585 39 0 3 0 0 478 a. C. ? Epinicio Pindarus VIII Isthmia Bowra, C. M., Oxford, 1946. 0 7 strofe

˘ˉˉ˘ˉ˘˘ˉ˘ˉˉ˘ˉˉ˘˘ˉ˘ˉ˘ˉ˘˘ˉ

ˉ˘ˉ˘ˉ˘˘ˉˉ˘˘˘˘ˉ

˘ˉ˘˘ˉ˘ˉ

ˉ˘ˉ˘˘ˉ˘ˉˉ˘ˉ˘ˉ˘˘ˉ

˘ˉˉ˘ˉ˘˘ˉˉ˘ˉ˘˘ˉˉ˘ˉ˘˘ˉ

ˉ˘ˉ˘˘ˉˉ˘ˉ˘˘ˉ

ˉˉ˘ˉ˘˘ˉ˘ˉˉ˘˘ˉ˘ˉˉ

ˉˉ˘ˉ˘˘ˉ˘ˉˉ˘˘ˉ

ˉ˘ˉ˘˘˘˘ˉ˘ˉ˘˘ˉ˘ˉˉ˘ˉ

˘˘˘ˉˉ˘˘˘ˉ˘˘˘ˉ

˘ˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘ˉ˘ˉ˘ˉ˘˘˘ˉˉ˘ˉ˘˘ˉ

PINDARUS - Isthmia VIII - ΚΛΕΑΝΔΡΩΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΙΔΙ ΠΑΓΚΡΑΤΙΩΙ

Α΄ *«¯2µ79º?ÀEÇÉMÏTÔZ]ÜΚλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον εὔδοξον, ὦ νέοι, καμάτων

©,¯2³79»¿DÄJLÌπατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον

(©,.±3µἰὼν ἀνεγειρέτω

©+¯34¶:½¿DÅIÌQSÒκῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ

   5(©¬/±57º½AÃIKËÐTÕZ]Üἀέθλων ὅτι κράτος ἐξεῦρε· τῶ καὶ ἐγώ, καίπερ ἀχνύμενος

©+°23¶º=½CEÆθυμόν, αἰτέομαι χρυσέαν καλέσαι

ª,°46¸=¿ÃIÉÌΜοῖσαν. ἐκ μεγάλων δὲ πενθέων λυθέντες

©-°35¶9»½DFÆμήτ' ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,

©+®0146¹:¿CEÆMÎÑW×μήτε κάδεα θεράπευε· παυσάμενοι δ' ἀπράκτων κακῶν

*,/²´68:¾CEHÈγλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·

(«­03µ9;½ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς

  10)«/²5¸=@CÄÇKÌQTÓλίθον γε Ταντάλου παρά τις ἔτρεψεν ἄμμι θεός,


Β΄ (ª­/²57º?ÁHÉÍQÒXÙ^aßἀτόλματον Ἑλλάδι μόχθον. ἀλλ' ἐμοὶ δεῖμα μὲν παροιχομένων

©,®1´69»¾EÆLOÏκαρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς

(«,/±5¸ἄρειον ἀεὶ βλέπειν

ª,¯46·;¿ÀEÇMÍSUÖχρῆμα πάν· δόλιος γὰρ αἰὼν ἐπ' ἀνδράσι κρέμαται,

  15(ª­1³68¼½AÄIMÎÒZÛacàἑλίσσων βίου πόρον· ἰατὰ δ' ἐστὶ βροτοῖς σύν γ' ἐλευθερίᾳ

ª-²79»¾CÅKNÏκαὶ τά. χρὴ δ' ἀγαθὰν ἐλπίδ' ἀνδρὶ μέλειν.

ª/²57º=¿ÂIÉÌχρὴ δ' ἐν ἑπταπύλοισι Θήβαις τραφέντα

©«­02´7¸ºACÄΑἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,

©,°2479¼AÁFIÉNÏÑUÕπατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων

(+-°´69;½CEGÆὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.

(«¯35¸;?¾ὃ τὰν μὲν παρὰ καλλιρόῳ

  20©¬/±4·:=?ÀÂGÈLNÎΔίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα·


Γ΄ )®²4¸:=½BÂÅÊÌPÒUÖ[_Þσὲ δ' ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν κοιμᾶτο, δῖον ἔνθα τέκες

©*¬0²57¹¼AÂGIÉΑἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον

(ª-/°4¸ἐπιχθονίων· ὃ καί

ª,®14¶9¼¿CÆKÌQSÓδαιμόνεσσι δίκας ἐπείραινε· τοῦ μὲν ἀντίθεοι

  25(ª®/³45¹»CÃFHÉÍQÒVX×ἀρίστευον υἱέες υἱέων τ' ἀρηΐφιλοι παῖδες ἀνορέᾳ

©,­24µº?ÀEGÇχάλκεον στονόεντ' ἀμφέπειν ὅμαδον,

©,®46¸;@BÃHÉËσώφρονές τ' ἐγένοντο πινυτοί τε θυμόν.

ª,°35·:¼¿FHÉταῦτα καὶ μακάρων ἐμέμναντ' ἀγοραί,

ª-±479:½BÁIKËQÒÔZÚΖεὺς ὅτ' ἀμφὶ Θέτιος ἀγλαός τ' ἔρισαν Ποσειδὰν γάμῳ,

(*,°²458º?ACÃἄλοχον εὐειδέα θέλων ἑκάτερος

(©¬/3µ9=¾ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.

  30¨®2µ9¼ACEÇÉOÎUW×ἀλλ' οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,


Δ΄ («®1³7:½AÄHÌÏSÔZÛadâἐπεὶ θεσφάτων ‹ἐπ›άκουσαν· εἶπε δ' εὔβουλος ἐν μέσοισι Θέμις,

©+­1´68»ÀEÅKMÍεἵνεκεν πεπρωμένον ἦν, φέρτερον πατέρος

(ª-0²6¹ἄνακτα γόνον τεκεῖν

©,­12¶:½ÀEÇLÍRUÕποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος

  35)ª­0²67¹¼DÅIKÌÐTÕZ]Üδιώξει χερὶ τριόδοντός τ' ἀμαιμακέτου, Ζηνὶ μισγομέναν

¨+¬04¶»?ÂGJËἢ Διὸς παρ' ἀδελφεοῖσιν. 'ἀλλὰ τὰ μέν

ª,®35¶:?AÀFÇÉπαύσατε· βροτέων δὲ λεχέων τυχοῖσα

©*®02´7¹¾DFÆυἱὸν εἰσιδέτω θανόντ' ἐν πολέμῳ,

ª,¯129;½BÁHJËOÒÕ[Ûχεῖρας Ἄρεΐ ‹τ'› ἐναλίγκιον στεροπαῖσί τ' ἀκμὰν ποδῶν.

),/±¶89=¾DEGÇτὸ μὲν ἐμόν, Πηλέϊ γέρας θεόμορον

(ª®14·8:¼ὀπάσσαι γάμου Αἰακίδᾳ,

  40¨¯1³6¸=@CÃÇMÎTVÕὅν τ' εὐσεβέστατον φάτις Ἰαολκοῦ τράφειν πεδίον·


Ε΄ (©¬2µ8:½CÅÇËÍQÓWÙ_bàἰόντων δ' ἐς ἄφθιτον ἄντρον εὐθὺς Χίρωνος αὐτίκ' ἀγγελίαι

©+®0±57¹¾BÁGIÉμηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα

)¬/0²4¶δὶς ἐγγυαλιζέτω

¨+¯35·9»¾DÄIÊOQÑἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατόν

  45)«®2´69½¿BÃHJÉÎTÔZ]Ýλύοι κεν χαλινὸν ὑφ' ἥρωϊ παρθενίας.' ὣς φάτο Κρονίδαις

¨+®03´¹@ÀFHÉἐννέποισα θεά· τοὶ δ' ἐπὶ γλεφάροις

ª,¯13¶8=@¿EÆÉνεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπός

©,®13·:½ÁGIÊοὐ κατέφθινε. φαντὶ γὰρ ξύν' ἀλέγειν

ª-¯3569»@ÃHIÉNÏÑW×καὶ γάμον Θέτιος ἄνακτα, καὶ νεαρὰν ἔδειξαν σοφῶν

*,0³¶8;?¿DFHÇστόματ' ἀπείροισιν ἀρετὰν Ἀχιλέος·

(¬¯12µ8:»ὃ καὶ Μύσιον ἀμπελόεν

  50©«-°2µ8:=ÀÂHÈMOÎαἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον


Ϝ΄ )«­/´78»?ÀEIKËSÓW×_aÞγεφύρωσέ τ' Ἀτρεΐδαισι νόστον, Ἑλέναν τ' ἐλύσατο, Τροΐας

¨*­0²68½ÀFÅJMÍἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε

)«.0²6¹μάχας ἐναριμβρότου

¨+®24µ8º½BÄIÉORÑἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν

  55(ª­/²57¼ÀHÈMNÑÕYÚacáὑπέρθυμον Ἕκτορά τ' ἄλλους τ' ἀριστέας· οἷς δῶμα Φερσεφόνας

©+¬/1´¹;¿BDÄμανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν,

©«­24¶:½¿FÇÉΑἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.

©-±36¸?¿ÂGJÊτὸν μὲν οὐδὲ θανόντ' ἀοιδαὶ τι λίπον,

¨+®1369»AÁIKËOÏÒWØἀλλά οἱ παρά τε πυρὰν τάφον θ' Ἑλικώνιαι παρθένοι

*.0´¶:?AÁEHJÉστάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.

(ª®04¶8:½ἔδοξ' ἦρα καὶ ἀθανάτοις,

  60¨«/²4¸=@BÃÇMÌRTÔἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.


Ζ΄ )­°4·:=ÀEÆKÎQÒWØ]aÞτὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε Μοισαῖον ἅρμα Νικοκλέος

ª,¯2µ8:¼¿EÆJLÍμνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν,

(«/0³7¹ὃς Ἴσθμιον ἂν νάπος

©+¬/1³7¹»AÂGÇLMÍΔωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίονας

  65(ª¬.±46º¾BÃILÌÏTÔZ]Ûἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτᾳ χερὶ κλονέων.

©-±46¸¼BÃHJÉτὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεά

©,®13¶8º¾CÄÇπατραδελφεοῦ· ἁλίκων τῶ τις ἁβρόν

¨+®24¶:»¿EGÇἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω

©,®357;¾CÄIKËRÒÖ]Üμυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τ' ἀγὼν σὺν τύχᾳ

(+-°²589»ACEÇἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·

)­°35·:=¿τὸν αἰνεῖν ἀγαθῷ παρέχει·

  70¨ª.²5¸:?AÃÄIÉOQÑἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.