4000 251 3 28 773 0 V a. C. Epinicio Bacchylides Epinicia Irigoin, J., Paris, Les Belles Lettres, 1993. 7

BACCHYLIDES - Epinicia - ΒΑΚΧΥΛΙΔΟΥ ΕΠΙΝΙΚΟΙ

Α

‹ΑΡΓΕΙΩΙ ΚΕΙΩΙ

ΠΑΙΔΙ ΠΥΚΤΗΙ ΙΣΘΜΙΑ›

Κλυτοφόρμιγγες Δ[ιὸς ὑ-]

   ψιμέδοντος πα[ρθέ]νοι,

[ˉ ˘ ˘ Πι]ερίδες [ˉ]

   [ˉ]ενυφαι[ ˘ ˘ ˉ ˉ]

   5[ˉ ˘ ˘]ο̣υς, ἵνα κ[ ˉ ˉ]

   [ˉ ˘]γαίας Ἰσθμί[ας]

[ˉ ˉ ˘]ν, εὐβούλου ν̣[˘ ˉ]

   [ˉ ˘ γαμ]βρὸν Νηρέ[ος]

[˘ ˘ ˉ] νάσοιό τ' ἐϋ-

  10   [˘ ˘ ]αν, ἔνθ̣[ ˉ ˘ ˉ]

ˉ ˘ ˘ ˉ ˘ ˘ ˉ ˉ

   ˉ ˘ ˘ ˉ ˘ ˘ ˉ ˉ

ὦ Πέλοπος λιπαρᾶς

   νάσου θεόδματοι πύλαι

(desunt cola duo antistrophae)

(desunt cola duo epodi)

[ˉ ˘ ˉ ˉ ˉ ˘ ὑφ' ἅρ]μασιν ἵππους·

   [οἱ δὲ π]έτοντο.[˘ ˉ ˉ]

   [ˉ ˘ ˉ ˉ]εσσιν ἀν[ˉ]

[ˉ ˘ ˘ ˉ ˘]τον αὐτ[ˉ]

   [ˉ ˘ ˉ]ἄλλαισιν [ˉ ˉ ˉ ˘ ˉ ˉ]

[˘ ˘ ˉ ˉ ˉ]ν̣ δ' ετε[ˉ]

  25   [˘ ˘ ˉ]γ̣ονώτ[˘ ˉ]

[             ]πλ[ ]

(desunt cola quinque strophae)

(desunt cola tria antistrophae)

  35   [ˉ ˘ ˘ ˉ ˘ ˘ ˉ]τᾳ

ˉ ˘ ˘ ˉ ˘ ˘ ˉ ˉ

   [ˉ ˘ ˉ ˉ]εμεν, ὅταν

[ˉ ˉ ˘ ˉ ˉ]τει συνευ-

   [ˉ ˘ ˉ ˉ ˉ ˘]ας

(desunt cola sex epodi)

   [ˉ ˘ ˉ ˉ ˉ]εοσ[ˉ ˉ ˘ ˉ ˉ]

[˘ ˘ ˉ ˉ ˉ]ν πυκ[ιν-]

   [˘ ˘ ˉ ˉ]γοὶ κόρ[αι]

[ˉ ˘ ˘ ˉ]αγορα [ˉ]

  50   [ˉ]ο μελίφρονος ὕπ[νου]

[ˉ ˘ ˘ ἁμετ]έραν [ˉ]

   [ˉ ˘ ἀρ]χαίαν πόλιν

[ˉ ˉ ˘ ˉ ˉ]γοιμεν οἴ-

   [κους ἐπ'] ἀνδήροις ἁλὸς

  55[ὑπό τ' α]ὐγαῖς ἀελίου

[                    ]ιδ[ ]

(desunt cola sex antistrophae)

(deest epodus tertia)

  70[˘ ˘ ˉ ˉ]ελεων

[         ]των

[ˉ ˘ ˘ ˉ]σαγόρᾳ [ˉ]

   [ˉ Μα]κελὼ δὲ τ[˘ ˉ]

[ˉ ˘ φιλ]αλάκατος, [ ˉ]

  75   [ˉ] δ' ἐπ' εὐναῆ [πόρον]

[ˉ ˉ]α· προσφώνει τέ νιν

   [ˉ ˘ ˉ] σαίνουσ' ὀπί·

[˘ ˘ ˉ ˉ μ]ὲν στέρομαι

   [˘ ˘ ἀμ]φάκει δύᾳ

  80[ˉ ˘ ˘ ˉ π]ενίᾳ [ˉ]

   [ˉ ˘ ˘ ˉ]. γετ[.] πάμπα[ν]

[ˉ ˘ ˘ ˉ ˘ ˘]α̣ς [ˉ]

   [ˉ ˘ ˉ ˉ ˉ]ομοι

(desunt cola duo antistrophae)

(desunt epodus quarta, quinta stropha et quattuor cola antistrophae

quintae)

 105τοῖον[˘ ˉ ˘ ˘ ˉ ˉ]

   καλ[˘ ˉ ˉ ˘ ˉ]

(desunt cola duo antistrophae)

(desunt cola duo epodi)

[ˉ ˘]αφθε[ˉ ˘ ˘ ˉ ˘ ˘ ˉ ˉ]

   [ˉ]ς· τριτάτᾳ μετ[˘ ˉ ˉ]

   [ἁμ]έρᾳ Μίνως ἀρ[ῇ]ος

[ἤλ]υθεν αἰολοπρύμνοις

 115   ναυσὶ πεντήκοντα σὺν Κρητῶν ὁμίλῳ·

Διὸς Εὐκλείου δὲ ἕκα-

   τι βαθύζωνον κόραν

Δεξιθέαν δάμασεν· [κα]ί

   οἱ λίπεν ἥμισυ λ[α]ῶν,

 120[ἄ]νδρας ἀρηϊφίλους, [το]ῖ-

   σιν πολύκρημνον χθόνα

νείμας ἀποπλέων ᾤ[χε]τ' ἐς

   Κνωσὸν ἱμερτὰν [πό]λιν

[β]ασιλεὺς Εὐρωπιά[δας]·

 125   δεκάτῳ δ' Εὐξ[άντι]ον

[μηνὶ τέ]κ' εὐπλόκ[αμος νύμ-]

   [φα φερ]εκυδέϊ [νάσῳ]

[ˉ ˘ ˘ ˉ] πρύτα[νιν ˉ]

   [ˉ ˘ ˉκ]εδν[ˉ ˘ ˉ]

(desunt cola duo antistrophae)

(desunt cola sex epodi)

   [ˉ ˘ ˉ ˉ ˉ ˘ ˉ ˉ]ξαν θύγατρες

πόλ[ιν ˉ ˉ ˉ]ν βαθυδεί-

 140   ελον· [ἐκ το]ῦ μὲν γένος

ἔπλε[το καρτε]ρόχειρ Ἀρ-

   γεῖο[ς ˘ ˉ ˘] λέοντος

θυμὸ[ν ἔχων], ὁπότε χρει-

   [ˉ ˘ ˉ]βολοῖ μάχας

 145ποσσί[ν τ' ἐλα]φρό[ς, π]ατρίων

   τ' οὐκ [˘ ˉ ˉ ˉ κ]αλῶν,

τόσα Παν[θείδᾳ κλυτό]το-

   ξος Ἀπό[λλων ὤπασε]ν,

ἀμφί τ' ἰατο[ρίᾳ] ξεί-

 150   νων τε̣ [φι]λάνορι τ[ι]μᾷ·

[ε]ὖ δὲ λαχὼν [Χ]αρίτων πολ-

   λοῖς τε θ[αυ]μασθεὶς βροτῶν,

αἰῶν' ἔλυσεν [π]έντε παῖ-

   δας μεγαινή[το]υς λιπών.

 155[Τ]ῶν ἕνα οἱ Κ[ρο]νίδας ὑ-

   ψίζυγος Ἰσ[θ]μιόνικον

θῆκεν ἀντ' [εὐε]ργεσιᾶν, λιπαρῶν τ' ἄλ-

   λων στεφάν[ων] ἐπίμοιρον.

   Φαμὶ καὶ φάσω μέγιστον

 160κῦδος ἔχειν ἀρετάν· πλοῦ-

   τος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ,

ἐθέλει δ' αὔξειν φρένας ἀν-

   δρός· ὁ δ' εὖ ἔρδων θεοὺς

ἐλπίδι κυδροτέρᾳ σαί-

 165   νει κέαρ. Εἰ δ' ὑγιείας

θνατὸς ἐὼν ἔλαχεν ζώ-

   ειν τ' ἀπ' οἰκείων ἔχει,

πρώτοις ἐρίζει· παντί τοι

   τέρψις ἀνθρώπων βίῳ

 170ἕπεται νόσφιν γε νόσων

   πενίας τ' ἀμαχάνου.

Ἶσον ὅ τ' ἀφνεὸς ἱμεί-

   ρει μεγάλων ὅ τε μείων

παυροτέρων· τὸ δὲ πάντων

 175   εὐμαρεῖν οὐδὲν γλυκὺ

θνατοῖσιν, ἀλλ' αἰεὶ τὰ φεύ-

   γοντα δίζηνται κιχεῖν.

Ὅντινα κουφόταται θυ-

   μὸν δονέουσι μέριμναι,

 180ὅσσον ἂν ζώῃ χρόνον, τόνδ' ἔλαχαν†τι-

   μάν. Ἀρετὰ δ' ἐπίμοχθος

   [μέν, τ]ελευταθεῖσα δ' ὀρθῶς

[ἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί-

   π[ει πολυ]ζήλωτον εὐκλείας ἄ[γαλ]μα.

Β

ΤΩΙ ΑΥΤΩΙ

Ἄ[ϊξον, ὦ] σεμνοδότειρα Φήμα,

ἐς Κ[έον ἱ]εράν, χαριτώ-

   νυμ[ον] φέρουσ' ἀγγελίαν,

   ὅτι μ[ά]χας θρασύχειρ‹ος› Ἀρ-

   5   γεῖο[ς ἄ]ρατο νίκαν,

καλῶν δ' ἀνέμνασεν ὅσ' ἐν κλε[εν]νῷ

αὐχένι Ἰσθμοῦ ζαθέαν

   λιπόντες Εὐξαντίδα νᾶ-

   σον ἐπεδείξαμεν ἑβδομή-

  10   κοντα [σὺ]ν στεφάνοισιν.

Καλεῖ δὲ Μοῦσ' αὐθιγενὴς

γλυκεῖαν αὐλῶν καναχάν,

γεραίρουσ' ἐπινικίοις

Πανθείδα φίλον υἱόν.

Γ

ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙΩΙ

ΙΠΠΟΙΣ [ΟΛΥ]ΜΠΙΑ

Ἀριστο[κ]άρπου Σικελίας κρέουσαν

Δ[ά]ματρα ἰοστέφανόν τε Κούραν

ὕμνει, γλυκύδωρε Κλεοῖ, θοάς τ' Ὀ-

   [λυμ]πιοδρόμους Ἱέρωνος ἵππ[ο]υς.

[Σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ

   5[σὺν Ἀγ]λαΐᾳ τε παρ' εὐρυδίναν

[Ἀλφεόν, τόθι] Δεινομένεος ἔθηκαν

   ὄλβιον τ[έκος στεφάνω]ν κυρῆσαι·

θρόησε δὲ λ[αὸς ˘ ˉ]

   [ˉ] ἆ τρισευδαίμ[ων ἀνὴρ]

  10ὃς παρὰ Ζηνὸς λαχὼν πλείστ-

   αρχον Ἑλλάνων γέρας

οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ-

   φαρέϊ κρύπτειν σκότῳ.

Βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς,

  15βρύουσι φιλοξενίας ἀγυιαί·

λάμπει δ' ὑπὸ μαρμαρυγαῖς ὁ χρυσός,

   ὑψιδαιδάλτων τριπόδων σταθέντων

πάροιθε ναοῦ, τόθι μέγι[στ]ον ἄλσος

Φοίβου παρὰ Κασταλίας [ῥ]εέθροις

  20Δελφοὶ διέπουσι. Θεόν, θ[εό]ν τις

   ἀγλαϊζέθὠ γὰρ ἄριστος [ὄ]λβων·

ἐπεί ποτε καὶ δαμασίπ-

   [π]ου Λυδίας ἀρχαγέταν,

εὖτε τὰν πεπ[ρωμέναν] Ζη-

  25   νὸς τελέ[σσαντος κρί]σιν

Σάρδιες Περσᾶ[ν ἁλίσκοντο στρ]ατῷ,

   Κροῖσον ὁ χρυσά[ορος]

φύλαξ' Ἀπόλλων. [Ὁ δ' ἐς] ἄελπτον ἆμαρ

μ[ο]λὼν πολυδ[άκρυο]ν οὐκ ἔμελλε

  30μίμνειν ἔτι δ[ουλοσύ]ναν, πυρὰν δὲ

   χαλκ[ο]τειχέος π[ροπάροι]θεν αὐ[λᾶς]

ναήσατ', ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδ[νᾷ]

σὺν εὐπλοκάμοι[ς τ'] ἐπέβαιν' ἄλα[στον]

[θ]υ[γ]ατράσι δυρομέναις· χέρας δ' [ἐς]

  35   [αἰ]πὺν αἰθέρα σ[φ]ετέρας ἀείρας

[γέ]γ[ω]νεν· "Ὑπέρ[βι]ε δαῖ-

μον, [πο]ῦ θεῶν ἐστι[ν] χάρις;

[πο]ῦ δὲ Λατοίδ[ας] ἄναξ; [ἔρ-]

[ρους]ιν Ἀλυά[τ]τα δόμοι

  40[ˉ ˘ ˉ ˉ ˘ ˉ] μυρίων

   [ˉ ˘ ˉ ˉ ˘ ˉ]ν.

[ˉ]ν ἄστυ,

[ἐρεύθεται αἵματι χρυσο]δίνας

Πακτωλός, ἀ[ε]ικελίως γυνα[ῖ]κες

  45   ἐξ ἐϋκτίτων μεγάρων ἄγονται·

τὰ πρόσθεν [ἐχ]θρὰ φίλα· θανεῖν γλύκιστον."

Τόσ' εἶπε, καὶ ἁβ[ρο]βάταν κ[έλε]υσεν

ἅπτειν ξύλινον δόμον. Ἔκ[λα]γον δὲ

   παρθένοι, φίλας τ' ἀνὰ ματρὶ χεῖρας

  50ἔβαλλον· ὁ γὰρ προφανὴς

   θνατοῖσιν ἔχθιστος φόνων·

ἀλλ' ἐπεὶ δεινο[ῦ π]υρὸς λαμ-

   πρὸν διάϊ[σσεν μέ]νος,

Ζεὺς ἐπιστάσας [μελαγκευ]θὲς νέφος

  55   σβέννυεν ξανθὰ[ν φλόγα.]

Ἄπιστον οὐδὲν ὅ τι θ[εῶν μέ]ριμνα

τεύχει· τότε Δαλογενὴ[ς Ἀπό]λλων

φέρων ἐς Ὑπερβορέο[υς γ]έροντα

   σὺν τανισφύροις κατ[έν]ασσε κούραις

  60δι' εὐσέβειαν, ὅτι μέ[γιστα] θνατῶν

ἐς ἀγαθέαν ‹ἀν›έπεμψε Π[υθ]ώ.

Ὅσο[ι] ‹γε› μὲν Ἑλλάδ' ἔχουσιν, [ο]ὔτι[ς,]

   ὦ μεγαίνητε Ἱέρων, θελήσει

[φάμ]εν σέο πλείονα χρυ-

  65   σὸν [Λοξί]ᾳ πέμψαι βροτῶν.

Εὖ λέγειν πάρεστιν ὅσ[τις]

   [μ]ὴ φθόνῳ πιαίνεται,

[˘]λη φίλιππον ἄνδρ' ἀ[ρ]ήϊ-

   ον [ˉ]ίου σκᾶπτρ[ο]ν Διὸ[ς]

  70[ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν·

[ˉ]μαλέαι ποτ[ὲˉ ˘]. ιων

[ˉ]νος ἐφάμερον α[˘ ˉ ˘]·

   [ˉ ˘]α σκοπεῖς· βραχ[ύς ἐστιν αἰών·]

πτερόεσσα δ' ἐλπὶς ὑπ[˘ ˘ ˉ ν]όημα

  75[ἐφαμ]ερίων· ὁ δ' ἄναξ [Ἀπόλλων]

[ˉ]. λος εἶπε Φέρη[τος υἷι·]

   "Θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν

γνώμας, ὅτι τ' αὔριον ὄ-

  80   ψεαι μοῦνον ἁλίου φάος,

χὤτι πεντήκοντ' ἔτεα ζω-

   ὰν βαθύπλουτον τελεῖς.

Ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ

   κερδέων ὑπέρτατον."

  85Φρονέοντι συνετὰ γαρύω· βαθὺς μὲν

αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου

οὐ σάπεται· εὐφροσύνα δ' ὁ χρυσός·

   ἀνδρὶ δ' οὐ θέμις, πολιὸν π[αρ]έντα

γῆρας, θάλ[εια]ν αὖτις ἀγκομί‹ς›σαι

  90ἥβαν. Ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει

βροτῶν ἅμα σ[ώμ]ατι φέγγος, ἀλλὰ

   Μοῦσά νιν τρ[έφει.] Ἱέρων, σὺ δ' ὄλβου

κάλλιστ' ἐπεδ[είξ]αο θνα-

   τοῖς ἄνθεα· πράξα[ντι] δ' εὖ

  95οὐ φέρει κόσμ[ον σι]ωπά·

   σὺν δ' ἀλαθ[είᾳ] καλῶν

καὶ μελιγλώσσου τις ὑμνήσει χάριν

   Κηΐας ἀηδόνος.

Δ

ΤΩΙ ΑΥΤΩΙ

‹ΙΠΠΟΙΣ› ΠΥΘΙΑ

Ἔτι Συρακοσίαν φιλεῖ

   πόλιν ὁ χρυσοκόμας Ἀπόλλων,

ἀστύθεμίν θ' Ἱέ[ρω]να γεραίρει·

τρίτον γὰρ π[αρ' ὀμφα]λὸν ὑψιδείρου χθονὸς

   5Πυ[θ]ιόνικος ἀ[είδε]ται

   ὠ[κυ]πόδων ἀρ[ετᾷ] σὺν ἵππων.

Ε[˘ ˘] ἁδυεπὴς ἀ[να-

   ξιφόρ]μιγγος Οὐρ[αν]ίας ἀλέκτωρ

[˘ ˘]εν· ἀλλ' ἑκ[όν]τι νόῳ

  10[ˉ ˘ο]υς ἐπέσεισεν ὕμνους.

[Ἔτι δὲ τέ]τρατον εἴ τις ορ-

   [˘ ˘˘] εἷλκε Δίκας τάλαν[τον,]

Δεινομένεός κ' ἐγερα[ίρ]ομεν υἱὸν

παρ' ἑστίαν†ἀγχιάλοις τ[ε Κί]ρρας μυχοῖς

  15μοῦνον ἐπιχθονίων τάδε

   μησάμενον στεφάνοις ἐρέπτειν

δύο τ' ὀλυμπιονικ‹ί›ας

   ἀείδειν. Τί φέρτερον ἢ θεοῖσιν

φίλον ἐόντα παντο[δ]απῶν

  20λαγχάνειν ἄπο μοῖρα[ν] ἐσθλῶν;

Ε

‹ΤΩΙ ΑΥΤΩΙ

ΚΕΛΗΤΙ ΟΛΥΜΠΙΑ›

Εὔμοιρε [Σ]υρακ[οσίω]ν

   ἱπποδινήτων στρατα[γ]έ,

γνώσῃ μὲν [ἰ]οστεφάνων

   Μοισᾶν γλυκ[ύ]δωρον ἄγαλμα, τῶν γε νῦν

   5αἴ τις ἐπιχθονίων, ὀρ-

   θῶς· φρένα δ' εὐθύδικ[ο]ν

ἀτρέμ' ἀμπαύσας μεριμνᾶν

   δεῦρ' ‹ἄγ'› ἄθρησον νόῳ·

ἦ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφά-

  10   νας ὕμνον ἀπὸ ζαθέας

νάσου ξένος ὑμετέραν

   πέμπει κλεένναν ἐς πόλιν,

χρυσάμπυκος Οὐρανίας

   καινὸς θεράπων· ἐθέλει

  15   δὲ γᾶρυν ἐκ στηθέων χέων

αἰνεῖν Ἱέρωνα. Βαθὺν

   δ' αἰθέρα ξουθαῖσι τάμνων

ὑψοῦ πτερύγεσσι ταχεί-

   αις αἰετὸς εὐρυάνακτος ἄγγελος

  20Ζηνὸς ἐρισφαράγου θαρ-

   σεῖ κρατερᾷ πίσυνος

ἰσχύϊ, πτάσσοντι δ' ὄρνι-

   χες λιγύφθογγοι φόβῳ·

οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαί-

  25   ας, οὐδ' ἁλὸς ἀκαμάτας

δυσπαίπαλα κύματα· νω-

   μᾶται δ' ἐν ἀτρύτῳ χάει

λεπτότριχα σὺν Ζεφύρου

   πνοιαῖσιν ἔθειραν ἀρί-

  30   γνωτος μετ' ἀνθρώποις ἰδεῖν·

τὼς νῦν καὶ ‹ἐ›μοὶ μυρία πάντᾳ κέλευθος

ὑμετέραν ἀρετὰν

ὑμνεῖν, κυανοπλοκάμου θ' ἕκατι Νίκας

χαλκεοστέρνου τ' Ἄρηος,

  35Δεινομένευς ἀγέρωχοι

   παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός.

Ξανθότριχα μὲν Φερένικον

Ἀλφεὸν παρ' εὐρυδίναν

πῶλον ἀελλοδρόμαν

  40εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς,

Πυθῶνί τ' ἐν ἀγαθέᾳ·

   γᾷ δ' ἐπισκήπτων πιφαύσκω·

οὔπω νιν ὑπὸ προτέ[ρω]ν

   ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις

  45πρὸς τέλος ὀρνύμενον· ῥι-

   πᾷ γὰρ ἴσος Βορέα

ὃν κυβερνήταν φυλάσσων

   ἵεται νεόκροτον

νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσ-

  50   κων. Ὄλβιος ᾧτινι θεὸς

μοῖράν τε καλῶν ἔπορεν

   σύν τ' ἐπιζήλῳ τύχᾳ

ἀφνεὸν βιοτὰν διάγειν·

   οὐ γάρ τις ἐπιχθονίων

  55   πάντα γ' εὐδαίμων ἔφυ.

[Δῦναί π]οτ' ἐρειψιπύλαν

   [ἄνδρ' ἀνίκ]ατον λέγουσιν

[ἔρνος Διὸς] ἀργικεραύ-

   νου δώματα Φερσεφόνας τανισφύρου,

  60καρχαρόδοντα κύν' ἄξον-

   τ' ἐς φάος ἐξ Ἀΐδα,

υἱὸν ἀπλάτοι' Ἐχίδνας·

   ἔνθα δυστάνων βροτῶν

ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέ-

  65   θροις, οἷά τε φύλλ' ἄνεμος

Ἴδας ἀνὰ μηλοβότους

   πρῶνας ἀργηστὰς δονεῖ.

Ταῖσιν δὲ μετέπρεπεν εἴ-

   δωλον θρασυμέμνονος ἐγ-

  70   χεσπάλου Πορθανίδα·

τὸν δ' ὡς ἴδεν Ἀλκμή‹ν›ιος θαυμαστὸς ἥρως

τ[ε]ύχεσι λαμπόμενον,

νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας,

χαλκεόκρανον δ' ἔπειτ' ἒξ

  75εἵλετο ἰὸν ἀναπτύ-

   ξας φαρέτρας πῶμα· τῷ δ' ἐναντία

ψυχὰ προφάνη Μελεάγρου,

καί νιν εὖ εἰδὼς προσεῖπεν·

"Υἱὲ Διὸς μεγάλου,

  80στᾶθί τ' ἐν χώρᾳ, γελανώσας τε θυμὸν

μὴ ταΰσιον προΐει

   τραχὺν ἐκ χειρῶν ὀϊστὸν

ψυχαῖσιν ἔπι φθιμένων·

   οὔ τοι δέος." Ὣς φάτο· θάμβησεν δ' ἄναξ

  85Ἀμφιτρυωνιάδας, εἶ-

   πέν τε· "Τίς ἀθανάτων

ἢ βροτῶν τοιοῦτον ἔρνος

   θρέψεν ἐν ποίᾳ χθονί;

Τίς δ' ἔκτανεν; Ἦ τάχα καλλίζωνος Ἥ-

  90   ρα κεῖνον ἐφ' ἁμετέρᾳ

πέμψει κεφαλᾷ· τὰ δέ που

   Παλλάδι ξανθᾷ μέλει."

Τὸν δὲ προσέφα Μελέα-

   γρος δακρυόεις· "Χαλεπὸν

  95   θεῶν παρατρέψαι νόον

ἄνδρεσσιν ἐπιχθονίοις.

   Καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς

παῦσεν καλυκοστεφάνου

   σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου

 100λισσόμενος πολέων τ' αἰ-

   γῶν θυσίαισι πατὴρ

καὶ βοῶν φοινικονώτων·

   ἀλλ' ἀνίκατον θεὰ

ἔσχεν χόλον· εὐρυβίαν δ' ἔσσευε κού-

 105   ρα κάπρον ἀναιδομάχαν

ἐς καλλίχορον Καλυδῶν',

   ἔνθα πλημύρων σθένει

ὄρχους ἐπέκειρεν ὀδόν-

   τι, σφάζε τε μῆλα, βροτῶν

 110   θ' ὅστις εἰσάνταν μόλοι.

Τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι

στασάμεθ' ἐνδυκέως

ἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμων

κάρτος Αἰτωλοῖς ὄρεξεν,

 115θάπτομεν οὓς κατέπεφνε‹ν›

   σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,

Ἀ[γκ]αῖον ἐμῶν τ' Ἀγέλαον

φ[έρτ]ατον κεδνῶν ἀδελφεῶν

[οὓς τέ]κεν ἐν μεγάροις

 120[ˉ ˘]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος·

[ˉ ὤ]λεσε μοῖρ' ὀλοὰ

   [ˉ ˘]ς· οὐ γάρ πω δαΐφρων

[παῦσεν] χόλον ἀγροτέρα

   Λατοῦς θυγάτηρ· περὶ δ' αἴθωνος δορᾶς

 125μαρνάμεθ' ἐνδυκέως Κου-

   ρῆσι μενεπτολέμοις·

ἔνθ' ἐγὼ πολλοῖς σὺν ἄλλοις

   Ἴφικλον κατέκτανον

ἐσθλόν τ' Ἀφάρητα, θοοὺς μάτρωας· οὐ

 130   γὰρ καρτερόθυμος Ἄρης

κρίνει φίλον ἐν πολέμῳ,

   τυφλὰ δ' ἐκ χειρῶν βέλη

ψυχαῖς ἔπι δυσμενέων

   φοιτᾷ θάνατόν τε φέρει

 135   τοῖσιν ἂν δαίμων θέλῃ.

Ταῦτ' οὐκ ἐπιλεξαμένα

   Θεστίου κούρα δαΐφρων

μάτηρ κακόποτμος ἐμοὶ

   βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά,

 140καῖέ τε δαιδαλέας ἐκ

   λάρνακος ὠκύμορον

φιτρὸν ἐξαύσασα· τὸν δὴ

   Μοῖρ' ἐπέκλωσεν τότε

ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. Τύχον

 145   μὲν Δαϊπύλου Κλύμενον

παῖδ' ἄλκιμον ἐξεναρί-

   ζων ἀμώμητον δέμας,

πύργων προπάροιθε κιχή-

   σας· τοὶ δὲ πρὸς εὐκτιμέναν

 150   φεῦγον ἀρχαίαν πόλιν

Πλευρῶνα· μίνυθεν δέ μοι ψυχὰ γλυκεῖα·

γνῶν δ' ὀλιγοσθενέων,

αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλά[μων,]

ἀγλαὰν ἥβαν προλείπων."

 155Φασὶν ἀδεισιβόαν Ἀμ-

   φιτρύωνος παῖδα μοῦνον δὴ τότε

τέγξαι βλέφαρον, ταλαπενθέος

πότμον οἰκτίροντα φωτός·

καί νιν ἀμειβόμενος

 160τᾶδ' ἔφα· "Θνατοῖσι μὴ φῦναι φέριστον

μηδ' ἀελίου προσιδεῖν

   φέγγος· ἀλλ' οὐ γάρ τίς ἐστιν

πρᾶξις τάδε μυρομένοις,

   χρὴ κεῖνο λέγειν ὅ τι καὶ μέλλει τελεῖν.

 165Ἦρά τις ἐν μεγάροις Οἰ-

   νῆος ἀρηϊφίλου

ἔστιν ἀδμήτα θυγάτρων,

   σοὶ φυὰν ἀλιγκία;

Τάν κεν λιπαρὰν ‹ἐ›θέλων θείμαν ἄκοι-

 170   τιν." Τὸν δὲ μενεπτολέμου

ψυχὰ προσέφα Μελεά-

   γρου· "Λίπον χλωραύχενα

ἐν δώμασι Δαϊάνει-

   ραν, νῆϊν ἔτι χρυσέας

 175   Κύπριδος θελξιμβρότου."

Λευκώλενε Καλλιόπα,

   στᾶσον εὐποίητον ἅρμα

αὐτοῦ· Δία τε Κρονίδαν

   ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,

 180τόν τ' ἀκαμαντορόαν Ἀλ-

   φεόν, Πέλοπός τε βίαν,

καὶ Πίσαν ἔνθ ὁ κλεεννὸς

   [πο]σσὶ νικάσας δρόμῳ

[ἦλθ]εν Φερένικος ‹ἐς› εὐπύργους Συρα-

 185   κόσσας Ἱέρωνι φέρων

[εὐδ]αιμονίας πέταλον.

   [Χρὴ] δ' ἀληθείας χάριν

αἰνεῖν, φθόνον ἀμφ[οτέραι-]

   [σιν] χερσὶν ἀπωσάμενον,

 190   εἴ τις εὖ πράσσοι βροτῶ[ν.]

Βοιωτὸς ἀνὴρ τᾶδε φών[ησεν, γλυκειᾶν]

Ἡσίοδος πρόπολος

Μουσᾶν, ὃν ‹ἂν› ἀθάνατοι τι[μῶσι, τούτῳ]

καὶ βροτῶν φήμαν ἕπ[εσθαι.]

 195Πείθομαι εὐμαρέως εὐ-

   κλέα κελεύθου γλῶσσαν οὐ[ˉ ˉ ˘ ˉ]

πέμπειν Ἱέρωνι· τόθεν γὰ[ρ]

πυθμένες θάλλουσιν ἐσθλ[ῶν,]

τοὺς ὁ μεγιστοπάτωρ

 200Ζεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι.]

Ϛ

ΛΑΧΩΝΙ ΚΕΙΩΙ

‹ΠΑΙΔΙ› ΣΤΑΔΙΕΙ ΟΛΥΜΠΙΑ

Λάχων Διὸς

   μεγίστου λάχε φέρτατον πόδεσσι

κῦδος ἐπ' Ἀλφεοῦ προχοαῖσ[ι κα-]

   [λῶν] δι' ὅσσα πάροι-

   5   θεν ἀμπελοτρόφον Κέον

ἄεισάν ποτ' Ὀλυμπίᾳ

   πύξ τε καὶ στάδιον κρατεῦ-

   [σαν] στεφάνοις ἐθείρας

νεανίαι

  10   βρύοντες. Σὲ δὲ νῦν ἀναξιμόλπου

Οὐρανίας ὕμνος ἕκατι Νί-

   κ[ας,] Ἀριστομένει-

   ον ὦ ποδάνεμον τέκος,

γεραίρει προδόμοις ἀοι-

  15   δαῖς ὅτι στάδιον κρατή-

   σας Κέον εὐκλέϊξας.

Ζ

ΤΩΙ ΑΥΤΩΙ

Ὦ λιπαρὰ θύγατερ Χρόνου τε κ[αὶ] Νυκ-

   τός, σὲ πεντήκοντα μηνῶν ἁμέραν ἑκ-

   καιδεκάταν ἐν Ὀλυμπ[ίᾳ ˘ ˉ]

[...]βαρυβρ[                 ]ἕκατι

   5[...]ιστοσαιμα[ ]

κρίνειν τα[χυτᾶτά τε] λαιψηρῶν ποδῶν

Ἕλλασι καὶ γυ[ίων ἀ]ρισταλκὲς σθένος·

ᾧ δὲ σὺ πρεσβύ[τατο]ν νείμῃς γέρας νί-

   κας, ἐπ' ἀνθρ[ώπ]οισιν εὔδοξος κέκληται

  10   καὶ πολυζή[λωτ]ος. Ἀρι[στομ]έν[ει]ον

[...] ἐκόσμη[σας στε]φάν[οισι Λάχω]να

[               ]χε Χαιρόλαν[ ]

[                 ]ενον εὐσεβ[ ]

[           ]τῳ θαν[      ] δ[     ]ομῳ

  15[                 ]ι πατρίδος·[ ]

[                 ]νεοκρίτου[ ]

[                 ]ν ἄτεκνον[ ]

   (desunt ultima cola epodi)

Η

‹ΛΙΠΑΡΙΩΝΙ ΚΕΙΩΙ›

   (desunt cola sex)

[...]ιοι' ἀγων[ ]

   [....]ταν λιπα[ρ]

[...]ναισεπα[ ]

  10[.π]αῖδας Ἑλλά[νων]

[ὁ πο]λυαμπελ[ ]

[...]τον ὑμν[ ]

[..]ηνος ἐν Κ[έῳ]

[..]ιπερ ἄνιπ[πος ˘ ˉ]

  15[...]π[ ]

Πυθῶνά τε μηλοθύταν

ὑμνέων Νεμέαν τε καὶ Ἰσθ[μ]όν·

γᾷ δ' ἐπισκήπτων χέρα

κομπάσομαι· σὺν ἀλα-

  20   θείᾳ δὲ πᾶν λάμπει χρέος·

οὔτις ἀνθρώπων κ[αθ' Ἕλλα-]

   νας σὺν ἅλικι χρόνῳ [ ]

παῖς ἐὼν ἀνήρ τε π[λεῦ-]

   νας ἐδέξατο νίκας.

  25Ὦ Ζεῦ κ[ε]ραυνεγχές, κα[ὶ ἐπ' ἀργυ]ροδίνα

ὄχθαισιν Ἀλφειοῦ τελέσ[αις μεγ]αλοκλέας

θεοδότους εὐχάς, περὶ κ[ρατί τ' ὀ]πά[σσαι]ς

γλαυκὸν Αἰτωλίδος

ἄνδημ' ἐλαίας

  30ἐν Πέλοπος Φρυγίου

κλεινοῖς ἀέθλοις.

Θ

ΑΥΤΟΜΗΔΕΙ ΦΛΕΙΑΣΙΩΙ

ΠΕΝΤΑΘΛΩΙ ΝΕΜΕΑ

Δόξαν, ὦ χρυσαλάκατοι Χάρι[τ]ες, πει-

   σίμβροτον δοίητ', ἐπεὶ

Μουσᾶν γε ἰοβλεφάρων θεῖος προφ[άτ]ας

εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου

   5Ζηνὸς εὐθαλὲς πέδον

ὑμνεῖν, ὅθι μηλοδαΐκταν

θρέψεν ἁ λευκώλε[νο]ς

Ἥρα περι[κλει]τῶν ἀέθλων

πρῶτον [Ἡ]ρ[α]κλεῖ βαρύφθογγον λέοντα.

  10Κε[ῖθι φοι]νικάσπιδες ἡμίθεοι πρ[ώ-]

   [τιστ]ον Ἀργείων κριτοὶ

ἄθλησαν ἐπ' Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς

πέφν' ἀωτεύοντα δράκων ὑπέροπλος,

σᾶμα μέλλοντος φόνου.

  15Ὦ μοῖρα πολυκρατές· οὔ νιν

πεῖθ' Ὀϊκλείδας πάλιν

στείχειν ἐς εὐάνδρους ἀγ[υιάς.]

Ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α·

ἃ καὶ τότ' Ἄδραστον Ταλ[αϊονίδαν]

  20πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα.ι[ˉ ˉ ˘ ˉ]

κείνων ἀπ' εὐδόξων ἀγώ-

   νων ἐν Νεμέᾳ κλεινο[ὶ β]ροτῶν

οἳ τριέτει στεφάνῳ

   ξανθὰν ἐρέψωνται κόμαν.

  25Αὐτομήδει νῦν γε νικά-

   σαντί νιν δαίμων ἔ[δ]ωκεν.

Πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς ἄσ-

   τρων διακρίνει φάη

νυκτὸς διχομηνίδο[ς] εὐφεγγὴς σελάνα·

  30τοῖος Ἑλλάνων δι' ἀπ[εί]ρονα κύκλον

φαῖνε θαυμαστὸν δέμας

δίσκον τροχοειδέα ῥίπτων,

καὶ μελαμφύλλου κλάδον

ἀκτέας ἐς αἰπεινὰν προπέμπων

  35αἰθέρ' ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν

ἢ τε[λε]υτάσας ἀμάρυγμα πάλας· τοί-

   ῳ[ θ' ὑπερθ]ύμῳ σ[θένε]ι

γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσα[ς]

ἵκετ' [Ἀσωπὸ]ν πάρα πορφυροδίναν,

  40τοῦ κ[λέος π]ᾶσαν χθόνα

ἦλθε[ν καὶ] ἐπ' ἔσχατα Νείλου·

ταί τ' ἐπ' εὐναεῖ πόρῳ

οἰκεῦσι Θερμώδον[τος, ἐ]γχέων

ἵστορες κοῦραι διωξίπποι' Ἄρηος,

  45σῶν, ὦ πολυζήλωτε ἄναξ ποταμῶν,

ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.

Στείχει δι' εὐρείας κελε[ύ-]

   θου μυρία πάντᾳ φάτις

σᾶς γενεᾶς λιπαρο-

  50   ζώνων θυγατρῶν, ἃς θε[ο]ὶ

σὺν τύχαις ᾤκισσαν ἀρχα-

   γοὺς ἀπορθήτων ἀγυιᾶν.

Τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου Θή-

   βας ἐΰδμα[τον πόλι]ν,

  55[ἢ τὰν μεγαλώνυ]μον Αἴγιναν, μεγ[ίστ]ου

[Ζην]ὸς [ἃ πλαθεῖσα λ]έχει τέκεν ἥρω

[ˉ]δε σω[ˉ ˉ ˘]ου,

[ὃς γ]ᾶς βασά[νοισιν Ἀχ]αιῶν

[        ]υ[      ]α[ ]

  60τ[ˉ ˉ ˘ ˉ ˉ ˉ ˘ ˉ ˉ]

α[   ]ω[.......ε]ὔπεπλον [..].[ ]

ἢ [˘ ˉ ˉ]αν ἑλικοστέφα[νον] κ[ˉ]

   [ˉ ὅ]σαι τ' ἄλλαι θεῶν

ε[ὐναῖς ἐδ]άμησαν ἀριγνώτ[ο]ις π[α]λαι[οῦ]

  65[παῖδες αἰ]δο[ῖ]αι ποταμοῦ κε[λ]άδοντος·

[ˉ ˘ ˉ ˉ]αν πόλιν

[ˉ ˉ ˘ ˘ ˉ]σί τε νικα[ ]

[ˉ ˘ ˉ αὐ]λῶν βοαὶ

[ˉ ˉ ˘ ˉο]υσαι· μερ[ˉ ˉ]

  70[ˉ ˘ ˉ ˉ ˉ ˘ ˉ ˉ ˉ ˘ ˉ]αν·

[ˉ ˉ ˘ ˉ ˉ ˉ ˘ ˘ ˉ ˘]νεος

[χρ]υσέα[ν...]θέντα ἰόπλοκον εὖ εἰπεῖν [˘ ˉ]

[ˉ μ]ατ[έρ' ἀκ]νάμ[π]των ἐρώ-

   των [ˉ ˘ ˉ κλε]ινὰν βροτο[ῖς]

  75[ˉ ˘ ˘ ˉ ˘]λέων

   ˉ ˉ ˘ ˉ ˉ προξεν[ˉ]

[ˉ ˘ ˉ ˉ ˉ].ιώταν

[ˉ ˘ ˉ ˉ ˉ ˘]ν ὕμνον,

[ˉ ˘ ˉ ˉ ˉ] καὶ ἀποφθιμένῳ [ˉ]

  80   [ˉ ˘ ἄτ]ρυτον χρόνον,

[καὶ τοῖς ἐ]πιγεινομένοις αἰεὶ πιφαύσκοι

[σὰν Νε]μέᾳ νίκαν· τό γ̣έ τοι καλὸν ἔργον

γνησίων ὕμνων τυχὸν

ὑψοῦ παρὰ δαίμοσι κεῖται·

  85σὺν δ' ἀλαθείᾳ βροτῶν

κάλλιστον, εἴπ[ερ καὶ θάνῃ τις,]

λε[ί]πεται Μουσ[ᾶν ˘ ˉ ˉ ˉ ἄθ]υρμα.

Εἰ[ς]ὶ δ' ἀνθρώ[πων ˘ ˘ ˉ ˘ ˘ ˉ] πολ-

   λαί· δι[α]κρίν[ε]ι δὲ θεῶν

  90[β]ουλὰ [˘ ˘ ˉό]μενον νυκτὸς [˘ ˉ ˉ]

[.]...[˘ ˉ ˉ ˉ ˘]γε καὶ τὸν ἀρείω

[ˉ ˘ ˉ ˉ ˉ ˘]που·

[ˉ ˉ ˘ ˘ ˉ ˘ ˘]ευσων

[ˉ ˘ ˉ ˉ ˉ ˘ ˉ]

  95[ˉ ˉ ˘ ˉ ˉ ˉ ˘ π]αύροις

[ἀν]δρ[άσιν ˉ ˉ ˘ ˉ ˉ ˉ]ι τὸ μέλλον·

[..]ιμι δ[ˉ ˉ ˘ ˘]δῶκε χάριν

[κ]αὶ Διων[υσˉ ˘ ˘ ˉ] θεοτίματο[ν] πόλιν

[ν]αίειν ἀπο[ˉ ˉ ˘]ευν-

 100   τας [χ]ρυσεοσκάπτρ[ˉ ˘ ˉ]

[ˉ]τι καλὸν φε[˘ ˉ]

   [ˉ]αἰνέοι· Τιμοξ[ένου]

παιδὶ σὺν κώ[μοις ˘ ˉ ˉ]

   [..]οιτε πεντ[αθλˉ ˘ ˉ ˉ]

Ι

‹........ ΑΘΗΝΑΙΩΙ

ΔΡΟΜΕΙ ΙΣΘΜΙΑ›

[Φή]μα, σὺ γ[ὰ]ρ ἀ[˘ ˘ ˉ ˉ ˉ ἐ]ποιχνεῖς

[φῦ]λα, καὶ πα[ˉ ˘ ˉ]

[.....]μελαμει[˘ ˘ ˉ]

   [.....]πο κευ[˘ ˘ ˉ]

   5[....]νωνται [ˉ ˘ ˉ ˉ]

[ˉ ˘].. ῳ ξ[..]ον, ὅτι χρυ[σ˘ ˉ ˘ ˘ ˉ]

ο[...]ν ὀφθαλμοῖσιν [ˉ ˉ]

   π[αῦλ]αν ἀπράκταν.. [.]..[ ]

α[..]α.ι καὶ νῦν κασιγνήτας ἀκοίτας

  10νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν,

ἐ[γ]χειρὲς ἵν' ἀθάνατον Μουσᾶν ἄγαλμα

ξυνὸν ἀνθρώποισιν εἴη

χάρμα, τεὰν ἀρετὰν μα-

   νῦον ἐπιχθονίοισιν,

  15ὁσσά‹κις› Νίκας ἕκατι

ἄνθεσιν ξανθὰν ἀναδησάμενος κεφαλὰν

κῦδος εὐρείαις Ἀθάναις

   θῆκας Οἰνείδαις τε δόξαν.

Ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις

  20[ˉ ˘ ˉ ˉ]ας Ἕλλασιν ποδῶν ταχεῖαν ὁρμάν·

.[.].[..... οὔ]ροισιν ἔπι σταδίου

θερμ[ὰν ἔτι] πνέων ἄελλαν

ἔστα[˘ ˉ]ν δ' ἄϊξε θατήρων ἐλαίῳ

φάρε[˘ ˉ ˘ ˘]ν ἐμπίτνων ὅμιλον.

  25Τετρ[αέλικτο]ν ἐπεὶ

κάμψ[εν δρό]μον, Ἰσθμιονίκαν

δίς ν[ιν ἀγκ]άρυξαν εὐβού-

   λων [˘ ˉ ˉ]ων προφᾶται·

δὶς δ' ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρ' ἁγνὸν

  30βωμό[ν· ἁ κλει]νά τε Θήβα

δέκτ[ο νιν ε]ὐρύχορόν τ' Ἄρ-

   γο[ς Σικυώ]ν τε κατ' αἶσαν·

οἵ τε Π[ελλάν]αν νέμονται,

ἀμφί τ' Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θ' ἱερὰν

  35νᾶσον [Αἴγιν]αν. Ματεύει

   δ' ἄλλ[ος ἀλλοί]αν κέλευθον,

ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας

τεύξεται. Μυρίαι δ' ἀνδρῶν ἐπιστᾶμαι πέλονται·

ἦ γὰρ σ[ο]φὸς ἢ Χαρίτων τιμὰν λελογχὼς

  40ἐλπίδι χρυσέᾳ τέθαλεν

ἤ τινα θευπροπίαν ἰ-

   δώς· ἕτερος δ' ἐπὶ παισὶ

ποικίλον τόξον τιταίνει·

οἱ δ' ἐπ' ἔργοισίν τε καὶ ἀμφὶ βοῶν ἀ[γ]έλαις

  45θυμὸν αὔξουσιν. Τὸ μέλλον

   δ' ἀκρίτους τίκτει τελευτάς,

πᾶ τύχα βρίσει. Τὸ μὲν κάλλιστον, ἐσθλὸν

ἄνδρα πολλῶν ὑπ' ἀνθρώπων πολυζήλωτον εἶμεν·

οἶδα καὶ πλούτου μεγάλαν δύνασιν,

  50ἃ καὶ τ[ὸ]ν ἀχρεῖον τί[θης]ι

χρηστόν. Τί μακρὰν γ̣[λ]ῶ[ς]σαν ἰθύσας ἐλαύνω

ἐκτὸς ὁδοῦ; Πέφαται θνατοῖσι νίκας

[ὕστε]ρον εὐφροσύνα,

αὐλῶν [˘ ˘ ˉ ˘ ˘ ˉ ˉ]

μειγν[υˉ ˉ ˉ ˘ ˉ ˉ]

  55   χρή τιν[ˉ ˉ ˉ ˘ ˉ ˉ]

ΙΑ

ΑΛΕΞΙΔΑΜΩΙ ΜΕΤΑΠΟΝΤΙΝΩΙ

ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗΙ ΠΥΘΙΑ

Νίκα γλυκύδωρε, [˘ ˉ ˉ]

   σοὶ πατ[ὴρ ˉ ˉ ˘ ˉ ˉ]

ὑψίζυ[γος ˉ ˘ ˘ ˉ]

   ἐν πολυχρύσῳ ‹τ'› Ὀλύμπῳ

   5Ζηνὶ παρισταμένα

κρίνεις τέλος ἀθανάτοι-

   σίν τε καὶ θνατοῖς ἀρετᾶς·

ἔλλαθι, [βαθυ]πλοκάμου

κούρα Σ[τυγὸς ὀρ]θοδίκου· σέθεν δ' ἕκατι

  10καὶ νῦ[ν Μετ]απόντιον εὐγυί-

   ων κ[ατέ]χουσι νέων

κῶμοί τε καὶ εὐφροσύναι θεότιμον ἄστυ·

ὑμνεῦσι δὲ Πυθιόνι-

   κον παῖδα θαητ[ὸ]ν Φαΐσκου.

  15Ἵλεῴ [ν]ιν ὁ Δα[λ]ογενὴς υἱ-

   ὸς βαθυζώνο[ιο] Λατοῦς

δέκτ[ο] βλεφ[άρῳ]· πολέες

   δ' ἀμφ' Ἀλεξ[ίδα]μον ἀνθέων

ἐν πεδίῳ στέφανοι

  20Κίρρας ἔπεσον κρατερᾶς

   ἦρα παννίκοι‹ο› πάλας·

οὐκ ε[ἶ]δέ νιν ἀέλιος

κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.

Φάσω δὲ καὶ ἐν ζαθέοις ἁγ-

  25   νοῦ Πέλοπος δαπέδοις

Ἀλφεὸν παρὰ καλλιρόαν, δίκας κέλευθον

εἰ μή τις ἀπέτραπεν ὀρ-

   θᾶς, παγξένῳ χαίταν ἐλαίᾳ

γλαυκᾷ στεφανωσάμενον

  30πορτιτρόφον [....]. [.....]ραν θ' ἱκέσθαι

[ˉ ˘ ˘ ˉ ˘ ˘ ˉ]

παῖδ' ἐν χθονὶ καλλιχόρῳ

   ποικίλαις τέχναις πέλασσεν·

[ἀ]λλ' ἢ θεὸς αἴτιος, ἢ [γ]νῶ-

  35   μαι πολύπλαγκτοι βροτῶν

[ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας.

Νῦν δ' Ἄρτεμις ἀγροτέρα

χρυσαλάκατος λιπαρὰν

[Ἡμ]έρα τοξόκλυτος νίκαν ἔδωκε.

  40[Τ]ᾷ ποτ' Ἀβαντιάδας [β]ω-

   μὸν κατένασσε πολύλ-

   λ[ι]στον εὔπεπλοί τε κοῦραι·

τὰς ἐξ ἐρατῶν ἐφόβησε‹ν›

   παγκρατὴς Ἥρα μελάθρων

  45Προίτου, παραπλῆγι φρένας

   καρτερᾷ ζεύξασ' ἀνάγκᾳ·

παρθενίᾳ γὰρ ἔτι

ψυχᾷ κίον ἐς τέμενος

   πορφυροζώνοιο θεᾶς·

  50φάσκον δὲ πολὺ σφέτερον

πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου

σεμνοῦ Διὸς εὐρυβία. Ταῖ-

   σιν δὲ χολωσαμένα

στήθεσσι παλίντροπον ἔμβαλεν νόημα·

  55φεῦγον δ' ὄρος ἐς τανίφυλ-

   λον σμερδαλέαν φωνὰν ἱεῖσαι,

Τιρύνθιον ἄστυ λιποῦσαι

   καὶ θεοδμάτους ἀγυιάς.

Ἤδη γὰρ ἔτος δέκατον

  60   θεοφιλὲς λιπόντες Ἄργος

ναῖον ἀδεισιβόαι

χαλκάσπιδες ἡμίθεοι

   σὺν πολυζήλῳ βασιλεῖ.

Νεῖκος γὰρ ἀμαιμάκετον

  65βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπ' ἀρχᾶς

Προίτῳ τε καὶ Ἀκρισίῳ· λα-

   ούς τε διχοστασίαις

ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς.

Λίσσοντο δὲ παῖδας Ἄβαν-

  70   τος γᾶν πολύκριθον λαχόντας

Τίρυνθα τὸν ὁπλότερον

κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν·

Ζεύς τ' ἔθελεν Κρονίδας

τιμῶν Δαναοῦ γενεὰν

  75   καὶ διωξίπποιο Λυγκέος

παῦσαι στυγερῶν ἀχέων. Τεῖ-

   χος δὲ Κύκλωπες κάμον

ἐλθόντες ὑπερφίαλοι κλεινᾷ π[όλ]ει

κάλλιστον, ἵν' ἀντίθεοι

  80ναῖον κλυτὸν ἱππόβοτον

Ἄργος ἥρωες περικλειτοὶ λιπόντ[ες.]

Ἔνθεν ἀπεσσύμεναι Προί-

   του κυανοπλόκαμοι

   φεῦγον ἄδματοι θύγατρες.

  85Τὸν δ' εἷλεν ἄχος κραδίαν, ξεί-

   να τέ νιν πλᾶξεν μέριμνα·

δοίαξε δὲ φάσγανον ἄμ-

   φακες ἐν στέρνοισι πᾶξαι.

Ἀλλά νιν αἰχμοφόροι

  90μύθοισί τε μειλιχίοις

   καὶ βίᾳ χειρῶν κάτεχον.

Τρισκαίδεκα μὲν τελέους

μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν

φεῦγόν τε κατ' Ἀρκαδίαν μη-

  95   λοτρόφον· ἀλλ' ὅτε δὴ

Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν,

ἔνθεν χρόα νιψάμενος

   φοινικοκ[ραδέμνο]ιο Λατοῦς

κίκλῃ[σκε θύγατρ]α βοῶπιν

 100   χεῖρας ἀντείνων πρὸς αὐγὰς

ἱππώκεος ἀελίου,

   τέκνα δυστάνοιο Λύσσας

πάρφρονος ἐξαγαγεῖν·

"Θύσω δέ τοι εἴκοσι βοῦς

 105   ἄζυγας φοινικότριχας."

Τοῦ δ' ἔκλυ' ἀριστοπάτρα

θηροσκόπος εὐχομένου· πιθοῦσα δ' Ἥραν

παῦσεν καλυκοστεφάνους κού-

   ρας μανιᾶν ἀθέων·

 110ταὶ δ' αὐτίκα οἱ τέμενος βωμόν τε τεῦχον,

χραῖνόν τέ μιν αἵματι μή-

   λων καὶ χοροὺς ἵσταν γυναικῶν.

Ἔνθεν καὶ ἀρηϊφίλοις

ἄνδρεσσιν ‹ἐς› ἱπποτρόφον πόλιν Ἀχαιοῖς

 115ἕσπεο· σὺν δὲ τύχᾳ

ναίεις Μεταπόντιον, ὦ

   χρυσέα δέσποινα λαῶν·

ἄλσος τέ τοι ἱμερόεν Κά-

   σαν παρ' εὔυδρον πρόγο-

 120νοι ἑσσάμενοι†Πριάμοι' ἐπεὶ χρόνῳ

βουλαῖσι θεῶν μακάρων

πέρσαν πόλιν εὐκτιμέναν

χαλκοθωράκων μετ' Ἀτρειδᾶν. Δικαίας

ὅστις ἔχει φρένας, εὑρή-

 125   σει σὺν ἅπαντι χρόνῳ

   μυρίας ἀλκὰς Ἀχαιῶν.

ΙΒ

ΤΕΙΣΙΑΙ ΑΙΓΙΝΗΤΗΙ

ΠΑΛΑΙΣΤΗΙ ΝΕΜΕΑ

Ὡσεὶ κυβερνήτας σοφός, ὑμνοάνασ-

   σ' εὔθυνε Κλειοῖ

νῦν φρένας ἁμετέρας,

εἰ δή ποτε καὶ πάρος· ἐς γὰρ ὀλβίαν

   5ξείνοισί με πότνια Νίκα

νᾶσον Αἰγίνας ἀπάρχει

ἐλθόντα κοσμῆσαι θεόδματον πόλιν

   8τάν τ' ἐν Νεμέᾳ γυ‹ι›αλκέα μουνοπάλαν

(desunt cola 9-31)

[        ].[      ]πιδ[ ]

ξεινου [....]νιοι αστ[ˉ ˘ ˉ]

  35ἀμφικ[τιόν]ων ἐν ἀέθλοι[ς]

σὺν τρι[άκο]ντ' ἀγλααῖσιν

νίκαις [ἐκ]ωμάσθησαν οἱ μὲν [Πυθόϊ,]

οἱ δ' ἐν Πέλοπος ζαθέας

νάσου π[ι]τυώδεϊ δείρᾳ,

  40οἱ δὲ φοινικοστερόπα τεμένει Ζη-

   νὸς Νεμεαίου·

[......] ταύτας καὶ ἐπ' ἀργυροδίνα

[                                 ]

[                       ] Κλειω

[                       ]...ρ[ ]

  45[                                 ]

[                           ]δαν·

(desunt cola 47-66)

ΙΓ

‹ΠΥΘΕΑΙ ΑΙΓΙΝΗΤΗΙ

ΠΑΓΚΡΑΤΙΑΣΤΗΙ ΝΕΜΕΑ›

(desunt cola decem primae strophae)

"ὕβριος ὑψινόου παύ-

  45   σει δίκας θνατοῖσι κραίνων·

οἵαν τινὰ δύσλοφον ὠμησ-

   τᾷ λέοντι

Περσείδας ἐφίησι

χεῖρα παντοίαισι τέχναις·

  50[οὐ γὰρ] δαμασίμβροτος αἴθων

[χαλ]κὸς ἀπλάτου θέλει [χω-]

   [ρε]ῖν διὰ σώματος, ἐ[γνάμ-]

   φθη δ' ὀπίσσω

[φάσγα]νον· ἦ ποτέ φαμι

  55[τᾷδε] περὶ στεφάνοισι

[παγκ]ρατίου πόνον Ἑλ[λά-]

   [νεσσι]ν ἱδρώεντ' ἔσεσθαι."

[ˉ ˉ παρ]ὰ βωμὸν ἀριστάρχου Διὸς

[Νίκας] φ[ε]ρ[ε]κυδέος ἀν[θρώ-]

  60   [πο]ισιν ἄ[ν]θεα

[χρυσέ]αν δόξαν πολύφαντον ἐν αἰ[ῶ-]

   [νι] τρέφει παύροις βροτῶν

[α]ἰεί, καὶ ὅταν θανάτοιο

   κυάνεον νέφος καλύψῃ, λείπεται

  65ἀθάνατον κλέος εὖ ἐρ-

   χθέντος ἀσφαλεῖ σὺν αἴσᾳ.

Τῶν κα[ὶ ς]ὺ τυχὼν Νεμέᾳ, Λάμ-

   πωνος υἱέ,

πανθαλέων στεφάνοισιν

  70[ἀνθ]έ[ων] χαίταν [ἐρ]εφθεὶς

[στείχεις] πόλιν ὑψιάγυιαν

[Αἰακοῦ, τε]ρψιμ[β]ρότων [ˉ]

   [ˉ ˘ ˘ ]ἁβ[ροθρ]όων κώ-

   μ[ων] πατρ[ῴα]ν

  75νᾶσο[ν], ὑπέρβι[ον] ἰσχὺν

παμμαχίαν ἄνα φαίνων.

Ὦ ποταμοῦ θύγατερ δι-

   νᾶντος Αἴγιν' ἠπιόφρον,

ἦ τοι μεγάλαν [Κρονίδας] ἔ-

  80   δωκε τιμὰν

ἐν πάντεσσιν [˘ ˉ ˉ]

πυρσὸν ὣς Ἕλλ[ασι ˉ ˉ]

φαίνων· τό γε σὸν [κλέος αἰ]νεῖ

καί τις ὑψαυχὴς κό[ρα ˉ]

  85   [ˉ ˘ ˘ ˉ ˘ ˘]ραν πό-

   δεσσι ταρφέως

ἠΰτε νεβρὸς ἀπεν[θὴς]

ἀνθεμόεντας ἐπ[' ὄχθους]

κοῦφα σὺν ἀγχιδόμ[οις] θρῴσ-

  90   κουσ' ἀγακλειτα[ῖς ἑταίρα]ις·

ταὶ δὲ στεφανωσάμε[ναι φοιν]ικέων

ἀνθέων δόνακός τ' ἐ[πιχω]ρί-

   αν ἄθυρσιν

παρθένοι μέλπουσι τ[˘ ˉ ˘ ˘]ς, ὦ δέσ-

  95   ποινα παγξε[ίνου χθονός,]

[Ἐν]δαΐδα τε ῥοδό[παχυν,]

   ἃ τὸ[ν ἰς]ό[θε]ον ἔτι[κτεν Πηλέα]

καὶ Τελαμ[ῶ]να [κο]ρυ[στὰν]

   Αἰακῷ μιχθεῖσ' ἐν εὐ[νᾷ·]

 100τῶν υἷας ἀερσιμάχ[ους,] τα-

   χύν τ' Ἀχιλλέα

εὐειδέος τ' Ἐριβοίας

παῖδ' ὑπέρθυμον βοά[σω]

Αἴαντα σακεσφόρον ἥ[ρω,]

 105ὅστ' ἐπὶ πρύμνᾳ σταθ[εὶς] ἔσ-

   χεν θρασυκάρδιον [ὁρ]μαί-

   νοντα ν[ᾶας]

θεσπεσίῳ πυ[ρὶ ˉ ˉ]

Ἕκτορα χαλ[κεομίτρα]ν,

 110ὁππότε Πη[λεΐδας] τρα-

   [χ]εῖαν [ἐν στήθεσσι μ]ᾶνιν

ὠρίνατ[ο, Δαρδανίδας] τ' ἔ-

   λυσεν ἄ[τας·]

οἳ πρὶν μὲν [πολύπυργο]ν

 115[Ἰ]λίου θαητὸν ἄστυ

οὐ λεῖπον, ἀτυζόμενοι [δὲ]

πτᾶσσον ὀξεῖαν μάχα[ν,] εὖτ'

   ἐν πεδίῳ κλονέω[ν] μαί-

   νοιτ' Ἀχιλλεύς,

 120λαοφόνον δόρυ σείων·

ἀλλ' ὅτε δὴ πολέμοι[ο]

λῆξεν ἰοστεφάνο[υ] Νη-

   ρῇδος ἀτρόμητο[ς υἱός,]

ὥστ' ἐν κυανανθέϊ θ[υμὸν ἀνέρων]

 125πόντῳ Βορέας ὑπὸ κύμα-

   σιν δαΐζει,

νυκτὸς ἀντάσας ἀνατε[˘ ˘ ˉ] λῆ-

   ξεν δὲ σὺν φαεσιμ[βρότῳ]

Ἀοῖ, στόρεσεν δέ τε πό[ντον]

 130   οὐρία· Νότου δὲ κόλπ[ωσαν πνοᾷ]

ἱστίον ἁρπαλέως ‹τ'› ἄ-

   ελπτον ἐξί[κ]οντο χέ[ρσον.]

Ὣς Τρῶες, ἐπ[εὶ] κλύον [αἰ]χμα-

   τὰν Ἀχιλλέα

 135μίμνο[ντ'] ἐν κλισίῃσιν

εἵνεκ[ε]ν ξανθᾶς γυναικός,

[Β]ρ[ι]σηΐδος ἱμερογυίου,

θεοῖσιν ἄντειναν χέρας, φοι-

   βὰν ἐσιδόντες ὑπαὶ χει-

 140   μῶνος αἴγλαν·

πασσυδίᾳ δὲ λιπόντες

τείχεα Λαομέδοντος

[ἐ]ς πεδίον κρατερὰν ἄ-

   ϊξαν ὑ[ς]μίναν φέροντες·

 145ὦρσάν τ[ε] φόβον Δαναοῖς· ὤ-

   τρυνε δ' Ἄρης

[ε]ὐεγχής, Λυκίων τε

Λοξίας ἄναξ Ἀπόλλων·

ἷξόν τ' ἐπὶ θῖνα θαλάσσας·

 150[ν]αυσὶ δ' εὐπρύμνοις παρα‹ὶ› μάρ-

   ναντ', ἐναριζ[ομέν]ων [δ' ἔ-]

   [ρ]ευθε φώτων

[αἵμα]τι γαῖα μέλα[ινα]

[Ἑκτορ]έας ὑπὸ χει[ρός,]

 155[ˉ ˘]εγ' ἡμιθέοις [ˉ]

   [ˉ ˘] ἰσοθέων δι' ὁρμάν.

[ˉ ˉ]ρονες, ἦ μεγάλαισιν ἐλπίσιν

[ˉ]οντες ὑπερφ[ία]λον []

   [ˉ ˘] αὐ[δὰ]ν

 160[Τρῶε]ς ἱππευταὶ κυανώπιδας ἐκ[ˉ]

   [ˉ ˘ ˉ ˉ ˉ] νέας

[ˉ ˉ ˘ ˘ εἰλα]πίνας τ' ἐν

   [ˉ ˘]ρεις ἕξειν θ[εόδ]ματον πόλιν.

[Μ]έλλον ἄρα πρότε[ρο]ν δι-

 165   [ν]ᾶντα φοινίξει[ν Σκ]άμανδρ[ον,]

[θ]νᾴσκοντες ὑπ' [Αἰα]κίδαις ἐ-

   ρειψ[ι]πύ[ργοις·]

τῶν εἰ καὶ τ[˘ ˘ ˉ ˉ]

 169ἢ βαθυξύλῳ [˘ ˉ ˉ]

(desunt cola quinque)

 175οὐ γὰρ ἀλαμπέϊ νυκ[τὸς]

πασιφανὴς Ἀρετ[ὰ] κρυφ-

   θεῖσ' ἀμαυρο[ῦται καλύπτρᾳ,]

ἀλλ' ἔμπεδον ἀκ[αμάτᾳ] βρύ-

   ουσα δόξᾳ

 180στρωφᾶται κατὰ γᾶν [τε]

καὶ πολύπλαγκτον θ[άλασσαν.]

Καὶ μὰν φερεκυδέα ν[ᾶσον]

Αἰακοῦ τιμᾷ, σὺν Εὐκλεί-

   ᾳ δὲ φιλοστεφ[άνῳ] πό-

 185   λιν κυβερνᾷ,

Εὐνομία τε σαόφρων,

ἃ θαλίας τε λέλογχεν

ἄστεά τ' εὐσεβέων ἀν-

   δρῶν ἐν εἰ[ρ]ήνᾳ φυλάσσει.

 190Νίκαν {τ'} ἐρικυ[δέα] μέλπετ', ὦ νέοι,

[Π]υθέα, μελέτα[ν τε] βροτωφ[ε-]

   λέα Μενάνδρου,

τὰν ἐπ' Ἀλφειοῦ τε ῥο[αῖς] θαμὰ δὴ τί-

   μασεν ἁ χρυσάρματος

 195σεμνὰ μεγάθυμος Ἀθάνα,

   μυρίων τ' ἤδη μίτραισιν ἀνέρων

ἐστεφάνωσεν ἐθείρας

   ἐν Πανελλάνων ἀέθλοις.

[Ε]ἰ μή τινα θερσι[ε]πὴς φθό-

 200   νος βιᾶται,

αἰνείτω σοφὸν ἄνδρα

σὺν δίκᾳ. Βροτῶν δὲ μῶμος

πάντεσσι μέν ἐστιν ἐπ' ἔργοι[ς·]

ἁ δ' ἀλαθεία φιλεῖ νι-

 205   κᾶν, ὅ τε πανδ[α]μάτω[ρ] χρό-

   νος τὸ καλῶς

[ἐ]ργμένον αἰὲν ἀ[έξει·]

δυςμενέων δὲ μα[ταία]

 209[γλῶσσ'] ἀϊδὴς μιν[ύθει]

(desunt cola decem)

 220ἐλπίδι θυμὸν ἰαίν[ˉ]

τᾷ καὶ ἐγὼ πίσυνο[ς] φοι-

   νικοκραδέμνοις [τε Μούσαις]

ὕμνων τινὰ τάνδε ν[˘ ˉ ˉ ˘ ˉ]

φαίνω, ξενίαν τε [φιλά]γλα-

 225   ον γεραίρω,

τὰν ἐμοὶ Λάμπων [˘ ˘ ˉ ˘ ˘ ˉ] βλη-

   χρὰν ἐπαθρήσαις τ[˘ ˉ]

τὰν εἰκ ἐτύμως ἄρα Κλειὼ

   πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν,]

 230τερψιεπεῖς νιν ἀ[ο]ιδαὶ

   παντὶ καρύξοντι λα[ῷ.]

ΙΔ

ΚΛΕΟΠΤΟΛΕΜΩΙ ΘΕΣΣΑΛΩΙ

ΙΠΠΟΙΣ ΠΕΤΡΑΙΑ

Εὖ μὲν εἱμάρθαι παρὰ δαίμ[ονος ἀν]θρώ-

   ποις ἄριστον·

[σ]υμφορὰ δ' ἐσθλόν ‹τ'› ἀμαλδύ-

   [νει β]αρύτλ[α]τος μολοῦσα

   5[καὶ τ]ὸν κακ[ὸν] ὑψιφανῆ

   τεύ[χει κ]ατορθωθεῖσα· τι-

   μὰν [δ' ἄλ]λος ἀλλοίαν ἔχει·

[μυρί]αι δ' ἀνδρῶν ἀρε[ταί,] μία δ' ἐ[κ πα-]

   [σᾶ]ν πρόκειται,

  10[ὃς τὰ] πὰρ χειρὸς κυβέρνα-

   [σεν δι]καίαισι φρένεσσιν.

[Οὔτ' ἐ]ν βαρυπενθέσιν ἁρ-

   μό[ζει μ]άχαις φόρμιγγος ὀμ-

   φὰ [καὶ λι]γυκλαγγεῖς χοροί,

  15[οὔτ' ἐ]ν θαλίαις καναχὰ

[χαλκ]όκτυπος· ἀλλ' ἐφ' ἑκάστῳ

[καιρὸς] ἀνδρῶν ἔργματι κάλ-

   λιστος· [ε]ὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ˉ]

Κλεοπτολέμῳ δὲ χάριν νῦν

  20   χρὴ Ποσειδᾶνός τε Πετρ[αί-]

   ου τέμενος κελαδῆσαι

Πυρρίχου τ' εὔδοξον ἱππόνικ[ον υἱόν,]

ὃς φιλοξείνου τε καὶ ὀρθοδίκου [ˉ]

(desunt reliqua)

ΙΕ

(deest initium)

[                        ]..    [ ]

[                        ]      [ ]

[                   ].[.].     [ ]

[               ]μ̣νατοῖσιν ἄστρο̣[ ]

   5.αι.[        ]ϊ̣κας Διωνύσου τε[ ]

μου.[        ].τι.

ΙΣ

[ΑΡΙΣΤΟΤΕΛΕΙ Λ]Α[ΡΙΣΑΙΩΙ]

[             ]ΠΑ

Ἑστία χρυσόθρον', εὐδό-

   ξων Ἀγαθοκλεαδᾶν ἅτ' ἀφνε[ῶν]

ἀνδρῶν μέγαν ὄλβον ἀέξεις

ἡμένα μέσαις ἀγυιαῖς

   5Πηνειὸν ἀμφ' εὐώδεα Θεσσαλία[ς]

μηλοτρόφου ἐν γυάλοις·

κεῖθεν καὶ Ἀριςτοτέλης

Κίρραν πρὸς εὐθαλέα μολὼν

δὶς στεφανώσατο Λαρί-

  10   σα[ς ἀ]ναξίππου χάριν [ ]

κλυ[              ].ος

(desunt reliqua)