5875 635 9 4 2 196 IV a. C. Tragedia Euripides [Rhesus] Diggle, J., Oxford, Clarendon Press, 1994. 124

EURIPIDES - [Rhesus] - [ΡΗΣΟΣ]

ΧΟΡΟΣ

Βῆθι πρὸς εὐνὰς τὰς Ἑκτορέους·

τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως

ἢ τευχοφόρων;

δέξαιτο νέων κληδόνα μύθων,

   5οἳ τετράμοιρον νυκτὸς φυλακὴν

πάσης στρατιᾶς προκάθηνται.

ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,

λῦσον βλεφάρων γοργωπὸν ἕδραν,

λεῖπε χαμεύνας φυλλοστρώτους,

  10Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.

ΕΚΤΩΡ

τίς ὅδ' ‑ ἦ φίλιος φθόγγος; ‑ τίς ἀνήρ;

τί τὸ σῆμα; θρόει.

τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας

κοίτας πλάθουσ'; ἐνέπειν χρή.

  15Χο. φύλακες στρατιᾶς. Εκ. τί φέρηι θορύβωι,

[Χο. θάρσει. Εκ. θαρσῶ.

μῶν τις λόχος ἐκ νυκτῶν; Χο. οὐκ ἔστι. Εκ. τί

σὺ γὰρ†

φυλακὰς προλιπὼν κινεῖς στρατιάν,]

εἰ μή τιν' ἔχων νυκτηγορίαν;

  20οὐκ οἶσθα δορὸς πέλας Ἀργείου

νυχίαν ἡμᾶς

κοίτην πανόπλους κατέχοντας;

Χο. ὁπλίζου χέρα, συμμάχων,

Ἕκτορ, βᾶθι πρὸς εὐνάς,

  25ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.

πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,

ἁρμόσατε ψαλίοις ἵππους.

τίς εἶσ' ἐπὶ Πανθοΐδαν

ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;

  30ποῦ σφαγίων ἔφοροι,

ποῦ δὲ γυμνήτων μόναρχοι

τοξοφόροι τε Φρυγῶν;

ζεύγνυτε κερόδετα τόξα νευραῖς.

Εκ. τὰ μὲν ἀγγέλλεις δείματ' ἀκούειν,

  35τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.

ἀλλ' ἦ Κρονίου Πανὸς τρομερᾶι

μάστιγι φοβῆι, φυλακὰς δὲ λιπὼν

κινεῖς στρατιάν; τί θροεῖς; τί σε φῶ

νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν

  40οὐδὲν τρανῶς ἀπέδειξας.

Χο. πύρ' αἴθει στρατὸς Ἀργόλας,

Ἕκτορ, πᾶσαν ἀν' ὄρφναν,

διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.

πᾶς δ' Ἀγαμεμνονίαν προσέβα στρατὸς

  45ἐννύχιος θορύβωι σκηνάν,

νέαν τιν' ἐφιέμενοι

βάξιν· οὐ γάρ πω πάρος ὧδ' ἐφοβήθη

ναυσιπόρος στρατιά.

σοὶ δ', ὑποπτεύων τὸ μέλλον,

  50ἤλυθον ἄγγελος ὡς

μήποτέ τιν' ἐς ἐμὲ μέμψιν εἴπηις.

Εκ. ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον·

ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρωι πλάτηι

λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν

  55μέλλουσι· σαίνει μ' ἔννυχος φρυκτωρία.

ὦ δαῖμον, ὅστις μ' εὐτυχοῦντ' ἐνόσφισας

θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν

σύρδην ἅπαντα τῶιδ' ἀναλῶσαι δορί.

εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον†ἡλίου

  60λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,

πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν

κτείνων Ἀχαιοὺς τῆιδε πολυφόνωι χερί.

κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ

ἐν νυκτὶ χρῆσθαί τ' εὐτυχεῖ ῥύμηι θεοῦ·

  65ἀλλ' οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες

μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος

κἄπειτ' Ἀχαιῶν μηδέν' ἐν χέρσωι λιπεῖν.

οἱ δ' οὐ μένουσι τῶν ἐμῶν θυοσκόων

βουλάς· ἐν ὄρφνηι δραπέτης μέγα σθένει.

  70ἀλλ' ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῶι

τεύχη πρόχειρα λαμβάνειν λῆξαί θ' ὕπνου,

ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρώισκων ἔπι

νῶτον χαραχθεὶς κλίμακας ῥάνηι φόνωι,

οἱ δ' ἐν βρόχοισι δέσμιοι λελημμένοι

  75Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.

Χο. Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον·

ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.

Εκ. τίς γὰρ πύρ' αἴθειν πρόφασις Ἀργείων στρατόν;

Χο. οὐκ οἶδ'· ὕποπτον δ' ἐστὶ κάρτ' ἐμῆι φρενί.

  80Εκ. πάντ' ἂν φοβηθεὶς ἴσθι δειμαίνων τόδε.

Χο. οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.

Εκ. οὐδ' ὧδέ γ' αἰσχρῶς ἔπεσον ἐν τροπῆι δορός.

Χο. σὺ ταῦτ' ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.

Εκ. ἁπλοῦς ἐπ' ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.

  85Χο. καὶ μὴν ὅδ' Αἰνέας καὶ μάλα σπουδῆι ποδὸς

στείχει, νέον τι πρᾶγμ' ἔχων φίλοις φράσαι.

ΑΙΝΕΙΑΣ

Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν

τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβωι

νυκτηγοροῦσι καὶ κεκίνηται στρατός;

  90Εκ. Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.

Αι. τί δ' ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται

δόλος κρυφαῖος ἑστάναι κατ' εὐφρόνην;

Εκ. φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.

Αι. τί τοῦδ' ἂν εἴποις ἀσφαλὲς τεκμήριον;

  95Εκ. αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός·

καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,

ἀλλ' ἐκκέαντες πύρσ' ἐπ' εὐσέλμων νεῶν

φυγῆι πρὸς οἴκους τῆσδ' ἀφορμήσειν χθονός.

Αι. σὺ δ' ὡς τί δράσων πρὸς τάδ' ὁπλίζηι χέρα;

 100Εκ. φεύγοντας αὐτοὺς κἀπιθρώισκοντας νεῶν

λόγχηι καθέξω κἀπικείσομαι βαρύς·

αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνηι κακόν,

θεοῦ διδόντος πολεμίους ἄνευ μάχης

φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.

 105Αι. εἴθ' ἦσθ' ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί.

ἀλλ' οὐ γὰρ αὑτὸς πάντ' ἐπίστασθαι βροτῶν

πέφυκεν· ἄλλωι δ' ἄλλο πρόσκειται γέρας,

σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς·

ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλυὼν

 110φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν

τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.

καίτοι περάσας κοῖλον αὐλώνων βάθος,

εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς

φεύγοντας ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,

 115νικώμενος μὲν οὔτι μὴ μόληις πάλιν·

πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῆι στρατός;

πῶς δ' αὖ γεφύρας διαβαλοῦσ' ἱππηλάται,

ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;

νικῶν δ' ἔφεδρον παῖδ' ἔχεις τὸν Πηλέως,

 120ὅς σ' οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,

οὐδ' ὧδ' Ἀχαιοὺς ὡς δοκεῖς ἀναρπάσαι·

αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται θράσει.

ἀλλὰ στρατὸν μὲν ἥσυχον παρ' ἀσπίδας

εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,

 125κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέληι,

πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν,

στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῶι·

εἰ δ' ἐς δόλον τιν' ἥδ' ἄγει φρυκτωρία,

μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου

 130βουλευσόμεσθα· τήνδ' ἔχω γνώμην, ἄναξ.

Χο. τάδε δοκεῖ, τάδε μεταθέμενος νόει.

σφαλερὰ δ' οὐ φιλῶ στρατηγῶν κράτη.

τί γὰρ ἄμεινον ἢ ταχυβάταν νεῶν

κατόπταν μολεῖν

 135πέλας ὅτι ποτ' ἄρα δαΐοις

πυρὰ κατ' ἀντίπρωι-

ρα ναυστάθμων δαίεται;

Εκ. νικᾶις, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.

στείχων δὲ κοίμα συμμάχους· τάχ' ἂν στρατὸς

κινοῖτ' ἀκούσας νυκτέρους ἐκκλησίας.

 140ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.

κἂν μέν τιν' ἐχθρῶν μηχανὴν πυθώμεθα,

σὺ πάντ' ἀκούσηι καὶ παρὼν εἴσηι λόγον·

ἐὰν δ' ἀπαίρωσ' ἐς φυγὴν ὁρμώμενοι,

σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,

 145ὡς οὐ μενοῦντά μ'· ἀλλὰ προσμείξω νεῶν

ὁλκοῖσι νυκτὸς τῆσδ' ἐπ' Ἀργείων στρατῶι.

Αι. πέμφ' ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς.

σὺν σοὶ δ' ἔμ' ὄψηι καρτεροῦνθ' ὅταν δέηι.

Εκ. τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγωι

 150θέλει κατόπτης ναῦς ἐπ' Ἀργείων μολεῖν;

τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;

τίς φησιν; οὔτοι πάντ' ἐγὼ δυνήσομαι

πόλει πατρώιαι συμμάχοις θ' ὑπηρετεῖν.

ΔΟΛΩΝ

ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω

 155ῥίψας κατόπτης ναῦς ἐπ' Ἀργείων μολεῖν,

καὶ πάντ' Ἀχαιῶν ἐκμαθὼν βουλεύματα

ἥξω· 'πὶ τούτοις τόνδ' ὑφίσταμαι πόνον.

Εκ. ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις

Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον

 160νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.

Δο. οὔκουν πονεῖν μὲν χρή, πονοῦντα δ' ἄξιον

μισθὸν φέρεσθαι; παντὶ γὰρ προσκείμενον

κέρδος πρὸς ἔργωι τὴν χάριν τίκτει διπλῆν.

Εκ. ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.

 165τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.

Δο. οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.

Εκ. σὺ δ' ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.

Δο. οὐδ' ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.

Εκ. χρυσὸς πάρεστιν, εἰ τόδ' αἰτήσεις γέρας.

 170Δο. ἀλλ' ἔστ' ἐν οἴκοις· οὐ βίου σπανίζομεν.

Εκ. τί δῆτα χρήιζεις ὧν κέκευθεν Ἴλιον;

Δο. ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.

Εκ. δώσω· σὺ δ' αἴτει πλὴν στρατηλάτας νεῶν.

Δο. κτεῖν', οὔ σ' ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.

 175Εκ. οὐ μὴν τὸν Οἰλέως παῖδά μ' ἐξαιτεῖς λαβεῖν;

Δο. κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.

Εκ. τίν' οὖν Ἀχαιῶν ζῶντ' ἀποινᾶσθαι θέλεις;

Δο. καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις.

Εκ. καὶ μὴν λαφύρων γ' αὐτὸς αἱρήσηι παρών.

 180Δο. θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.

Εκ. τί δῆτα μεῖζον τῶνδέ μ' αἰτήσεις γέρας;

Δο. ἵππους Ἀχιλλέως· χρὴ δ' ἐπ' ἀξίοις πονεῖν

ψυχὴν προβάλλοντ' ἐν κύβοισι δαίμονος.

Εκ. καὶ μὴν ἐρῶντί γ' ἀντερᾶις ἵππων ἐμοί·

 185ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες

τὸν Πηλέως φέρουσι θούριον γόνον·

δίδωσι δ' αὐτὸς πωλοδαμνήσας ἄναξ

Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.

ἀλλ' οὔ σ' ἐπάρας ψεύσομαι· δώσω δέ σοι,

 190κάλλιστον οἴκοις κτῆμ', Ἀχιλλέως ὄχον.

Δο. αἰνῶ· λαβὼν δ' ἄν φημι κάλλιστον Φρυγῶν

δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.

σὲ δ' οὐ φθονεῖν χρή· μυρί' ἐστὶν ἄλλα σοι

ἐφ' οἷσι τέρψηι τῆσδ' ἀριστεύων χθονός.

 195Χο. μέγας ἀγών, μεγάλα δ' ἐπινοεῖς ἑλεῖν·

μακάριός γε μὰν κυρήσας ἔσηι.

πόνος ὅδ' εὐκλεής· μέγα δὲ κοιράνοι-

σι γαμβρὸν πέλειν.

τὰ θεόθεν ἐπιδέτω Δίκα,

τὰ δὲ παρ' ἀνδράσιν

 200bτέλειά σοι φαίνεται.

Δο. στείχοιμ' ἄν· ἐλθὼν ‹δ'› ἐς δόμους ἐφέστιος

σκευῆι πρεπόντως σῶμ' ἐμὸν καθάψομαι,

κἀκεῖθεν ἥσω ναῦς ἐπ' Ἀργείων πόδα.

Χο. ἐπεὶ τίν' ἄλλην ἀντὶ τῆσδ' ἕξεις στολήν;

 205Δο. πρέπουσαν ἔργωι κλωπικοῖς τε βήμασιν.

Χο. σοφοῦ παρ' ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·

λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;

Δο. λύκειον ἀμφὶ νῶτ' ἐνάψομαι δορὰν

καὶ χάσμα θηρὸς ἀμφ' ἐμῶι θήσω κάραι,

 210βάσιν τε χερσὶ προσθίαν καθαρμόσας

καὶ κῶλα κώλοις τετράπουν μιμήσομαι

λύκου κέλευθον πολεμίοις δυσεύρετον,

τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.

ὅταν δ' ἔρημον χῶρον ἐμβαίνω ποδί,

 215δίβαμος εἶμι· τῆιδε σύγκειται δόλος.

Χο. ἀλλ' εὖ σ' ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν

πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.

ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.

Δο. σωθήσομαί τοι καὶ κτανὼν Ὀδυσσέως

 220οἴσω κάρα σοι ‑ σύμβολον δ' ἔχων σαφὲς

φήσεις Δόλωνα ναῦς ἐπ' Ἀργείων μολεῖν ‑

ἢ παῖδα Τυδέως· οὐδ' ἀναιμάκτωι χερὶ

ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.

Χο. Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας

 225ναὸν ἐμβατεύων

Ἄπολλον, ὦ Δία κεφαλά, μόλε τοξή-

ρης, ἱκοῦ ἐννύχιος

καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς

 230ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις,

ὦ παγκρατές, ὦ Τροΐας

τείχη παλαιὰ δείμας.

μόλοι δὲ ναυκλήρια καὶ στρατιᾶς

Ἑλλάδος διόπτας

 235ἵκοιτο καὶ κάμψειε πάλιν θυμέλας οἴ-

κων πατρὸς Ἰλιάδας·

Φθιάδων δ' ἵππων ποτ' ἐπ' ἄντυγα βαίη,

δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,

 240τὰς πόντιος Αἰακίδαι

Πηλεῖ δίδωσι δαίμων.

ἐπεὶ πρό τ' οἴκων πρό τε γᾶς ἔτλα μόνος

ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι

 245λήματος· ἦ σπάνις αἰεὶ

τῶν ἀγαθῶν, ὅταν ἦι δυσάλιον ἐν πελάγει

καὶ σαλεύηι

πόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος·

 250ἔνι δὲ θράσος ἐν αἰχ-

μᾶι· πόθι Μυσῶν ὃς ἐμὰν

συμμαχίαν ἀτίζει;

τίν' ἄνδρ' Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς

 255οὐτάσει ἐν κλισίαις, τετράπουν

μῖμον ἔχων ἐπὶ γαίας

θηρός; ἕλοι Μενέλαν, κτανὼν δ' Ἀγαμεμνόνιον

κρᾶτ' ἐνέγκοι

 260Ἑλέναι κακόγαμβρον ἐς χέρας γόον,

ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ

γᾶν Τροΐαν χιλιόναυν

ἤλυθ' ἔχων στρατείαν.

ΑΓΓΕΛΟΣ

ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος

 265εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.

Εκ. ἦ πόλλ' ἀγρώσταις σκαιὰ πρόσκειται φρενί·

καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις

ἥκειν ἔοικας ἀγγελῶν ἵν' οὐ πρέπει.

οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,

 270οἷ χρῆν γεγωνεῖν σ' εὐτυχοῦντα ποίμνια;

Αγ. σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.

ἀλλ' οὐδὲν ἧσσόν σοι φέρω κεδνοὺς λόγους.

Εκ. παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·

μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.

 275Αγ. τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·

ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν

στείχει φίλος σοι σύμμαχός τε τῆιδε γῆι.

Εκ. ποίας πατρώιας γῆς ἐρημώσας πέδον;

Αγ. Θρήικης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.

 280Εκ. Ῥῆσον τιθέντ' ἔλεξας ἐν Τροίαι πόδα;

Αγ. ἔγνως· λόγου δὲ δὶς τόσου μ' ἐκούφισας.

Εκ. καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,

πλαγχθεὶς πλατείας πεδιάδος θ' ἁμαξιτοῦ;

Αγ. οὐκ οἶδ' ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.

 285νυκτὸς γὰρ οὔτι φαῦλον ἐσβαλεῖν στρατόν,

κλύοντα πλήρη πεδία πολεμίας χερός.

φόβον δ' ἀγρώσταις, οἳ κατ' Ἰδαῖον λέπας

οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,

παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.

 290πολλῆι γὰρ ἠχῆι Θρήικιος ῥέων στρατὸς

ἔστειχε· θάμβει δ' ἐκπλαγέντες ἵεμεν

ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόληι

λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,

πρὶν δὴ δι' ὤτων γῆρυν οὐχ Ἑλληνικὴν

 295ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.

στείχων δ' ἄνακτος προυξερευνητὰς ὁδοῦ

ἀνιστόρησα Θρηικίοις προσφθέγμασιν·

Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος

στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;

 300καὶ πάντ' ἀκούσας ὧν ἐφιέμην μαθεῖν

ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα

ἑστῶτ' ἐν ἵπποις Θρηικίοις τ' ὀχήμασιν.

χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον

πώλων ἔκληιε χιόνος ἐξαυγεστέρων.

 305πέλτη δ' ἐπ' ὤμων χρυσοκολλήτοις τύποις

ἔλαμπε· Γοργὼν δ' ὡς ἐπ' αἰγίδος θεᾶς

χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος

πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.

στρατοῦ δὲ πλῆθος οὐδ' ἂν ἐν ψήφου λόγωι

 310θέσθαι δύναι' ἄν, ὡς ἄπλατον ἦν ἰδεῖν,

πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,

πολλοὶ δ' ἀτράκτων τοξόται, πολὺς δ' ὄχλος

γυμνὴς ἁμαρτῆι, Θρηικίαν ἔχων στολήν.

τοιόσδε Τροίαι σύμμαχος πάρεστ' ἀνήρ,

 315ὃν οὔτε φεύγων οὔθ' ὑποσταθεὶς δορὶ

ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.

Χο. ὅταν πολίταις εὐσταθῶσι δαίμονες,

ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.

Εκ. πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ

 320καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.

ἀλλ' οὐδὲν αὐτῶν δεόμεθ', οἵτινες πάλαι

μὴ ξυμπονοῦσιν ἡνίκ' ἐξώστης Ἄρης

ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.

Ῥῆσος δ' ἔδειξεν οἷος ἦν Τροίαι φίλος·

 325ἥκει γὰρ ἐς δαῖτ', οὐ παρὼν κυνηγέταις

αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.

Χο. ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·

δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.

Εκ. ἀρκοῦμεν οἱ σώιζοντες Ἴλιον πάλαι.

 330Χο. πέποιθας ἤδη πολεμίους ἡιρηκέναι;

Εκ. πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.

Χο. ὅρα τὸ μέλλον· πόλλ' ἀναστρέφει θεός.

Εκ. μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.

ὁ δ' οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,

ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·

χάρις γὰρ αὐτῶι Πριαμιδῶν διώλετο.

Χο. ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.

 335Αγ. φόβος γένοιτ' ἂν πολεμίοις ὀφθεὶς μόνον.

Εκ. σύ τ' εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.

 340ὁ χρυσοτευχὴς δ' οὕνεκ' ἀγγέλου λόγων

Ῥῆσος παρέστω τῆιδε σύμμαχος χθονί.

Χο. Ἀδράστεια μὲν ἁ Διὸς

παῖς εἴργοι στομάτων φθόνον·

φράσω γὰρ δὴ ὅσον μοι

 345ψυχᾶι προσφιλές ἐστιν εἰπεῖν.

ἥκεις, ὦ ποταμοῦ παῖ,

ἥκεις ἐπλάθης Φιλίου πρὸς αὐλὰν

ἀσπαστός, ἐπεί σε χρόνωι

Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ-

 350ρος ποταμὸς πορεύει

Στρυμών, ὅς ποτε τᾶς μελωι-

δοῦ Μούσας δι' ἀκηράτων

δινηθεὶς ὑδροειδὴς

κόλπων σὰν ἐφύτευσεν ἥβαν.

 355σύ μοι Ζεὺς ὁ φαναῖος

ἥκεις διφρεύων βαλιαῖσι πώλοις.

νῦν, ὦ πατρὶς ὦ Φρυγία,

ξὺν θεῶι νῦν σοι τὸν ἐλευθέριον

Ζῆνα πάρεστιν εἰπεῖν.

 360ἆρά ποτ' αὖθις ἁ παλαιὰ Τροΐα

τοὺς προπότας παναμερεύ-

σει θιάσους ἐρώτων

ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανήτοις

ἐπιδεξίοις ἁμίλλαις

 365κατὰ πόντον Ἀτρειδᾶν

Σπάρταν οἰχομένων

Ἰλιάδος παρ' ἀκτᾶς;

ὦ φίλος, εἴθε μοι

σᾶι χερὶ καὶ σῶι δορὶ πρά-

ξας τάδ' ἐς οἶκον ἔλθοις.

 370ἐλθὲ φάνηθι, τὰν ζάχρυσον προβαλοῦ

Πηλεΐδα κατ' ὄμμα πέλ-

ταν δοχμίαν πεδαίρων

σχιστὰν παρ' ἄντυγα, πώλους ἐρεθίζων

δίβολόν τ' ἄκοντα πάλλων.

 375σὲ γὰρ οὔτις ὑποστὰς

Ἀργείας ποτ' ἐν Ἥ-

ρας δαπέδοις χορεύσει·

ἀλλά νιν ἅδε γᾶ

καπφθίμενον Θρηικὶ μόρωι

φίλτατον ἄχθος οἴσει.

 380ἰὼ ἰώ,

μέγας ὦ βασιλεῦ. καλόν, ὦ Θρήικη,

σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.

ἴδε χρυσόδετον σώματος ἀλκήν,

κλύε καὶ κόμπους κωδωνοκρότους

παρὰ πορπάκων κελαδοῦντας.

 385θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης

ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ

Μούσης ἥκων καταπνεῖ σε.

ΡΗΣΟΣ

χαῖρ', ἐσθλὸς ἐσθλοῦ παῖ, τύραννε τῆσδε γῆς,

Ἕκτορ· παλαιᾶι σ' ἡμέραι προσεννέπω.

 390χαίρω δέ σ' εὐτυχοῦντα καὶ προσήμενον

πύργοισιν ἐχθρῶν· συγκατασκάψων δ' ἐγὼ

τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.

Εκ. παῖ τῆς μελωιδοῦ μητέρος Μουσῶν μιᾶς

Θρηικός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν

 395τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκ' ἀνήρ.

πάλαι πάλαι χρῆν τῆιδε συγκάμνειν χθονὶ

ἐλθόντα, καὶ μὴ τοὐπὶ σ' Ἀργείων ὕπο

Τροίαν ἐᾶσαι πολεμίωι πεσεῖν δορί.

οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις

 400οὐκ ἦλθες οὐδ' ἤμυνας οὐδ' ἐπεστράφης.

τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν

ἐλθοῦσ' ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;

ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;

σὺ δ' ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους

 405Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.

καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν

Θρηικῶν ἄνακτα τῆιδ' ἔθηκ' ἐγὼ χερί,

ὅτ' ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν

Θρηικῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα

 410ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν

παρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν

φίλων νοσούντων ὕστερος βοηδρομεῖς.

οἱ δ' οὐδὲν ἡμῖν ἐγγενεῖς πεφυκότες,

πάλαι παρόντες, οἱ μὲν ἐν χωστοῖς τάφοις

 415κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,

οἱ δ' ἔν θ' ὅπλοισι καὶ παρ' ἱππείοις ὄχοις

ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ

μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις

πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.

 420ταῦθ', ὡς ἂν εἰδῆις Ἕκτορ' ὄντ' ἐλεύθερον,

καὶ μέμφομαί σοι καὶ λέγω κατ' ὄμμα σόν.

Ρη. τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων

τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκ' ἀνήρ.

ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδ' ἀπὼν χθονὸς

 425λύπηι πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην.

ἀλλ' ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,

μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν

ξυνῆψε πόλεμον· ἀξένου δ' ἀφικόμην

πόντου πρὸς ἀκτάς, Θρῆικα πορθμεύσων στρατόν.

 430ἔνθ' αἱματηρὸς πελανὸς ἐς γαῖαν Σκύθης

ἠντλεῖτο λόγχηι Θρήιξ τε συμμιγὴς φόνος.

τοιάδε τοί μ' ἀπεῖργε συμφορὰ πέδον

Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.

ἐπεὶ δ' ἔπερσα, τῶνδ' ὁμηρεύσας τέκνα,

 435τάξας ἔτειον δασμὸν ἐς δόμους φέρειν,

ἥκω περάσας ναυσὶ Πόντιον στόμα,

τὰ δ' ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα ‑

οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας

οὐδ' ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,

 440ἀλλ' οἷα πόντον Θρήικιον φυσήματα

κρυσταλλόπηκτα Παίονάς τ' ἐπεζάρει

ξὺν τοῖσδ' ἄυπνος οἶδα τλὰς πορπάμασιν.

ἀλλ' ὕστερος μὲν ἦλθον, ἐν καιρῶι δ' ὅμως·

σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος

 445κοὐδὲν περαίνεις, ἡμέραν δ' ἐξ ἡμέρας

ῥίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη·

ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει

πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν

κτεῖναί τ' Ἀχαιούς· θατέραι δ' ἀπ' Ἰλίου

 450πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους.

ὑμῶν δὲ μή τις ἀσπίδ' ἄρηται χερί·

ἐγὼ γὰρ ἕξεω†τοὺς μέγ' αὐχοῦντας δορὶ

πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.

Χο. ἰὼ ἰώ.

 455φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνον

φθόνον ἄμαχον ὕπατος

Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.

τὸ δὲ νάιον Ἀργόθεν δόρυ

οὔτε πρίν τιν' οὔτε νῦν

 460ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. πῶς μοι

Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,

πῶς δ' Αἴας ὑπομεῖναι;

εἰ γὰρ ἐγὼ τόδε γ' ἦμαρ

 465εἰσίδοιμ', ἄναξ, ὅτωι πολυφόνου

χειρὸς ἄποιν' ἄροιο σᾶι λόγχαι.

Ρη. τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας

πρᾶξαι παρέξω· σὺν δ' Ἀδραστείαι λέγω.

ἐπεὶ δ' ἂν ἐχθρῶν τήνδ' ἐλευθέραν πόλιν

 470θῶμεν θεοῖσί τ' ἀκροθίνι' ἐξέληις,

ξὺν σοὶ στρατεύειν γῆν ἐπ' Ἀργείων θέλω

καὶ πᾶσαν ἐλθὼν Ἑλλάδ' ἐκπέρσαι δορί,

ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.

Εκ. εἰ τοῦ παρόντος τοῦδ' ἀπαλλαχθεὶς κακοῦ

 475πόλιν νεμοίμην ὡς τὸ πρίν ποτ' ἀσφαλῆ,

ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.

τὰ δ' ἀμφί τ' Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος

οὐχ ὧδε πορθεῖν ῥάιδι' ὡς λέγεις δορί.

Ρη. οὐ τούσδ' ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;

 480Εκ. κοὐ μεμφόμεσθά γ', ἀλλ' ἅδην ἐλαύνομεν.

Ρη. οὔκουν κτανόντες τούσδε πάντ' εἰργάσμεθα;

Εκ. μή νυν τὰ πόρσω τἀγγύθεν μεθεὶς σκόπει.

Ρη. ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.

Εκ. πολλῆς γὰρ ἄρχω κἀνθάδ' ὢν τυραννίδος.

 485ἀλλ' εἴτε λαιὸν εἴτε δεξιὸν κέρας

εἴτ' ἐν μέσοισι συμμάχοις πάρεστί σοι

πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.

Ρη. μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.

εἰ δ' αἰσχρὸν ἡγῆι μὴ συνεμπρῆσαι νεῶν

 490πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον,

τάξον μ' Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.

Εκ. οὐκ ἔστ' ἐκείνωι θοῦρον ἀντᾶραι δόρυ.

Ρη. καὶ μὴν λόγος γ' ἦν ὡς ἔπλευσ' ἐπ' Ἴλιον.

Εκ. ἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίων

 495στρατηλάταισιν οὐ συναίρεται δόρυ.

Ρη. τίς δὴ μετ' αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;

Εκ. Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ

χὠ Τυδέως παῖς· ἔστι δ' αἱμυλώτατον

κρότημ' Ὀδυσσεὺς λῆμά τ' ἀρκούντως θρασὺς

 500καὶ πλεῖστα χώραν τήνδ' ἀνὴρ καθυβρίσας·

ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν

κλέψας ἄγαλμα ναῦς ἐπ' Ἀργείων φέρει.

ἤδη δ' ἀγύρτης πτωχικὴν ἔχων στολὴν

ἐσῆλθε πύργους, πολλὰ δ' Ἀργείοις κακὰ

 505ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος·

κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν

ἐξῆλθεν· αἰεὶ δ' ἐν λόχοις εὑρίσκεται

Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας

θάσσων· κακῶι δὲ μερμέρωι παλαίομεν.

 510Ρη. οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθραι

κτεῖναι τὸν ἐχθρόν, ἀλλ' ἰὼν κατὰ στόμα.

τοῦτον δ' ὃν ἵζειν φὴις σὺ κλωπικὰς ἕδρας

καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ

πυλῶν ἐπ' ἐξόδοισιν ἀμπείρας ῥάχιν

 515στήσω πετεινοῖς γυψὶ θοινατήριον.

ληιστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα

συλῶντα δεῖ νιν τῶιδε κατθανεῖν μόρωι.

Εκ. νῦν μὲν καταυλίσθητι· καὶ γὰρ εὐφρόνη.

δείξω δ' ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν

 520τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα.

ξύνθημα δ' ἡμῖν Φοῖβος, ἤν τι καὶ δέηι·

μέμνησ' ἀκούσας Θρηικί τ' ἄγγειλον στρατῶι.

ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων

φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον

 525δέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς,

ἤδη πελάζει στρατοπέδοισι Τρωϊκοῖς.

Χο. τίνος ἁ φυλακά; τίς ἀμείβει τὰν ἐμάν; πρῶτα

δύεται σημεῖα καὶ ἑπτάποροι

 530Πλειάδες αἰθέριαι·

μέσα δ' αἰετὸς οὐρανοῦ ποτᾶται.

ἔγρεσθε· τί μέλλετε; κοιτᾶν

ἔξιτε πρὸς φυλακάν.

οὐ λεύσσετε μηνάδος αἴγλαν;

 535ἀὼς δὴ πέλας ἀὼς

γίγνεται καί τις προδρόμων ὅδε γ' ἐστὶν ἀστήρ.

‑ τίς ἐκηρύχθη πρώτην φυλακήν;

‑ Μυγδόνος υἱόν φασι Κόροιβον.

 540‑ τίς γὰρ ἐπ' αὐτῶι; ‑ Κίλικας Παίων

στρατὸς ἤγειρεν, Μυσοὶ δ' ἡμᾶς.

‑ οὔκουν Λυκίους πέμπτην φυλακὴν

βάντας ἐγείρειν

 545καιρὸς κλήρου κατὰ μοῖραν;

Χο. καὶ μὰν ἀίω· Σιμόεντος ἡμένα κοίτας

φοινίας ὑμνεῖ πολυχορδοτάται

γήρυϊ παιδολέτωρ

 550μελοποιὸν ἀηδονὶς μέριμναν.

ἤδη δὲ νέμουσι κατ' Ἴδαν

ποίμνια· νυκτιβρόμου

σύριγγος ἰὰν κατακούω.

θέλγει δ' ὄμματος ἕδραν

ὕπνος· ἅδιστος γὰρ ἔβα βλεφάροις πρὸς ἀῶ.

‑ τί ποτ' οὐ πελάθει σκοπός, ὃν ναῶν

Ἕκτωρ ὤτρυνε κατόπτην;

‑ ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.

 560‑ ἀλλ' ἦ κρυπτὸν λόχον ἐσπαίσας

διόλωλε; τάχ' ἂν εἴη†φοβερόν μοι.

‑ αὐδῶ Λυκίους πέμπτην φυλακὴν

βάντας ἐγείρειν

ἡμᾶς κλήρου κατὰ μοῖραν.

 565ΟΔΥΣΣΕΥΣ

Διόμηδες, οὐκ ἤκουσας ‑ ἢ κενὸς ψόφος

στάζει δι' ὤτων; ‑ τευχέων τινὰ κτύπον;

ΔΙΟΜΗΔΗΣ

οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων

κλάζει σίδηρον· κἀμέ τοι, πρὶν ἠισθόμην

δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.

 570Οδ. ὅρα κατ' ὄρφνην μὴ φύλαξιν ἐντύχηις.

Δι. φυλάξομαί τοι κἀν σκότωι τιθεὶς πόδα.

Οδ. ἢν δ' οὖν ἐγείρηις, οἶσθα σύνθημα στρατοῦ;

Δι. Φοῖβον Δόλωνος οἶδα σύμβολον κλυών.

Οδ. ἔα·

εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.

 575Δι. καὶ μὴν Δόλων γε τάσδ' ἔφραζεν Ἕκτορος

κοίτας, ἐφ' ὧιπερ ἔγχος εἵλκυσται τόδε.

Οδ. τί δῆτ' ἂν εἴη; μῶν λόχος βέβηκέ ποι;

Δι. ἴσως ἐφ' ἡμῖν μηχανὴν στήσων τινά.

Οδ. θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.

 580Δι. τί δῆτ', Ὀδυσσεῦ, δρῶμεν; οὐ γὰρ ηὕρομεν

τὸν ἄνδρ' ἐν εὐναῖς, ἐλπίδων δ' ἡμάρτομεν.

Οδ. στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας.

σώιζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶν

τίθησιν· ἡμῖν δ' οὐ βιαστέον τύχην.

 585Δι. οὔκουν ἐπ' Αἰνέαν ἢ τὸν ἔχθιστον Φρυγῶν

Πάριν μολόντε χρὴ καρατομεῖν ξίφει;

Οδ. πῶς οὖν ἐν ὄρφνηι πολεμίων ἀνὰ στρατὸν

ζητῶν δυνήσηι τούσδ' ἀκινδύνως κτανεῖν;

Δι. αἰσχρόν γε μέντοι ναῦς ἐπ' Ἀργείων μολεῖν

 590δράσαντε μηδὲν πολεμίους νεώτερον.

Οδ. πῶς δ' οὐ δέδρακας; οὐ κτανόντε ναυστάθμων

κατάσκοπον Δόλωνα σώιζομεν τάδε

σκυλεύματ'; ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς;

Δι. πείθεις· πάλιν στείχωμεν· εὖ δοίη τύχη.

 595ΑΘΗΝΑ

ποῖ δὴ λιπόντε Τρωϊκῶν ἐκ τάξεων

χωρεῖτε, λύπηι καρδίαν δεδηγμένοι,

εἰ μὴ κτανεῖν σφῶιν Ἕκτορ' ἢ Πάριν θεὸς

δίδωσιν; ἄνδρα δ' οὐ πέπυσθε σύμμαχον

Τροίαι μολόντα Ῥῆσον οὐ φαύλωι τρόπωι;

 600ὃς εἰ διοίσει νύκτα τήνδ' ἐς αὔριον,

οὔτ' ἄν σφ' Ἀχιλλεὺς οὔτ' ἂν Αἴαντος δόρυ

μὴ πάντα πέρσαι ναύσταθμ' Ἀργείων σχέθοι,

τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω

λόγχηι πλατεῖαν ἐσδρομὴν ποιούμενον.

 605τοῦτον κατακτὰς πάντ' ἔχεις· τὰς δ' Ἕκτορος

εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς·

ἔσται γὰρ αὐτῶι θάνατος ἐξ ἄλλης χερός.

Οδ. δέσποιν' Ἀθάνα, φθέγματος γὰρ ἠισθόμην

τοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρ

 610παροῦσ' ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε.

τὸν ἄνδρα δ' ἡμῖν ποῦ κατηύνασται φράσον·

πόθεν τέτακται βαρβάρου στρατεύματος;

Αθ. ὅδ' ἐγγὺς ἦσται κοὐ συνήθροισται στρατῶι,

ἀλλ' ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν

 615Ἕκτωρ, ἕως ἂν νύκτ' ἀμείψηται φάος.

πέλας δὲ πῶλοι Θρηικίων ἐξ ἁρμάτων

λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνηι·

στίλβουσι δ' ὥστε ποταμίου κύκνου πτερόν.

ταύτας, κτανόντε δεσπότην, κομίζετε,

 620κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθ' ὅπου

τοιόνδ' ὄχημα χθὼν κέκευθε πωλικόν.

Οδ. Διόμηδες, ἢ σὺ κτεῖνε Θρήικιον λεών,

ἢ 'μοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.

Δι. ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ·

 625τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.

χρὴ δ' ἄνδρα τάσσειν οὗ μάλιστ' ἂν ὠφελοῖ.

Αθ. καὶ μὴν καθ' ἡμᾶς τόνδ' Ἀλέξανδρον βλέπω

στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον

δόξας ἀσήμους πολεμίων μεμβλωκότων.

 630Δι. πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται;

Αθ. μόνος· πρὸς εὐνὰς δ', ὡς ἔοικεν, Ἕκτορος

χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.

Δι. οὔκουν ὑπάρχειν τόνδε κατθανόντα χρή;

Αθ. οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον·

 635τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.

ἀλλ' ὧιπερ ἥκεις μορσίμους φέρων σφαγὰς

τάχυν'· ἐγὼ δὲ τῶιδε σύμμαχος Κύπρις

δοκοῦσ' ἀρωγὸς ἐν πόνοις παραστατεῖν

σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρ' ἀμείψομαι.

 640καὶ ταῦτ' ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν

οὐκ οἶδεν οὐδ' ἤκουσεν ἐγγὺς ὢν λόγου.

ΑΛΕΞΑΝΔΡΟΣ

σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,

Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί σ' ἐχρῆν;

ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,

 645ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες.

Αθ. θάρσει· φυλάσσω σ' ἥδε πρευμενὴς Κύπρις.

μέλει δ' ὁ σός μοι πόλεμος, οὐδ' ἀμνημονῶ

τιμῆς, ἐπαινῶ δ' εὖ παθοῦσα πρὸς σέθεν.

καὶ νῦν ἐπ' εὐτυχοῦντι Τρωϊκῶι στρατῶι

 650ἥκω πορεύουσ' ἄνδρα σοι μέγαν φίλον,

τῆς ὑμνοποιοῦ παῖδα Θρήικιον θεᾶς

[Μούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται].

Αλ. ἀεί ποτ' εὖ φρονοῦσα τυγχάνεις πόλει

κἀμοί, μέγιστον δ' ἐν βίωι κειμήλιον

 655κρίνας σέ φημι τῆιδε προσθέσθαι πόλει.

ἥκω δ' ἀκούσας οὐ τορῶς ‑ φήμη δέ τις

φύλαξιν ἐμπέπτωκεν ‑ ὡς κατάσκοποι

ἥκουσ' Ἀχαιῶν. χὠ μὲν οὐκ ἰδὼν λέγει,

ὁ δ' εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι·

 660ὧν οὕνεκ' εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.

Αθ. μηδὲν φοβηθῆις· οὐδὲν ἐν στρατῶι νέον·

Ἕκτωρ δὲ φροῦδος Θρῆικα κοιμήσων στρατόν.

Αλ. σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις

τάξιν φυλάξων εἶμ' ἐλεύθερος φόβου.

 665Αθ. χώρει· μέλειν γὰρ πάντ' ἐμοὶ δόκει τὰ σά,

ὥστ' εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν·

γνώσηι δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.

ὑμᾶς δ' ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,

Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.

 670κεῖται γὰρ ἡμῖν Θρήικιος στρατηλάτης

ἵπποι τ' ἔχονται, πολέμιοι δ' ἠισθημένοι

χωροῦσ' ἐφ' ὑμᾶς. ἀλλ' ὅσον τάχιστα χρὴ

φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετε

σκηπτοῦ 'πιόντος πολεμίων σῶσαι βίον;

 675Χο. ἔα ἔα·

βάλε βάλε βάλε· θένε θένε ‹θένε›.

τίς ἁνήρ;

λεῦσσε· τοῦτον αὐδῶ.

 680δεῦρο δεῦρο πᾶς.

τούσδ' ἔχω, τούσδ' ἔμαρψα

κλῶπας οἵτινες κατ' ὄρφνην τόνδε κινοῦσι στρατόν.

τίς ὁ λόχος; πόθεν ἔβας; ποδαπὸς εἶ;

Οδ. οὔ σε χρὴ εἰδέναι. Χο. θανῆι γὰρ σήμερον δράσας κακῶς·

οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;

 685Οδ. ἵστω θάρσει. Χο. πέλας ἴθι παῖε πᾶς.†

ἦ σὺ δὴ Ῥῆσον κατέκτας; Οδ. ‹μὴ› ἀλλὰ τὸν

κτενοῦντα σέ.

ἴσχε πᾶς τις. Χο. οὐ μὲν οὖν. Οδ. ἆ· φίλιον ἄνδρα μὴ

θένηις.

Χο. καὶ τί δὴ τὸ σῆμα; Οδ. Φοῖβος. Χο. ἔμαθον· ἴσχε

πᾶς δόρυ.

οἶσθ' ὅποι βεβᾶσιν ἅνδρες; Οδ. τῆιδέ πηι κατείδομεν.

 690Χο. ἕρπε πᾶς κατ' ἴχνος αὐτῶν· ἢ βοὴν ἐγερτέον;

ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβωι.

Χο. τίς ἀνδρῶν ὁ βάς;

τίς ὁ μέγα θρασὺς ἐπεύξεται

χέρα φυγὼν ἐμάν;

 695πόθεν νιν κυρήσω;

τίνι προσεικάσω,

ὅστις δι' ὄρφνης ἦλθ' ἀδειμάντωι ποδὶ

διά τε τάξεων καὶ φυλάκων ἕδρας;

Θεσσαλὸς ἢ

 700παραλίαν Λοκρῶν νεμόμενος πόλιν;

ἢ νησιώτην σποράδα κέκτηται βίον;

τίς ἦν; πόθεν; ποίας πάτρας;

ποῖον ἐπεύχεται τὸν ὕπατον θεῶν;

‑ ἆρ' ἔστ' Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;

 705εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;

‑ δοκεῖς γάρ; ‑ τί μὴν οὔ;

‑ θρασὺς γοῦν ἐς ἡμᾶς.

‑ τίν' ἀλκὴν τίν' αἰνεῖς; ‑ Ὀδυσσῆ.

‑ μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.

 710Χο. ἔβα καὶ πάρος

κατὰ πόλιν ὕπαφρον ὄμμ' ἔχων,

ῥακοδύτωι στολᾶι

πυκασθείς, ξιφήρης

κρύφιος ἐν πέπλοις·

 715βίον δ' ἐπαιτῶν εἷρπ' ἀγύρτης τις λάτρις,

ψαφαρόχρουν κάρα πολυπινές τ' ἔχων·

πολλὰ δὲ τὰν

βασιλίδ' ἑστίαν Ἀτρειδᾶν κακῶς

ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.

 720ὄλοιτ' ὄλοιτο πανδίκως,

πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.

‑ εἴτ' οὖν Ὀδυσσέως εἴτε μή, φόβος μ' ἔχει·

Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.

‑ τί λάσκων; ‑ δυσοίζων ...

 725‑ τί δρᾶσαι; τί ταρβεῖς;

‑ καθ' ἡμᾶς περᾶσαι ... ‑ τίν' ἀνδρῶν;

‑ οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.

ΗΝΙΟΧΟΣ

ἰὼ ἰώ·

δαίμονος τύχα βαρεῖα· φεῦ φεῦ.

Χο. ἔα ἔα·

 730σῖγα πᾶς ὕφιζ'· ἴσως γὰρ ἐς βόλον τις ἔρχεται.

Ην. ἰὼ ἰώ·

συμφορὰ βαρεῖα Θρηικῶν. Χο. συμμάχων τις ὁ στένων.

Ην. ἰὼ ἰώ·

δύστηνος ἐγὼ σύ τ' ἄναξ Θρηικῶν·

ὦ στυγνοτάτην Τροίαν ἐσιδών,

 735οἷόν σε βίου τέλος εἷλεν.

Χο. τίς εἶ ποτ' ἀνδρῶν συμμάχων; κατ' εὐφρόνην

ἀμβλῶπες αὐγαὶ κοὔ σε γιγνώσκω τορῶς.

Ην. ποῦ τιν' ἀνάκτων Τρώων εὕρω;

ποῦ δῆθ' Ἕκτωρ

 740τὸν ὑπασπίδιον κοῖτον ἰαύει;

τίνι σημήνω διόπων στρατιᾶς

οἷα πεπόνθαμεν, οἷά τις ἡμᾶς

δράσας ἀφανῆ φροῦδος, φανερὸν

Θρηιξὶν πένθος τολυπεύσας;

 745Χο. κακὸν κυρεῖν τι Θρηικίωι στρατεύματι

ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.

Ην. ἔρρει στρατιά, πέπτωκεν ἄναξ

δολίωι πληγῆι. ἆ ἆ ἆ ἆ,

 750οἵα μ' ὀδύνη τείρει φονίου

τραύματος εἴσω. πῶς ἂν ὀλοίμην;

χρῆν γάρ μ' ἀκλεῶς Ῥῆσόν τε θανεῖν,

Τροίαι κέλσαντ' ἐπίκουρον;

Χο. τάδ' οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά·

 755σαφῶς γὰρ αὐδᾶι συμμάχους ὀλωλότας.

Ην. κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς

αἴσχιστα. καίτοι δὶς τόσον κακὸν τόδε·

θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,

λυπρὸν μὲν οἶμαι τῶι θανόντι ‑ πῶς γὰρ οὔ; ‑

 760τοῖς ζῶσι δ' ὄγκος καὶ δόμων εὐδοξία·

ἡμεῖς δ' ἀβούλως κἀκλεῶς ὀλώλαμεν.

ἐπεὶ γὰρ ἡμᾶς ηὔνασ' Ἑκτόρεια χείρ,

ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ

κόπωι δαμέντε, οὐδ' ἐφρουρεῖτο στρατὸς

 765φυλακαῖσι νυκτέροισιν οὐδ' ἐν τάξεσιν

ἔκειτο τεύχη πλῆκτρά τ' οὐκ ἐπὶ ζυγοῖς

ἵππων καθήρμοσθ', ὡς ἄναξ ἐπεύθετο

κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν

πρύμναισι· φαύλως δ' ηὕδομεν πεπτωκότες.

 770κἀγὼ μελούσηι καρδίαι λήξας ὕπνου

πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν

ζεύξειν ἐς ἀλκήν, ἀφθόνωι μετρῶ χερί.

λεύσσω δὲ φῶτε περιπολοῦνθ' ἡμῶν στρατὸν

πυκνῆς δι' ὄρφνης· ὡς δ' ἐκινήθην ἐγώ,

 775ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν.

ἤπυσα δ' αὐτοῖς μὴ πελάζεσθαι στρατῶι,

κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.

οἱ δ' οὐδέν· οὐ μὴν οὐδ' ἐγὼ τὰ πλείονα·

ηὗδον δ' ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.

 780καί μοι καθ' ὕπνον δόξα τις παρίσταται·

ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν

Ῥήσωι παρεστὼς εἶδον, ὡς ὄναρ δοκῶν,

λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν·

θείνοντε δ' οὐρᾶι πωλικῆς ῥινοῦ τρίχα

 785ἤλαυνον, αἱ δ' ἔρρεγκον ἐξ ἀρτηριῶν

θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβωι.

ἐγὼ δ' ἀμύνων θῆρας ἐξεγείρομαι

πώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος.

κλύω δ' ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν·

 790θερμὸς δὲ κρουνὸς δεσπότου παρὰ σφαγῆς

βάλλει με δυσθνήισκοντος αἵματος νέου.

ὀρθὸς δ' ἀνάισσω χειρὶ σὺν κενῆι δορός·

καί μ' ἔγχος αὐγάζοντα καὶ θηρώμενον

παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει

 795ἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ἠισθόμην

πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.

πίπτω δὲ πρηνής· οἱ δ' ὄχημα πωλικὸν

λαβόντες ἵππων ἵεσαν φυγῆι πόδα.

ἆ ἆ·

ὀδύνη με τείρει κοὐκέτ' ὀρθοῦμαι τάλας.

 800καὶ ξυμφορὰν μὲν οἶδ' ὁρῶν, τρόπωι δ' ὅτωι

τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι

οὐδ' ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοι

πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.

Χο. ἡνίοχε Θρηικὸς τοῦ κακῶς πεπραγότος,

 805μηδὲν δυσοίζου· πολέμιοι 'δρασαν τάδε.

Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος

χωρεῖ· συναλγεῖ δ', ὡς ἔοικε, σοῖς κακοῖς.

Εκ. πῶς, ὦ μέγιστα πήματ' ἐξειργασμένοι,

μολόντες ὑμᾶς πολεμίων κατάσκοποι

 810λήθουσιν αἰσχρῶς καὶ κατεσφάγη στρατός,

κοὔτ' εἰσιόντας στρατόπεδ' ἐξαπώσατε

οὔτ' ἐξιόντας; τῶνδε τίς τείσει δίκην

πλὴν σοῦ; σὲ γὰρ δὴ φύλακά φημ' εἶναι στρατοῦ.

φροῦδοι δ' ἄπληκτοι, τῆι Φρυγῶν κακανδρίαι

 815πόλλ' ἐγγελῶντες τῶι στρατηλάτηι τ' ἐμοί.

εὖ νυν τόδ' ἴστε ‑ Ζεὺς ὀμώμοται πατήρ ‑

ἤτοι μάραγνά γ' ἢ καρανιστὴς μόρος

μένει σε δρῶντα τοιάδ', ἢ τὸν Ἕκτορα

τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.

 820Χο. ἰὼ ἰώ,

μέγας ἐμοὶ μέγας ὦ πολίοχον κράτος

τότ' ἄρ' ἔμολον ὅτε σοι†

ἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρ' αἴθειν·

ἐπεὶ ἄγρυπνον ὄμμ' ἐν εὐφρόναι

 825οὔτ' ἐκοίμισ' οὔτ' ἔβριξ',

οὐ τὰς Σιμοεντιάδας παγάς· μή μοι

κότον, ὦ ἄνα, θῆις· ἀναίτιος γὰρ

ἔγωγε πάντων.

εἰ δὲ χρόνωι παρὰ καιρὸν

 830ἔργον ἢ λόγον πύθηι, κατά με γᾶς

ζῶντα πόρευσον· οὐ παραιτοῦμαι.

Ην. τί τοῖσδ' ἀπειλεῖς βάρβαρός τε βαρβάρου

γνώμην ὑφαιρῆι τὴν ἐμήν, πλέκων λόγους;

 835σὺ ταῦτ' ἔδρασας· οὐδέν' ἂν δεξαίμεθα

οὔθ' οἱ θανόντες οὔτ' ἂν οἱ τετρωμένοι

ἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,

ὅτωι με πείσεις μὴ φίλους κατακτανεῖν,

ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους

 840τοὺς σοὺς φονεύεις, πόλλ' ἐπισκήπτων μολεῖν.

ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάρις

ξενίαν κατήισχυν' ἢ σὺ συμμάχους κτανών.

μὴ γάρ τι λέξηις ὥς τις Ἀργείων μολὼν

διώλεσ' ἡμᾶς· τίς ἂν ὑπερβαλὼν λόχους

 845Τρώων ἐφ' ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;

σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.

τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων†

τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;

ἡμεῖς δὲ καὶ τετρώμεθ', οἱ δὲ μειζόνως

 850παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.

ἁπλῶς δ' Ἀχαιῶν οὐδέν' αἰτιώμεθα.

τίς δ' ἂν χαμεύνας πολεμίων κατ' εὐφρόνην

Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν

ἔφραζε τοῖς κτανοῦσιν; οὐδ' ἀφιγμένον

 855τὸ πάμπαν ἦισαν· ἀλλὰ μηχαναὶ τάδε.

Εκ. χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα

ὁσόνπερ ἐν γῆι τῆιδ' Ἀχαιικὸς λεώς,

κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλυών·

ἐν σοὶ δ' ἂν ἀρχοίμεσθα. μή μ' ἔρως ἕλοι

 860τοιοῦτος ἵππων ὥστ' ἀποκτείνειν φίλους.

καὶ ταῦτ' Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε

ἔδρασεν ἢ 'βούλευσεν Ἀργείων ἀνήρ;

δέδοικα δ' αὐτὸν καί τί μου θράσσει φρένας,

μὴ καὶ Δόλωνα συντυχὼν κατέκτανεν·

 865χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.

Ην. οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας·

ἡμεῖς δ' ὑπ' ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.

Εκ. σὺ δ' οὖν νόμιζε ταῦτ', ἐπείπερ σοι δοκεῖ.

Ην. ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;

 870Εκ. μὴ θνῆισχ'· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.

Ην. ποῖ δὴ τράπωμαι δεσπότου μονούμενος;

Εκ. οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.

Ην. καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;

Εκ. ὅδ' αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων;

 875Ην. ὄλοιθ' ὁ δράσας· οὐ γὰρ εἰς σὲ τείνεται†

γλῶσσ', ὡς σὺ κομπεῖς· ἡ Δίκη δ' ἐπίσταται.

Εκ. λάζυσθ'· ἄγοντες ‹δ'› αὐτὸν ἐς δόμους ἐμοὺς

οὕτως ὅπως ἂν μὴ 'γκαλῆι πορσύνετε.

ὑμᾶς δ' ἰόντας τοῖσιν ἐν τείχει χρεὼν

 880Πριάμωι τε καὶ γέρουσι σημῆναι νεκροὺς

θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.

Χο. τί ποτ' εὐτυχίας ἐκ τῆς μεγάλης

Τροίαν ἀνάγει πάλιν ἐς πένθη

δαίμων ἄλλος, τί φυτεύων;

 885ἔα ἔα·

τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ,

τὸν νεόκμητον νεκρὸν ἐν χειροῖν

φοράδην πέμπει;

ταρβῶ λεύσσων τόδε πῆμα.

 890ΜΟΥΣΑ

ὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖς

τιμὰς ἔχουσα Μοῦσα συγγόνων μία

πάρειμι, παῖδα τόνδ' ὁρῶσ' οἰκτρῶς φίλον

θανόνθ' ὑπ' ἐχθρῶν· ὅν ποθ' ὁ κτείνας χρόνωι

δόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.

 895ἰαλέμωι αὐθιγενεῖ

τέκνον σ' ὀλοφύρομαι, ὦ

ματρὸς ἄλγος, οἵαν

ἔκελσας ὁδὸν ποτὶ Τροίαν·

ἦ δυσδαίμονα καὶ μελέαν

 900ἀπὸ μὲν φαμένας ἐμοῦ πορευθείς,

ἀπὸ δ' ἀντομένου πατρὸς βιαίως.

ὤμοι ἐγὼ σέθεν, ὦ φιλία

φιλία κεφαλά, τέκνον, ὤμοι.

Χο. ὅσον προσήκει μὴ γένους κοινωνίαν

 905ἔχοντι λύπης τὸν σὸν οἰκτίρω γόνον.

Μο. ὄλοιτο μὲν Οἰνεΐδας,

ὄλοιτο δὲ Λαρτιάδας,

ὅς μ' ἄπαιδα γέννας

ἔθηκεν ἀριστοτόκοιο·

 910ἅ θ' Ἕλλανα λιποῦσα δόμον

Φρυγίων λεχέων ἔπλευσε πλαθεῖσ',

ὑπ' Ἰλίωι ὤλεσε†μὲν σ' ἕκατι Τροίας,

φίλτατε, μυριάδας τε πόλεις

ἀνδρῶν ἀγαθῶν ἐκένωσεν.

 915ἦ πολλὰ μὲν ζῶν, πολλὰ δ' εἰς Ἅιδου μολών,

Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός·

ὕβρις γάρ, ἥ σ' ἔσφηλε, καὶ Μουσῶν ἔρις

τεκεῖν μ' ἔθηκε τόνδε δύστηνον γόνον.

περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς

 920λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις,

ὅτ' ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας

Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι

Μοῦσαι μεγίστην εἰς ἔριν μελωιδίας

κλεινῶι σοφιστῆι Θρηικὶ κἀτυφλώσαμεν

 925Θάμυριν, ὃς ἡμῶν πόλλ' ἐδέννασεν τέχνην.

κἀπεί σε τίκτω, συγγόνους αἰδουμένη

καὶ παρθενείαν, ἧκ' ἐς εὐύδρου πατρὸς

δίνας· τρέφειν δέ σ' οὐ βρότειον ἐς χέρα

Στρυμὼν δίδωσιν ἀλλὰ πηγαίαις κόραις.

 930ἔνθ' ἐκτραφεὶς κάλλιστα παρθένων ὕπο,

Θρήικης ἀνάσσων πρῶτος ἦσθ' ἀνδρῶν, τέκνον.

καί σ' ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους

ἀλκὰς κορύσσοντ' οὐκ ἐδείμαινον θανεῖν·

Τροίας δ' ἀπηύδων ἄστυ μὴ κέλσαι ποτέ,

 935εἰδυῖα τὸν σὸν πότμον· ἀλλά σ' Ἕκτορος

πρεσβεύμαθ' αἵ τε μυρίαι γερουσίαι

ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις.

καὶ τοῦδ', Ἀθάνα, παντὸς αἰτία μόρου ‑

οὐδὲν δ' Ὀδυσσεὺς οὐδ' ὁ Τυδέως τόκος

 940ἔδρασε ‑ δρῶσα μὴ δόκει λεληθέναι.

καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν

Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί,

μυστηρίων τε τῶν ἀπορρήτων φανὰς

ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ

 945τοῦδ' ὃν κατέκτεινας σύ· Μουσαῖόν τε, σὸν

σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρ' ἕνα

ἐλθόντα, Φοῖβος σύγγονοί τ' ἠσκήσαμεν.

καὶ τῶνδε μισθὸν παῖδ' ἔχουσ' ἐν ἀγκάλαις

θρηνῶ· σοφιστὴν δ' ἄλλον οὐκ ἐπάξομαι.

 950Χο. μάτην ἄρ' ἡμᾶς Θρήικιος τροχηλάτης

ἐδέννασ', Ἕκτορ, τῶιδε βουλεῦσαι φόνον.

Εκ. ἤιδη τάδ'· οὐδὲν μάντεων ἔδει φράσαι

Ὀδυσσέως τέχναισι τόνδ' ὀλωλότα.

ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν

 955λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοι

κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί;

ἔπεμψ'· ὀφείλων δ' ἦλθε συμπονεῖν ἐμοί.

οὐ μὴν θανόντι γ' οὐδαμῶς συνήδομαι·

καὶ νῦν ἕτοιμος τῶιδε καὶ τεῦξαι τάφον

 960καὶ ξυμπυρῶσαι μυρίαν πέπλων χλιδήν·

φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται.

Μο. οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον·

τοσόνδε νύμφην τὴν ἔνερθ' αἰτήσομαι,

τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς,

 965ψυχὴν ἀνεῖναι τοῦδ'· ὀφειλέτις δέ μοι

τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.

κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος

ἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτε

ἔτ' εἶσιν οὐδὲ μητρὸς ὄψεται δέμας·

 970κρυπτὸς δ' ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς

ἀνθρωποδαίμων κείσεται βλέπων φάος,

Βάκχου προφήτης, ὅς γε Παγγαίου πέτραν

ὤικησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.

ῥᾶιον δὲ πένθος τῆς θαλασσίας θεοῦ

 975οἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών.

θρήνοις δ' ἀδελφαὶ πρῶτα μὲν σ' ὑμνήσομεν,

ἔπειτ' Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ.

οὐ ῥύσεταί νιν Παλλάς, ἥ σ' ἀπέκτανεν·

τοῖον φαρέτρα Λοξίου σώιζει βέλος.

 980ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν·

ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται

ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα.

Χο. οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει·

σὺ δ', εἴ τι πράσσειν τῶν προκειμένων θέλεις,

 985Ἕκτορ, πάρεστι· φῶς γὰρ ἡμέρας τόδε.

Εκ. χωρεῖτε, συμμάχους δ' ὁπλίζεσθαι τάχος

ἄνωχθε πληροῦν τ' αὐχένας ξυνωρίδων.

πανοὺς δ' ἔχοντας χρὴ μένειν Τυρσηνικῆς

σάλπιγγος αὐδήν· ὡς ὑπερβαλὼν τάφρον

 990τείχη τ' Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖν

πέποιθα Τρωσί θ' ἡμέραν ἐλευθέραν

ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.

Χο. πείθου βασιλεῖ· στείχωμεν ὅπλοις

κοσμησάμενοι καὶ ξυμμαχίαι

 995τάδε φράζωμεν· τάχα δ' ἂν νίκην

δοίη δαίμων ὁ μεθ' ἡμῶν.