ΕΠΙΓΡΑΦΑΙ ΤΩΝ ΤΜΗΜΑΤΩΝ ΤΩΝ ΔΙΟΝΥΣΙΑΚΩΝ ΠΟΙΗΜΑΤΩΝ
- Πρῶτον ἔχει Κρονίωνα, κερασφόρον ἅρπαγα νύμφης,
καὶ παλάμαις Τυφῶνος ἀρασσόμενον πόλον ἄστρων.
- δεύτερον ἀστερόφοιτον ἔχει Τυφῶνος ἐνυὼ
καὶ στεροπὴν καὶ ἄεθλα Διὸς καὶ κῶμον Ὀλύμπου.
- ἐν τριτάτῳ μάστευε πολύπλανον ὁλκάδα Κάδμου
Ἠλέκτρης τε μέλαθρα φιλοξενίην τε τραπέζης.
- ἰχνεύων δὲ τέταρτον ὑπὲρ πόντοιο νοήσεις
Ἁρμονίην πλώουσαν ὁμόστολον ἥλικι Κάδμῳ.
- πέμπτον ἔτι σκοπίαζε καὶ Ἀκταίωνα νοήσεις,
τὸν κεμὰς οὐκ ὤδινε, κυνοσπάδα νεβρὸν ἀλήτην.
- δίζεο θέσκελον ἕκτον, ὅπῃ Ζαγρῆα γεραίρων
γαίης ἕδρανα πάντα κατέκλυσεν ὑέτιος Ζεύς.
- ἕβδομον ἱκεσίην πολιὴν Αἰῶνος ἀείδει
καὶ Σεμέλην καὶ ἔρωτα Διὸς καὶ φώριον εὐνήν.
- ὄγδοον αἰολόμυθον ἔχει φθόνον ἄγριον Ἥρης
καὶ Σεμέλης πυρόεντα γάμον καὶ Ζῆνα φονῆα.
- εἰς ἔνατον σκοπίαζε καὶ ὄψεαι υἱέα Μαίης
θυγατέρας τε Λάμου καὶ Μύστιδα καὶ δρόμον Ἰνοῦς.
- καὶ δεκάτῳ μανίην Ἀθαμαντίδα καὶ δρόμον Ἰνοῦς,
πῶς φύγεν εἰς ἁλὸς οἶδμα σὺν ἀρτιτόκῳ Μελικέρτῃ.
- ἑνδέκατον δὲ δόκευε καὶ ἱμερόεντα νοήσεις
Ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ.
- δωδεκάτῳ φρένα τέρψον, ὅπῃ νέον ἄνθος Ἐρώτων
Ἄμπελος εἶδος ἀνῆκεν ἐς ἀμπελόεσσαν ὀπώρην.
- ἐν τρισκαιδεκάτῳ στρατιὴν νήριθμον ἐνίψω
καὶ προμάχους ἥρωας ἀγειρομένους Διονύσῳ.
- ἐς δέκατον δὲ τέταρτον ἔχε φρένα· κεῖθι κορύσσει
δαιμονίην στίχα πᾶσαν ἐς Ἰνδικὸν ἄρεα Ῥείη.
- πέμπτῳ καὶ δεκάτῳ βριαρὴν Νίκαιαν ἀείδω,
θηροφόνον ῥοδόπηχυν ἀπειλήτειραν Ἐρώτων.
- ἕκτῳ καὶ δεκάτῳ γαμίην Νίκαιαν ἀείδω,
εὐνέτιν ὑπνώουσαν ἀκοιμήτου Διονύσου.
- ἑβδομάτῳ δεκάτῳ πρωτάγριον ἄρεα μέλπω
καὶ ῥόον οἰνωθέντα μελισταγέος ποταμοῖο.
- ὀκτωκαιδεκάτῳ Στάφυλος καὶ Βότρυς ἱκάνει,
εἰς θαλίην καλέοντες ὀρίδρομον υἷα Θυώνης.
- ἐννεακαιδεκάτῳ Σταφύλου περὶ τύμβον ἐγείρει
Βάκχος ἐπὶ κρητῆρι θυώδεϊ τερπνὸν ἀγῶνα.
- εἰκοστὸν μεθέπει φονίου βουπλῆγα Λυκούργου,
εἰς βυθὸν ἰχθυόεντα διωκομένου Διονύσου.
- εἰκοστὸν πρώτιστον ἔχει χόλον Ἐννοσιγαίου
καὶ μόθον Ἀμβροσίης ῥηξήνορα καὶ λόχον Ἰνδῶν.
- δεύτερον εἰκοστὸν Βρομίου μόθον ἔργα τε μέλπει,
Αἰακὸς ὅσσα τέλεσσε καὶ ἐν πεδίῳ καὶ Ὑδάσπῃ.
- εἰκοστῷ τριτάτῳ πεπερημένον Ἰνδὸν Ὑδάσπην
καὶ κλόνον ὑδατόεντα καὶ αἰθαλόεντα λιγαίνω.
- εἰκοστὸν δὲ τέταρτον ἔχει γόον ἄσπετον Ἰνδῶν
κερκίδα θ' ἱστοπόνοιο καὶ ἠλακάτην Ἀφροδίτης.
- εἰκοστὸν κατὰ πέμπτον ἔχεις Περσῆος ἀγῶνα
καὶ κρίσιν Ἡρακλῆος ἐς ἠνορέην Διονύσου.
- εἰκοστὸν λάχεν ἕκτον ἐπίκλοπον εἶδος Ἀθήνης
καὶ πολὺν ἐγρεκύδοιμον ἀγειρομένων στόλον Ἰνδῶν.
- ἕβδομον εἰκοστὸν μεθέπει στίχας, ἧχι Κρονίων
εἰς μόθον ὁπλίζει Βρομίῳ ναετῆρας Ὀλύμπου.
- εἰκοστὸν σκοπίαζε καὶ ὄγδοον, ὁππόθι πολλὴν
Κυκλώπων πυρόεσσαν ἐσαθρήσειας ἐνυώ.
- εἰκοστῷ δ' ἐνάτῳ πολέμων ἀποχάζεται Ἄρης,
οἷά περ εἰς γάμον ἄλλον ἐπειγομένης Κυθερείης.
- ἐν δὲ τριηκοστῷ μετὰ νέρτερον οἶκον ἀνάγκης
Τέκταφον Εὐρυμέδων δεδαϊγμένον Ἄιδι πέμπει.
- ἐν δὲ τριηκοστῷ πρώτῳ μειλίσσεται Ἥρη
Ὕπνον ἐπὶ Κρονίδῃ καὶ Περσεφόνην ἐπὶ Βάκχῳ.
- ἐν δὲ τριηκοστῷ τῷ δευτέρῳ εἰσὶ κυδοιμοὶ
καὶ Διὸς ὑπναλέοιο λέχος καὶ λύσσα Λυαίου.
- ἐν δὲ τριηκοστῷ τριτάτῳ Μορρῆα δαμάζει
φλέξας θοῦρος Ἔρως ἐπὶ κάλλεϊ Χαλκομεδείης.
- κτεινομέναις ἑκάτερθε τριηκοστοῖο τετάρτου
Δηριάδης Βάκχῃσι κορύσσεται ἔνδοθι πύργων.
- Μορρέος ἐχθρὸν ἔρωτα τριηκοστῷ ἐνὶ πέμπτῳ
δίζεο Βασσαρίδων τε φόνον καὶ ἄρηα γυναικῶν.
- ἐν δὲ τριηκοστῷ ἕκτῳ μετὰ κύματα λύσσης
Βάκχος Δηριαδῆι κορύσσεται εἶδος ἀμείβων.
- ἧχι τριηκοστὸν πέλεν ἕβδομον, εἵνεκα νίκης
ἀνδράσιν ἀθλοφόροις ἐπιτύμβιοί εἰσιν ἀγῶνες.
- ἧχι τριηκοστὸν πέλεν ὄγδοον, αἴθοπι παλμῷ
δειλαίου Φαέθοντος ἔχεις μόρον ἡνιοχῆος.
- ἐν δὲ τριηκοστῷ ἐνάτῳ μετὰ κύματα λεύσσεις
Δηριάδην φεύγοντα πυριφλεγέων στόλον Ἰνδῶν.
- τεσσαρακοστὸν ἔχει δεδαϊγμένον ὄρχαμον Ἰνδῶν,
πῶς δὲ Τύρον Διόνυσος ἐδύσατο, πατρίδα Κάδμου.
- πρῶτον τεσσαρακοστὸν ἔχει, πόθεν υἱέι Μύρρης
ἄλλην Κύπριν ἔτικτεν Ἀμυμώνην Ἀφροδίτη.
- τεσσαρακοστὸν ὕφηνα τὸ δεύτερον, ἧχι λιγαίνω
Βάκχου τερπνὸν ἔρωτα καὶ ἵμερον Ἐννοσιγαίου.
- δίζεο τεσσαρακοστὸν ἔτι τρίτον, ὁππόθι μέλπω
ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν ἐνυώ.
- τεσσαρακοστὸν ὕφηνα τὸ τέτρατον, ἧχι γυναῖκας
δέρκεο μαινομένας καὶ Πενθέος ὄγκον ἀπειλῆς.
- πέμπτον τεσσαρακοστὸν ἐπόψεαι, ὁππόθι Πενθεὺς
ταῦρον ἐπισφίγγει κεραελκέος ἀντὶ Λυαίου.
- ἕκτον τεσσαρακοστὸν ἴδε πλέον, ἧχι νοήσεις
Πενθέος ἄκρα κάρηνα καὶ ὠλεσίτεκνον Ἀγαύην.
- ἔρχεο τεσσαρακοστὸν ἐς ἕβδομον, ὁππόθι Περσεὺς
καὶ μόρος Ἰκαρίοιο καὶ ἁβροχίτων Ἀριάδνη.
- δίζεο τεσσαρακοστὸν ἐς ὄγδοον αἷμα Γιγάντων,
Παλλήνην δὲ δόκευε καὶ ὑπναλέης τόκον Αὔρης.