515 16 0 0 1 IV-III a. C. Bucolico Theocritus Idyllia 0

THEOCRITUS - Idyllia XIII - ΥΛΑΣ

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27

Οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχ', ὡς ἐδοκεῦμες,

Νικία, ᾧτινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο·

οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται ἦμεν,

οἳ θνατοὶ πελόμεσθα, τὸ δ' αὔριον οὐκ ἐσορῶμες·

   5ἀλλὰ καὶ Ἀμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός,

ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,

τοῦ χαρίεντος Ὕλα, τοῦ τὰν πλοκαμῖδα φορεῦντος,

καί νιν πάντ' ἐδίδασκε, πατὴρ ὡσεὶ φίλον υἱόν,

ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο·

  10χωρὶς δ' οὐδέποκ' ἦς, οὔτ' εἰ μέσον ἆμαρ ὄροιτο,

οὔθ' ὁπόχ' ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς,

οὔθ' ὁπόκ' ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,

σεισαμένας πτερὰ ματρὸς ἐπ' αἰθαλόεντι πετεύρῳ,

ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη,

  15αὐτῷ δ' εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρ' ἀποβαίη.

ἀλλ' ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰάσων

Αἰσονίδας, οἱ δ' αὐτῷ ἀριστῆες συνέποντο

πασᾶν ἐκ πολίων προλελεγμένοι ὧν ὄφελός τι,

ἵκετο χὠ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν,

  20Ἀλκμήνας υἱὸς Μιδεάτιδος ἡρωΐνας,

σὺν δ' αὐτῷ κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ,

ἅτις κυανεᾶν οὐχ ἅψατο συνδρομάδων ναῦς,

ἀλλὰ διεξάιξε βαθὺν δ' εἰσέδραμε Φᾶσιν,

αἰετὸς ὥς, μέγα λαῖτμα, ἀφ' οὗ τότε χοιράδες ἔσταν.

  25Ἆμος δ' ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δέ

ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,

τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος

ἡρώων, κοίλαν δὲ καθιδρυθέντες ἐς Ἀργώ

Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,

  30εἴσω δ' ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν

αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.

ἐκβάντες δ' ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο

δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.

λειμὼν γάρ σφιν ἔκειτο μέγα στιβάδεσσιν ὄνειαρ,

  35ἔνθεν βούτομον ὀξὺ βαθύν τ' ἐτάμοντο κύπειρον.

κᾤχεθ' Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἴσων

αὐτῷ θ' Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,

οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,

χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν

  40ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει,

κυάνεόν τε χελιδόνιον χλωρόν τ' ἀδίαντον

καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.

ὕδατι δ' ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,

Νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις,

  45Εὐνίκα καὶ Μαλὶς ἔαρ θ' ὁρόωσα Νύχεια.

ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσόν

βάψαι ἐπειγόμενος· ταὶ δ' ἐν χερὶ πᾶσαι ἔφυσαν·

πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεφόβησεν

Ἀργείῳ ἐπὶ παιδί. κατήριπε δ' ἐς μέλαν ὕδωρ

  50ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπ' οὐρανοῦ ἤριπεν ἀστήρ

ἀθρόος ἐν πόντῳ, ναύτας δέ τις εἶπεν ἑταίροις

'κουφότερ', ὦ παῖδες, ποιεῖσθ' ὅπλα· πλευστικὸς οὖρος'.

Νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι

δακρυόεντ' ἀγανοῖσι παρεψύχοντ' ἐπέεσσιν·

  55Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδί

ᾤχετο, Μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα

καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὰ χείρ.

τρὶς μὲν Ὕλαν ἄυσεν, ὅσον βαθὺς ἤρυγε λαιμός·

τρὶς δ' ἄρ' ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δ' ἵκετο φωνά

  60ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.

[ὡς δ' ὁπότ' ἠυγένειος ἀπόπροθι λὶς ἐσακούσας]

νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λίς

ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα·

Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις

  65παῖδα ποθῶν δεδόνητο, πολὺν δ' ἐπελάμβανε χῶρον.

σχέτλιοι οἱ φιλέοντες, ἀλώμενος ὅσσ' ἐμόγησεν

οὔρεα καὶ δρυμούς, τὰ δ' Ἰάσονος ὕστερα πάντ' ἦς.

ναῦς γέμεν ἄρμεν' ἔχοισα μετάρσια τῶν παρεόντων,

ἱστία δ' ἡμίθεοι μεσονύκτιον αὖτε καθαίρουν,

  70Ἡρακλῆα μένοντες. ὃ δ' ᾇ πόδες ἆγον ἐχώρει

μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.

οὕτω μὲν κάλλιστος Ὕλας μακάρων ἀριθμεῖται·

Ἡρακλέην δ' ἥρωες ἐκερτόμεον λιποναύταν,

οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ,

  75πεζᾷ δ' ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.