠγόρασας χαλκοῦν μιλιάριον, Ἡλιόδωρε,

   τοῦ περὶ τὴν Θρᾴκην ψυχρότερον Βορέου.

μὴ φύσα, μὴ κάμνε· μάτην τὸν καπνὸν ἐγείρεις·

   εἰς τὸ θέρος χαλκῆν βαύκαλιν ἠγόρασας.

245

ΛΟΥΚΙΛΛΙΟΥ

Οἱ τοῖχοι, Διόφαντε, τὰ κύματα πάντα δέχονται,

   καὶ διὰ τῶν θυρίδων Ὠκεανὸς φέρεται·

δελφίνων δ' ἀγέλαι καὶ Νηρέος ἀγλαὰ τέκνα

   ἐν τῷ πλοίῳ σου νηχόμενα βλέπεται.

ἂν δ' ἀναμείνωμεν, πλεύσει τάχα καί τις ἐν ἡμῖν·

   οὐ γὰρ ἔνεστιν ὕδωρ οὐκέτι τῷ πελάγει.

246

ΤΟΥ ΑΥΤΟΥ

Ἐκ ποίων ἔταμες, Διονύσιε, τὰ ξύλα ταῦτα

   λατομιῶν; ποίων τὸ σκάφος ἐστὶ μύλων;

εἰ γὰρ ἐγώ τι νοῶ, μολίβου γένος, οὐ δρυός ἐστιν

   οὐδ' ἐλάτης, μικροῦ ῥιζοβολεῖ τὰ κάτω·

καὶ τυχὸν ἐξαπίνης ἔσομαι λίθος· εἶτα, τὸ χεῖρον,

   γράψει μ' ὡς Νιόβην δρᾶμα σαπρὸν Μελίτων.

247

ΤΟΥ ΑΥΤΟΥ

Ἦ πέλαγος πλέομεν, Διονύσιε, καὶ γεγέμισται

   τὸ πλοῖον παντὸς πανταχόθεν πελάγους.

ἀντλεῖται δ' Ἀδρίας, Τυρρηνικός, Ἰσσικός, Αἴγων·

   οὐ πλοῖον, πηγὴ δ' Ὠκεανοῦ ξυλίνη.

ὁπλίζου, Καῖσαρ· Διονύσιος ἄρχεται ἤδη

   οὐκέτι ναυκληρεῖν, ἀλλὰ θαλασσοκρατεῖν.

248

ΒΙΑΝΟΡΟΣ

Τὸ σκάφος οὐ βυθὸς εἷλε (πόθεν βυθός; οὐ γὰρ ἔπλωσεν),

   οὐδὲ Νότος, πρὸ Νότου δ' ὤλετο καὶ πελάγευς.

ἤδη γάρ μιν ἅπασαν ἐπὶ ζυγὰ γομφωθεῖσαν

   ἤλειφον πεύκης τῇ λιπαρῇ νοτίδι·

πίσσα δ' ὑπερβρασθεῖσα πυρὸς φλογὶ τὴν ἁλὶ πιστὴν

   τευχομένην γαίῃ δεῖξεν ἀπιστοτέρην.

249

ΛΟΥΚΙΛΛΙΟΥ

Ἀγρὸν Μηνοφάνης ὠνήσατο καὶ διὰ λιμὸν

   ἐκ δρυὸς ἀλλοτρίας αὑτὸν ἀπηγχόνισεν.

γῆν δ' αὐτῷ τεθνεῶτι βαλεῖν οὐκ ἔσχον ἄνωθεν,

   ἀλλ' ἐτάφη μισθοῦ πρός τινα τῶν ὁμόρων.

εἰ δ' ἔγνω τὸν ἀγρὸν τὸν Μηνοφάνους Ἐπίκουρος,

   πάντα γέμειν ἀγρῶν εἶπεν ἄν, οὐκ ἀτόμων.

250

ΑΔΕΣΠΟΤΟΝ

Τὸν παχὺν εὖ ἔγραψ' ὁ ζωγράφος· ἀλλ' ἀπόλοιτο,

   εἰ δύο μισητοὺς ἀνθ' ἑνὸς ὀψόμεθα.

251

ΝΙΚΑΡΧΟΥ

Δυσκώφῳ δύσκωφος ἐκρίνετο, καὶ πολὺ μᾶλλον

   ἦν ὁ κριτὴς τούτων τῶν δύο κωφότερος.

ὧν ὁ μὲν ἀντέλεγεν τὸ ἐνοίκιον αὐτὸν ὀφείλειν

   μηνῶν πένθ', ὁ δ' ἔφη νυκτὸς ἀληλεκέναι.

ἐμβλέψας δ' αὐτοῖς ὁ κριτὴς λέγει· Ἐς τί μάχεσθε;

   μήτηρ ἔσθ' ὑμῶν· ἀμφότεροι τρέφετε.

252

ΤΟΥ ΑΥΤΟΥ

Εἴ με φιλεῖς, μισεῖς με, καὶ εἰ μισεῖς σύ, φιλεῖς με·

   εἰ δέ με μὴ μισεῖς, φίλτατε, μή με φίλει.

253

ΛΟΥΚΙΛΛΙΟΥ

Ἐκ ποίων ὁ πατήρ σε δρυῶν τέτμηκεν, Ἀρίστων,

   ἢ ποίων σε μύλου κόψατο λατομιῶν;

ἦ γὰρ ἀπὸ δρυὸς ἐσσὶ παλαιφάτου ἢ ἀπὸ πέτρης,

   ὀρχηστής, Νιόβης ἔμπνοον ἀρχέτυπον,

ὥστε με θαυμάζοντα λέγειν, ὅτι Καὶ σύ τι Λητοῖ

   ἤρισας· οὐ γὰρ ἂν ἦς αὐτομάτως λίθινος.

254

ΤΟΥ ΑΥΤΟΥ

Πάντα καθ' ἱστορίην ὀρχούμενος, ἓν τὸ μέγιστον

   τῶν ἔργων παριδὼν ἠνίασας μεγάλως.

τὴν μὲν γὰρ Νιόβην ὀρχούμενος ὡς λίθος ἔστης,

   καὶ πάλιν ὢν Καπανεὺς ἐξαπίνης ἔπεσες·

ἀλλ' ἐπὶ τῆς Κανάκης ἀφυῶς, ὅτι καὶ ξίφος ἦν σοι

   καὶ ζῶν ἐξῆλθες· τοῦτο παρ' ἱστορίην.

255

ΠΑΛΛΑΔΑ

Δάφνην καὶ Νιόβην ὠρχήσατο Μέμφις ὁ Σῖμος,

   ὡς ξύλινος Δάφνην, ὡς λίθινος Νιόβην.

256

ΛΟΥΚΙΛΛΙΟΥ

Λούεσθαί σε λέγουσι πολὺν χρόνον, Ἡλιοδώρα,

   γραῖαν ἐτῶν ἑκατὸν μὴ καταλυομένην.

πλὴν ἔγνωκα, τίνος ποιεῖς χάριν· ὡς ὁ παλαιὸς

   ἐλπίζεις Πελίας ἑψομένη νεάσαι.

257

ΤΟΥ ΑΥΤΟΥ

Ἑρμογένην τὸν ἰατρὸν ἰδὼν Διόφαντος ἐν ὕπνοις

   οὐκέτ' ἀνηγέρθη καὶ περίαμμα φέρων.

258

ΛΟΥΚΙΛΛΙΟΥ

Τῷ Πίσης μεδέοντι τὸ κρανίον Αὖλος ὁ πύκτης,

   ἓν καθ' ἓν ἀθροίσας ὀστέον, ἀντίθεται.

σωθεὶς δ' ἐκ Νεμέας, Ζεῦ δέσποτα, σοὶ τάχα θήσει

   καὶ τοὺς ἀστραγάλους τοὺς ἔτι λειπομένους.

259

ΛΟΥΚΙΛΛΙΟΥ

Θεσσαλὸν ἵππον ἔχεις, Ἐρασίστρατε, ἀλλὰ σαλεῦσαι

   οὐ δύνατ' αὐτὸν ὅλης φάρμακα Θεσσαλίης,

ὄντως δούριον ἵππον, ὅν, εἰ Φρύγες εἷλκον ἅπαντες

   σὺν Δαναοῖς, Σκαιὰς οὐκ ἂν ἐσῆλθε πύλας·

ὃν στήσας ἀνάθημα θεοῦ τινος, εἰ προσέχεις μοι,

   τὰς κριθὰς ποίει τοῖς τεκνίοις πτισάνην.

260

ΑΔΗΛΟΝ

Τοῦτο τὸ βουλεύειν εἶχες πάλαι; ἀλλὰ τὸ βῆτα

   οὐκ ἐπιγινώσκω· δέλτα γὰρ ἐγράφετο.

261

ΑΔΗΛΟΝ

Υἱὸς Πατρικίου μάλα κόσμιος, ὃς διὰ Κύπριν

   οὐχ ὁσίην ἑτάρους πάντας ἀποστρέφεται.

262

ΑΔΗΛΟΝ

Αἰθερίην διὰ νύκτα νέοι κατάγουσι Σελήνην

   ἠίθεοι Φαρίης ἄνδιχα τεμνομένην.

263

ΠΑΛΛΑΔΑ

Παύλῳ κωμῳδῷ κατ' ὄναρ στὰς εἶπε Μένανδρος·

   Οὐδὲν ἐγὼ κατὰ σοῦ, καὶ σὺ κακῶς με λέγεις.

264

ΛΟΥΚΙΛΛΙΟΥ

Ποιήσας δαπάνην ἐν ὕπνοις ὁ φιλάργυρος Ἕρμων

   ἐκ περιωδυνίας αὑτὸν ἀπηγχόνισεν.

265

ΤΟΥ ΑΥΤΟΥ

Εἰ μὲν ἐπ' ἀττελάβους ἄγεται στρατὸς ἢ κυνομυίας

   ἢ μύας ἢ ψυλλῶν ἱππικὸν ἢ βατράχων,

Γάιε, καὶ σὺ φοβοῦ, μὴ καί σέ τις ἐγκαταλέξῃ

   ὡς ἂν τῆς τούτων ἄξιον ὄντα μάχης.

εἰ δ' ἀρετῆς ἀνδρῶν ἄγεται στρατός, ἄλλο τι παῖζε·

   Ῥωμαίοις δ' οὐδεὶς πρὸς γεράνους πόλεμος.

266

ΛΟΥΚΙΛΛΙΟΥ

Ψευδὲς ἔσοπτρον ἔχει Δημοσθενίς· εἰ γὰρ ἀληθὲς

   ἔβλεπεν, οὐκ ἂν ὅλως ἤθελεν αὐτὸ βλέπειν.

267

ΑΔΗΛΟΝ

Κερκίδος οὐ χρῄζεις ὁ λογιστικός, οὐδὲ μέλει σοι·

   καὶ γὰρ ἀβασκάντως ῥῖνα τρίπηχυν ἔχεις.

268

ΑΛΛΟ

Οὐ δύναται τῇ χειρὶ Πρόκλος τὴν ῥῖν' ἀπομύσσειν,

   τῆς ῥινὸς γὰρ ἔχει τὴν χέρα μικροτέρην·

οὐδὲ λέγει Ζεῦ, σῶσον, ἐὰν πταρῇ· οὐ γὰρ ἀκούει

   τῆς ῥινός, πολὺ γὰρ τῆς ἀκοῆς ἀπέχει.

269

ΑΔΗΛΟΝ

Ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς

οὐκ εἰμὶ Λούκιος, ἀλλ' ἀναγκάζουσί με.

270

ΑΔΗΛΟΝ

Εἰκόνα σοί, βασιλεῦ κοσμοφθόρε, τήνδε σιδήρου

   ἄνθεσαν ὡς χαλκοῦ πολλὸν ἀτιμοτέρην

ἀντὶ φόνου πενίης τ' ὀλοῆς λιμοῦ τε καὶ ὀργῆς,

   οἷς πάντα φθείρεις ἐκ φιλοχρημοσύνης.

271

ΑΛΛΟ

Ἐγγύθι τῆς Σκύλλης χαλεπὴν στήσαντο Χάρυβδιν,

   ἄγριον ὠμηστὴν τοῦτον Ἀναστάσιον.

δείδιθι καὶ σύ, Σκύλλα, τεαῖς φρεσί, μὴ σὲ καὶ αὐτὴν

   βρώξῃ, χαλκείην δαίμονα κερματίσας.

272

ΑΔΗΛΟΝ

Ἀνέρας ἠρνήσαντο καὶ οὐκ ἐγένοντο γυναῖκες·

οὔτ' ἄνδρες γεγάασιν, ἐπεὶ πάθον ἔργα γυναικῶν,

οὐδὲ γυναῖκες ἔασιν, ἐπεὶ φύσιν ἔλλαχον ἀνδρῶν.

ἀνέρες εἰσὶ γυναιξὶ καὶ ἀνδράσιν εἰσὶ γυναῖκες.

273

ΑΔΗΛΟΝ

Χωλὸν ἔχεις τὸν νοῦν ὡς τὸν πόδα· καὶ γὰρ ἀληθῶς

   εἰκόνα τῶν ἐντὸς σὴ φύσις ἐκτὸς ἔχει.

274

ΛΟΥΚΙΑΝΟΥ

Εἰπέ μοι εἰρομένῳ, Κυλλήνιε, πῶς κατέβαινεν

   Λολλιανοῦ ψυχὴ δῶμα τὸ Φερσεφόνης;

θαῦμα μέν, εἰ σιγῶσα· τυχὸν δέ τι καὶ σὲ διδάσκειν

   ἤθελε· φεῦ, κείνου καὶ νέκυν ἀντιάσαι.

275

ΑΠΟΛΛΩΝΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

Καλλίμαχος τὸ κάθαρμα, τὸ παίγνιον, ὁ ξύλινος νοῦς·

   αἴτιος ὁ γράψας Αἴτια Καλλίμαχος.

276

ΛΟΥΚΙΛΛΙΟΥ

Εἰς φυλακὴν βληθείς ποτε Μάρκος ὁ ἀργός, ἑκοντὶ

   ὀκνῶν ἐξελθεῖν ὡμολόγησε φόνον.

277

ΤΟΥ ΑΥΤΟΥ

Τῆς νυκτὸς τροχάσας ἐν ὕπνοις ποτὲ Μάρκος ὁ ἀργὸς

   οὐκέτ' ἐκοιμήθη, μὴ πάλι που τροχάσῃ.

278

ΛΟΥΚΙΛΛΙΟΥ

Ἔξω παιδεύεις Πάριδος κακὰ καὶ Μενελάου

   ἔνδον ἔχων πολλοὺς σῆς Ἑλένης Πάριδας.

279

ΤΟΥ ΑΥΤΟΥ

Οὐδεὶς γραμματικῶν δύναταί ποτε ‹ὄλβιος› εἶναι

   ὀργὴν καὶ μῆνιν καὶ χόλον εὐθὺς ἔχων.

280

ΠΑΛΛΑΔΑ

Βέλτερον Ἡγέμονος λῃστοκτόνου ἐς κρίσιν ἐλθεῖν

   ἢ τοῦ χειρουργοῦ Γενναδίου παλάμας.

ὃς μὲν γὰρ φονέας ὁσίως στυγέων κατατέμνει,

   ὃς δὲ λαβὼν μισθοὺς εἰς Ἀίδην κατάγει.

281

ΤΟΥ ΑΥΤΟΥ

Μάγνος ὅτ' εἰς Ἀίδην κατέβη, τρομέων Ἀϊδωνεὺς

   εἶπεν· Ἀναστήσων ἤλυθε καὶ νέκυας.

282

ΑΛΛΟ

Τοὺς καταλείψαντας γλυκερὸν φάος οὐκέτι θρηνῶ,

   τοὺς δ' ἐπὶ προσδοκίῃ ζῶντας ἀεὶ θανάτου.

283

‹ΠΑΛΛΑΔΑ›

Πολλοὶ πολλὰ λέγουσιν, ὅμως δ' οὐ πάντα δύνανται

   ῥήμασιν ἐξειπεῖν ῥεύματα σῶν παθέων·

ἓν δ' ἐπὶ σοῦ παράδοξον ἐθαυμάσαμεν καὶ ἄπιστον,

   δάκρυα πῶς κλέπτων εἶχες ἑτοιμότατα.

Χαλκίδος ἐκ γαίης ἀπεχάλκισε τὴν πόλιν ἡμῶν

   κλέπτων, καὶ κλέπτων δάκρυσι κερδαλέοις.

284

ΤΟΥ ΑΥΤΟΥ

Ἐκ γῆς Λωτοφάγων μέγας ὄρχαμος ἦλθε Λυκάων

   Χαλκίδος ἐκ γαίης ἀντιοχευόμενος.

285

ΤΟΥ ΑΥΤΟΥ

Θηλυφανὲς παράδοξον ἐθαυμάσαμεν πάθος ἄλλο·

   ἔκλαιεν κλέπτων, κλεπτομένους ἐλεῶν,

ὃς κλέπτων ἥγνευε καὶ ἁγνεύων ἀπεσύλα

   μηδὲν ἔχων καθαρόν, μηδὲ τὸ σῶμα ῥύπου.

286

ΤΟΥ ΑΥΤΟΥ

Οὐδὲν γυναικὸς χεῖρον, οὐδὲ τῆς καλῆς·

δούλου δὲ χεῖρον οὐδέν, οὐδὲ τοῦ καλοῦ·

χρῄζεις ὅμως οὖν τῶν ἀναγκαίων κακῶν·

εὔνουν νομίζεις δοῦλον εἶναι δεσπότῃ;

καλὸς δ' ἂν εἴη δοῦλος ὁ τὰ σκέλη κλάσας.

287

ΤΟΥ ΑΥΤΟΥ

Ὁ τὴν γυναῖκα τὴν ἄμορφον δυστυχῶν

λύχνους ἀνάψας ἑσπέρας σκότος βλέπει.

288

ΤΟΥ ΑΥΤΟΥ

Κουρεὺς καὶ ῥαφιδεὺς κατεναντίον ἦλθον ἀγῶνος,

   καὶ τάχα νικῶσιν τὸ ξυρὸν αἱ ῥαφίδες.

289

ΤΟΥ ΑΥΤΟΥ

Ὢ τῆς ταχίστης ἁρπαγῆς τῆς τοῦ βίου·

ἀνὴρ δανειστὴς τῶν χρόνων γλύφων τόκους

τέθνηκεν εὐθὺς ἐν ῥοπῆς καιρῷ βραχεῖ,

ἐν δακτύλοισι τοὺς τόκους σφίγγων ἔτι.

290

ΤΟΥ ΑΥΤΟΥ

Δακτυλικὴν ψῆφόν τις ἔχων πέρι δάκτυλα χειρῶν

   ψήφῳ τοῦ θανάτου προὔλαβεν εἰς Ἀίδην.

ζῇ δ' ἡ ψῆφος νῦν τοῦ ψηφίζοντος ἐρήμη

   ψυχῆς ἁρπαγίμης ἔνθεν ἐλαυνομένης.

291

ΤΟΥ ΑΥΤΟΥ

Τί ὠφέλησας τὴν πόλιν στίχους γράφων,

χρυσὸν τοσοῦτον λαμβάνων βλασφημίας,

πωλῶν ἰάμβους ὡς ἔλαιον ἔμπορος;

292

ΠΑΛΛΑΔΑ

Ἄντυγος οὐρανίης ὑπερήμενος ἐς πόθον ἦλθες

   ἄντυγος ἀργυρέης· αἶσχος ἀπειρέσιον·

ἦσθά ποτε κρείσσων, αὖθις δ' ἐγένου πολὺ χείρων.

   δεῦρ' ἀνάβηθι κάτω, νῦν γὰρ ἄνω κατέβης.

293

ΤΟΥ ΑΥΤΟΥ

Ἵππον ὑποσχόμενός μοι Ὀλύμπιος ἤγαγεν οὐράν,

   ἧς ὀλιγοδρανέων ἵππος ἀπεκρέματο.

294

ΛΟΥΚΙΑΝΟΥ

Πλοῦτον μὲν πλουτοῦντος ἔχεις, ψυχὴν δὲ πένητος,

   ὦ τοῖς κληρονόμοις πλούσιε, σοὶ δὲ πένης.

295

‹ΛΟΥΚΙΛΛΙΟΥ›

Εἴ τιν' ἔχεις Διόνυσον ἐνὶ μεγάροισι τεοῖσι,

τὸν κισσὸν ἀφελὼν θριδάκων φύλλοις στεφάνωσον.

296

ΤΙΜΩΝΟΣ

Τίς δ' οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν;

μωλύτης, ἐπέων λίθος Ἄσσιος, ὅλμος ἄτολμος.

297

ΑΔΗΛΟΝ

Πῶς φιλέεις, ὦ μῆτερ, ἐμοῦ πλέον υἱέος οἶνον;

δὸς πιέειν οἴνοιο, ἐπεὶ γάλα τὸ πρὶν ἔδωκας. ‑

Ὦ παῖ, σὴν μὲν δίψαν ἐμὸν γάλα τὸ πρὶν ἔπαυσε·

νῦν ἴθι, πῖνε ὕδωρ καὶ παύεο δίψαν ἑοῖο.

298

ΑΛΛΟ

Δέρκεο, πῶς διψῶν υἱὸς χέρα μητέρι τείνει·

ἡ δὲ γυνή, ἅτε πᾶσα γυνή, κεκρατημένη οἴνῳ,

ἐν λαγύνῳ πίνουσα τόδ' ἔννεπε λοξὸν ἰδοῦσα·

Ἐκ βρόχθου ὀλίγοιο τί σοι δῶ, τέκνον ἐμεῖο;

ξέστας γὰρ τριάκοντα μόνους λάγυνός γ' ὅδε χωρεῖ.

   ‑ ‑ ‑

Μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,

ἀμπέλου ἡδυτάτης τάδε δάκρυα δός μοι ἀφύσσειν.

   ‑ ‑ ‑

Μῆτερ ἐμή, δύσμητερ ἀπηνέα θυμὸν ἔχουσα,

εἰ φιλέεις με τὸν υἷα, δίδου μέ τι τυτθὸν ἀφύσσειν.

299

ΠΑΛΛΑΔΑ

Ὑβρίζεις. τί τὸ θαῦμα; τί δυσχερές; ἀλλὰ φέρω σε·

   τῶν γὰρ ὑβριζόντων ἡ θρασύτης κόλασις.

300

ΤΟΥ ΑΥΤΟΥ

Πολλὰ λαλεῖς, ἄνθρωπε, χαμαὶ δὲ τίθῃ μετὰ μικρόν.

   σίγα καὶ μελέτα ζῶν ἔτι τὸν θάνατον.

301

ΤΟΥ ΑΥΤΟΥ

Ἥλιος ἀνθρώποις αὐγῆς θεός· εἰ δὲ καὶ αὐτὸς

   ὕβριζεν φαίνων, οὐδὲ τὸ φῶς ἐπόθουν.

302

ΤΟΥ ΑΥΤΟΥ

Οὐκ ἐμέ, τὴν πενίην δὲ καθύβρισας· εἰ δὲ καὶ ὁ Ζεὺς

   ἦν ἐπὶ γῆς πτωχός, καὐτὸς ἔπασχεν ὕβριν.

303

ΤΟΥ ΑΥΤΟΥ

Εἰ πένομαι, τί πάθω; τί με μισεῖς οὐκ ἀδικοῦντα;

   πταῖσμα τόδ' ἐστὶ Τύχης, οὐκ ἀδίκημα τρόπων.

304

ΤΟΥ ΑΥΤΟΥ

Πάντες μὲν δειλοὶ καὶ ἀλαζόνες εἰσὶ καί, εἴ τι

   ἐν τοῖς ἀνθρώποις ἄλλο πέφυκε πάθος·

ἀλλ' ὁ λογισμὸν ἔχων τῷ πλησίον οὐκ ἀναφαίνει

   ἔνδον ἀποκρύπτων τῇ συνέσει τὸ πάθος.

σῆς δὲ θύρα ψυχῆς ἀναπέπταται· οὐδένα λήθεις

   οὔτε καταπτήσσων οὔτε θρασυνόμενος.

305

ΤΟΥ ΑΥΤΟΥ

Τέκνον Ἀναιδείης, ἀμαθέστατε, θρέμμα Μορίης,

   εἰπέ, τί βρενθύῃ μηδὲν ἐπιστάμενος;

ἐν μὲν γραμματικοῖς ὁ Πλατωνικός· ἂν δὲ Πλάτωνος

   δόγματά τις ζητῇ, γραμματικὸς σὺ πάλιν.

ἐξ ἑτέρου φεύγεις ἐπὶ θάτερον· οὔτε δὲ τέχνην

   οἶσθα γραμματικὴν οὔτε Πλατωνικὸς εἶ.

306

ΤΟΥ ΑΥΤΟΥ

Ἂν μετ' Ἀλεξάνδρειαν ἐς Ἀντιόχειαν ἀπέλθῃς

   καὶ μετὰ τὴν Συρίην Ἰταλίας ἐπιβῇς,

τῶν δυνατῶν οὐδείς σε γαμήσει· τοῦτο γὰρ αἰεὶ

   οἰομένη πηδᾷς εἰς πόλιν ἐκ πόλεως.

307

ΤΟΥ ΑΥΤΟΥ

Υἱὸν ἔχεις τὸν Ἔρωτα, γυναῖκα δὲ τὴν Ἀφροδίτην·

   οὐκ ἀδίκως, χαλκεῦ, τὸν πόδα χωλὸν ἔχεις.

308

ΛΟΥΚΙΛΛΙΟΥ

Τὸν πόδα τῇ βελόνῃ τρυπῶν Κλεόνικος ὁ λεπτὸς

   αὐτὸς ἐτρύπησεν τῷ ποδὶ τὴν βελόνην.

309

ΤΟΥ ΑΥΤΟΥ

Θαρσύμαχε, πλοῦτον πολὺν ὤλεσας ἐξ ἐπιβουλῆς,

   εἰς οὐδὲν δ' ἥκεις ἄθλιος ἐξαπίνης

φεισάμενος, δανίσας, τοκίσας τόκον, ὑδροποτήσας,

   πολλάκι μηδὲ φαγών, ὥστε τι πλεῖον ἔχειν.

ἀλλ' εἴ μοι λογίσαιο τὸ πεινῆν καὶ τότε καὶ νῦν,

   οὐδὲν ἔλαττον ἔχεις, ὧν τότ' ἔδοξας ἔχειν.

310

ΤΟΥ ΑΥΤΟΥ

Ἠγόρασας πλοκάμους, φῦκος, μέλι, κηρόν, ὀδόντας·

   τῆς αὐτῆς δαπάνης ὄψιν ἂν ἠγόρασας.

311

ΤΟΥ ΑΥΤΟΥ

Οὕτως ἔστ' ἀργὸς Πανταίνετος, ὥστε πυρέξας

   μηκέτ' ἀναστῆναι παντὸς ἐδεῖτο θεοῦ.

καὶ νῦν οὐκ ἐθέλων μὲν ἐγείρεται. ἐν δέ οἱ αὐτῷ

   κωφὰ θεῶν ἀδίκων οὔατα μεμφόμενος.

312

ΤΟΥ ΑΥΤΟΥ

Οὐδενὸς ἐνθάδε νῦν τεθνηκότος, ὦ παροδῖτα,

   Μάρκος ὁ ποιητὴς ᾠκοδόμηκε τάφον

καὶ γράψας ἐπίγραμμα μονόστιχον ὧδ' ἐχάραξε·

   Κλαύσατε δωδεκέτη Μάξιμον ἐξ Ἐφέσου.

οὐδὲ γὰρ εἶδον ἐγώ τινα Μάξιμον· εἰς δ' ἐπίδειξιν

   ποιητοῦ κλαίειν τοῖς παριοῦσι λέγω.

313

ΤΟΥ ΑΥΤΟΥ

Ἀργυρέῃ λιμῷ τις ἐς εἰλαπίνην με καλέσσας,

   ἔκτανε πειναλέους τοὺς πίνακας προφέρων.

ὀχθήσας δ' ἄρ' ἔειπον ἐν ἀργυροφεγγέι λιμῷ·

   Ποῦ μοι χορτασίη ὀστρακίνων πινάκων;

314

‹ΤΟΥ ΑΥΤΟΥ›

Ἐζήτουν, πινάκων πόθεν οὔνομα τοῦτο καλέσσω,

   καὶ παρὰ σοὶ κληθεὶς εὗρον, ὅθεν λέγεται.

πείνης γὰρ μεγάλης μεγάλους πίνακας παρέθηκας,

   ὄργανα τοῦ λιμοῦ, πειναλέους πίνακας.

315

ΤΟΥ ΑΥΤΟΥ

Εἴσιδεν Ἀντίοχος τὴν Λυσιμάχου ποτὲ τύλην,

   κοὐκέτι τὴν τύλην εἴσιδε Λυσίμαχος.

316

ΑΛΛΟ

Εἰς ἱερόν ποτ' ἀγῶνα Μίλων μόνος ἦλθ' ὁ παλαιστής·

   τὸν δ' εὐθὺς στεφανοῦν ἀθλοθέτης ἐκάλει.

προσβαίνων δ' ὤλισθεν ἐπ' ἰσχίον· οἱ δ' ἐβόησαν

   τοῦτον μὴ στεφανοῦν, εἰ μόνος ὢν ἔπεσεν.

ἀνστὰς δ' ἐν μέσσοις ἀντέκραγεν· Οὐχὶ τρί' ἐστίν,

   ἓν κεῖμαι· λοιπὸν τἆλλα μέ τις βαλέτω.

317

‹ΠΑΛΛΑΔΑ›

Ἀντίσπαστον ἐμοί τις ὄνον μακρόθυμον ἔδωκεν,

   τῶν βασταζομένων ὅρμον ὁδοιπορίης,

υἱὸν τῆς βραδυτῆτος, ὄνον, πόνον, ὄκνον, ὄνειρον,

   τῶν ἀνακαμπτόντων ὑστάτιον πρότερον.

318

ΦΙΛΟΔΗΜΟΥ

Ἀντικράτης ᾔδει τὰ σφαιρικὰ μᾶλλον Ἀράτου

   πολλῷ, τὴν ἰδίην δ' οὐκ ἐνόει γένεσιν·

διστάζειν γὰρ ἔφη, πότερ' ἐν κριῷ γεγένηται

   ἢ διδύμοις ἢ τοῖς ἰχθύσιν ἀμφοτέροις.

εὕρηται δὲ σαφῶς ἐν τοῖς τρισί· καὶ γὰρ ὀχευτὴς

   καὶ μωρὸς μαλακός τ' ἐστὶ καὶ ὀψοφάγος.

319

ΑΥΤΟΜΕΔΟΝΤΟΣ

Ἀνθρακίων δέκα μέτρα φέρων ἔσο καὶ σὺ πολίτης·

   ἢν δὲ καὶ ὗν ἀγάγῃς, αὐτὸς ὁ Τριπτόλεμος.

δεῖ δὲ καὶ Ἡρακλείδῃ ὑφηγητῆρι δοθῆναι

   ἢ καυλοὺς κράμβης ἢ φακὸν ἢ κοχλίας.

ταῦτ' ἔχε καὶ λέγε σαυτὸν Ἐρεχθέα, Κέκροπα, Κόδρον,

   ὅν κ' ἐθέλῃς· οὐδεὶς οὐδὲν ἐπιστρέφεται.

320

ΑΡΓΕΝΤΑΡΙΟΥ

Ἀντιγόνην ἔστεργε Φιλόστρατος· ἦν δὲ παλαισταῖς

   ὁ τλήμων Ἴρου πέντε πενιχρότερος.

εὗρε δ' ὑπὸ κρυμοῦ γλυκὺ φάρμακον· ἀντία γὰρ σχὼν

   γούνατ' ἐκοιμήθη, ξεῖνε, μετ' Ἀντιγόνης.

321

ΦΙΛΙΠΠΟΥ

Γραμματικοὶ Μώμου στυγίου τέκνα, σῆτες ἀκανθῶν,

   τελχῖνες βίβλων, Ζηνοδότου σκύλακες,

Καλλιμάχου στρατιῶται, ὃν ὡς ὅπλον ἐκτανύσαντες,

   οὐδ' αὐτοῦ κείνου γλῶσσαν ἀποστρέφετε,

συνδέσμων λυγρῶν θηρήτορες, οἷς τὸ μὶν ἢ σφὶν

   εὔαδε καὶ ζητεῖν, εἰ κύνας εἶχε Κύκλωψ,

τρίβοισθ' εἰς αἰῶνα κατατρύζοντες ἀλιτροὶ

   ἄλλων· ἐς δ' ἡμᾶς ἰὸν ἀποσβέσατε.

322

ΑΝΤΙΦΑΝΟΥΣ

Γραμματικῶν περίεργα γένη, ῥιζωρύχα μούσης

   ἀλλοτρίης, ἀτυχεῖς σῆτες ἀκανθοβάται,

τῶν μεγάλων κηλῖδες, ἐπ' Ἠρίννῃ δὲ κομῶντες,

   πικροὶ καὶ ξηροὶ Καλλιμάχου πρόκυνες,

ποιητῶν λῶβαι, παισὶ σκότος ἀρχομένοισιν,

   ἔρροιτ', εὐφώνων λαθροδάκναι κόριες.

323

ΠΑΛΛΑΔΑ

Ῥῶ καὶ λάμβδα μόνον κόρακας κολάκων διορίζει·

   λοιπὸν ταὐτὸ κόραξ βωμολόχος τε κόλαξ.

τοὔνεκά μοι, βέλτιστε, τόδε ζῷον πεφύλαξο

   εἰδὼς καὶ ζώντων τοὺς κόλακας κόρακας.

324

ΑΥΤΟΜΕΔΟΝΤΟΣ

Δέξαι, Φοῖβε, τὸ δεῖπνον, ὅ σοι φέρω. ‑ Ἤν τις ἐάσῃ,

   δέξομαι. ‑ Εἶτα φοβῇ καὶ σύ τι, Λητοΐδη; ‑

Οὐδένα τῶν ἄλλων πλὴν Ἄρριον· οὗτος ἔχει γὰρ

   ἅρπαγος ἰκτίνου χεῖρα κραταιοτέρην,

ἀκνίσου βωμοῖο νεωκόρος· ἢν τελέσῃ δὲ

   τὴν πομπήν, ἄρας ᾤχεθ' ἅπαντα πάλιν.

ἐν Διὸς ἀμβροσίῃ πολλὴ χάρις· εἷς γὰρ ἂν ὑμέων

   ἤμην, εἰ λιμοῦ καὶ θεὸς ᾐσθάνετο.

325

ΤΟΥ ΑΥΤΟΥ

Ἐχθὲς δειπνήσας τράγεον πόδα καὶ δεκαταῖον

   κανναβίνης κράμβης μήλινον ἀσπάραγον

εἰπεῖν τὸν καλέσαντα φυλάσσομαι· ἔστι γὰρ ὀξύς,

   καὶ φόβος οὐχ ὁ τυχών, μή με πάλιν καλέσῃ.

326

ΤΟΥ ΑΥΤΟΥ

Πώγων καὶ λάσιαι μηρῶν τρίχες, ὡς ταχὺ πάντα

   ὁ χρόνος ἀλλάσσει· Κόννιχε, τοῦτ' ἐγένου.

οὐκ ἔλεγον· Μὴ πάντα βαρὺς θέλε μηδὲ βάναυσος

   εἶναι· καὶ κάλλους εἰσί τινες Νεμέσεις;

ἦλθες ἔσω μάνδρης, ὑπερήφανε· νῦν ὅτι βούλει,

   οἴδαμεν, ἀλλ' ἐξῆν καὶ τότ' ἔχειν σε φρένας.

327

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Τὴν ξηρὴν ἐπὶ νῶτα Λυκαινίδα, τὴν Ἀφροδίτης

   λώβην, τὴν ἐλάφου παντὸς ἀπυγοτέρην,

αἰπόλος ᾗ μεθύων οὐκ ἄν ποτε, φασί, συνῴκει.

   γοῖ, γοῖ, τοιαῦται Σιθονίων ἄλοχοι.

328

ΝΙΚΑΡΧΟΥ

Τὴν μίαν Ἑρμογένης κἀγώ ποτε καὶ Κλεόβουλος

   ἤγομεν εἰς κοινὴν Κύπριν Ἀριστοδίκην·

ἧς ἔλαχον μὲν ἐγὼ πολιὴν ἅλα ναιέμεν αὐτός·

   εἷς γὰρ ἕν, οὐ πάντες πάντα, διειλόμεθα.

Ἑρμογένης δ' ἔλαχε στυγερὸν δόμον εὐρώεντα,

   ὕστατον, εἰς ἀφανῆ χῶρον ὑπερχόμενος,

ἔνθ' ἀκταὶ νεκύων καὶ ἐρινεοὶ ἠνεμόεντες

   δινεῦνται πνοιῇ δυσκελάδων ἀνέμων.

Ζῆνα δὲ θὲς Κλεόβουλον, ὃς οὐρανὸν εἰσαναβαίνειν,

   τὸ ψολόεν κατέχων ἐν χερὶ πῦρ, ἔλαχεν.

γῆ δ' ἔμενε ξυνὴ πάντων· ψίαθον γὰρ ἐν αὐτῇ

   στρώσαντες τὴν γραῦν ὧδε διειλόμεθα.

329

ΤΟΥ ΑΥΤΟΥ

Δημῶναξ, μὴ πάντα κάτω βλέπε, μηδὲ χαρίζου

   τῇ γλώσσῃ· δεινὴν χοῖρος ἄκανθαν ἔχει.

καὶ σὺ ζῇς ἡμῖν, ἐν Φοινίκῃ δὲ καθεύδεις

   κοὐκ ὢν ἐκ Σεμέλης μηροτραφὴς γέγονας.

330

ΤΟΥ ΑΥΤΟΥ

Ἐκλήθην ἐχθές, Δημήτριε· σήμερον ἦλθον

   δειπνεῖν. μὴ μέμψῃ, κλίμακ' ἔχεις μεγάλην·

ἐν ταύτῃ πεποίηκα πολὺν χρόνον· οὐδ' ἂν ἐσώθην

   σήμερον, ἀλλ' ἀνέβην κέρκον ὄνου κατέχων.

ἧψαι τῶν ἄστρων· Ζεὺς ἡνίκα τὸν Γανυμήδην

   ἥρπασε, τῇδ' αὐτόν, φαίνετ', ἔχων ἀνέβη.

ἔνθεν δ' εἰς Ἀίδην ποτ' ἀφίξεαι; οὐκ ἀφυὴς εἶ·

   εὕρηκας τέχνην, πῶς ἔσῃ ἀθάνατος.

331

ΤΟΥ ΑΥΤΟΥ

Εἶχε Φίλων λέμβον Σωτήριχον· ἀλλ' ἐν ἐκείνῳ

   σωθῆν' οὐδὲ Ζεὺς αὐτὸς ἴσως δύναται.

οὔνομα γὰρ μόνον ἦν Σωτήριχος, οἱ δ' ἐπιβάντες

   ἔπλεον ἢ παρὰ γῆν ἢ παρὰ Φερσεφόνην.

332

ΤΟΥ ΑΥΤΟΥ

Οὐ πλεῖν, ἀλλ' ἀντλεῖν ἡμᾶς Εἴκανδρος ὁ πρωρεὺς

   εἰς τὴν εἰκόσορον φαίνεται ἐμβιβάσας·

οὐκ ὀλίγον γὰρ ἔνεστιν ὕδωρ ἔσω, ἀλλ' ὁ Ποσειδῶν

   ἐν ταύτῃ διαπλεῖν φαίνεται εἰς τὸ πέραν·

νῦν πρῶτον ναῦς ὦπται ὑδρωπική, ἀλλά γε ‹δείδω›,

   μὴ σορὸν οὖσαν ἴδῃς τὴν πάλαι εἰκόσορον.

333

‹ΚΑΛΛΙΚΤΗΡΟΣ›

Φαρμακίοισι Ῥόδων λέπραν καὶ χοιράδας αἴρει,

   τἆλλα δὲ πάντ' αἴρει καὶ δίχα φαρμακίων.

334

ΑΔΕΣΠΟΤΟΝ

Δαμαγόραν καὶ λοιμὸν ἰσόψηφόν τις ἀκούσας

   ἔστησ' ἀμφοτέρων τὸν τρόπον ἐκ κανόνος·

εἰς τὸ μέρος δὲ καθείλκετ' ἀνελκυσθὲν τὸ τάλαντον

   Δαμαγόρου, λοιμὸν δ' εὗρεν ἐλαφρότερον.

335

ΑΔΕΣΠΟΤΟΝ

Ὦ τλῆμον Κυνέγειρε, καὶ ἐν ζωοῖς καὶ ἀπελθὼν

   ὡς αἰεὶ κόπτῃ ῥήμασι καὶ κοπίσιν.

πρόσθε μὲν ἐν πολέμοισι τεὴ πέσε μαρναμένη χείρ,

   νῦν δέ σ' ὁ γραμματικὸς καὶ ποδὸς ἐστέρισεν.

336

ΑΔΕΣΠΟΤΟΝ

Τῆς Ἀσίης τὰ λάφυρα λαβὼν ἔπλευσε Καρῖνος

   ἤματι χειμερίῳ δυομένων Ἐρίφων·

εἶδε καὶ Ἀδράστεια τὸ φορτίον· ὃς δ' ἐφορώσης

   ᾤχετο καὶ πελάγους δαίμοσιν ἐγγελάσας.

337

ΑΔΕΣΠΟΤΟΝ

Βουλεύεις, Ἀγαθῖνε· τὸ βῆτα δὲ τοῦτ' ἐπρίω νῦν,

   εἰπέ, πόσης τιμῆς; δέλτα γὰρ ἦν πρότερον.

338

ΑΔΕΣΠΟΤΟΝ

Τὴν φωνὴν ἐνοπήν σε λέγειν ἐδίδαξεν Ὅμηρος·

   τὴν γλῶσσαν δ' ἐνοπὴν τίς σ' ἐδίδαξεν ἔχειν;

339

ΑΔΕΣΠΟΤΟΝ

Τὴν κεφαλὴν σείεις καὶ τὴν πυγὴν ἀνασείεις·

   ἓν μὲν μαινομένου, ἓν δὲ περαινομένου.

340

ΠΑΛΛΑΔΑ

Ὤμοσα μυριάκις ἐπιγράμματα μηκέτι ποιεῖν,

   πολλῶν γὰρ μωρῶν ἔχθραν ἐπεσπασάμην·

ἀλλ' ὁπόταν κατίδω τοῦ Παφλαγόνος τὸ πρόσωπον

   Πανταγάθου, στέξαι τὴν νόσον οὐ δύναμαι.

341

ΤΟΥ ΑΥΤΟΥ

Αἰνίζειν μὲν ἄριστον, ὁ δὲ ψόγος ἔχθεος ἀρχή,

   ἀλλὰ κακῶς εἰπεῖν Ἀττικόν ἐστι μέλι.

342

ΑΔΕΣΠΟΤΟΝ

Κήλην κηλήτου μὴ φαινομένου προτέθηκας.

   μή μοι τὴν κήλην· αὐτὸν ἰδεῖν δέομαι.

343

ΑΛΛΟ

Σιλβανὸς δύο παῖδας ἔχων, Οἶνόν τε καὶ Ὕπνον,

   οὐκέτι τὰς Μούσας οὐδὲ φίλους φιλέει·

ἀλλ' ὁ μὲν ἐκ λεχέων νιν ἐύρροος ἐς φρένα θέλγει,

   ἄλλος δ' ἐς θαλάμους ῥεγχόμενον κατέχει.

344

ΑΛΛΟ

Μητρόδοτος στυγέων πρασίνων αἰώνιον ἄχθος

   μνημοσύνην μίσους τήνδε τράπεζαν ἔχει.

345

ΑΛΛΟ

Μητρόφανες, κύκνοψι, δασύθριξ, δῖε πελαργέ,

τῇ καὶ τῇ κραδάων κεφαλὴν γεράνοισιν ὁμοίην

μηκεδανὸν καράκαλλον ὑπὲκ δαπέδοιο κομίζεις.

346

ΑΥΤΟΜΕΔΟΝΤΟΣ

Μέχρι τίνος, Πολύκαρπε, κενῆς παράσιτε τραπέζης,

   λήσῃ κερματίοις χρώμενος ἀλλοτρίοις;

οὐ γὰρ ἔτ' εἰν ἀγορῇ σε βλέπω πολύν, ἀλλ' ὑποκάμπτεις

   ἤδη καὶ ζητεῖς, ποῖ σε φέρωσι πόδες.

πᾶσιν ἐπαγγέλλῃ· Κόμισαι τὸ σὸν αὔριον· ἔρχου

   καὶ λάβε. κοὐδ' ὀμόσας οὐκέτι πίστιν ἔχεις.

Κυζικόθεν σε φέρων ἄνεμος Σαμόθρᾳξι πέλασσεν·

   τοῦτό σε τοῦ λοιποῦ τέρμα μένει βιότου.

347

ΦΙΛΙΠΠΟΥ

Χαίροιθ', οἱ περὶ κόσμον ἀεὶ πεπλανηκότες ὄμμα

   οἵ τ' ἀπ' Ἀριστάρχου σῆτες ἀκανθολόγοι.

ποῖ γὰρ ἐμοὶ ζητεῖν, τίνας ἔδραμεν Ἥλιος οἴμους

   καὶ τίνος ἦν Πρωτεὺς καὶ τίς ὁ Πυγμαλίων;

γινώσκοιμ', ὅσα λευκὸν ἔχει στίχον· ἡ δὲ μέλαινα

   ἱστορίη τήκοι τοὺς Περικαλλιμάχους.

348

ΑΝΤΙΦΑΝΟΥΣ

Ὦ θηρῶν βροτὲ μᾶλλον ἀνήμερε, πάντα σε μισεῖ,

   πατρολέτωρ· πάντῃ δ' ἐκδέχεταί σε μόρος.

ἢν ἐπὶ γῆς φεύγῃς, ἀγχοῦ λύκος· ἢν δὲ πρὸς ὕψος

   δενδροβατῇς, ἀσπὶς δεῖμ' ὑπὲρ ἀκρεμόνων.

πειράζεις καὶ Νεῖλον; ὁ δ' ἐν δίναις κροκόδειλον

   ἔτρεφεν, εἰς ἀσεβεῖς θῆρα δικαιότατον.

349

ΠΑΛΛΑΔΑ

Εἰπέ, πόθεν σὺ μετρεῖς κόσμον καὶ πείρατα γαίης

   ἐξ ὀλίγης γαίης σῶμα φέρων ὀλίγον.

σαυτὸν ἀρίθμησον πρότερον καὶ γνῶθι σεαυτόν,

   καὶ τότ' ἀριθμήσεις γαῖαν ἀπειρεσίην.

εἰ δ' ὀλίγον πηλὸν τοῦ σώματος οὐ καταριθμεῖς,

   πῶς δύνασαι γνῶναι τῶν ἀμέτρων τὰ μέτρα;

350

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Νήπιε, πῶς σε λέληθε Δίκης ζυγόν, οὐ νοέεις δὲ

   ἀνδράσιν οὐχ ὁσίοις ψῆφον ὀφειλομένην;

ῥήτρῃ πιστεύεις πυκινόφρονι σῇ τε μενοινῇ

   ποικίλον αὐδῆσαι μῦθον ἐπισταμένῃ.

ἐλπίζειν ἔξεστι· Θέμιν δ' οὐκ οἶδεν ἀμεῖψαι

   τῆς σῆς ἠλεμάτου παίγνια φαντασίης.

351

ΠΑΛΛΑΔΑ

Τῷ πτισάνην πωλοῦντι τὸ κελλίον ἐχθὲς ἔδωκα

   καὶ φοβερὸν πύκτην σήμερον εὗρον ἔσω.

ὡς δ' ἔλεγον Σὺ τίς εἶ; πόθεν ἤλυθες ἡμέτερον δῶ;

   πυγμαχίης κατ' ἐμοῦ χεῖρας ἀνέσχεν ἄνω.

ψύττα δ' ἐγὼ κατέτεινα φοβεύμενος ἄγριον ἄνδρα,

   τὸν πτισανᾶν πύκτην ἐξαπίνης ὁρόων.

ἀλλά σε πρὸς πύκτου Πολυδεύκεος ἠδὲ καὶ αὐτοῦ

   Κάστορος ἱκνοῦμαι καὶ Διὸς ἱκεσίου,

τὸν πύκτην ἀπόκρουσον, ἐμὸν χόλον· οὐ δύναμαι γὰρ

   πυκτεύειν καθάπαξ μηνὸς ἐπερχομένου.

352

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Τὸν σοφὸν ἐν κιθάρῃ, τὸν μουσικὸν Ἀνδροτίωνα

   εἴρετό τις τοίην κρουματικὴν σοφίην·

Δεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας,

   ἡ λαιὴ νήτη πάλλεται αὐτομάτως

λεπτὸν ὑποτρύζουσα καὶ ἀντίτυπον τερέτισμα

   πάσχει τῆς ἰδίης πλησσομένης ὑπάτης,

ὥστε με θαυμάζειν, πῶς ἄπνοα νεῦρα ταθέντα

   ἡ φύσις ἀλλήλοις θήκατο συμπαθέα.

ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸν

   ὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνην·

Ἔστι, δ' ἔφη, λύσις ἥδε· τὰ νευρία πάντα τέτυκται

   ἐξ ὄιος χολάδων ἄμμιγα τερσομένων·

τοὔνεκέν εἰσιν ἀδελφὰ καὶ ὡς ξύμφυλα συνηχεῖ

   ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα.

γνήσια γὰρ τάδε πάντα, μιῆς ἅτε γαστρὸς ἐόντα,

   καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων.

καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῷ

   πολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνους.

353

ΠΑΛΛΑΔΑ

Ἑρμολύκου θυγάτηρ μεγάλῳ παρέλεκτο πιθήκῳ·

   ἡ δ' ἔτεκεν πολλοὺς Ἑρμοπιθηκιάδας.

εἰ δ' Ἑλένην ὁ Ζεὺς καὶ Κάστορα καὶ Πολυδεύκην

   ἐκ Λήδης ἔτεκεν κύκνον ἀμειψάμενος,

Ἑρμιόνῃ γε Κόραξ παρελέξατο· ἡ δὲ τάλαινα

   φρικτῶν δαιμονίων ἑρμαγέλην ἔτεκεν.

354

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα,

   σκινδαλαμοφράστην αἰπυτάτης σοφίης,

τοῖα περὶ ψυχῆς τις ἀνείρετο· Πῶς θέμις εἰπεῖν

   τὴν ψυχήν; θνητὴν ἢ πάλιν ἀθάνατον;

σῶμα δὲ δεῖ καλέειν ἢ ἀσώματον; ἐν δὲ νοητοῖς

   τακτέον ἢ ληπτοῖς ἢ τὸ συναμφότερον;

αὐτὰρ ὃ τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων

   καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους,

καὶ παρὰ τῷ Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνοὺς

   πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην.

εἶτα περιστέλλων τὸ τριβώνιον, εἶτα γενείου

   ἄκρα καταψήχων τὴν λύσιν ἐξέφερεν·

Εἴπερ ὅλως ἔστι ψυχῆς φύσις ‑ οὐδὲ γὰρ οἶδα ‑ ,

   ἢ θνητὴ πάντως ἐστὶν ἢ ἀθάνατος,

στεγνοφυὴς ἢ ἄυλος· ὅταν δ' Ἀχέροντα περήσῃς,

   κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς ὁ Πλάτων.

εἰ δ' ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην

   μιμοῦ καὶ τεγέων σὸν δέμας ἐκχάλασον·

καί κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτὸν

  20   μοῦνον, ὅπερ ζητεῖς, τοῦθ' ὑπολειπόμενος.

355

ΠΑΛΛΑΔΑ

Πάντα μὲν οἶδα, λέγεις, ἀτελὴς δ' ἐν πᾶσιν ὑπάρχεις·

   γευόμενος πάντων οὐδὲν ἔχεις ἴδιον.

356

ΑΔΕΣΠΟΤΟΝ

Εἰς σὲ καὶ ἀψευδὴς ἐψεύσατο βίβλος Ὁμήρου,

ὁπλοτέρων ἐνέπουσα μετήορα δήνεα φωτῶν.

357

ΠΑΛΛΑΔΑ

Υἱὸς καὶ γενετὴρ δῆριν φιλόνεικον ἔθεντο,

   τίς πλέον ἐκδαπανῶν κλῆρον ἅπαντα φάγῃ.

καὶ μετὰ τὴν βρῶσιν τὴν χρηματικὴν μάλα πᾶσαν

   ὕστατον ἀλλήλους λοιπὸν ἔχουσι φαγεῖν.

358

ΑΛΛΟ

Ῥουφινιανός, Ῥοῦφος ὢν δισύλλαβος,

συνεξέτεινε τοῖς κακοῖς τὰς συλλαβάς·

οὐ λανθάνει δὲ τὴν δισύλλαβον Δίκην.

κληθήσεται γὰρ καὶ δισύλλαβος πάλιν

Ῥοῦφος κακοῦργος καὶ γόης, ὡς ἦν ποτέ.

359

ΑΛΛΟ

   Ὦ τῆς ἁπάσης δυνάμεως ὑπέρτατε,

σῶσόν με τὸν δύστηνον ἐκ παντὸς φθόνου·

θέλεις ἀκοῦσαι, βούλομαι κἀγὼ λέγειν·

τὸ γὰρ θέλημα τὴν χάριν τίκτει διπλῆν,

διπλοῦν τε κάλλος τῷ λόγῳ χαρίζεται

λέγοντι κόσμος καὶ κλύοντι σεμνότης·

φωστὴρ γὰρ εἶ σὺ καὶ λόγων καὶ τῶν νόμων

νόμοις δικάζων καὶ λόγοισιν ἐκπρέπων.

   Αἴλουρον εἶδον χρυσίου τὸν πρίγκιπα

ἢ βδέλλαν ὠμήν, χρυσοκόλλητον χόλον.

360

ΑΛΛΟ

Νῦν ὁ στρατηγὸς Ἑρμανούβης ἐγένετο

κύων ἀδελφοὺς συλλαβὼν Ἑρμᾶς δύο

ἀσημοκλέπτας συνδεθέντας σχοινίῳ,

ψυχροὺς ἀώρους Ταρταρίους τε δαίμονας.

----

οὐκ οἶδα χῶρον τοῦ τρόπου κατήγορον·

τρόπον δὲ χώρου τὸν κατήγορον λέγω.

361

ΑΥΤΟΜΕΔΟΝΤΟΣ

Ἡμίονοι σύγγηροι ἐμὴν κομέουσιν ἀπήνην

   ταῖσιν Ὁμηρείοις πάντα Λιταῖς ἴκελαι,

χωλαί τε ῥυσαί τε παραβλῶπές τ' ὀφθαλμώ,

   Ἡφαίστου πομπή, σκύτινα δαιμόνια,

οὔ ποτε γευσάμεναι, μὰ τὸν Ἥλιον, οὐδ' ἐν ὀνείρῳ,

   οὐ θέρεος κριθήν, οὐκ ἔαρος βοτάνην.

τοὔνεκ' ἐμεῦ μὲν ἕκητι βίον ζώοιτε κορώνης

   ‹ἢ ἐλάφου κε›νεὴν ἠέρα βοσκόμεναι.

362

ΚΑΛΛΙΜΑΧΟΥ

Εὐδαίμων, ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας,

   Λεύκαρε, τὰν λίαν οὐκ ἐμάνη μανίαν

οὐδ' ἔλαβ' ἐξέτασιν τῶ Φωκέος, ἅτις ἐλέγχει

   τὸν φίλον· ἀλλ' αἰ χἢν δρᾶμ' ἐδίδαξε μόνον,

ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε· τοῦτο ποήσας

   κἠγὼ τὼς πολλὼς οὐκέτ' ἔχω Πυλάδας.

363

ΔΙΟΣΚΟΡΙΔΟΥ

Οὐκέτ' Ἀλεξανδρεῦσι τὰ τίμια, χὠ Πτολεμαίου

   Μόσχος ἐν ἠιθέοις λαμπάδι κῦδος ἔχει,

ὁ Πτολεμαίου Μόσχος. ἰὼ πόλι. ποῦ δὲ τὰ μητρὸς

   αἴσχεα πάνδημοί τ' ἐργασίαι τέγεος;

ποῦ δὲ ‹κασαύρια; ποῦ δὲ› συφόρβια; τίκτετε, πόρναι,

   τίκτετε τῷ Μόσχου πειθόμεναι στεφάνῳ.

364

ΒΙΑΝΟΡΟΣ

Οὗτος ὁ μηδέν, ὁ λιτός, ὁ καὶ λάτρις, οὗτος, ὁρᾶτε,

   ἐστί τινος ψυχῆς κύριος ἀλλοτρίης.

365

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίῃ,

   οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου·

ᾔτεε δ' ἐξερέειν, εἴπερ θέρος αἴσιον αὐτῷ

   ἔσται καὶ σταχύων ἄφθονος εὐπορίη.

ὃς δὲ λαβὼν ψηφῖδας, ὑπὲρ πίνακός τε πυκάζων

   δάκτυλά τε γνάμπτων φθέγξατο Καλλιγένει·

Εἴπερ ἐπομβρηθῇ τὸ ἀρούριον, ὅσσον ἀπόχρη,

   μηδέ τιν' ὑλαίην τέξεται ἀνθοσύνην,

μηδὲ πάγος ῥήξῃ τὴν αὔλακα, μηδὲ χαλάζῃ

   ἄκρον ἀποδρυφθῇ δράγματος ὀρνυμένου,

μηδὲ κεμὰς κείρῃσι τὰ λήια, μηδέ τιν' ἄλλην

   ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην,

ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δ' ἀποκόψεις

   τοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.

366

ΜΑΚΕΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Φειδωλός τις ἀνὴρ ἁφόων θησαυρὸν ὀνείρῳ

   ἤθελ' ἀποθνῄσκειν πλούσιον ὕπνον ἔχων·

ὡς δ' ἴδε τὴν προτέρην σκιόεν μετὰ κέρδος ὀνείρου

   ἐξ ὕπνου πενίην, ἀντικάθευδε πάλιν.

367

ΙΟΥΛΙΑΝΟΥ ΑΝΤΙΚΗΝΣΟΡΟΣ

Ὄψιν ἔχεις στρουθῷ πανομοίιον. ἦ ῥά σε Κίρκη

ἐς πτηνὴν μετέθηκε φύσιν κυκεῶνα πιόντα.

368

ΤΟΥ ΑΥΤΟΥ

Ἀμητὸς πολύς ἐστι τεὴν κατὰ δάσκιον ὄψιν·

τῷ σε χρὴ δρεπάνοισι καὶ οὐ ψαλίδεσσι καρῆναι.

369

ΤΟΥ ΑΥΤΟΥ

Ἀσφαλέως οἴκησον ἐν ἄστεϊ, μή σε κολάψῃ

   αἵματι Πυγμαίων ἡδομένη γέρανος.

370

ΜΑΚΕΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Οὐ λαλέει τὸ κάτοπτρον· ἐγὼ δέ σε πᾶσιν ἐλέγξω

   τὴν νοθοκαλλοσύνην φύκεϊ χριομένην.

τοῦτο καὶ ἡδυλύρης ποτὲ Πίνδαρος ... ἐλέγχων

   εἶπεν Ἄριστον ὕδωρ, φύκεος ἐχθρότατον.

371

ΠΑΛΛΑΔΑ

Μή με κάλει δίσκων ἐπιίστορα λιμοφορήων

   βρωτύν μοι φορέων τὴν κολοκυνθιάδα.

ἀργυρέην ὕλην οὐ τρώγομεν, ἣν παραβάλλεις

   λιμῷ κρητίζων τοὺς μελέους πίνακας.

ζήτει νηστεύοντας ἐς ἀργυρέην ἐπίδειξιν,

   καὶ τότε θαυμάζῃ κοῦφον ἄσημον ἔχων.

372

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Σῶμα φέρων σκιοειδές, ἀδερκέι σύμπνοον αὔρῃ,

   μή ποτε θαρσήσῃς ἄγχι τινὸς πελάσαι,

μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομίσσῃ

   ἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον.

οὐ σὺ μόρον τρομέεις· τότε γὰρ πάλιν οὐδὲν ἀμείψας

   ἔσσεαι ὡσαύτως φάσμα, τόπερ τελέθεις.

373

ΠΑΛΛΑΔΑ

Πάντων μουσοπόλων ἡ Καλλιόπη θεός ἐστιν·

   ἡ σὴ Καλλιόπη Ταβλιόπη λέγεται.

374

ΜΑΚΕΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Τῷ ψιμύθῳ μὲν ἀεὶ λιποσαρκέα τεῖνε παρειήν,

   Λαοδίκη, λαοῖς ἔνδικα τινυμένη·

μή ποτε δ' εὐρύνῃς σέο χείλεα. τίς γὰρ ὀδόντων

   ὄρχατον ἐμπήξει φαρμακόεντι δόλῳ;

τὴν χάριν ἐξέρρευσας, ὅσην ἔχες· οὐκ ἀπὸ πηγῆς

   ἀγλαΐη μελέων ἕλκεται ἀενάου.

ὡς δὲ ῥόδον θαλέθεσκες ἐν εἴαρι· νῦν δ' ἐμαράνθης

   γήραος αὐχμηρῷ καρφομένη θέρεϊ.

375

ΤΟΥ ΑΥΤΟΥ

Ἔπταρον ἄγχι τάφοιο καὶ ἤθελον αὐτόθ' ἀκοῦσαι,

   οἷά περ ὠισάμην μοῖραν ἐμῆς ἀλόχου.

ἔπταρον εἰς ἀνέμους· ἄλοχον δέ μοι οὔ τι κιχάνει

   λύτρον ἐν ἀνθρώποις, οὐ νόσος, οὐ θάνατος.

376

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν

   εἴρετό μιν τοίης ἀμφὶ δικασπολίης·

Ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν

   ἀλλοτρίην τ' εἶναι λάτριν ἐπιστάμενος

ζεῦξεν ἑῷ θεράποντι· τέκεν δ' ὑπὸ παῖδας ἐκείνῳ.

   καὶ τίνι δουλεύειν εἰσὶ δικαιότεροι;

ὃς δ' ὅτε μερμήριξε καὶ ἔδρακε βίβλον ἑκάστην,

   εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον·

Ἢ σοὶ ἢ τῷ ἑλόντι τεὴν θεράπαιναν ἀνάγκη

   δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις·

δίζεο δ' εὐμενέοντα δικασπόλον, αἶψα δ' ἀποίσῃ

   ψῆφον ἀρειοτέρην, εἴ γε δίκαια λέγεις.

377

ΠΑΛΛΑΔΑ

Ὄρνεον ἠσθίομεν κεκλημένοι ἄθλιον ἄνδρες

   ἄλλων ὀρνίθων βρώματα γινόμενοι·

καὶ τὸν μὲν Τιτυὸν κατὰ γῆς δύο γῦπες ἔδουσιν,

   ἡμᾶς δὲ ζῶντας τέσσαρες αἰγυπιοί.

378

ΤΟΥ ΑΥΤΟΥ

Οὐ δύναμαι γαμετῆς καὶ γραμματικῆς ἀνέχεσθαι,

   γραμματικῆς ἀπόρου καὶ γαμετῆς ἀδίκου.

ἀμφοτέρων τὰ πάθη θάνατος καὶ μοῖρα τέτυκται.

   τὴν οὖν γραμματικὴν νῦν μόλις ἐξέφυγον,

οὐ δύναμαι δ' ἀλόχου τῆς ἀνδρομάχης ἀναχωρεῖν·

   εἴργει γὰρ χάρτης καὶ νόμος Αὐσόνιος.

379

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας

   ὑμετέρους, ἵνα σοῖς ἐν μεγάροις πελάσῃ·

εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ,

   ναὶ τάχα δαρδάψεις καὶ φίλον, ὃν καλέεις.

ἀλλ' οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγε

   βήσομαι ὑμετέρῃ γαστρὶ φυλαξόμενος.

εἰ δέ ποτ' ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ' ἄνυσσεν

   Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας·

ἀλλ' ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἴ σε περήσω

   Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.

380

ΜΑΚΕΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Παρθένος εὐπατέρεια Δίκη, πρέσβειρα πολήων,

   οὐ τὸν ἐν εὐσεβίῃ χρυσὸν ἀποστρέφεται·

ἀλλὰ καὶ αὐτὰ τάλαντα Διὸς πάγχρυσα τελέσθη,

   οἷσι ταλαντεύει πάντα νόμον βιότου·

καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,

   εἰ μὴ Ὁμηρείων ἐξελάθου χαρίτων.

381

ΠΑΛΛΑΔΑ

Πᾶσα γυνὴ χόλος ἐστίν· ἔχει δ' ἀγαθὰς δύο ὥρας,

   τὴν μίαν ἐν θαλάμῳ, τὴν μίαν ἐν θανάτῳ.

382

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο

   καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων

νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθὲν

   καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων·

ἦλθε δὲ Καλλίγνωτος ὁ Κώιος, ὁ πλατυλέσχης,

   τῆς παιωνιάδος πληθόμενος σοφίης,

πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸν

   ἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον.

Ἀλκιμένους δ' ἐδόκευεν ἀνάκλισιν ἔκ τε προσώπου

   φράζετο καὶ παλάμης ψαῦεν ἐπισταμένως

καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα

   πάντ' ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους.

καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει

   σεμνοπροσωπήσας καὶ σοβαρευόμενος·

Εἴ γε φάρυγξ βομβεῦσα καὶ ἄγρια τύμματα πλευροῦ

   καὶ πυρετῷ λήξῃ πνεῦμα δασυνόμενον,

οὐκέτι τεθνήξει πλευρίτιδι· τοῦτο γὰρ ἡμῖν

   σύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης.

θάρσει· τὸν νομικὸν δὲ κάλει καὶ χρήματα σαυτοῦ

  20   εὖ διαθεὶς βιότου λῆγε μεριμνοτόκου,

καί με τὸν ἰητρὸν προρρήσιος εἵνεκεν ἐσθλῆς

   ἐν τριτάτῃ μοίρῃ κάλλιπε κληρονόμον.

383

ΠΑΛΛΑΔΑ

Ἦν ἄρα καὶ κάνθωσι Τύχη χαλεπή τε καὶ ἐσθλή,

   καὶ Κρόνος ὡρονομεῖ τετραπόδων γένεσιν.

ἐξότε γὰρ καὶ τοῦτον ὄνον χαλεπὸς χρόνος ἔσχεν,

   ἐξ ἀλαβαρχείης γραμματικοῦ γέγονεν.

τλῆθι φέρειν λοιπόν, κανθήλιε· γραμματικοῖς γὰρ

   οὐδὲ τέλος κριθῇ, κρῖ δὲ μόνον λέγεται.

384

ΤΟΥ ΑΥΤΟΥ

Εἰ μοναχοί, τί τοσοίδε; τοσοίδε δέ, πῶς πάλι μοῦνοι;

   ὦ πληθὺς μοναχῶν ψευσαμένη μονάδα.

385

ΤΟΥ ΑΥΤΟΥ

Πλαστὸν ἔχεις τὸν ἔρωτα, φόβῳ δὲ φιλεῖς καὶ ἀνάγκῃ·

   τοῦ δὲ φιλεῖν οὕτως οὐδὲν ἀπιστότερον.

386

ΤΟΥ ΑΥΤΟΥ

Στυγνὴν τὴν Νίκην τις ἰδὼν κατὰ τὴν πόλιν ἐχθὲς

   εἶπε· Θεὰ Νίκη, τίπτε πέπονθας ἄρα;

ἡ δ' ἀποδυρομένη καὶ μεμφομένη κρίσιν εἶπεν·

   Οὐκ ἔγνως σὺ μόνος; Πατρικίῳ δέδομαι.

ἦν ἄρα καὶ Νίκη πολυώδυνος, ἣν παρὰ θεσμὸν

   Πατρίκιος ναύτης ἥρπασεν ὡς ἄνεμον.

387

ΤΟΥ ΑΥΤΟΥ

Πάντες ἅπαξ τρώγουσιν· ὅταν δὲ τρέφῃ Σαλαμῖνος,

   οἴκαδ' ἀριστῶμεν δεύτερον ἐρχόμενοι.

388

ΛΟΥΚΙΛΛΙΟΥ

Ἄχρις ἂν ᾖς ἄγαμος, Νουμήνιε, πάντα δοκεῖ σοι

   ἐν τῷ ζῆν εἶναι τῶν ἀγαθῶν ἀγαθά·

εἶθ' ὅταν εἰσέλθῃ γαμετή, πάλιν εὐθὺ δοκεῖ σοι

   ἐν τῷ ζῆν εἶναι πάντα κακῶν τὰ κακά. ‑

Ἀλλὰ χάριν τεκνίων. ‑ Ἕξεις, Νουμήνιε, τέκνα

   χαλκὸν ἔχων· πτωχὸς δ' οὐδὲ τὰ τέκνα φιλεῖ.

389

ΤΟΥ ΑΥΤΟΥ

Εἰ μὲν ζῇς ἐλάφου ταναὸν χρόνον ἠὲ κορώνης,

   συγγνώμη πλεῖστον πλοῦτον ἀγειρομένῳ·

εἰ δέ τίς ἐσσι βροτῶν, οὓς αὐτίκα γῆρας ἰάπτει,

   μή σέ γ' ἀπειρεσίων οἶστρος ἕλῃ κτεάνων·

μὴ σὺ μὲν ἀτλήτοισιν ἐν ἄλγεσι θυμὸν ὀλέσσῃς,

   χρήσωνται δ' ἄλλοι σοῖς ἀγαθοῖς ἀπόνως.

390

ΤΟΥ ΑΥΤΟΥ

Εἴ με φιλεῖς, ἔργῳ με φίλει καὶ μή μ' ἀδικήσῃς

   ἀρχὴν τοῦ βλάπτειν τὴν φιλίαν θέμενος.

πᾶσι γὰρ ἀνθρώποισιν ἐγὼ πολὺ κρέσσονά φημι

   τὴν φανερὰν ἔχθραν τῆς δολερῆς φιλίας.

φασὶ δὲ καὶ νήεσσιν ἁλιπλανέεσσι χερείους

   τὰς ὑφάλους πέτρας τῶν φανερῶν σπιλάδων.

391

ΤΟΥ ΑΥΤΟΥ

Μῦν Ἀσκληπιάδης ὁ φιλάργυρος εἶδεν ἐν οἴκῳ

   καὶ Τί ποιεῖς, φησίν, φίλτατε μῦ, παρ' ἐμοί;

ἡδὺ δ' ὁ μῦς γελάσας Μηδέν, φίλε, φησί, φοβηθῇς·

   οὐχὶ τροφῆς παρὰ σοὶ χρῄζομεν, ἀλλὰ μονῆς.

392

ΤΟΥ ΑΥΤΟΥ

Μύρμηκος πτερόεντος ὑπὲρ νώτοιο καθεσθεὶς

   Ἄδραστος ῥήτωρ τοῖον ἔλεξεν ἔπος·

Ἵπτασο· τὸν σὸν ἔχεις, ὦ Πήγασε, Βελλεροφόντην,

   φέρτατον ἡρώων, ἡμιθανῆ σκελετόν.

393

ΤΟΥ ΑΥΤΟΥ

Οὐκ ἔστιν θυγατρὸς μεῖζον βάρος· εἰ δὲ δοκεῖ σοι,

   Εὐκτήμων, εἶναι κοῦφον, ἄκουσον ἐμοῦ.

ἔστιν σοὶ κήλη κἀμοὶ θυγάτηρ· λάβε ταύτην

   καὶ δός μοι κήλας ἀντὶ μιᾶς ἑκατόν.

394

ΑΛΛΟ

Ποιητὴς πανάριστος ἀληθῶς ἐστιν ἐκεῖνος,

   ὅστις δειπνίζει τοὺς ἀκροασαμένους.

ἢν δ' ἀναγινώσκῃ καὶ νήστιας οἴκαδε πέμπῃ,

   εἰς αὑτὸν τρεπέτω τὴν ἰδίαν μανίην.

395

ΝΙΚΑΡΧΟΥ

Πορδὴ ἀποκτέννει πολλοὺς ἀδιέξοδος οὖσα,

   πορδὴ καὶ σῴζει τραυλὸν ἱεῖσα μέλος.

οὐκοῦν εἰ σῴζει καὶ ἀποκτέννει πάλι πορδή,

   τοῖς βασιλεῦσιν ἴσην πορδὴ ἔχει δύναμιν.

396

ΛΟΥΚΙΑΝΟΥ

Πολλάκις οἶνον ἔπεμψας ἐμοί, καὶ πολλάκις ἔγνων

   σοὶ χάριν ἡδυπότῳ νέκταρι τερπόμενος.

νῦν δ', εἴπερ με φιλεῖς, μὴ πέμψῃς· οὐ δέομαι γὰρ

   οἴνου τοιούτου μηκέτ' ἔχων θρίδακας.

397

ΤΟΥ ΑΥΤΟΥ

Πολλὰς μυριάδας ψηφίζων Ἀρτεμίδωρος

   καὶ μηδὲν δαπανῶν ζῇ βίον ἡμιόνων,

πολλάκις αἳ χρυσοῦ τιμαλφέα φόρτον ἔχουσαι

   πολλὸν ὑπὲρ νώτου, χόρτον ἔδουσι μόνον.

398

‹ΝΙΚΑΡΧΟΥ›

Τὴν κεφαλὴν βάπτων τις ἀπώλεσε τὰς τρίχας αὐτὰς

   καὶ δασὺς ὢν λίαν ᾠὸν ἅπας γέγονεν.

τοῦτο βαφεὺς ἐπόησε τὸ μηκέτι κουρέα τέμνειν

   μήτε κόμην λευκὴν μήτε μελαινομένην.

399

ΑΠΟΛΛΙΝΑΡΙΟΥ

Γραμματικός ποτ' ὄνῳ ἐποχούμενος ἐξεκυλίσθη

   καὶ τῆς γραμματικῆς, ὡς λόγος, ἐξέπεσεν·

εἶθ' ἑξῆς ἐβίου κοινὸν βίον ὡς ἰδιώτης,

   ὧν ἐδίδασκεν ἀεί, μηδὲν ἐπιστάμενος.

ἀλλὰ Γλύκων ἔπαθεν τοὐναντίον· ὢν γὰρ ἄπειρος

   καὶ κοινῆς γλώττης, οὐχ ὅτι γραμματικῆς,

νῦν Λιβυκοὺς κάνθωνας ὀχούμενος, εἶτ' ἀποπίπτων

   πολλάκις ἐξαίφνης γραμματικὸς γέγονεν.

400

ΛΟΥΚΙΑΝΟΥ

Ἵλαθι, Γραμματικὴ φυσίζοε, ἵλαθι, λιμοῦ

   φάρμακον εὑρομένη Μῆνιν ἄειδε, θεά.

νηὸν ἐχρῆν καὶ σοὶ περικαλλέα δωμήσασθαι

   καὶ βωμὸν θυέων μή ποτε δευόμενον.

καὶ γὰρ σοῦ μεσταὶ μὲν ὁδοί, μεστὴ δὲ θάλασσα

   καὶ λιμένες, πάντων δέκτρια Γραμματική.

401

ΤΟΥ ΑΥΤΟΥ

Ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν,

   ὥστε μαθεῖν παρ' ἐμοὶ ταῦτα τὰ γραμματικά.

ὡς δὲ τὸ μῆνιν ἄειδε καὶ ἄλγεα μυρί' ἔθηκεν

   ἔγνω καὶ τὸ τρίτον τοῖσδ' ἀκόλουθον ἔπος

πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν,

   οὐκέτι μιν πέμπει πρός με μαθησόμενον.

ἀλλά μ' ἰδὼν ὁ πατήρ· Σοὶ μὲν χάρις, εἶπεν, ἑταῖρε·

   αὐτὰρ ὁ παῖς παρ' ἐμοὶ ταῦτα μαθεῖν δύναται·

καὶ γὰρ ἐγὼ πολλὰς ψυχὰς Ἄϊδι προϊάπτω

   καὶ πρὸς τοῦτ' οὐδὲν γραμματικοῦ δέομαι.

402

ΤΟΥ ΑΥΤΟΥ

Μηδείς μοι ταύτην, Ἐρασίστρατε, τὴν σπατάλην σου

   ποιήσειε θεῶν, ᾗ σὺ κατασπαταλᾷς

ἔσθων ἐκτραπέλως στομάχων κακὰ χείρονα λιμοῦ,

   οἷα φάγοιεν ἐμῶν ἀντιδίκων τεκνία.

πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον ἢ πρὶν ἐπείνων,

   ἢ χορτασθείην τῆς παρὰ σοὶ σπατάλης.

403

ΤΟΥ ΑΥΤΟΥ

Μισόπτωχε θεά, μούνη πλούτου δαμάτειρα,

   ἡ τὸ καλῶς ζῆσαι πάντοτ' ἐπισταμένη,

εἰ δὲ καὶ ἀλλοτρίοις ἐπιιζομένη ποσὶ χαίρεις

   πιλοφορεῖν τ' οἶδας καὶ μύρα σοι μέλεται,

τέρπει καὶ στέφανός σε καὶ Αὐσονίου πόμα Βάκχου·

   ταῦτα παρὰ πτωχοῖς γίνεται οὐδέποτε.

τοὔνεκά νυν φεύγεις πενίης τὸν ἀχάλκεον οὐδόν,

   τέρπῃ δ' αὖ πλούτου πρὸς πόδας ἐρχομένη.

404

ΤΟΥ ΑΥΤΟΥ

Οὐδέποτ' εἰς πορθμεῖον ὁ κηλήτης Διόφαντος

   ἐμβαίνει μέλλων εἰς τὸ πέραν ἀπίναι·

τῆς κήλης δ' ἐπάνωθε τὰ φορτία πάντα τεθεικὼς

   καὶ τὸν ὄνον, διαπλεῖ σινδόν' ἐπαράμενος.

ὥστε μάτην Τρίτωνες ἐν ὕδασι δόξαν ἔχουσιν,

   εἰ καὶ κηλήτης ταὐτὸ ποιεῖν δύναται.

405

ΤΟΥ ΑΥΤΟΥ

Ὁ γρυπὸς Νίκων ὀσφραίνεται οἴνου ἄριστα,

   οὐ δύναται δ' εἰπεῖν, οἷος ἂν ᾖ, ταχέως.

ἐν τρισὶν ὥραις γὰρ θεριναῖς μόλις αἰσθάνετ' αὐτὸς

   ὡς ἂν ἔχων πηχῶν ῥῖνα διακοσίων.

ὢ μεγάλου μυκτῆρος· ὅταν ποταμὸν διαβαίνῃ,

   θηρεύει τούτῳ πολλάκις ἰχθύδια.

406

ΝΙΚΑΡΧΟΥ

Τοῦ γρυποῦ Νίκωνος ὁρῶ τὴν ῥῖνα, Μένιππε·

   αὐτὸς δ' οὐ μακρὰν φαίνεται εἶναι ἔτι.

πλὴν ἥξει, μείνωμεν ὅμως· εἰ γὰρ πολύ, πέντε

   τῆς ῥινὸς σταδίους, οἴομαι, οὐκ ἀπέχει.

ἀλλ' αὐτὴ μέν, ὁρᾷς, προπορεύεται· ἢν δ' ἐπὶ βουνὸν

   ὑψηλὸν στῶμεν, καὐτὸν ἐσοψόμεθα.

407

ΤΟΥ ΑΥΤΟΥ

Τὸν λεπτὸν θακεῦντα Μενέστρατον εἴαρος ὥρῃ

   μύρμηξ ἐξελθὼν εἵλκυσεν εἰς ῥαγάδα·

μυῖα δ' ἐπιπτᾶσ' αὐτὸν ἀνήρπασεν, ὡς Γανυμήδην

   αἰετὸς εἰς θαλάμους οὐρανίους Κρονίδεω·

πίπτεν δ' ἐκ χειρῶν μυίης, κοὐδ' ὣς θίγε γαίης,

   ἐκ δ' ἀράχνης ἱστοῦ τῶν βλεφάρων κρέμαται.

408

ΛΟΥΚΙΛΛΙΟΥ

Τὴν κεφαλὴν βάπτεις, τὸ δὲ γῆρας οὔποτε βάψεις,

   οὐδὲ παρειάων ἐκτανύσεις ῥυτίδας.

μὴ τοίνυν τὸ πρόσωπον ἅπαν ψιμύθῳ κατάπλαττε,

   ὥστε προσωπεῖον κοὐχὶ πρόσωπον ἔχειν.

οὐδὲν γὰρ πλέον ἐστί. τί μαίνεαι; οὔποτε φῦκος

   καὶ ψίμυθος τεύξει τὴν Ἑκάβην Ἑλένην.

409

ΓΑΙΤΟΥΛΙΚΟΥ

Τετράκις ἀμφορέως περὶ χείλεσι χείλεα θεῖσα

   Σειληνὶς πάσας ἐξερόφησε τρύγας.

εὐχαίτα Διόνυσε, σὲ δ' ὕδασιν οὐκ ἐμίηνεν·

   ἀλλ' οἷος πρώτης ἦλθες ἀπ' οἰνοπέδης,

τοῖόν σε προὔπινεν ἀφειδεές, ἄγγος ἔχουσα,

   εἰσότε καὶ νεκύων ἦλθεν ἐπὶ ψάμαθον.

410

ΛΟΥΚΙΑΝΟΥ

Τοῦ πωγωνοφόρου κυνικοῦ, τοῦ βακτροπροσαίτου,

   εἴδομεν ἐν δείπνῳ τὴν μεγάλην σοφίαν.

θέρμων μὲν γὰρ πρῶτον ἀπέσχετο καὶ ῥαφανίδων,

   μὴ δεῖν δουλεύειν γαστρὶ λέγων ἀρετήν.

εὖτε δ' ἐν ὀφθαλμοῖσιν ἴδεν χιονώδεα βόλβαν

   στρυφνήν, ἣ πινυτὸν ἤδη ἔκλεπτε νόον,

ᾔτησεν παρὰ προσδοκίαν καὶ ἔτρωγεν ἀληθῶς

   κοὐδὲν ἔφη βόλβαν τὴν ἀρετὴν ἀδικεῖν.

411

ΑΔΕΣΠΟΤΟΝ

Τοῦτο πυρὰν μᾶλλον κλῄζειν δεῖ κοὐ βαλανεῖον,

   ἥν ποθ' ὁ Πηλείδης ἧψε Μενοιτιάδῃ,

ἢ τὸν Μηδείης στέφανον, τὸν ἀνεῖρεν Ἐρινὺς

   ἐν θαλάμοις Γλαύκης εἵνεκεν Αἰσονίδου.

φεῖσαί μου, βαλανεῦ, πρὸς τοῦ Διός· εἰμὶ γὰρ ἀνὴρ

   πάντα γράφων τὰ βροτῶν ἔργα καὶ ἀθανάτων.

εἰ δὲ πρόκειταί σοι πολλοὺς ζῶντας κατακαίειν,

   ἅπτε πυρὰν ξυλίνην, δήμιε, μὴ λιθίνην.

412

ΑΝΤΙΟΧΟΥ

Ψυχὴν μὲν γράψαι χαλεπόν, μορφὴν δὲ χαράξαι

   ῥᾴδιον· ἀλλ' ἐπὶ σοὶ τοὔμπαλιν ἀμφότερον.

τῆς μὲν γὰρ ψυχῆς τὸ διάστροφον ἔξω ἄγουσα

   ἐν τοῖς φαινομένοις ἡ Φύσις εἰργάσατο.

τὸν δ' ἐπὶ τῆς μορφῆς θόρυβον καὶ σώματος ὕβριν

   πῶς ἄν τις γράψαι, μηδ' ἐσιδεῖν ἐθέλων;

413

ΑΜΜΙΑΝΟΥ

Ὡς κῆπον τεθυκὼς δεῖπνον παρέθηκεν Ἀπελλῆς

   οἰόμενος βόσκειν ἀντὶ φίλων πρόβατα.

ἦν ῥαφανίς, σέρις ἦν, τῆλις, θρίδακες, πράσα, βολβοί,

   ὤκιμον, ἡδύοσμον, πήγανον, ἀσπάραγος·

δείσας δ' ἐκ τούτων, μὴ καὶ χόρτον παραθῇ μοι,

   δειπνήσας θέρμους ἡμιβρεχεῖς ἔφυγον.

414

ΗΔΥΛΟΥ

Λυσιμελοῦς Βάκχου καὶ λυσιμελοῦς Ἀφροδίτης

   γεννᾶται θυγάτηρ λυσιμελὴς ποδάγρα.

415

[ΑΝΤΙΠΑΤΡΟΥ ἢ] ΝΙΚΑΡΧΟΥ

Τίς σοῦ, Μεντορίδη, προφανῶς οὕτως μετέθηκεν

   τὴν πυγήν, οὗπερ τὸ στόμ' ἔκειτο πρὸ τοῦ;

βδεῖς γὰρ κοὐκ ἀναπνεῖς, φθέγγῃ δ' ἐκ τῶν καταγείων.

   θαῦμά μ' ἔχει, τὰ κάτω πῶς σου ἄνω γέγονεν.

416

ΑΔΗΛΟΝ

Χρήματα καὶ πόρναις παραγίνεται· οὐκ ἀλεγίζω.

   μισείτω με τάλας χρυσὸς ὁ πορνοφίλας.

417

ΑΔΗΛΟΝ

Ἄλλην δρῦν βαλάνιζε, Μενέσθιον· οὐ γὰρ ἔγωγε

   ἔκκαιρον μήλων προσδέχομαι ῥυτίδα,

ἀλλ' αἰεὶ πεπόθηκα συνακμάζουσαν ὀπώρην.

   ὥστε τί πειράζεις λευκὸν ἰδεῖν κόρακα;

418

ΤΡΑΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ

Ἀντίον ἠελίου στήσας ῥίνα καὶ στόμα χάσκων

   δείξεις τὰς ὥρας πᾶσι παρερχομένοις.

419

ΦΙΛΩΝΟΣ

Αἱ πολιαὶ σὺν νῷ γεραρώτεραι· αἱ γὰρ ἄτερ νοῦ

   μᾶλλον τῶν πολλῶν εἰσὶν ὄνειδος ἐτῶν.

420

ΑΛΛΟ

Αἱ τρίχες, ἢν σιγᾷς, εἰσὶ φρένες· ἢν δὲ λαλήσῃς,

   ὡς αἱ τῆς ἥβης οὐ φρένες, ἀλλὰ τρίχες.

421

ΑΠΟΛΛΙΝΑΡΙΟΥ

Ἂν μὲν ἀπόντα λέγῃς με κακῶς, οὐδὲν ἀδικεῖς με,

   ἂν δὲ παρόντα καλῶς, ἴσθι κακῶς με λέγων.

422

ΑΝΤΙΟΧΟΥ

Βήσας, εἰ φρένας εἶχεν, ἀπήγχετο· νῦν δ' ὑπ' ἀνοίας

   καὶ ζῇ καὶ πλουτεῖ, καὶ μετὰ τὴν πάροδον.

423

ΕΛΛΑΔΙΟΥ

Βάπτων πάντα, βαφεῦ, καὶ χρωματίοις μεταβάλλων,

   καὶ πενίην βάψας πλούσιος ἐξεφάνης.

424

ΠΙΣΩΝΟΣ

Γαίης ἐκ Γαλατῶν μηδ' ἄνθεα, ἧς ἀπὸ κόλπων

ἀνθρώποις ὀλέτειραι Ἐρινύες ἐβλάστησαν.

425

ΑΔΗΛΟΝ

Γινώσκειν σε θέλω, Πλακιανέ, σαφῶς, ὅτι πᾶσα

   ἔγχαλκος γραῖα πλουσία ἐστὶ σορός.

426

ΑΛΛΟ

Γράμμα περισσὸν ἔχεις τὸ προκείμενον· ἢν ἀφέλῃ τις

   τοῦτό σοι, οἰκεῖον κτήσῃ ἁπλῶς ὄνομα.

427

ΛΟΥΚΙΑΝΟΥ

Δαίμονα πολλὰ λαλῶν ὀζόστομος ἐξορκιστὴς

   ἐξέβαλ', οὐχ ὅρκων, ἀλλὰ κόπρων δυνάμει.

428

‹ΤΟΥ ΑΥΤΟΥ›

Εἰς τί μάτην νίπτεις δέμας Ἰνδικόν; ἴσχεο τέχνης·

   οὐ δύνασαι δνοφερὴν νύκτα καθηλιάσαι.

429

ΤΟΥ ΑΥΤΟΥ

Ἐν πᾶσιν μεθύουσιν Ἀκίνδυνος ἤθελε νήφειν,

   τοὔνεκα καὶ μεθύειν αὐτὸς ἔδοξε μόνος.

430

ΤΟΥ ΑΥΤΟΥ

Εἰ τὸ τρέφειν πώγωνα δοκεῖς σοφίαν περιποιεῖν,

   καὶ τράγος εὐπώγων αἶψ' ὅλος ἐστὶ Πλάτων.

431

ΤΟΥ ΑΥΤΟΥ

Εἰ ταχὺς εἰς τὸ φαγεῖν καὶ πρὸς δρόμον ἀμβλὺς ὑπάρχεις,

   τοῖς ποσί σου τρῶγε καὶ τρέχε τῷ στόματι.

432

ΤΟΥ ΑΥΤΟΥ

Ἔσβεσε τὸν λύχνον μῶρος ψυλλῶν ὑπὸ πολλῶν

   δακνόμενος, λέξας· Οὐκέτι με βλέπετε.

433

ΤΟΥ ΑΥΤΟΥ

Ζωγράφε, τὰς μορφὰς κλέπτεις μόνον· οὐ δύνασαι δὲ

   φωνὴν συλῆσαι χρώματι πειθόμενος.

434

ΤΟΥ ΑΥΤΟΥ

Ἢν ἐσίδῃς κεφαλὴν μαδαρὰν καὶ στέρνα καὶ ὤμους,

   μηδὲν ἐρωτήσῃς· μῶρον ὁρᾷς φαλακρόν.

435

ΤΟΥ ΑΥΤΟΥ

Θαυμάζειν μοι ἔπεισιν, ὅπως Βύτος ἐστὶ σοφιστὴς

   οὔτε λόγον κοινὸν οὔτε λογισμὸν ἔχων.

436

ΤΟΥ ΑΥΤΟΥ

Θᾶττον ἔην λευκοὺς κόρακας πτηνάς τε χελώνας

   εὑρεῖν ἢ δόκιμον ῥήτορα Καππαδόκην.

437

ΑΡΑΤΟΥ

Αἰάζω Διότιμον, ὃς ἐν πέτραισι κάθηται

   Γαργαρέων παισὶν βῆτα καὶ ἄλφα λέγων.

438

ΜΕΝΑΝΔΡΟΥ

Κορινθίῳ †πίστευε καὶ μὴ χρῶ φίλῳ.

439

ΔΙΦΙΛΟΥ

Τὸ μὲν Ἄργος ἵππιον, οἱ δ' ἐνοικοῦντες λύκοι.

440

ΠΙΤΤΑΚΟΣ

Μεγαρεῖς δὲ φεῦγε πάντας· εἰσὶ γὰρ πικροί.

441

ΦΙΛΙΣΚΟΥ

Ὁ Πειραιεὺς κάρυον μέγ' ἐστὶ καὶ κενόν.

442

ΑΔΕΣΠΟΤΟΝ

Τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεδίωξε

   δῆμος Ἐρεχθῆος καὶ τρὶς ἐπηγάγετο,

τὸν μέγαν ἐν βουλῇ Πεισίστρατον, ὃς τὸν Ὅμηρον

   ἤθροισα σποράδην τὸ πρὶν ἀειδόμενον·

ἡμέτερος γὰρ κεῖνος ὁ χρύσεος ἦν πολιήτης,

   εἴπερ Ἀθηναῖοι Σμύρναν ἀπῳκίσαμεν.