1063984310VII a. C.GiambiSemonides FragmentaWest, M.L., Oxford, Clarendon Press, 1972.1

Semonides Amorginus - Fragmenta

fr. 1

¨¬0²¶»@ÁFÆKËὦ παῖ, τέλος μὲν Ζεὺς ἔχει βαρύκτυπος

©¬/³6º?¿EÆKÌπάντων ὅσ' ἐστὶ καὶ τίθησ' ὅκηι θέλει,

ª±4¸¼¿CÅLÌPÑνοῦς δ' οὐκ ἐπ' ἀνθρώποισιν, ἀλλ' ἐπήμεροι

(«.°3µ7¼@ÂFÆἃ δὴ βοτὰ ζόουσιν, οὐδὲν εἰδότες

   5(ª-¯2µ8»½ÀEÄὅκως ἕκαστον ἐκτελευτήσει θεός.

¨«/²µ¹;¾ÁÂHÉἐλπὶς δὲ πάντας κἀπιπειθείη τρέφει

(«.±µ·:¿DÅIÉἄπρηκτον ὁρμαίνοντας· οἱ μὲν ἡμέρην

)¬.±µºAÂHÈMÍμένουσιν ἐλθεῖν, οἱ δ' ἐτέων περιτροπάς·

)ª,²µ¸;¿DÅKËνέωτα δ' οὐδεὶς ὅστις οὐ δοκεῖ βροτῶν

  10«®1´6¹;¾ÀÄIÉΠλούτωι τε κἀγαθοῖσιν ἵξεσθαι φίλος.

*­0³·»?ÀÂÄJÊφθάνει δὲ τὸν μὲν γῆρας ἄζηλον λαβὸν

ª®3µ¸½CÄÇÊPÐπρὶν τέρμ' ἵκηται, τοὺς δὲ δύστηνοι βροτῶν

«®0´·¼DÅJËOÐφθείρουσι νοῦσοι, τοὺς δ' Ἄρει δεδμημένους

©­0³µ¸9»@ÀFÆπέμπει μελαίνης Ἀΐδης ὑπὸ χθονός·

  15©®2´¸¼@ÀFÇKÌοἱ δ' ἐν θαλάσσηι λαίλαπι κλονεόμενοι

ª­/±µ¹;¾CÃHÈκαὶ κύμασιν πολλοῖσι πορφυρῆς ἁλὸς

ª®0µ¹½BÂÄÈMÍθνήσκουσιν, εὖτ' ἂν μὴ δυνήσωνται ζόειν·

©®1³¶¸;¾ÁÄIÊοἱ δ' ἀγχόνην ἅψαντο δυστήνωι μόρωι

ª¬/²¶¹;¾BÂGÆκαὐτάγρετοι λείπουσιν ἡλίου φάος.

  20©«.°3¸:¾CÄHÈοὕτω κακῶν ἄπ' οὐδέν, ἀλλὰ μυρίαι

*­/²´¸:¼¿ÃHÈβροτοῖσι κῆρες κἀνεπίφραστοι δύαι

ª­/³6»BÃHÉLNκαὶ πήματ' ἐστίν. εἰ δ' ἐμοὶ πιθοίατο,

©¬0²5¸:¿EÇLÌοὐκ ἂν κακῶν ἐρῶιμεν, οὐδ' ἐπ' ἄλγεσιν

)¬/±´¸:¾ÀÃGIκακοῖς ἔχοντες θυμὸν αἰκιζοίμεθα.

fr. 2

ª­1³6º?ÀÃÆJLτοῦ μὲν θανόντος οὐκ ἂν ἐνθυμοίμεθα,

©¬0³µ¼?ÀDÄJÉεἴ τι φρονοῖμεν, πλεῖον ἡμέρης μιῆς.

fr. 3

©¬0³5¸;¾CÄJÊπολλὸς γὰρ ἥμιν ἐστὶ τεθνάναι χρόνος,

©«1³·»?ÁGÇLÍζῶμεν δ' ἀριθμῶι παῦρα ‹παγ›κακῶς ἔτεα.

fr. 4

©¬2´6º?ÁGÇKÊπάμπαν δ' ἄμωμος οὔ τις οὐδ' ἀκήριος.

fr. 5

(ª,¯³¶8»@ÀFἄθηλος ἵππωι πῶλος ὣς ἅμα τρέχ...

fr. 6

)¬.²´¹?¿ÃÄHÉγυναικὸς οὐδὲν χρῆμ' ἀνὴρ ληΐζεται

¨¬/²4¸:½AÀFÆἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς.

fr. 7

©«/²´¹=¿ÀÂHÇχωρὶς γυναικὸς θεὸς ἐποίησεν νόον

)­/³7º?¾DÄIÉτὰ πρῶτα. τὴν μὲν ἐξ ὑὸς τανύτριχος,

ª­2·¹½BÃHÈMOτῆι πάντ' ἀν' οἶκον βορβόρωι πεφυρμένα

(ª-±´¸;½BÃHÉἄκοσμα κεῖται καὶ κυλίνδεται χαμαί·

   5©«0³5¸;¾CÅIÉαὐτὴ δ' ἄλουτος ἀπλύτοις ἐν εἵμασιν

¨¬/±3¶8º?¿CÄἐν κοπρίηισιν ἡμένη πιαίνεται.

¬²5·º¿DÄJÊNÎ   τὴν δ' ἐξ ἀλιτρῆς θεὸς ἔθηκ' ἀλώπεκος

)¬.±´·:¿CÄJÊγυναῖκα πάντων ἴδριν· οὐδέ μιν κακῶν

)«-±3·9¼AÂFÆλέληθεν οὐδὲν οὐδὲ τῶν ἀμεινόνων·

  10)¬0´¶º=¿DÄJÊτὸ μὲν γὰρ αὐτῶν εἶπε πολλάκις κακόν,

)®2¶¹¿DÆÊËPÑτὸ δ' ἐσθλόν· ὀργὴν δ' ἄλλοτ' ἀλλοίην ἔχει.

¬²6¸?¿DÇKËOQ   τὴν δ' ἐκ κυνός, λιτοργόν, αὐτομήτορα,

¨«0³¶º?ÃGÈMÎἣ πάντ' ἀκοῦσαι, πάντα δ' εἰδέναι θέλει,

©­0³·º=ÀFÆJÊπάντηι δὲ παπταίνουσα καὶ πλανωμένη

  15)«-±¶¹;¿ÃÅJËλέληκεν, ἢν καὶ μηδέν' ἀνθρώπων ὁρᾶι.

ª­.³·»AÂÄÆKËπαύσειε δ' ἄν μιν οὔτ' ἀπειλήσας ἀνήρ,

©®1³¶¹;½ÀÁGÈοὐδ' εἰ χολωθεὶς ἐξαράξειεν λίθωι

(ª-²¶»?¿ÃÆJÊὀδόντας, οὐδ' ἂν μειλίχως μυθεόμενος,

©®1³·º=¿CÃHÉοὐδ' εἰ παρὰ ξείνοισιν ἡμένη τύχηι,

  20¨­0²µ¸;¿BÂGÈἀλλ' ἐμπέδως ἄπρηκτον αὑονὴν ἔχει.

¬°4¶¹½@ÀEÅJÊ   τὴν δὲ πλάσαντες γηΐνην Ὀλύμπιοι

(ª,¯3¶8½AÂHÈἔδωκαν ἀνδρὶ πηρόν· οὔτε γὰρ κακὸν

©­1µ7»?ÁÃÅJÊοὔτ' ἐσθλὸν οὐδὲν οἶδε τοιαύτη γυνή·

¨«/³5¸;½BÂGÈἔργων δὲ μοῦνον ἐσθίειν ἐπίσταται.

  25©«/±¶¸:¾¿ÂGÆκὤταν κακὸν χειμῶνα ποιήσηι θεός,

©«-°3¶9¼AÂGÇῥιγῶσα δίφρον ἄσσον ἕλκεται πυρός.

¬²6¸»¿DÅLÌRÒ   τὴν δ' ἐκ θαλάσσης, ἣ δύ' ἐν φρεσὶν νοεῖ·

©­1´7»@ÀDÅIÉτὴν μὲν γελᾶι τε καὶ γέγηθεν ἡμέρην·

(«-°³¸:½CÄIÉἐπαινέσει μιν ξεῖνος ἐν δόμοις ἰδών·

  30ª­0³¶¹=¿BÁGÇ"οὐκ ἔστιν ἄλλη τῆσδε λωΐων γυνὴ

¨¬.±µ¸:¾BÃHÇἐν πᾶσιν ἀνθρώποισιν οὐδὲ καλλίων"·

©°3µ8¼BÃÆÊOÐτὴν δ' οὐκ ἀνεκτὸς οὐδ' ἐν ὀφθαλμοῖς ἰδεῖν

©­0³·»@ÂFÇLNοὔτ' ἄσσον ἐλθεῖν, ἀλλὰ μαίνεται τότε

¨«-°3¶9¼ÀÂHÇἄπλητον ὥσπερ ἀμφὶ τέκνοισιν κύων,

  35(«-¯3¶8»?¿CÂἀμείλιχος δὲ πᾶσι κἀποθυμίη

¨­/²4¸;¾BÃGÈἐχθροῖσιν ἶσα καὶ φίλοισι γίνεται·

¨«/±4·:¼BÃHÈὥσπερ θάλασσα πολλάκις μὲν ἀτρεμὴς

¨«0²´¹=ÀÃÅKMἕστηκ', ἀπήμων, χάρμα ναύτηισιν μέγα,

)¬/²µ¹=¾DÆJËθέρεος ἐν ὥρηι, πολλάκις δὲ μαίνεται

  40)«.±3¶8º@ÁEÅβαρυκτύποισι κύμασιν φορεομένη.

ª­0²7¹;¿ÁÃHÈταύτηι μάλιστ' ἔοικε τοιαύτη γυνὴ

¨«0±5¸;¾ÂÃHÉὀργήν· φυὴν δὲ πόντος ἀλλοίην ἔχει.

¬²¶:=½ÂGÇMÎSÔ   τὴν δ' ἔκ τε σποδιῆς†καὶ παλιντριβέος ὄνου,

¨«1³·ºBÂÅÇMÍἣ σύν τ' ἀνάγκηι σύν τ' ἐνιπῆισιν μόγις

  45¨«.±4¶9¼@ÀDFἔστερξεν ὦν ἅπαντα κἀπονήσατο

(ª-±4¹=¾CÄJËἀρεστά· τόφρα δ' ἐσθίει μὲν ἐν μυχῶι

*¬1²4¸;½DÆKÌπρονὺξ προῆμαρ, ἐσθίει δ' ἐπ' ἐσχάρηι.

(ª.²6¹=¿DÄHÇὁμῶς δὲ καὶ πρὸς ἔργον ἀφροδίσιον

¨«0³5¸;½BÂFHἐλθόντ' ἑταῖρον ὁντινῶν ἐδέξατο.

  50¬²6¸½ÀDÆÈÊPÐ   τὴν δ' ἐκ γαλῆς, δύστηνον οἰζυρὸν γένος·

ª­0´7º=ÀFÆJÊκείνηι γὰρ οὔ τι καλὸν οὐδ' ἐπίμερον

*¬/³5¸=ÀFÆKÊπρόσεστιν οὐδὲ τερπνὸν οὐδ' ἐράσμιον.

©«1³µ¸;¾CÃGÆεὐνῆς δ' ἀδηνής ἐστιν ἀφροδισίης,

©¯3¶:¼AÃGÇLÍτὸν δ' ἄνδρα τὸν περῶντα ναυσίηι διδοῖ.

  55ª®0µ¹¼AÃGÇMÍκλέπτουσα δ' ἔρδει πολλὰ γείτονας κακά,

(ª-²4·:¼BÂGÇἄθυστα δ' ἱρὰ πολλάκις κατεσθίει.

¬²5¸»¿CÂIÊNP   τὴν δ' ἵππος ἁβρὴ χαιτέεσσ' ἐγείνατο,

¨¬.±4¸;¼BÂGÈἣ δούλι' ἔργα καὶ δύην περιτρέπει,

ª®2´¹¼?ÂFÇLÌκοὔτ' ἂν μύλης ψαύσειεν, οὔτε κόσκινον

  60¨«,±3¶9¼ÀÃHÉἄρειεν, οὔτε κόπρον ἐξ οἴκου βάλοι,

©«/²5¸;½BÃGÇοὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλεομένη

¨«0²¶»AÃÅÈMÍἵζοιτ'. ἀνάγκηι δ' ἄνδρα ποιεῖται φίλον·

ª­0³µ¸:¼AÁFÆλοῦται δὲ πάσης ἡμέρης ἄπο ῥύπον

)­0²¶¼AÂGÈLÍδίς, ἄλλοτε τρίς, καὶ μύροις ἀλείφεται,

  65©«.²´·:¼AÁGÈαἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖ

)¬-±4·9¼AÀEÅβαθεῖαν, ἀνθέμοισιν ἐσκιασμένην.

)«/²6·9½¿ÁFÆκαλὸν μὲν ὦν θέημα τοιαύτη γυνὴ

¨¬.³8º?ÀDÅJÊἄλλοισι, τῶι δ' ἔχοντι γίνεται κακόν,

¨¬/²5·:½ÁÅIËἢν μή τις ἢ τύραννος ἢ σκηπτοῦχος ἦι,

  70¨«0²µ¹;¾CÂFÇὅστις τοιούτοις θυμὸν ἀγλαΐζεται.

¬²6¸»ÀDÅJÉNÎ   τὴν δ' ἐκ πιθήκου· τοῦτο δὴ διακριδὸν

ª­1³7¹=¿ÁÃIÉΖεὺς ἀνδράσιν μέγιστον ὤπασεν κακόν.

©¬/²7¹;ÀÂÄIÉαἴσχιστα μὲν πρόσωπα· τοιαύτη γυνὴ

©«/²¶º=¿ÃÆLÌεἶσιν δι' ἄστεος πᾶσιν ἀνθρώποις γέλως·

  75(­/±5¸9½ÀÃHÈἐπ' αὐχένα βραχεῖα· κινεῖται μόγις·

(ª,±3µ7»@ÀEÅἄπυγος, αὐτόκωλος. ἆ τάλας ἀνὴρ

¨«/±¶¸:½BÂFÇὅστις κακὸν τοιοῦτον ἀγκαλίζεται.

©¬/²5¹?ÀEÅJËδήνXα δὲ πάντα καὶ τρόπους ἐπίσταται

¨«/±3¸:½BÂHÉὥσπερ πίθηκος· οὐδέ οἱ γέλως μέλει·

  80©­1¶¸¼?ÁFÈNÏοὐδ' ἄν τιν' εὖ ἔρξειεν, ἀλλὰ τοῦτ' ὁρᾶι

ª®0³5¸:¼ÁÄGÈκαὶ τοῦτο πᾶσαν ἡμέρην βουλεύεται,

(ª.±5·:½ÁÂHÈὅκως τι κὠς μέγιστον ἔρξειεν κακόν.

¬²6¸»ÀFÈLÍRÒ   τὴν δ' ἐκ μελίσσης· τήν τις εὐτυχεῖ λαβών·

ª­0´¶¹;¿EÅIÊκείνηι γὰρ οἴηι μῶμος οὐ προσιζάνει,

  85©­2·¹½AÀDÅJÉθάλλει δ' ὑπ' αὐτῆς κἀπαέξεται βίος,

)«.±5¸;¾ÀÄIÊφίλη δὲ σὺν φιλέοντι γηράσκει πόσει

)¬.±³·9»@ÀFÆτεκοῦσα καλὸν κὠνομάκλυτον γένος.

©«.°4·;¾BÃGÈκἀριπρεπὴς μὲν ἐν γυναιξὶ γίνεται

)¬.³´¹=¾CÃIÉπάσηισι, θείη δ' ἀμφιδέδρομεν χάρις.

  90©­1´6¹;¾CÃGÇοὐδ' ἐν γυναιξὶν ἥδεται καθημένη

(«.±3¶9»?¿EÆὅκου λέγουσιν ἀφροδισίους λόγους.

ª«/²4·;½CÃGÈτοίας γυναῖκας ἀνδράσιν χαρίζεται

ª®1³¶»@ÀEÅJÊΖεὺς τὰς ἀρίστας καὶ πολυφραδεστάτας·

,±4·9½AÂFÇLË   τὰ δ' ἄλλα φῦλα ταῦτα μηχανῆι Διὸς

  95¨«/²5¹=ÀFÆLÍἔστιν τε πάντα καὶ παρ' ἀνδράσιν μενεῖ.

ª®2´·¼BÃÄÆLÌΖεὺς γὰρ μέγιστον τοῦτ' ἐποίησεν κακόν,

©¬.²6º?ÀDÅIÊγυναῖκας· ἤν τι καὶ δοκέωσιν ὠφελεῖν

(ª-²5·:½AÂGÇἔχοντι, τῶι μάλιστα γίνεται κακόν·

©¬0µ¸»?¿EÄIÊοὐ γάρ κοτ' εὔφρων ἡμέρην διέρχεται

 100(ª,°³·;¾BEGÈἅπασαν, ὅστις σὺν γυναικὶ πέλεται,

©®0³5¹;¼AÁEÆοὐδ' αἶψα Λιμὸν οἰκίης ἀπώσεται,

¨¬0³µ·9½BÃHÇἐχθρὸν συνοικητῆρα, δυσμενέα θεῶν.

(ª0²6¸;¾ÀÃIÊἀνὴρ δ' ὅταν μάλιστα θυμηδεῖν δοκῆι

)®0´¹½AÄÈËPÐκατ' οἶκον, ἢ θεοῦ μοῖραν ἢ ἀνθρώπου χάριν,

 105©¬.±3¶:¼BÂGÈεὑροῦσα μῶμον ἐς μάχην κορύσσεται.

(«.°3¶9½CÅIÈὅκου γυνὴ γάρ ἐστιν οὐδ' ἐς οἰκίην

ª¬0²5¹=¾DÅHJξεῖνον μολόντα προφρόνως δεκοίατο.

¨ª.²5·:½BÃIÊἥτις δέ τοι μάλιστα σωφρονεῖν δοκεῖ,

©«.°3¶9¼¿ÁEÅαὕτη μέγιστα τυγχάνει λωβωμένη·

 110)«-¯3¶:¿DÆJÊκεχηνότος γὰρ ἀνδρός, οἱ δὲ γείτονες

ª­1³¶»@ÂGÇLÍχαίρουσ' ὁρῶντες καὶ τόν, ὡς ἁμαρτάνει.

©¬2´7»?ÀÃÆJÊτὴν ἣν δ' ἕκαστος αἰνέσει μεμνημένος

)¬.²6º=¿ÂÄHÉγυναῖκα, τὴν δὲ τοὐτέρου μωμήσεται·

(ª0²µº=ÀEÅJÊἴσην δ' ἔχοντες μοῖραν οὐ γινώσκομεν.

 115ª®2´·¼BÃÄÆLÌΖεὺς γὰρ μέγιστον τοῦτ' ἐποίησεν κακόν,

ª­0³6¸:½ÀÃIÉκαὶ δεσμὸν ἀμφέθηκεν ἄρρηκτον πέδην,

¨¬/³7º;½BÂFHἐξ οὗ τε τοὺς μὲν Ἀΐδης ἐδέξατο

)¬.²4¸;½AÀDÅγυναικὸς εἵνεκ' ἀμφιδηριωμένους

.......

fr. 8

ὥσπερ ἔγχελυς κατὰ γλοιοῦ.

fr. 9

(«-®2µ8º¿ÀFÅἐρωιδιὸς γὰρ ἔγχελυν Μαιανδρίην

*«.²´·:»BÃGIτρίορχον εὑρὼν ἐσθίοντ' ἀπείλετο.

fr. 10

)­/236¹?¿EÅJÊτί ταῦτα διὰ μακρῶν λόγων †ἀνέδραμον;

fr. 10a

ª­1´¶»?¾CÅKËκαὶ μήτ' ἄλουτος γαυρία σύ, μήτ' ὕδωρ

ª¬.²4º=½BÃFÆθαύμαζε, μηδὲ [κο]υρία γενειάδα,

©«.±4¶8»@¿EFμηδὲ ῥύπωι χιτῶνος ἔντυε χρόα.

fr. 11

©ª.±3¶7¸½¾DÄοἷόν τε χηνὸς ὤεον Μαιανδρίου.

fr. 12

«±4¶9½AÃÆÉNÎσπλάγχν' ἀμπέχοντες αὐτίκ' ἰκτίνου δίκην.

fr. 13

.³5¸;½CÃHJ x ˉ τὸ δ' ἥμιν ἑρπετὸν παρέπτατο

©¬-®2´7º½ÀEÄτὸ ζωΐων κάκιστον ἔκτηται βίον.

fr. 14

©¬0´¶¹=¾CÅIÉοὐκ ἄν τις οὕτω δασκίοις ἐν οὔρεσιν

(ª.¯4·9½AÂGÇἀνὴρ λέοντ' ἔδεισεν οὐδὲ πάρδαλιν

ª¬1³·º?¿DÅJËμοῦνος στενυγρῆι συμπεσὼν ἐν ἀτραπῶι.

fr. 15

©­/³µº=¾BÃGÇθύννοισι τευθίς, κωβιοῖσι κωρίδες.

fr. 16

©¬.°´·9½ÀÁEÅκἀλειφόμην μύροισι καὶ θυώμασιν

ª­0²·º@ÁFÆLÌκαὶ βακκάρι· καὶ γάρ τις ἔμπορος παρῆν.

fr. 17

ª­0²5¹=@ÀÃHÈκαὶ τῆς ὄπισθεν †ὀρσοθύρης ἠλσάμην.

fr. 18

ª®0´¶¹=¿EÅIÉκαὶ σαῦλα βαίνων ἵππος ὣς κορωνίτης.

fr. 19

¨«.±´º=¿DÄKËἢ τυφλὸς ἤ τις σκνιπὸς ἢ μόγις βλέπων.

fr. 20

¸9»AÂ              Μαιάδος τόκωι·

©¬/²¶º@ÁEÇKËοὗτοι γὰρ ἀνδρῶν αἷμ' ἔχουσι ποιμένων.

fr. 21a

©­0³5¸;½BÄHÈσὺν πορδακοῖσιν ἐκπεσόντες εἵμασιν,

fr. 21b

©­0³5¹;½CÃHÉσὺν παρδακοῖσιν εἵμασιν σεσαγμένοις.

fr. 22

©­0³·¼AÃÆÈNP‹ἦ› πολλὰ μὲν δὴ προυκπονέαι Τηλέμβροτε,

fr. 23

¨¬.±¶¹;¾CÃFÅἐνταῦθα μέν τοι τυρὸς ἐξ Ἀχαΐης

*¬.¯´¶9½CÃGÇΤρομίλιος θαυμαστός, ὃν κατήγαγον

fr. 24

©­1´6¹=¾CÃIJκὠς ‹ὗν› ἀπεῦσα κὠς ἐμίστυλα κρέα

¨ª-²5¹=¾CÃHÉἱρωστί· καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι

fr. 25

(ª,°³·;½ÀÂHÈἔδωκεν οὐδεὶς οὐδ' ἀρυστῆρα τρυγός.

fr. 26

(ª.°2¶8»AÁEFἀπὸ τράπεζαν εἷλε νιν ποτήρια.

fr. 27

©«.±³·9¼ÀÁFÆαὕτη δὲ φοξὴ χεῖλος Ἀργείη κύλιξ.

fr. 28

¨«.°³¶9»@¿EÅὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν.

fr. 30

´6·;¾BÂ           μηρίων δεδαυμένων.

fr. 31a

τὰ δ' ἄλλα πεπλέαται ξύλα

fr. 41

ἐν εὐδετέω ὥσπερ †Λέσβιος Πρύλις.

fr. 42

)«/°´¸:½ÁÃIÈθεοὶ ῥεῖα κλέπτουσιν ἀνθρώπων νόον.