- Ἀλλ' ὅτε δὴ μάλα πολλὰ κάμον περὶ τείχεα Τροίης
αἰχμηταὶ Δαναοί, πολέμου δ' οὐ γίνετο τέκμωρ,
δὴ τότ' ἀριστήων ἄγυριν ποιήσατο Κάλχας,
εὖ εἰδὼς ἀνὰ θυμὸν ὑπ' ἐννεσίῃς Ἑκάτοιο
πτήσιας οἰωνῶν ἠδ' ἀστέρας ἄλλά τε πάντα
σήμαθ' ὅσ' ἀνθρώποισι θεῶν ἰότητι πέλονται·
καί σφιν ἀγειρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε·
- "Μηκέτι πὰρ τείχεσσιν ἐφεζόμενοι πονέεσθε,
ἀλλ' ἄλλην τινὰ μῆτιν ἐνὶ φρεσὶ μητιάασθε
ἢ δόλον ὃς νήεσσι καὶ ἡμῖν ἔσσετ' ὄνειαρ.
Ἦ γὰρ ἔγωγε χθιζὸν ἐσέδρακον ἐνθάδε σῆμα.
Ἴρηξ σεῦε πέλειαν· ἐπειγομένη δ' ἄρα κείνη
χηραμὸν ἐς πέτρης κατεδύσετο· τῇ δὲ χολωθεὶς
ἀργαλέως μάλα πολλὸν ἐπὶ χρόνον ἀγχόθι μίμνε
χηραμοῦ· ἣ δ' ἀλέεινεν· ὃ δ' ἐνθέμενος δόλον αἰνὸν
θάμνῳ ὑπεκρύφθη· ἣ δ' ἔκθορεν ἀφραδίῃσιν
ἔμμεναι ἐλπομένη μιν ἀπόπροθεν· ὃς δ' ἐπα‹ε›ρθεὶς
δειλαίῃ τρήρωνι φόνον στονόεντ' ἐφέηκε.
Τῶ νῦν μή τι βίῃ πειρώμεθα Τρώιον ἄστυ
περσέμεν, ἀλλ' εἴ πού τι δόλος καὶ μῆτις ἀνύσσῃ."
- Ὣς ἄρ' ἔφη· τῶν δ' οὔ τις ἔχε‹ν› φρεσὶ τεκμήρασθαι
ἄλκαρ ὀιζυροῖο μόθου· δίζοντο δὲ μῆχος
εὑρέμεναι· μοῦνος δὲ σαοφροσύνῃσι νόησεν
υἱὸς Λαέρταο καὶ ἀντίον ἔκφατο μῦθον·
- "Ὦ φίλ', ἐπουρανίοισι τετιμένε πάγχυ θεοῖσιν,
εἰ ἐτεὸν πέπρωται ἐυπτολέμοισιν Ἀχαιοῖς
ἐκπέρσαι Πριάμοιο δολοφροσύνῃσι πόληα,
ἵππον τεκτήναντες ἀριστέες ἐς λόχον ἄνδρες
βησόμεθ' ἀσπασίως· λαοὶ δ' ἀπὸ νόσφι νέεσθαι
ἐς Τένεδον σὺν νηυσίν, ἐνιπρῆσαι δ' ἄρα πάντες
ἃς κλισίας, ἵνα Τρῶες ἀπ' ἄστεος ἀθρήσαντες
ἐς πεδίον προχέωνται ἀταρβέες. Ἀλλά τις ἀνὴρ
θαρσαλέος, τόν τ' οὔ τις ἐπίσταται ἐν Τρώεσσι,
μιμνέτω ἔκτοθ‹εν› ἵππου ἀρήιον ἐνθέμενος κῆρ,
ὅς τις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν
ῥέξαι ὑπὲρ νόστοιο λιλαιομένων ὑπαλύξαι,
ἵππῳ ὑποπτήξας εὐεργέι τόν ῥ' ἐκάμοντο
Παλλάδι χωομένῃ Τρώων ὑπὲρ αἰχμητάων·
καὶ τὰ μὲν ὣς ἐπὶ δηρὸν ἀνειρομένοισι πιφαύσκειν,
εἰς ὅ κέ οἱ πεπίθωνται ἀταρτηροί περ ἐόντες,
ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα,
ὄφρ' ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πένηται,
τοῖς μὲν ἄρ' αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας,
τοὺς δ' ἄρ' ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου,
ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν."
- Ὣς φάτο· τὸν δ' ἄρα πάντες ἐπῄνεον· ἔξοχα δ' ἄλλων
Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατ' Ἀχαιοῖς
μῆτιν καὶ δόλον ἐσθλὸν ὃς Ἀργείοισιν ἔμελλε
νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα·
τοὔνεκ' ἀριστήεσσιν ἐυπτολέμοισι μετηύδα·
- "Μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε,
ὦ φίλοι, ἀλλὰ πίθεσθε ἐυπτολέμῳ Ὀδυσῆι.
Οὐ γάρ οἱ ἔσσετ' ἄπρηκτον ἐυφρονέοντι νόημα·
ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ,
σήματα δ' οὐκ ἀτέλεστ' ἀναφαίνεται ἄλλοθεν ἄλλα·
Ζηνὸς μὲν γὰρ ὕπερ‹θε› μέγα κτυπέουσι δι' αἴθρης
βρονταὶ ὁμῶς στεροπῇσι, παραΐσσουσι δὲ λαοὺς
δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες.
Ἀλλ' ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα
μίμνωμεν· Τρωσὶν γὰρ ἐνέπνευσεν μέγ' ἀνάγκη
θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει·
κάρτιστοι δὲ τότ' ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν
παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου,
ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται
ἄστυ περὶ σφέτερον, μέγα δέ σφι‹σι› μαίνεται ἦτορ."
- Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
- "Ὦ Κάλχαν, δηίοισι καταντίον ἄλκιμοι ἄνδρες
μάρνανται· τοὶ δ' ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων
οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει.
Τῶ νῦν μήτε δόλον φραζώμεθα, μήτέ τι μῆχος
ἄλλο· πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας
καὶ δορί· θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες."
- Ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο·
- "Ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο,
ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ καὶ ἐσθλῇ,
θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς·
ἀλλ' οὔτ' ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
οὔθ' ἡμεῖς μάλα πολλὰ πονεύμενοι. Ἀλλ' ἄγε θᾶσσον
Κάλχαντος βουλῇσι θοὰς ἐπὶ νῆας ἰόντες
ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ
ὅς ῥά τε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται
εἵνεκα τεκτοσύνης, δέδαεν δέ μιν ἔργον Ἀθήνη."
- Ὣς φάτο· τῷ δ' ἄρα πάντες ἀριστῆες πεπίθοντο
νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὐδὲ μὲν ἐσθλὸν
πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος·
ὑσμίνης γὰρ ἔτ' ἔσκον ὀιζυρῆς ἀκόρητοι.
Ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον· ἀμφὶ δὲ λαοὺς
σφωϊτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχος
πάντα φέρειν ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει,
ἐλπόμενοι πτολίεθρον ἐύκτιτον ἐξαλαπάξαι·
ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο.
Καί νύ κεν αἶψ' ἐτέλεσσαν ὅσά σφισιν ἤθελε θυμός,
εἰ μὴ Ζεὺς νεμέσησεν ἀπ' αἰθέρος, ἀμφὶ δὲ γαῖαν
Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δ' ἐτίναξεν
ἠέρα πᾶσαν ὕπερθε, βάλεν δ' ἀκάμαντα κεραυνὸν
ἡρώων προπάροιθεν· ὑπεσμαράγησε δὲ πᾶσα
Δαρδανίη. Τῶν δ' αἶψα μετετράπετ' ἠὺ νόημα
ἐς φόβον, ἐκ δ' ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ·
καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο.
Ἐς δ' ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις
μάντιν ἀγασσάμενοι τὸν ἄρ' ἐκ Διὸς ἔμμεν ἔφαντο,
ἢ Διὸς ἢ Φοίβοιο· πίθοντο δέ οἱ μάλα πάντα.
- Ἦμος δ' αἰγλήεντα περιστέφει οὐρανὸν ἄστρα
πάντοθε μαρμαίροντα, πόνου δ' ἐπιλήθεται ἀνήρ,
δὴ τότ' Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα
ἤλυθε παρθενικῇ ἀταλάφρονι πάντ' εἰκυῖα
ἐς νῆας καὶ λαόν· ἀρηιφίλου δ' ἄρ' Ἐπειοῦ
ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείρα‹τ›ι καί μιν ἀνώγει
τεῦξαι δούριον ἵππον· ἔφη δέ οἱ ἐγκονέοντι
αὐτὴ συγκαμέειν, αὐτὴ δ' ἄφαρ ἔνδοθι βῆναι,
ἔργον ἐς ὀτρύνουσα. Θεῆς δ' ὅ γε μῦθον ἀκούσας
καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου·
ἔγνω δ' ἀθάνατον θεὸν ἄμβροτον· οὐδέ οἱ ἦτορ
ἄλλο παρ' ἐξ ὥρμαινε, νόον δ' ἔχεν αἰὲν ἐπ' ἔργῳ
θεσπεσίῳ· πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη.
- Ἠὼς δ' ὁππόθ' ἵκανεν ἀπωσαμένη κνέφας ἠὺ
εἰς Ἔρεβος, χαροπὴ δὲ δι' ἠέρος ἤιεν αἴγλη,
δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός,
ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν·
οἳ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο.
Καὶ τότ' ἄρ' Ἀτρέος υἷες ‹ἐς› ἄγκεα τηλεθάοντα
Ἴδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι
ἀνέρας. Οἳ δ' ἐλάτῃσιν ἐπιβρίσαντες ‹ἀν'› ὕλην
τάμνον δένδρεα μακρά· περικτυπέοντο δὲ βῆσσαι
θεινομένων· δολιχαὶ δὲ κατ' οὔρεα μακρὰ κολῶναι
δεύοντ' ἐκ ξυλόχοιο· νάπη δ' ἀνεφαίνετο πᾶσα
θήρεσιν οὐκέτι τόσσον ἐπήρατος ὡς τὸ πάροιθε·
πρέμνα δ' ἀπαυαίνοντο βίην ποθέοντ' ἀνέμοιο.
Καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ
ἐσσυμένως φορέεσκον ἐπ' ᾐόνας Ἑλλησπόντου
οὔρεος ἐκ λασίοιο· μόγησε ‹δὲ› θυμὸς ἐπ' ἔργῳ
αἰζηῶν τε καὶ ἡμιόνων. Πονέοντο δὲ λαοὶ
‹ˉ ˘ ˘› ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ·
οἳ μὲν γὰρ τέμνεσκον ὑπ' ὀκριόεντι σιδήρῳ
δούρατα καὶ σανίδας διεμέτρεον· οἳ δ' ἄρ' ἀπ' ὄζους
λείαινον πελέκεσσιν ἔτ' ἀπρίστων ἀπὸ φιτρῶν·
ἄλλος δ' ἄλλό τι ῥέζε πονεύμενος. Αὐτὰρ Ἐπειὸς
ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα
νηδύα, τῇ δ' ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν
ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην
αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ
κινυμένην, λάσιον δὲ κάρη καὶ ἐύτριχον οὐρήν,
οὔατα δ' ὀφθαλμούς τε διειδέας ἄλλά τε πάντα
οἷς ἐπικίνυται ἵππος. Ἀέξετο δ' ἱερὸν ἔργον
ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην
δῶκ' ἐρατήν. Τετέλεστο δ' ἐνὶ τρισὶν ἤμασι πάντα
Παλλάδος ἐννεσίῃσι· πολὺς δ' ἐπεγήθεε λαὸς
Ἀργείων, θαύμαζε δ' ὅπως ἐπὶ δούρατι θυμὸς
καὶ τάχος ἐκπεπότητο ποδῶν, χρεμέθοντι δ' ἐῴκει.
Καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου
εὔχετ' ἐπ' ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας·
- "Κλῦθι, θεὰ μεγάθυμε, σάου δ' ἐμὲ καὶ τεὸν ἵππον."
- Ὣς φάτο· τοῦ δ' ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,
καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν
πᾶσιν ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο.
- Ἀλλ' ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ
δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων
μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,
δὴ τότ' ἐπ' Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος
ἔμπεσεν ἀθανάτοισιν ἔρις· δίχα δέ σφισι θυμὸς
ἔπλετ' ὀρινομένων. Ἀνέμων δ' ἐπιβάντες ἀέλλαις
οὐρανόθεν φορέοντο ποτὶ χθόνα· τοῖσι δ' ὑπ' αἰθὴρ
ἔβραχεν. Οἳ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα
ἀλλήλων ἵσταντο καταντίον, οἳ μὲν Ἀχαιῶν,
οἳ δ' ἄρ' ὑπὲρ Τρώων· πολέμου δ' ἔρος ἔμπεσε θυμῷ.
Τοῖσι δ' ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον.
Καί ῥ' οἳ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον
ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἳ δ' ἐρατεινὴν
Ἴλιον· Αἶσα δ' ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν
τρέψε νόον μακάρεσσιν. Ἄρης δ' ἐξῆρχε μόθοιο,
ἆλτο δ' Ἀθηναίης κατεναντίον· ὣς δὲ καὶ ἄλλοι
σύμπεσον ἀλλήλοισι. Περὶ σφίσι δ' ἄμβροτα τεύχη
χρύσεα κινυμένοισι μέγ' ἴαχεν· ἀμφὶ δὲ πόντος
εὐρὺς ὑπεσμαράγησε· κελαινὴ δ' ἔτρεμε γαῖα
ἀθανάτων ὑπὸ ποσσί. Μακρὸν δ' ἅμα πάντες ἄυσαν·
σμερδαλέη δ' ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε,
μέχρις ἐπ' Ἀιδονῆος ὑπερθύμοιο βέρεθρον·
Τιτῆνες δ' ὑπένερθε μέγ' ἔτρεσαν. Ἀμφὶ δὲ μακρὴ
Ἴδη ὑπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα
ἀενάων ποταμῶν, δολιχαὶ δ' ἅμα τοῖσι χαράδραι
νῆές τ' Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ·
ἀλλ' οὐκ ἀνθρώποισι πέλεν δέος, οὐδ' ἐνόησαν
αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν. Οἳ δὲ κολώνας
χερσὶν ἀπορρήξαντες ἀπ' οὔρεος Ἰδαίοιο
βάλλον ἐπ' ἀλλήλους· αἳ δὲ ψαμάθοισιν ὁμοῖαι
ῥεῖα διεσκίδναντο θεῶν περὶ ἄσχετα γυῖα
ῥηγνύμενα‹ι› διὰ τυτθά. Διὸς δ' ἐπὶ πείρασι γαίης
οὐ λάθον ἠὺ νόημα· λιπὼν δ' ἄφαρ Ὠκεανοῖο
χεύματ' ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον
Εὖρος καὶ Βορέης, Ζέφυρος δ' ἐπὶ τοῖσι Νότος τε,
τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις
ἅρματος αἰὲν ἐόντος ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν
χερσὶν ὑπ' ἀκαμάτοισιν ἀτειρέος ἐξ ἀδάμαντος.
Ἵκετο δ' Οὐλύμποιο ῥίον μέγα· σὺν δ' ἐτίναξεν
ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δ' ἄλλαι
βρονταὶ ὁμῶς στεροπῇσι μέγ' ἔκτυπον· ἐκ δὲ κεραυνοὶ
ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δ' ἀὴρ
ἄσπετον. Ἀθανάτοισι δ' ὑπὸ φρένας ἔμπεσε δεῖμα·
πάντων δ' ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.
Τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα
ἆλτο διὰ νεφέων, τάχα δέ σφεας εἰσαφίκανεν·
οἴη γὰρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο·
τοῖον δ' ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι·
- "Ἴσχεσθ' ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε
Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκ' ἀνδρῶν
μάρνασθ' αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄιστοι
ἔσσεσθ'· ἦ γὰρ ὕπερθεν ἐφ' ὑμέας οὔρεα πάντα
εἰς ἓν ἀναρρήξας οὔθ' υἱῶν οὔτε θυγατρῶν
φείσεται, ἀλλ' ἄρα πάντας ὁμῶς ‹καθ›ύπερθε καλύψει
γαίῃ ἀπειρεσίῃ· οὐδ' ἔσσεται ὔμμιν ἄλυξις
ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει."
- Ὣς φάτο· τοὶ δ' ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν·
ὑσμίνης δ' ἔσχοντο, χόλον δ' ἀπὸ νόσφι βάλοντο
ἀργαλέον, φιλότητα δ' ὁμήθεα ποιήσαντο.
Καί ῥ' οἳ μὲν νίσοντο πρὸς οὐρανόν, οἳ δ' ἁλὸς εἴσω,
οἳ δ' ἀνὰ γαῖαν ἔμιμνον. Ἐυπτολέμοισι δ' Ἀχαιοῖς
υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον·
- "Ὦ νύ μοι Ἀργείων σημάντορες ὀβριμόθυμοι,
νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵ τινές ἐστε
ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες· ἦ γὰρ ἱκάνει
ἔργον ἀναγκαίης. Ἀλλὰ μνησώμεθ' Ἄρηος,
ἐς δ' ἵππον βαίνωμεν ἐύξοον, ὄφρά κε τέκμωρ
εὕρωμεν πολέμοιο δυσηχέος· ὣς γὰρ ἄμεινον
ἔσσεται, ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν
ἄστυ μέγ' ἐκπέρσωμεν οὗ εἵνεκα δεῦρο μολόντες
πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης.
Ἀλλ' ἄγε δὴ μένος ἠὺ καὶ ἄλκιμον ἐν φρεσὶ θέσθε·
καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπ' ἀνάγκῃ
θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα
χειρότερος γεγαώς· μάλα γὰρ μέγα θυμὸν ἀέξει
θάρσος, ὅ πέρ τε πέλει πολὺ λώιον ἀνθρώποισιν.
Ἀλλ' ἄγ' ἀριστῆες μὲν ἐὺν λόχον ἐντύνασθε·
οἱ δ' ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες
μίμνετε, εἰς ὅ κεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι
δήιοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι.
Αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι,
μιμνέτω ἄγχ' ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ·
καί οἱ πάντα μέλοιτο μάλ' ἔμπεδον ὁππόσ' ἔγωγε
πρόσθ' ἐφάμην· καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ,
ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται."
- Ὣς φάτο· τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ
ἄλλων δειδιότων· μάλα γὰρ μέγα ἔργον ἔμελλεν
ἐκτελέειν· τῶ καί μιν ἐυφρονέοντ' ἀνὰ θυμὸν
εὐρὺς ἀγάσσατο λαός· ὃ δ' ἐν μέσσοισιν ἔειπεν·
- "Ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες,
ἔργον μὲν τόδ' ἔγωγε λιλαιομένοισι τελέσσω,
εἴ τέ μ' ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται
βάλλειν ζωὸν ἐόντα· τὸ γάρ νύ μοι εὔαδε θυμῷ,
ἢ θανέειν δηίοισιν ὑπ' ἀνδράσιν ἢ ὑπαλύξαι
Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα."
- Ὣς φάτο θαρσαλέως· μέγα δ' Ἀργεῖοι κεχάροντο,
καί τις ἔφη· "Ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε
σήμερον· οὐ γὰρ πρόσθεν ἔην θρασύς· ἀλλά ἑ δαίμων
ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι
ἢ νῶιν· νῦν γὰρ ‹καὶ› ὀίομαι ἐσσυμένως περ
ἀργαλέου πολέμοιο τέκμωρ εὔδηλον ἔσεσθαι."
- Ὣς ἄρ' ἔφη κατὰ λαὸν ἀρηιφίλων τις Ἀχαιῶν.
Νέστωρ δ' αὖθ' ἑτέρωθεν ἐποτρύνων μετέειπε·
- "Νῦν χρειώ, φίλα τέκνα, βίης καὶ θάρσεος ἐσθλοῦ·
νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην
ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν.
Ἀλλ' ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου
βαίνετ', ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάζει.
Ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο,
οἷον ὅτ' Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο
Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότ' ἔγωγε
πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,
εἰ μὴ ἄρ' ἀντίθεος Πελίης ἀέκοντά μ' ἔρυκε.
Νῦν δέ με γῆρας ἔπεισι πολύστονον· ἀλλ' ἄρα καὶ ὧς,
ὡς νέον ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου
θαρσαλέως· κάρτος δὲ θεὸς καὶ κῦδος ὀπάσσει."
- Ὣς φάμενον προσέειπε πάις ξανθοῦ Ἀχιλῆος·
- "Ὦ Νέστορ, σὺ μέν ἐσσι νόῳ προφερέστατος ἀνδρῶν
πάντων· ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρφεν
οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο.
Τῶ σε χρὴ Τενέδοιο πρὸς ᾐόνας ἀπονέεσθαι·
ἐς δὲ λόχον νέοι ἄνδρες ἔθ' ὑσμίνης ἀκόρητοι
βησόμεθ', ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις."
- Ὣς φάτο· τῷ δ' ἄγχιστα κιὼν Νηλήιος υἱὸς
ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τ' ἐφύπερθεν,
οὕνεχ' ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον
αὐτός, ὃ δ' αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν
ἄλλοις σὺν Δαναοῖσιν· ἐέλδετο γὰρ πονέεσθαι.
Καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
- "Ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ ἐύφρονι μύθῳ
ἀντιθέου Ἀχιλῆος· ἔολπα δὲ σῇσι χέρεσσιν
Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ.
Ὀψὲ δ' ἄρ' ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν
πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά.
Ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν,
ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δ' ἐς μέσσον ἔλασσαν·
τοὔνεκα ῥηιδίη μὲν ἐς ἀργαλέην κακότητα
αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δ' ἐπὶ κῦδος,
μέσφ' ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ."
- Ὣς φάτο· τὸν δ' Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός·
- "Ὦ γέρον, ὡς σύ γ' ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο
ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτω‹ς›.
Εἰ δ' ἑτέρως ἐθέλουσι θεοί, καὶ τοῦτο τετύχθω·
βουλοίμην δ' ὑπ' Ἄρηι ἐυκλειῶς ἀπολέσθαι
ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι."
- Ὣς εἰπὼν ὤμοισι κατ' ἄμβροτα θήκατο τεύχη
πατρὸς ἑοῦ· τοὶ δ' αἶψα καὶ αὐτοὶ θωρήχθησαν
ἡρώων οἱ ἄριστοι ὅσοις θρασὺς ἔπλετο θυμός.
- Τούς μοι νῦν καθ' ἕκαστον ἀνειρομένῳ σάφα, Μοῦσαι,
ἔσπεθ' ὅσοι κατέβησαν ἔσω πολυχανδέος ἵππου·
ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατ' ἀοιδήν,
πρίν μοι ‹ἔτ'› ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,
Σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι
τρὶς τόσον Ἕρμου ἄπωθεν ὅσον βοόωντος ἀκοῦσαι,
Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ,
οὔρεϊ οὔτε λίην χθαμαλῷ οὔθ' ὑψόθι πολλῷ.
- Πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα
υἱὸς Ἀχιλλῆος, σὺν δ' ὁ κρατερὸς Μενέλαος
ἠδ' Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης·
βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς,
σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης,
Αἴας τ' Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης,
Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω·
σὺν δ' ἄρ' ἐυμμελίης Ποδαλείριος Εὐρύμαχός τε
Τεῦκρός τ' ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
Θάλπιος Ἀμφίμαχός τε μενεπτόλεμός τε Λεοντεύς·
σὺν δ' Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
Δημοφόων τε καὶ Ἀμφίλοχος κρατερός τ' Ἀγαπήνωρ,
σὺν δ' Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός·
ἄλλοι δ' αὖ κατέβαινον ὅσοι ἔσαν ἔξοχ' ἄριστοι,
ὅσσους χάνδανεν ἵππος ἐύξοος ἐντὸς ἐέργειν.
Ἐν δέ σφιν πύματος κατεβήσετο δῖος Ἐπειὸς
ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δ' ᾧ ἐνὶ θυμῷ
ἠμὲν ἀνωΐξαι κείνου πτύχας ἠδ' ἐπερεῖσαι·
τοὔνεκα δὴ πάντων βῆ δεύτατος. Εἴρυσε δ' εἴσω
κλίμακας ᾗς ἀνέβησαν· ὃ δ' αὖ μάλα πάντ' ἐπερείσας
αὐτοῦ πὰρ κληῗδι καθέζετο· τοὶ δὲ σιωπῇ
πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.
- Οἳ δ' ἄλλοι νήεσσιν ἐπέπλεον εὐρέα πόντον
ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.
Τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε
σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·
τοὺς δὲ καὶ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου
Ἀργεῖοι κατέρυξαν, ἵν' ἐν νήεσσι μένοντες
ἄλλοις σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες
ἔργῳ ἐποίχονται, ὁπότ' εἰσορόωσιν ἄνακτες·
τοὔνεκ' ἄρ' ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.
Οἳ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο·
εὐνὰς δ' ἔνθ' ἔβαλον κατὰ βένθεος· ἐκ δ' ἔβαν αὐτοὶ
νηῶν ἐσσυμένως· ἀπὸ δ' ἔκτοθι πείσματ' ἔδησαν
ἠιόνων· αὐτοὶ δὲ παρ' αὐτόθι μίμνον ἕκηλοι
δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.
Οἳ δ' ἄρ' ἐν ἵππῳ ἔσαν δηίων σχεδόν, ἄλλοτε μέν που
φθεῖσθαι ὀιόμενοι, ὁτὲ δ' ἱερὸν ἄστυ δαΐξαι·
καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια.
- Τρῶες δ' εἰσενόησαν ἐπ' ᾐόσιν Ἑλλησπόντου
καπνὸν ἔτ' ἀίσσοντα δι' ἠέρος· οὐδ' ἄρα νῆας
δέρκονθ' αἵ σφιν ἔνεικαν ἀφ' Ἑλλάδος αἰνὸν ὄλεθρον.
Γηθόσυνοι δ' ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι
τεύχε' ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμπεχε θυμόν.
Ἵππον δ' εἰσενόησαν ἐύξοον, ἀμφὶ δ' ἄρ' αὐτῷ
θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτύχθη.
Ἀγχόθι δ' αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν,
καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος
μέσσον ἐκυκλώσαντο περισταδόν· ἀμφὶ δὲ μύθοις
μειλιχίοις εἴροντο πάρος, μετέπειτα δ' ὁμοκλῇ
σμερδαλέῃ, καὶ πολλὰ δολόφρονα φῶτα δάιζον
πολλὸν ἐπὶ χρόνον αἰέν. Ὃ δ' ἔμπεδον ἠύτε πέτρη
μίμνεν ἀτειρέα γυῖ' ἐπιειμένος. Ὀψὲ δ' ἄρ' αὐτοῦ
οὔαθ' ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο
πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ,
ὅππῃ ἔβαν Δαναοί, σὺν νήεσιν ἠὲ καὶ ἵππος
ἔνδον ἐρητύεσκεν. Ὃ δ' ἐνθέμενος φρεσὶ κάρτος
λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλ' ἐνὶ θυμῷ
ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ
ἀργαλέως· Ἥρη γὰρ ἐνέπνευσε‹ν› μέγα κάρτος.
Τοῖα δ' ἄρ' ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν·
- "Ἀργεῖοι μὲν νηυσὶν ὑπὲρ πόντοιο φέβονται
μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ.
Κάλχαντος δ' ἰότητι δαΐφρονι Τριτογενείῃ
ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρ' ἀλέωνται
πάγχυ κοτεσσαμένης Τρώων ὕπερ. Ἀμφὶ δὲ νόστου
ἐννεσίῃ‹ς› Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον,
ὄφρά με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης
δαίμοσιν εἰναλίοις. Ἐμὲ δ' οὐ λάθον, ἀλλ' ἀλεγεινὰς
σπονδάς τ' οὐλοχύτας τε μάλ' ἐσσυμένως ὑπαλύξας
ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου·
οἳ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ μ' ἐλίποντο,
ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην."
- Ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν·
ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην.
Τῷ δ' οἳ μὲν πεπίθοντο κατὰ στρατόν, οἳ δ' ἄρ' ἔφαντο
ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ
ἥνδανε Λαοκόωντος· ὃ γὰρ πεπνυμένα βάζων
φῆ δόλον ἔμμεναι αἰνὸν ὑπ' ἐννεσίῃσιν Ἀχαιῶν,
πάντας δ' ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον,
ἵππον δουράτεον καὶ γνώ‹με›ναι εἴ τι κέκευθε.
- Καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον,
εἰ μὴ Τριτογένεια κοτεσσαμένη περὶ θυμῷ
αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ γαῖαν ἔνερθε
θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος.
Τῷ δ' ἄφαρ ἔμπεσε δεῖμα, τρόμος δ' ἀμφέκλασε γυῖα
ἀνδρὸς ὑπερθύμοιο· μέλαινα δέ οἱ περὶ κρατὶ
νὺξ ἐχύθη· στυγερὸν δὲ κατὰ βλεφάρων πέσεν ἄλγος,
σὺν δ' ἔχεεν λασίῃσιν ὑπ' ὀφρύσιν ὄμματα φωτός·
γλῆναι δ' ἀργαλέῃσι πεπαρμέναι ἀμφ' ὀδύνῃσι
ῥιζόθεν ἐκλονέοντο· περιστρωφῶντο δ' ὀπωπαὶ
τειρόμεναι ὑπένερθεν· ἄχος δ' ἀλεγεινὸν ἵκανεν
ἄχρι καὶ ἐς μήνιγγας ἰδ' ἐγκεφάλοιο θέμεθλα.
Τοῦ δ' ὁτὲ μὲν φαίνοντο μεμιγμένοι αἵματι πολλῷ
ὀφθαλμοί, ὁτὲ δ' αὖτε δυσαλθέα γλαυκιόωντες·
πολλάκι δ' ἔρρεον, οἷον ὅτε στυφελῆς ἀπὸ πέτρης
εἴβεται ἐξ ὀρέων νιφετῷ πεπαλαγμένον ὕδωρ.
Μαινομένῳ δ' ἤικτο καὶ ἔδρακε διπλόα πάντα
αἰνὰ μάλα στενάχων. Καὶ ἔτι Τρώεσσι κέλευεν
οὐδ' ἀλέγιζε μόγοιο· φάος δέ οἱ ἐσθλὸν ἄμερσε
δῖα θεή· λευκαὶ δ' ‹ἄρ'› ὑπὸ βλέφαρ' ἔσταν ὀπωπαὶ
αἵματος ἐξ ὀλοοῖο. Περιστενάχιζε δὲ λαὸς
οἰκτείρων φίλον ἄνδρα καὶ ἀθανάτην Ἀγελείην
ἐρριγὼς μὴ δή τι παρήλιτον ἀφραδίῃσι.
Καί σφιν ἐς αἰνὸν ὄλεθρον ἀνεγνάμφθη νόος ἔνδον,
οὕνεκα λωβήσαντο δέμας μογεροῖο Σίνωνος,
ἐλπόμενοι κατὰ θυμὸν ἐτήτυμα πάντ' ἀγορεύ‹ς›ειν·
τοὔνεκα προφρονέως μιν ἄγον ποτὶ Τρώιον ἄστυ
ὀψέ περ οἰκτείραντες. Ἀγειρόμενοι δ' ἄρα πάντες
σειρὴν ἀμφεβάλοντο θοῶς περιμήκεϊ ἵππῳ
δησάμενοι καθύπερθεν, ἐπεί ῥά οἱ ἐσθλὸς Ἐπειὸς
ποσσὶν ὑπὸ βριαροῖσιν ἐύτροχα δούρατ' ἔθηκεν,
ὄφρά κεν αἰζηοῖσιν ἐπὶ πτολίεθρον ἕπηται
ἑλκόμενος Τρώων ὑπὸ χείρεσιν. Οἳ δ' ἅμα πάντες
εἷλκον ἐπιβρίσαντες ἀολλέες, ἠύτε νῆα
ἕλκωσι‹ν› μογέοντες ἔσω ἁλὸς ἠχηέσσης
αἰζηοί, στιβαραὶ δὲ περιστενάχουσι φάλαγγες
τριβόμεναι, δεινὸν δὲ τρόπις περιτετριγυῖα
ἀμφὶς ὀλισθαίνουσα κατέρχεται εἰς ἁλὸς οἶδμα·
ὣς οἵ γε σφίσι πῆμα ποτὶ πτόλιν ἔργον Ἐπειοῦ
πνασυδίῃ μογέοντες ἀνείρυον. Ἀμφὶ δ' ἄρ' αὐτῷ
πολλὸν ἄδην στεφέων ἐριθηλέα κόσμον ἔθεντο·
αὐτοὶ δ' ἐστέψαντο κάρη· μέγα δ' ἤπυε λαὸς
ἀλλήλοις ἐπικεκλομένων. Ἐγέλασσε δ' Ἐνυὼ
δερκομένη πολέμοιο κακὸν τέλος· ὑψόθι δ' Ἥρη
τέρπετ', Ἀθηναίη δ' ἐπεγήθεεν. Οἳ δὲ μολόντες
ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος
λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον· αἳ δ' ὀλόλυξαν
Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι
θάμβεον ὄβριμον ἔργον ὃ δή σφισιν ἔκρυφε πῆμα.
- Λαοκόων δ' ἔτ' ἔμιμνεν ἐποτρύνων ἑτάροισιν
ἵππον ἀμαλδῦναι μαλερῷ πυρί· τοὶ δέ οἱ οὔ τι
πείθοντ', ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.
Τῷ δ' ἐπὶ κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθήνη
δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.
Δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ
ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες
σμερδαλέοι ναίεσκον ἔτ' οὐλομένοιο γενέθλης
Τυφῶνος, νήσοιο κατὰ πτύχας ἥν τε Καλύδνην
λαοὶ ἐπικλείουσιν, ἔσω ἁλὸς ἀντία Τροίης.
Ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων
ἐς Τροίην· οἳ δ' αἶψα θεῆς ὕπο κινηθέντες
νῆσον ὅλην ἐτίναξαν· ἐπεσμαράγησε δὲ πόντος
νισομένων καὶ κῦμα διίστατο· τοὶ δ' ἐφέροντο
αἰνὸν λιχμώωντες· ἔφριξε δὲ κήτεα πόντου.
Ἀμφὶ δ' ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες
Νύμφαι καὶ Σιμόεντος, ἀπ' Οὐλύμποιο δὲ Κύπρις
ἄχνυτο. Τοὶ δ' ἄφαρ ἷξαν ὅπῃ θεὸς ὀτρύνεσκε,
θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων
δυστήνοις ἐπὶ παισί. Κακὴ δ' ἐπενίσετο φύζα
Τρῶας, ὅτ' εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα·
οὐδέ τις αἰζηῶν, οὐδ' εἰ μένος ἄτρομος ἦεν,
μεῖναι ἔτλη· πάντας γὰρ ἀμείλιχον ἄμπεχε δεῖμα
θῆρας ἀλευομένους, ὀδύνη δ' ἔχεν. Ἔνθα γυναῖκες
οἴμωζον καί πού τις ἑῶν ἐπελήσατο τέκνων
αὐτὴ ἀλευομένη στυγερὸν μόρον. Ἀμφὶ δὲ Τροίη
ἔστεν' ἐπεσσυμένων. Πολλοὶ δ' ἄφαρ εἰς ἓν ἰόντες
γυῖα περιδρύφθησαν· ἐνεστείνοντο δ' ἀγυιαῖς
ἀμφιπεριπτώσσοντες. Ἔλειπτο δὲ μοῦνος ἄπωθε
Λαοκόων ἅμα παισί· πέδησε γὰρ οὐλομένη Κὴρ
καὶ θεός. Οἳ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον
ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι
πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας· οὐδ' ὅ γ' ἀμύνειν
ἔσθενεν· ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες
κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. Οἳ δ' ἄρ' Ἀθήνης
προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν
ἄμφω ἀιστώθησαν ὑπὸ χθόνα· τῶν δ' ἔτι σῆμα
φαίνεθ', ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος
Περγάμῳ ἐν ζαθέῃ. Προπάροιθε δὲ Τρώιοι υἷες
παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων
τεῦξαν ἅμ' ἀγρόμενοι κενεὸν τάφον ᾧ ἔπι δάκρυ
χεῦε πατὴρ ἀλαοῖσιν ὑπ' ὄμμασιν· ἀμφὶ δὲ μήτηρ
πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ
ἐλπομένη τι καὶ ἄλλο κακώτερον· ἔστενε δ' ἄτην
ἀνέρος ἀφραδίῃ, μακάρων δ' ὑπεδείδιε μῆνιν.
Ὡς δ' ὅτ' ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν
πολλὰ μάλ' ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών,
ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,
δάμναθ' ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,
μητέρι δ' ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα
μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα·
ὣς ἥ γε στενάχιζε λυγρὸν τεκέων ἐπ' ὀλέθρῳ
μυρομένη κενεῷ περὶ σήματι· σὺν δέ οἱ ἄλλο
πῆμα μάλ' ἀργαλέον πόσιος πέλεν ἀμφ' ἀλαοῖο.
- Καί ῥ' ἣ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε,
τοὺς μὲν ἀποφθιμένους, τὸν δ' ἄμμορον ἠελίοιο·
Τρῶες δ' ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς
λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει
λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν.
Ἱερὰ δ' οὐ καίοντο, πυρὸς δ' ἐσβέννυτ' ἀυτμή,
ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο·
καπνὸς δ' αἱματόεις ἀνεκήκιε· μῆρα δὲ πάντα
πῖπτε χαμαὶ τρομέοντα· κατηρείποντο δὲ βωμοί·
σπονδαὶ δ' αἷμα γένοντο· θεῶν δ' ἐξέρρεε δάκρυ,
καὶ νηοὶ δεύοντο λύθρῳ· στοναχαὶ δ' ἐφέροντο
ἔκποθεν ἀπροφάτοιο· περισσείοντο δὲ μακρὰ
τείχεα καὶ πύργοι μεγάλ' ἔκτυπον, †ὡς ἐτεόν περ ·
αὐτόματοι δ' ἄρ' ὀχῆες ἀνωΐγνυντο πυλάων
αἰνὸν κεκλήγοντες, ἐπεστενάχοντο δὲ λυγρὸν
ἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες·
ἄστρα δὲ πάντ' ἐφύπερθε θεοδμήτοιο πόληος
ἀχλὺς ἀμφεκάλυψε καὶ ἀννεφέλου περ ἐόντος
οὐρανοῦ αἰγλήεντος· ἀπαυαίνοντο δὲ δάφναι
πὰρ νηῷ Φοίβοιο πάρος θαλεραί περ ἐοῦσαι·
ἐν δὲ λύκοι καὶ θῶες ἀναιδέες ὠρύσαντο
ἔντοσθεν πυλέων. Μάλα μυρία δ' ἄλλ' ἐφαάνθη
σήματα Δαρδανίδῃσι καὶ ἄστεϊ πῆμα φέροντα·
ἀλλ' οὐ δεῖμ' ἀλεγεινὸν ἐπὶ Τρώων φρένας ἷξε
δερκομένων ἀλεγεινὰ τεράατα πάντα κατ' ἄστυ·
Κῆρες γὰρ πάντων νόον ἔκβαλον, ὄφρ' ἐπὶ δαιτὶ
πότμον ἀναπλήσωσιν ὑπ' Ἀργείοισι δαμέντες.
- Οἴη δ' ἔμπεδον ἦτορ ἔχεν πινυτόν τε νόημα
Κασσάνδρη, τῆς οὔ ποτ' ἔπος γένετ' ἀκράαντον,
ἀλλ' ἄρ' ἐτήτυμον ἔσκεν, ἀκούετο δ' ἔκ τινος αἴσης
ὡς ἀνεμώλιον αἰέν, ἵν' ἄλγεα Τρωσὶ γένηται·
ἥ ῥ' ὅτε σήματα λυγρὰ κατὰ πτόλιν εἰσενόησεν
εἰς ἓν ἅμ' ἀίσσοντα, μέγ' ἴαχεν, εὖτε λέαινα
ἥν ῥά τ' ἐνὶ ξυλόχοισιν ἀνὴρ λελιημένος ἄγρης
οὐτάσῃ ἠὲ βάλῃ, τῆς δ' ἐν φρεσὶ μαίνεται ἦτορ
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
πάντῃ ἀν' οὔρεα μακρά, πέλει δέ οἱ ἄσχετος ἀλκή·
ὣς ἄρα μαιμώωσα θεοπρόπον ἔνδοθεν ἦτορ
ἤλυθεν ἐκ μεγάροιο· κόμαι δέ οἱ ἀμφεκέχυντο
ὤμοις ἀργυφέοισι μετάφρενον ἄχρις ἰοῦσαι·
ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέα· τῆς δ' ὑπὸ δειρή,
ἐξ ἀνέμων ἅτε πρέμνον, ἄδην ἐλελίζετο πάντῃ.
Καί ῥα μέγα στονάχησε καὶ ἴαχε παρθένος ἐσθλή·
- "Ἆ δειλοί, νῦν βῆμεν ὑπὸ ζόφον· ἀμφὶ γὰρ ἡμῖν
ἔμπλειον πυρὸς ἄστυ καὶ αἵματος ἠδὲ καὶ οἴτου
λευγαλέου· πάντῃ δὲ τεράατα δακρυόεντα
ἀθάνατοι φαίνουσι, καὶ ἐν ποσὶ κείμεθ' Ὀλέθρου.
Σχέτλιοι, οὐδέ τι ἴστε κακὸν μόρον, ἀλλ' ἄρα πάντες
χαίρετε ἀφραδέοντες. Ὃ γὰρ μέγα πῆμα κέκευθεν·
ἀλλά μοι οὐ πείσεσθ', οὐδ' εἰ μάλα πόλλ' ἀγορεύσω,
οὕνεκ' Ἐριννύες ἄμμι γάμου κεχολωμέναι αἰνοῦ
ἀμφ' Ἑλένης καὶ Κῆρες ἀμείλιχοι ἀίσσουσι
πάντῃ ἀνὰ πτολίεθρον· ἐπ' εἰλαπίνῃ δ' ἀλεγεινῇ
δαίνυσθ' ὕστατα δόρπα κακῷ πεφορυγμένα λύθρῳ
ἤδη ἐπιψαύοντες ὁμὴν ὁδὸν εἰδώλοισι."
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
Καί τις κερτομέων ὀλοφώιον ἔκφατο μῦθον·
- "Ὦ κούρη Πριάμοιο, τί ἤ νύ σε μάργος ἀνώγει
γλῶσσα κακοφραδίη τ' ἀνεμώλια πάντ' ἀγορεύειν;
Οὐδέ σε παρθενικὴ καὶ ἀκήρατος ἀμπέχει αἰδώς,
ἀλλά σε λύσσ' ὀλοὴ περιδέδρομε· τῶ νύ σε πάντες
αἰὲν ἀτιμάζουσι βροτοὶ πολύμυθον ἐοῦσαν.
Ἔρρε καὶ Ἀργείοισι κακὴν προτιόσσεο φήμην
ἠδ' αὐτῇ· τάχα γάρ σε καὶ ἀργαλεώτερον ἄλγος
μίμνει Λαοκόωντος ἀναιδέος· οὐ γὰρ ἔοικεν
ἀθανάτων φίλα δῶρα δαϊζέμεν ἀφραδέοντα."
- Ὣς ἄρ' ἔφη Τρώων τις ἀνὰ πτόλιν· ὣς δὲ καὶ ἄλλοι
κούρην μωμήσαντο καὶ οὐ φάσαν ἄρτια βάζειν,
οὕνεκ' ἄ‹ρά› σφι‹σι› πῆμα καὶ ἀργαλέον μένος Αἴσης
ἄγχι παρειστήκει. Τοὶ δ' οὐ νοέοντες ὄλεθρον
κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου.
Ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι
ἠὲ καταπρῆσαι μαλερῷ πυρί· τοὔνεκα πεύκης
αἰθομένης ἔτι δαλὸν ἀπ' ἐσχαρεῶνος ἑλοῦσα
ἔσσυτο μαιμώωσ', ἑτέρῃ δ' ἐνὶ χειρὶ φέρεσκεν
ἀμφίτυπον βουπλῆγα. Λυγροῦ δ' ἐπεμαίετο ἵππου,
ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι
Τρῶες· τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες
πῦρ ὀλοόν τε σίδηρον ἀκηδέες ἐντύνοντο
δαῖτα λυγρήν· μάλα γὰρ τάχ' ἐπήιεν ὑστατίη νύξ.
- Ἀργεῖοι δ' ἔντοσθεν ἐγήθεον εἰσαΐοντες
δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐδ' ἀλεγόντων
Κασσάνδρης, τήν ῥ' αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο
ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.
- Ἣ δ', ἅτε πόρδαλις ἔσσυτ' ἐν οὔρεσιν ἀσχαλόωσα
ἥν τ' ἀπὸ μεσσαύλοιο κύνες μογεροί τε νομῆες
σεύοντ' ἐσσυμένως, ἣ δ' ἄγριον ἦτορ ἔχουσα
ἐντροπαλιζομένη ἀναχάζεται ἀχνυμένη κῆρ·
ὣς ἥ γ' εὐρέος ἵππου ἀπέσσυτο τειρομένη περ
Τρώων ἀμφὶ φόνῳ· μάλα γὰρ μέγα δέχνυτο πῆμα.