11765 770 11 0 0 0 III a. C. Epica Apollonius Rhodius IV Argonautica Fraenkel, H., Oxford, Clarendon Press, 1961 Rist. 1970 16

APOLLONIUS RHODIUS - Argonautica IV

- Αὐτὴ νῦν κάματόν γε θεὰ καὶ δήνεα κούρης

Κολχίδος ἔννεπε Μοῦσα, Διὸς τέκος· ἦ γὰρ ἔμοιγε

ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται, ὁρμαίνοντι

ἠὲ τόγ' ἄτης πῆμα δυσιμέρου ἦ μιν ἐνίσπω

φύζαν ἀεικελίην ᾗ κάλλιπεν ἔθνεα Κόλχων.

- Ἤτοι ὁ μὲν δήμοιο μετ' ἀνδράσιν ὅσσοι ἄριστοι

παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν

οἷσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ

Αἰήτης ἄμοτον κεχολωμένος, οὐδ' ὅγε πάμπαν

θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει·

τῇ δ' ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη,

τρέσσεν δ' ἠύτε τις κούφη κεμὰς ἥν τε βαθείης

τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή·

αὐτίκα γὰρ νημερτὲς ὀίσσατο μή μιν ἀρωγήν

ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα·

τάρβει δ' ἀμφιπόλους ἐπιίστορας. ἐν δέ οἱ ὄσσε

πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί·

πυκνὰ δὲ λαυκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρίξ

ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατ' ἀνίῃ.

καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη

φάρμακα πασσαμένη, Ἥρης δ' ἁλίωσε μενοινάς

εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι

ὦρσεν ἀτυζομένην. πτερόεις δέ οἱ ἐν φρεσὶ θυμός

ἰάνθη, μετὰ δ' ἥγε παλίσσυτος ἀθρόα κόλπῳ

φάρμακα πάντ' ἄμυδις κατεχεύατο φωριαμοῖο.

κύσσε δ' ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν

σταθμοὺς καὶ τοίχων ἐπαφήσατο· χερσί τε μακρόν

ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρί

κάλλιπε παρθενίης, ἀδινῇ δ' ὀλοφύρατο φωνῇ·

- "Τόνδε τοι ἀντ' ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα

μῆτερ ἐμή, χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ·

χαίροις Χαλκιόπη καὶ πᾶς δόμος. αἴθε σε πόντος

ξεῖνε διέρραισεν πρὶν Κολχίδα γαῖαν ἱκέσθαι."

- Ὧς ἄρ' ἔφη, βλεφάρων δὲ κατ' ἀθρόα δάκρυα χεῦεν.

οἵη δ' ἀφνειοῖο διειλυσθεῖσα δόμοιο

ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα,

οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο,

ἀλλ' ἔτ' ἀηθέσσουσα δύης καὶ δούλια ἔργα

εἶσιν ἀτυζομένη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης ‑

τοίη ἄρ' ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη.

τῇ δὲ καὶ αὐτόματοι θυρέων ὑπόειξαν ὀχῆες

ὠκείαις ἄψορροι ἀναθρῴσκοντες ἀοιδαῖς.

γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἵμους,

λαιῇ μὲν χερὶ πέπλον ἐπ' ὀφρύσιν ἀμφὶ μέτωπα

στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ

ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος.

καρπαλίμως δ' ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων

ἄστεος εὐρυχόροιο φόβῳ ἵκετ', οὐδέ τις ἔγνω

τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα.

ἔνθεν ἴμεν νειόνδε μάλ' ἐφράσατ'· οὐ γὰρ ἄιδρις

ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς

ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες

φαρμακίδες· τρομερῷ δ' ὑπὸ δείματι πάλλετο θυμός

τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν

φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη

ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν·

- "Οὐκ ἄρ' ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω,

οὐδ' οἴη καλῷ περὶ δαίομαι Ἐνδυμίωνι.

ἦ θαμὰ δὴ καὶ σεῖο κύθον δολίῃσιν ἀοιδαῖς

μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτί

φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται·

νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης,

δῶκε δ' ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι

δαίμων ἀλγινόεις. ἀλλ' ἔρχεο, τέτλαθι δ' ἔμπης,

καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν."

- Ὧς ἄρ' ἔφη. τὴν δ' αἶψα πόδες φέρον ἐγκονέουσαν·

ἀσπασίως δ' ὄχθῃσιν ἐπηέρθη ποταμοῖο

ἀντιπέρην λεύσσουσα πυρὸς σέλας ὅ ῥα τ' ἀέθλου

παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον.

ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ

ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων,

Φρόντιν. ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης.

αὐτῷ τ' Αἰσονίδῃ τεκμαίρετο· σῖγα δ' ἑταῖροι

θάμβεον, εὖτ' ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν.

τρὶς μὲν ἀνήυσεν, τρὶς δ' ὀτρύνοντος ὁμίλου

Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δ' ἄρα τείως

ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς.

οὔπω πείσματα νηὸς ἐπ' ἠπείροιο περαίης

βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων

ὑψοῦ ἀπ' ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος,

υἷε δύω Φρίξου, χαμάδις θόρον. ἡ δ' ἄρα τούσγε

γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν·

- "Ἔκ με φίλοι ῥύσασθε δυσάμμορον, ὧς δὲ καὶ αὐτούς

ὑμέας, Αἰήταο· πρὸ γάρ τ' ἀναφανδὰ τέτυκται

πάντα μάλ', οὐδέ τι μῆχος ἱκάνεται· ἀλλ' ἐνὶ νηΐ

φεύγωμεν πρὶν τόνγε θοῶν ἐπιβήμεναι ἵππων.

δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα

φρουρὸν ὄφιν· τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις

ξεῖνε τεῶν μύθων ἐπιίστορας οὕς μοι ὑπέστης

ποίησαι, μηδ' ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν

χήτεϊ κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης."

- Ἴσκεν ἀκηχεμένη· μέγα δὲ φρένες Αἰσονίδαο

γήθεον. αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν

ἦκ' ἀναειρόμενος, προσπτύξατο θάρσυνέν τε·

- "Δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω

Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἦ μὲν ἐμοῖσιν

κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν,

εὖτ' ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες."

- Ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρί

δεξιτερήν. ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει

νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρ' ἔτι νύκτωρ

κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο.

ἔνθ' ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν·

εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκ' ἔωσαν

νῆα, πολὺς δ' ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν

ἦεν ἀριστήων. ἡ δ' ἔμπαλιν ἀίσσουσα

γαίῃ χεῖρας ἔτεινεν, ἀμήχανος· αὐτὰρ Ἰήσων

θάρσυνέν τ' ἐπέεσσι καὶ ἴσχανεν ἀσχαλόωσαν.

- Ἦμος δ' ἀνέρες ὕπνον ἀπ' ὀφθαλμῶν ἐβάλοντο

ἀγρόται, οἵ τε κύνεσσι πεποιθότες οὔ ποτε νύκτα

ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς,

μὴ πρὶν ἀμαλδύνῃ θερμὸν στίβον ἠδὲ καὶ ὀδμήν

θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν ‑

τῆμος ἄρ' Αἰσονίδης κούρη τ' ἀπὸ νηὸς ἔβησαν

ποιήεντ' ἀνὰ χῶρον ἵνα Κριοῦ καλέονται

Εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατ' ἔκαμψεν,

νώτοισιν φορέων Μινυήιον υἷ' Ἀθάμαντος·

ἐγγύθι δ' αἰθαλόεντα πέλεν βωμοῖο θέμεθλα,

ὅν ῥά ποτ' Αἰολίδης Διὶ Φυξίῳ εἵσατο Φρίξος,

ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἔειπεν

Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθ' ἄρα τούσγε

Ἄργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν·

τὼ δὲ δι' ἀτραπιτοῖο μεθ' ἱερὸν ἄλσος ἵκοντο,

φηγὸν ἀπειρεσίην διζημένω ᾗ ἔπι κῶας

βέβλητο, νεφέλῃ ἐναλίγκιον ἥ τ' ἀνιόντος

ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν·

αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρήν

ὀξὺς ἀύπνοισι προϊδὼν ὄφις ὀφθαλμοῖσιν

νισσομένους, ῥοίζει δὲ πελώριον, ἀμφὶ δὲ μακραί

ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος·

ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης

Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο,

ὅς τ' ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω

Φάσιδι συμφέρεται ἱερὸν ῥόον, οἱ δὲ συνάμφω

Καυκασίην ἅλαδ' εἰς ἓν ἐλαυνόμενοι προρέουσιν·

δείματι δ' ἐξέγροντο λεχωΐδες, ἀμφὶ δὲ παισίν

νηπιάχοις, οἵ τέ σφιν ὑπ' ἀγκαλίδεσσιν ἴαυον,

ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι.

ὡς δ' ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι

καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται,

ἄλλη δ' αἶψ' ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρό

νειόθεν ἰλίγγοισιν ἐπήορος ἀίσσουσα ‑

ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιζε

ῥυμβόνας, ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν.

τοῖο δ' ἑλισσομένοιο κατ' ὄμματος εἴσατο†κούρη,

Ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα

ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας, αὖε δ' ἄνασσαν

νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν.

εἵπετο δ' Αἰσονίδης, πεφοβημένος· αὐτὰρ ὅγ' ἤδη

οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετ' ἄκανθαν

γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα,

οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν

κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης

ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας

ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν.

ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ,

βάπτουσ' ἐκ κυκεῶνος, ἀκήρατα φάρμακ' ἀοιδαῖς

ῥαῖνε κατ' ὀφθαλμῶν, περί τ' ἀμφί τε νήριτος ὀδμή

φαρμάκου ὕπνον ἔβαλλε· γένυν δ' αὐτῇ ἐνὶ χώρῃ

θῆκεν ἐρεισάμενος, τὰ δ' ἀπείρονα πολλὸν ὀπίσσω

κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο.

ἔνθα δ' ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας,

κούρης κεκλομένης, ἡ δ' ἔμπεδον ἑστηυῖα

φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν

αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων

ἤνωγεν· λεῖπον δὲ πολύσκιον ἄλσος Ἄρηος.

ὡς δὲ σεληναίης διχομήνιδα παρθένος αἴγλην

ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο

λεπταλέῳ ἑανῷ ὑποΐσχεται, ἐν δέ οἱ ἦτορ

χαίρει δερκομένης καλὸν σέλας ‑ ὧς τότ' Ἰήσων

γηθόσυνος μέγα κῶας ἑαῖς ἀναείρετο χερσίν,

καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ

μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος.

ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο

γίγνεται, ἥν τ' ἀγρωσταὶ ἀχαιινέην καλέουσιν,

τόσσον ἔην, πάντῃ χρύσεον, ἐφύπερθεν ἄωτον

βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθών

αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο.

ἤιε δ' ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ

αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δ' αὖτε

εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν ὄφρα ἑ μή τις

ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας.

- Ἠὼς μέν ῥ' ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δ' ἐς ὅμιλον

ἷξον. θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες

λαμπόμενον στεροπῇ ἴκελον Διός, ὦρτο δ' ἕκαστος

ψαῦσαι ἐελδόμενος δέχθαι τ' ἐνὶ χερσὶν ἑῇσιν·

Αἰσονίδης δ' ἄλλους μὲν ἐρήτυε, τῷ δ' ἐπὶ φᾶρος

κάββαλε νηγάτεον. πρύμνῃ δ' ἐνεείσατο κούρην

ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν·

- "Μηκέτι νῦν χάζεσθε φίλοι πάτρηνδε νέεσθαι·

ἤδη γὰρ χρειὼ τῆς εἵνεκα τήνδ' ἀλεγεινήν

ναυτιλίην ἔτλημεν, ὀιζύι μοχθίζοντες,

εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται.

τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδ' ἄκοιτιν

κουριδίην· ἀτὰρ ὔμμες, Ἀχαιίδος οἷά τε πάσης

αὐτῶν θ' ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν,

σώετε· δὴ γάρ που μάλ', ὀίομαι, εἶσιν ἐρύξων

Αἰήτης ὁμάδῳ πόντονδ' ἴμεν ἐκ ποταμοῖο.

ἀλλ' οἱ μὲν διὰ νηὸς ἀμοιβαδὶς ἀνέρος ἀνήρ

ἑζόμενος πηδοῖσιν ἐρέσσετε, τοὶ δὲ βοείας

ἀσπίδας ἡμίσεες δῄων θοὸν ἔχμα βολάων

προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν ἐνὶ χερσίν

παῖδας ἑοὺς πάτρην τε φίλην γεραρούς τε τοκῆας

ἴσχομεν, ἡμετέρῃ δ' ἐπ' ἐρείδεται Ἑλλὰς ἐφορμῇ

ἠὲ κατηφείην ἢ καὶ μέγα κῦδος ἀρέσθαι."

- Ὧς φάτο, δῦνε δὲ τεύχε' ἀρήια· τοὶ δ' ἰάχησαν

θεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο

σπασσάμενος, πρυμναῖα νεὼς ἀπὸ πείσματ' ἔκοψεν·

ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι

Ἀγκαίῳ παρέβασκεν· ἐπείγετο δ' εἰρεσίῃ νηῦς

σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι.

Ἤδη δ' Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις

Μηδείης περίπυστος ἔρως καὶ ἔργ' ἐτέτυκτο·

ἐς δ' ἀγορὴν ἀγέροντ' ἐνὶ τεύχεσιν, ὅσσα τε πόντου

κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο·

ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης

φυλλοχόῳ ἐνὶ μηνί (τίς ἂν τάδε τεκμήραιτο;) ‑

ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας,

κλαγγῇ μαιμώοντες. ὁ δ' εὐτύκτῳ ἐνὶ δίφρῳ

Αἰήτης ἵπποισι μετέπρεπεν οὕς οἱ ὄπασσεν

Ἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο,

σκαιῇ μέν ῥ' ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων,

τῇ δ' ἑτέρῃ πεύκην περιμήκεα, πὰρ δέ οἱ ἔγχος

ἀντικρὺ τετάνυστο πελώριον· ἡνία δ' ἵππων

γέντο χεροῖν Ἄψυρτος. ὑπεκπρὸ δὲ πόντον ἔταμνε

νηῦς ἤδη, κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν

καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ·

αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι, χεῖρας ἀείρας,

Ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων

κέκλετο, δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ·

εἰ μή οἱ κούρην αὐτάγρετον ἢ ἀνὰ γαῖαν

ἢ πλωτῆς εὑρόντες ἔτ' εἰν ἁλὸς οἴδματι νῆα

ἄξουσιν καὶ θυμὸν ἐνιπλήσει μενεαίνων

τείσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν

πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην.

- Ὧς ἔφατ' Αἰήτης. αὐτῷ δ' ἐνὶ ἤματι Κόλχοι

νῆάς τ' εἰρύσσαντο καὶ ἄρμενα νηυσὶ†βάλοντο,

αὐτῷ δ' ἤματι πόντον ἀνήιον· οὐδέ κε φαίης

τόσσον νηΐτην στόλον ἔμμεναι, ἀλλ' οἰωνῶν

ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν.

- Οἱ δ', ἀνέμου λαιψηρὰ θεῆς βουλῇσιν ἀέντος

Ἥρης, ὄφρ' ὤκιστα κακὸν Πελίαο δόμοισιν

Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται,

ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν

Παφλαγόνων ἀκτῇσι, πάροιθ' Ἅλυος ποταμοῖο·

τῇ γάρ σφ' ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν

ἠνώγει Ἑκάτην, καὶ δὴ τὰ μὲν ὅσσα θυηλήν

κούρη πορσανέουσα τιτύσκετο (μήτε τις ἴστωρ

εἴη μήτ' ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν)

ἅζομαι αὐδῆσαι· τό γε μὴν ἕδος ἐξέτι κείνου,

ὅ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν,

ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τηλόσ' ἰδέσθαι.

αὐτίκα δ' Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι

ἥρωες, Φινῆος ὃ δὴ πλόον ἄλλον ἔειπεν

ἐξ Αἴης ἔσσεσθαι· ἀνώιστος δὲ τέτυκτο

πᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν·

"          .      .      .      .      .      .

νισσόμεθ' Ὀρχομενόν, τὴν ἔχραεν ὔμμι περῆσαι

νημερτὴς ὅδε μάντις ὅτῳ ξυνέβητε πάροιθεν.

ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες

πέφραδον οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν.

οὔπω τείρεα πάντα τά τ' οὐρανῷ εἱλίσσονται,

οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι

πευθομένοις· οἶοι δ' ἔσαν Ἀρκάδες Ἀπιδανῆες,

Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται

ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν, οὐδὲ Πελασγίς

χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν,

ἦμος ὅτ' Ἠερίη πολυλήιος ἐκλήιστο

μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν,

καὶ ποταμὸς Τρίτων εὐρύρροος ᾧ ὕπο πᾶσα

ἄρδεται Ἠερίη, Διόθεν δέ μιν οὔποτε δεύει

ὄμβρος· ἅλις προχοῇσιν ἀνασταχύουσιν ἄρουραι.

ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι

Εὐρώπην Ἀσίην τε, βίῃ καὶ κάρτεϊ λαῶν

σφωϊτέρων θάρσει τε πεποιθότα· μυρία δ' ἄστη

νάσσατ' ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν

ἠὲ καὶ οὔ, πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών·

Αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον, υἱωνοί τε

τῶνδ' ἀνδρῶν οὓς ὅς γε καθίσσατο ναιέμεν Αἶαν·

οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται,

κύρβιας οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατ' ἔασιν

ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν.

ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο,

εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηῒ περῆσαι·

Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο·

ὃς δή τοι τείως μὲν ἀπείρονα τέμνετ' ἄρουραν

εἷς οἶος, πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο

Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν·

ἀλλ' ὁπόταν Θρῃκῶν Σκυθέων τ' ἐπιβήσεται οὔρους,

ἔνθα διχῇ, τὸ μὲν ἔνθα μεθ' ἡμετέρην ἅλα βάλλει

τῇδ' ὕδωρ, τὸ δ' ὄπισθε βαθὺν διὰ κόλπον ἵησιν

σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα,

γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δή

ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν."

- Ὧς ἄρ' ἔφη. τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν

αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες

στέλλεσθαι τήνδ' οἷμον· ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη

οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν.

γηθόσυνοι δέ, Λύκοιο καταυτόθι παῖδα λιπόντες,

λαίφεσι πεπταμένοισιν ὑπεὶρ ἅλα ναυτίλλοντο

οὔρεα Παφλαγόνων θηεύμενοι· οὐδὲ Κάραμβιν

γνάμψαν, ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλη

μίμνεν ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο.

- Κόλχοι δ' αὖτ', ἄλλοι μὲν ἐτώσια μαστεύοντες

Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν,

ἄλλοι δ' αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν

Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς·

τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὑπὲρ αὐχένα γαίης

κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο.

Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη

τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα,

στεινὸν δ' αὖτ' ἀγκῶνα ποτὶ ῥόον, ἀμφὶ δὲ δοιαί

σχίζονται προχοαί· τὴν μὲν καλέουσι Νάρηκος,

τὴν δ' ὑπὸ τῇ νεάτῃ Καλὸν στόμα· τῇδε διαπρό

Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν,

οἱ δ' ὑψοῦ νήσοιο κατ' ἀκροτάτης ἐνέοντο

τηλόθεν. εἱαμενῇσι δ' ἐν ἄσπετα πώεα λεῖπον

ποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷά τε θῆρας

ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας·

οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο

οὔτ' οὖν Θρήιξιν μιγάδες Σκύθαι οὐδὲ Σίγυννοι,

οὔτ' αὖ Γραυκένιοι, οὔθ' οἱ περὶ Λαύριον ἤδη

Σίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες.

αὐτὰρ ἐπεί τ' Ἄγγουρον ὄρος καὶ ἄπωθεν ἐόντα

Ἀγγούρου ὄρεος σκόπελον παρὰ Καυλιακοῖο,

ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα

βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο,

δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδ' ἐκπρομολόντες,

πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους.

οἱ δ' ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δ' ἐπέρησαν†

δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους.

τῶν ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον·

ἐν δ' ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο,

βαῖνον· ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους†

αὔτως, ἁζόμενοι κούρην Διός, αἱ δὲ δὴ ἄλλαι

στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης.

ὧς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσους†

μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης.

- Ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηϊοτῆτι

παυρότεροι πλεόνεσσιν ὑπείκαθον, ἀλλὰ πάροιθεν

συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο·

κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη

Αἰήτης, εἴ κέν οἱ ἀναπλήσειαν ἀέθλους,

ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν

εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων·

αὐτὰρ Μήδειαν (τὸ‹δε› γὰρ πέλεν ἀμφήριστον)

παρθέσθαι κούρῃ Λητωΐδι νόσφιν ὁμίλου,

εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων

εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν

εἴτε μεθ' Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι.

- Ἔνθα δ' ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη,

δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι

νωλεμές. αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων

ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρ' ἐλίασθεν

πολλὸν ἑκάς, στονόεντα δ' ἐνωπαδὶς ἔκφατο μῦθον·

- "Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινήν

ἀμφ' ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν

ἀγλαΐαι, τῶν δ' οὔ τι μετατρέπῃ ὅσσ' ἀγόρευες

χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο

ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν;

ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι

πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας

νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα, τηλόθι δ' οἴη

λυγρῇσιν κατὰ πόντον ἅμ' ἀλκυόνεσσι φορεῦμαι,

σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσίν

ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους·

ὕστατον αὖ καὶ κῶας, ἐφ' ᾧ πλόος ὔμμιν ἐτύχθη,

εἷλες ἐμῇ ματίῃ, κατὰ δ' οὐλοὸν αἶσχος ἔχευα

θηλυτέραις· τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε

αὐτοκασιγνήτη τε μεθ' Ἑλλάδα γαῖαν ἕπεσθαι.

πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην

σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας,

ἀλλ' αὔτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστω

καὶ θέμις ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγ' ἔπειτα

φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι,

ὄφρ' ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν,

σχέτλιε· εἴ ‹γάρ› κέν με κασιγνήτοιο δικάσσῃ

ἔμμεναι οὗτος ἄναξ τῷ ἐπίσχετε τάσδ' ἀλεγεινάς

ἄμφω συνθεσίας, πῶς ἵξομαι ὄμματα πατρός;

ἦ μάλ' ἐυκλειής. τίνα δ' οὐ τίσιν ἠὲ βαρεῖαν

ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ οἷα ἔοργα

ὀτλήσω, σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο;

μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις,

ᾗ ἔπι κυδιάεις· μνήσαιο δὲ καί ποτ' ἐμεῖο

στρευγόμενος καμάτοισι, δέρος δέ τοι ἶσον ὀνείρῳ

οἴχοιτ' εἰς ἔρεβος μεταμώνιον· ἐκ δέ σε πάτρης

αὐτίκ' ἐμαὶ ἐλάσειαν Ἐρινύες, οἷα καὶ αὐτή

σῇ πάθον ἀτροπίῃ· τὰ μὲν οὐ θέμις ἀκράαντα

ἐν γαίῃ πεσέειν, μάλα γὰρ μέγαν ἤλιτες ὅρκον,

νηλεές· ἀλλ' οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω

δὴν ἕσσεσθ' εὔκηλοι ἕκητί γε συνθεσιάων."

- Ὧς φάτ', ἀναζείουσα βαρὺν χόλον· ἵετο δ' ἥγε

νῆα καταφλέξαι διά τ' ἔμπεδα πάντα κεάσσαι,

ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δ' Ἰήσων

μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν·

- "Ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδ' ἐμοὶ αὐτῷ,

ἀλλά τιν' ἀμβολίην διζήμεθα δηϊοτῆτος,

ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν

εἵνεκα σεῦ. πάντες γὰρ ὅσοι χθόνα τήνδε νέμονται

Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί,

οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδ' ἄγοιτο·

αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ,

μείξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος

ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν.

ἥδε δὲ συνθεσίη κρανέει δόλον ᾧ μιν ἐς ἄτην

βήσομεν· οὐδ' ἂν ὁμῶς περιναιέται ἀντιόωσι

Κόλχοις ἦρα φέροιεν ὑπὲρ σέο, νόσφιν ἄνακτος

ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται,

οὐδ' ἂν ἐγὼ Κόλχοισιν ὑπείξαιμι πτολεμίζων

ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι."

- Ἴσκεν ὑποσσαίνων· ἡ δ' οὐλοὸν ἔκφατο μῦθον·

- "Φράζεο νῦν (χρειὼ γὰρ ἀεικελίοισιν ἐπ' ἔργοις

καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην

ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς)·

τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων,

αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι

μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις,

εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι

οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν.

ἔνθ' εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω,

κτεῖνέ τε καὶ Κόλχοισιν ἀείρεο δηϊοτῆτα."

- Ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύναντο

Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα·

οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης

πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταί

Δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί, αὐτὰρ ὁ παιδί

δῶκε Θόαντι μεταῦτις, ὁ δ' αὖ λίπεν Ὑψιπυλείῃ,

ἡ δ' ἔπορ' Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι

γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων

οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας·

τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου

ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατέλεκτο

ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπώς

στήθεα παρθενικῆς Μινωΐδος, ἥν ποτε Θησεύς

Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ.

ἡ δ' ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους,

θελγέμεν, εὖτ' ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται

συνθεσίῃ νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν,

ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται ᾧ κεν ἑλοῦσα

χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω

βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ

υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι ‑

τοῖα παραιφαμένη, θελκτήρια φάρμακ' ἔπασσεν

αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα

ἄγριον ἠλιβάτοιο κατ' οὔρεος ἤγαγε θῆρα.

- Σχέτλι' Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν,

ἐκ σέθεν οὐλόμεναί τ' ἔριδες στοναχαί τε γόοι τε,

ἄλγεά τ' ἄλλ' ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν·

δυσμενέων ἐπὶ παισὶ κορύσσεο δαῖμον ἀερθείς

οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην.

- Πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ

Ἄψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς.

- Ἦμος ὅτ' Ἀρτέμιδος νηῷ ἔνι τήν γε λίποντο

συνθεσίῃ, τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν

σφωϊτέραις κρινθέντες· ὁ δ' ἐς λόχον ᾖεν Ἰήσων,

δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους.

αὐτὰρ ὅγ', αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθείς,

καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας,

νύχθ' ὕπο λυγαίην ἱερῆς ἐπεβήσετο νήσου·

οἰόθι δ' ἀντικρὺ μετιών, πειρήσατο μύθοις

εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης

χειμερίης ἣν οὐδὲ δι' αἰζηοὶ περόωσιν,

εἴ κε δόλον ξείνοισιν ἐπ' ἀνδράσι τεχνήσαιτο.

καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν·

αὐτίκα δ' Αἰσονίδης πυκινοῦ ἔκπαλτο λόχοιο

γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος. αἶψα δὲ κούρη

ἔμπαλιν ὄμματ' ἔνεικε, καλυψαμένη ὀθόνῃσιν,

μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος·

τὸν δ' ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον,

πλῆξεν, ὀπιπτεύσας νηοῦ σχεδὸν ὅν ποτ' ἔδειμαν

Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν.

τοῦ ὅγ' ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δ' ἥρως

θυμὸν ἀναπνείων, χερσὶν μέλαν ἀμφοτέρῃσιν

αἷμα κατ' ὠτειλὴν ὑποΐσχετο, τῆς δὲ καλύπτρην

ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν.

ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν

ὄμματι νηλειεῖς ὀλοφώιον ἔργον Ἐρινύς.

ἥρως δ' Αἰσονίδης ἐξάργματα τάμνε θανόντος,

τρὶς δ' ἀπέλειξε φόνου, τρὶς δ' ἐξ ἄγος ἔπτυσ' ὀδόντων,

ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι·

ὑγρὸν δ' ἐν γαίῃ κρύψεν νέκυν, ἔνθ' ἔτι νῦν περ

κείαται ὀστέα κεῖνα μετ' ἀνδράσιν Ἀψυρτεῦσιν.

- Οἱ δ' ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες

τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν,

Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆα βάλοντο

ἥρωες, Κόλχων δ' ὄλεκον στόλον, ἠύτε κίρκοι

φῦλα πελειάων ἠὲ μέγα πῶυ λέοντες

ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες·

οὐδ' ἄρα τις κείνων θάνατον φύγε, πάντα δ' ὅμιλον

πῦρ ἅτε δηϊόωντες ἐπέδραμον. ὀψὲ δ' Ἰήσων

ἤντησεν, μεμαὼς ἐπαμυνέμεν ‑ οὐ μάλ' ἀρωγῆς

δευομένοις, ἤδη δὲ καὶ ἀμφ' αὐτοῖο μέλοντο.

- Ἔνθα δὲ ναυτιλίης πυκινὴν πέρι μητιάασκον

ἑζόμενοι βουλήν, ἐπὶ δέ σφισιν ἤλυθε κούρη

φραζομένοις. Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον·

- "Ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆ' ἐπιβάντας

εἰρεσίῃ περάαν πλόον ἀντίον ᾧ ἐπέχουσι

δήιοι. ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα

ἔλπομαι οὐχ ἕνα μῦθον ὅτις προτέρωσε δίεσθαι

ἡμέας ὀτρυνέει τοὺς πεισέμεν, οἷά τ' ἄνακτος

εὔνιδες ἀργαλέῃσι διχοστασίῃς κεδόωνται·

ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν,

ἥδ' εἴη μετέπειτα κατερχομένοισι κέλευθος."

- Ὧς ἔφατ'· ᾔνησαν δὲ νέοι ἔπος Αἰακίδαο.

ῥίμφα δὲ νῆ' ἐπιβάντες ἐπερρώοντ' ἐλάτῃσιν

νωλεμές, ὄφρ' ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο,

ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο.

- Κόλχοι δ' ὁππότ' ὄλεθρον ἐπεφράσθησαν ἄνακτος,

ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης

Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός, ἀλλ' ἀπέρυκεν

Ἥρη σμερδαλέῃσι κατ' αἰθέρος ἀστεροπῇσιν.

ὕστατον αὖ (δὴ γάρ τε Κυταιίδος ἤθεα γαίης

στύξαν ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο)

ἔμπεδον ἄλλυδις ἄλλοι ἀφορμηθέντες ἔνασθεν·

οἱ μὲν ἐπ' αὐτάων νήσων ἔβαν ᾗσιν ἐπέσχον

ἥρωες, ναίουσι δ' ἐπώνυμοι Ἀψύρτοιο·

οἱ δ' ἄρ' ἐπ' Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο,

τύμβος ἵν' Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν,

ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δ' ἐν ὄρεσσιν

ἐνναίουσιν ἅπερ τε Κεραύνια κικλήσκονται

ἐκ τόθεν ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοί

νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι.

- Ἥρωες δ', ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων,

δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματ' ἔδησαν

Ὑλλήων· νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαί

ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι.

οὐδέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκον

Ὑλλῆες, πρὸς δ' αὐτοὶ ἐμηχανόωντο κέλευθον,

μισθὸν ἀειράμενοι τρίποδα μέγαν Ἀπόλλωνος.

δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι

Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθώ

ἱρὴν πευσόμενος μετεκίαθε τῆσδ' ὑπὲρ αὐτῆς

ναυτιλίης· πέπρωτο δ', ὅπῃ χθονὸς ἱδρυθεῖεν,

μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν.

τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃ

ἀμφὶ πόλιν Ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθεν

οὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο.

οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα

Ὕλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι

δήμῳ Φαιήκων· ὁ γὰρ οἰκία Ναυσιθόοιο

Μάκριν τ' εἰσαφίκανε, Διωνύσοιο τιθήνην,

νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθ' ὅγε κούρην

Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο,

νηιάδα Μελίτην, ἡ δὲ σθεναρὸν τέκεν Ὕλλον·

οὐδ' ἄρ' ὅγ' ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ

ναίειν κοιρανέοντος ὑπ' ὀφρύσι Ναυσιθόοιο·

βῆ δ' ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας

Φαιήκων, σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον

ἥρως Ναυσίθοος· τόθι δ' εἵσατο· καί μιν ἔπεφνον

Μέντορες, ἀγραύλοισιν ἀλεξόμενοι περὶ βουσίν.

- Ἀλλὰ θεαί, πῶς τῆσδε παρὲξ ἁλὸς ἀμφί τε γαῖαν

Αὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονται

Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηός

νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη

καὶ χρειώ σφ' ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι;

- Αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο

Ζῆνα θεῶν βασιλῆα χόλος λάβεν οἷον ἔρεξαν,

Αἰαίης δ' ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης

αἷμ' ἀπονιψαμένους πρό τε μυρία πημανθέντας

νοστήσειν. τὸ μὲν οὔ τις ἀριστήων ἐνόησεν·

ἀλλ' ἔθεον γαίης Ὑλληΐδος ἐξανιόντες

τηλόθι, τὰς δ' ἀπέλειπον ὅσαι Κόλχοισι πάροιθεν

ἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι,

Ἴσσα τε Δυσκέλαδός τε καὶ ἱμερτὴ Πιτύεια·

αὐτὰρ ἔπειτ' ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο,

ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην,

ἠύκομον Κέρκυραν, ἑκὰς Φλειουντίδος αἴης,

ἁρπάξας ὑπ' ἔρωτι· μελαινομένην δέ μιν ἄνδρες

ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ

δερκόμενοι, Κέρκυραν ἐπικλείουσι Μέλαιναν·

τῇ δ' ἐπὶ καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ,

αἰπεινήν τε Κερωσσόν, ὕπερθε δὲ πολλὸν ἐοῦσαν

Νυμφαίην παράμειβον, ἵνα κρείουσα Καλυψώ

Ἀτλαντὶς ναίεσκε. τὰ δ' ἠεροειδέα λεύσσειν

οὔρεα δοιάζοντο Κεραύνια· καὶ τότε βουλάς

ἀμφ' αὐτοῖς Ζηνός τε μέγαν χόλον ἐφράσαθ' Ἥρη,

μηδομένη δ' ἄνυσιν τοῖο πλόου, ὦρσεν ἀέλλας

ἀντικρύ· τοὶ δ' αὖτις ἀναρπάγδην φορέοντο

νήσου ἔπι κραναῆς Ἠλεκτρίδος. αὐτίκα δ' ἄφνω

ἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων

αὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τόρρ' ἀνὰ μέσσην

στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.

τοὺς δ' ὀλοὸν μεσσηγὺ δέος λάβεν εἰσαΐοντας

φθογγήν τε Ζηνός τε βαρὺν χόλον· οὐ γὰρ ἀλύξειν

ἔννεπεν οὔτε πόρους δολιχῆς ἁλὸς οὔτε θυέλλας

ἀργαλέας, ὅτε μὴ Κίρκη φόνον Ἀψύρτοιο

νηλέα νίψειεν· Πολυδεύκεα δ' εὐχετάασθαι

Κάστορά τ' ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθους

Αὐσονίης ἔντοσθε πορεῖν ἁλός, ᾗ ἔνι Κίρκην

δήουσιν, Πέρσης τε καὶ Ἠελίοιο θύγατρα.

- Ὧς Ἀργὼ ἰάχησεν ὑπὸ κνέφας. οἱ δ' ἀνόρουσαν

Τυνδαρίδαι καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισιν

εὐχόμενοι τὰ ἕκαστα· κατηφείη δ' ἔχεν ἄλλους

ἥρωας Μινύας. ἡ δ' ἔσσυτο πολλὸν ἐπιπρό

λαίφεσιν. ἐς δ' ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο,

ἔνθα ποτ' αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ

ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ἠελίοιο

λίμνης ἐς προχοὰς πολυβενθέος· ἡ δ' ἔτι νῦν περ

τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν,

οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας

οἰωνὸς δύναται βαλέειν ὕπερ, ἀλλὰ μεσηγύς

φλογμῷ ἐπιθρῴσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι

Ἡλιάδες ταναῇσιν ἀείμεναι αἰγείροισιν

μύρονται κινυρὸν μέλεαι γόον, ἐκ δὲ φαεινάς

ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε·

αἱ μέν τ' ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται,

εὖτ' ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης

ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο,

δὴ τότ' ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα

κυμαίνοντι ῥόῳ. Κελτοὶ δ' ἐπὶ βάξιν ἔθεντο

ὡς ἄρ' Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο

ἐμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν,

ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν,

οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς,

χωόμενος περὶ παιδὶ τὸν ἐν λιπαρῇ Λακερείῃ

δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο.

καὶ τὰ μὲν ὧς κείνοισι μετ' ἀνδράσι κεκλήισται·

τοὺς δ' οὔτε βρώμης ᾕρει πόθος οὔτε ποτοῖο,

οὔτ' ἐπὶ γηθοσύνας νόος ἐτράπετ'· ἀλλ' ἄρα τοίγε

ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες

ὀδμῇ λευγαλέῃ τήν ῥ' ἄσχετον ἐξανίεσκον

τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο,

νυκτὸς δ' αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον

Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν

οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.

- Ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσεπέρησαν,

ὅς τ' εἰς Ἠριδανὸν μετανίσσεται, ἄμμιγα δ' ὕδωρ

ἐν ξυνοχῇ βέβρυχε κυκώμενον. αὐτὰρ ὁ γαίης

ἐκ μυχάτης, ἵνα τ' εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός,

ἔνθεν ἀπορνύμενος, τῇ μέν τ' ἐπερεύγεται ἀκτάς

Ὠκεανοῦ, τῇ δ' αὖτε μετ' Ἰονίην ἅλα βάλλει,

τῇ δ' ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον

ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δ' ἄρα τοῖο

λίμνας εἰσέλασαν δυσχείμονας αἵ τ' ἀνὰ Κελτῶν

ἤπειρον πέπτανται ἀθέσφατοι. ἔνθα κεν οἵγε

ἄτῃ ἀεικελίῃ πέλασαν· φέρε γάρ τις ἀπορρώξ

κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον

εἰσβαλέειν. τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν·

ἀλλ' Ἥρη σκοπέλοιο καθ' Ἑρκυνίου ἰάχησεν

οὐρανόθεν προθοροῦσα, φόβῳ δ' ἐτίναχθεν ἀυτῆς

πάντες ὁμῶς, δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ·

ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο καί ῥ' ἐνόησαν

τήνδ' οἷμον τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσι.

δηναιοὶ δ' ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο,

Ἥρης ἐννεσίῃσι δι' ἔθνεα μυρία Κελτῶν

καὶ Λιγύων περόωντες ἀδήιοι, ἀμφὶ γὰρ αἰνήν

ἠέρα χεῦε θεὰ πάντ' ἤματα νισσομένοισιν.

μεσσότατον δ' ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες,

Στοιχάδας εἰσαπέβαν νήσους, σόοι εἵνεκα κούρων

Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται

ἔμπεδον, οὐδ' οἶον κείνης ἐπίουροι ἕποντο

ναυτιλίης, Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας.

Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν

νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες

ἱδρῶ ἅλις· χροιῇ δὲ κατ' αἰγιαλοῖο κέχυνται

εἴκελοι   ἐν δὲ σόλοι καὶ τρύχεα θέσκελα κείνων·

ἔνθα λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται.

- Καρπαλίμως δ' ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο

Αὐσονίης, ἀκτὰς Τυρσηνίδας εἰσορόωντες,

ἷξον δ' Αἰαίης λιμένα κλυτόν. ἐκ δ' ἄρα νηός

πείσματ' ἐπ' ἠιόνων σχεδόθεν βάλον· ἔνθα δὲ Κίρκην

εὗρον ἁλὸς νοτίδεσσι κάρη περιφαιδρύνουσαν,

τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο·

αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο

μύρεσθαι δόκεον, φλὸξ δ' ἀθρόα φάρμακ' ἔδαπτεν

οἷσι πάρος ξείνους θέλγ' ἀνέρας ὅστις ἵκοιτο·

τὴν δ' αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν,

χερσὶν ἀφυσσαμένη, λῆξεν δ' ὀλοοῖο φόβοιο.

τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης

ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν.

θῆρες δ', οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν

οὐδὲ μὲν οὐδ' ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δ' ἀπ' ἄλλων

συμμιγέες γενέων, κίον ἀθρόοι, ἠύτε μῆλα

ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι.

τοίους καὶ προτέρους ἐξ ἰλύος ἐβλάστησεν

χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν,

οὔπω διψαλέῳ μάλ' ὑπ' ἠέρι πιληθεῖσα

οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο

ἰκμάδας αἰνυμένου· τὰ δ' ἐπὶ στίχας ἤγαγεν αἰών

συγκρίνας. τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο,

ἥρωας δ' ἕλε θάμβος ἀπείριτον. αἶψα δ' ἕκαστος,

Κίρκης εἴς τε φυὴν εἴς τ' ὄμματα παπταίνοντες,

ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.

- Ἡ δ' ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων,

αὐτίκ' ἔπειτ' ἄψορρον ἀπέστιχε, τοὺς δ' ἅμ' ἕπεσθαι

χειρὶ καταρρέξασα δολοφροσύνῃσιν ἄνωγεν.

ἔνθ' ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο

μίμνον ἀπηλεγέως, ὁ δ' ἐρύσσατο Κολχίδα κούρην·

ἄμφω δ' ἑσπέσθην αὐτὴν ὁδόν, ἔστ' ἀφίκοντο

Κίρκης ἐς μέγαρον. τοὺς δ' ἐν λιπαροῖσι κέλευεν

ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων·

τὼ δ' ἄνεῳ καὶ ἄναυδοι ἐφ' ἑστίῃ ἀίξαντε

ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται,

ἡ μὲν ἐπ' ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα,

αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας

ᾧπέρ τ' Αἰήταο πάιν κτάνεν· οὐδέ ποτ' ὄσσε

ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δ' ἔγνω

Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο.

τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο,

ὃς μέγα μὲν κοτέει, μέγα δ' ἀνδροφόνοισιν ἀρήγει,

ῥέζε θυηπολίην οἵῃ τ' ἀπολυμαίνονται

νηλειτεῖς ἱκέται, ὅτ' ἐφέστιοι ἀντιόωσιν.

πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο

τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοί

πλήμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας

τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις

μείλισσεν χύτλοισι Καθάρσιον ἀγκαλέουσα

Ζῆνα παλαμναίων τιμήορον ἱκεσίῃσι.

καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματ' ἔνεικαν

νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα·

ἡ δ' εἴσω πελανοὺς μείλικτρά τε νηφαλίῃσιν

καῖεν ἐπ' εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο

σμερδαλέας παύσειεν Ἐρινύας ἠδὲ καὶ αὐτός

εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν,

εἴτ' οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας

εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόῳεν.

- Αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δὴ τότ' ἔπειτα

εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν,

καὶ δ' αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ

χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν,

ἠδ' ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματ' ἰόντες

αὔτως ἱδρύθησαν ἐφέστιοι· ἦ γὰρ ὀνείρων

μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν,

ἵετο δ' αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν

αὐτίχ' ὅπως ἐνόησεν ἀπ' οὔδεος ὄσσε βαλοῦσαν·

πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι

ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν

οἷόν τε χρυσέην ἀντώπιον ἵεσαν αἴγλην.

ἡ δ' ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατέλεξεν,

Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο

κούρη μειλιχίως· ἠμὲν στόλον ἠδὲ κελεύθους

ἡρώων, ὅσα τ' ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις·

ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς·

ὥς τ' ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρός

σὺν παισὶ Φρίξοιο. φόνον δ' ἀλέεινεν ἐνισπεῖν

Ἀψύρτου, τὴν δ' οὔτι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπης

μυρομένην ἐλέαιρεν, ἔπος δ' ἐπὶ τοῖον ἔειπεν·

- "Σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον.

ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο

ἐκφυγέειν, τάχα δ' εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης

τεισόμενος φόνον υἷος, ὅτ' ἄσχετα ἔργα τέλεσσας.

ἀλλ' ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο,

ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδ' ἰούσῃ·

ἔρχεο δ' ἐκ μεγάρων, ξείνῳ συνοπηδὸς ἐοῦσα

ὅντινα τοῦτον ἄιστον ἀνεύραο πατρὸς ἄνευθεν,

μηδέ με γουνάσσηαι ἐφέστιος· οὐ γὰρ ἔγωγε

αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν."

- Ὧς φάτο· τὴν δ' ἀμέγαρτον ἄχος λάβεν, ἀμφὶ δὲ πέπλον

ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως

χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε

δείματι παλλομένην, λεῖπον δ' ἀπὸ δώματα Κίρκης.

- Οὐδ' ἄλοχον Κρονίδαο Διὸς λάθον, ἀλλά οἱ Ἶρις

πέφραδεν, εὖτ' ἐνόησεν ἀπὸ μεγάροιο κιόντας·

αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν ὁππότε νῆα

στείχοιεν. τὸ καὶ αὖτις ἐποτρύνουσ' ἀγόρευεν·

- "Ἶρι φίλη, νῦν, εἴ ποτ' ἐμὰς ἐτέλεσσας ἐφετμάς,

εἰ δ' ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν

δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν,

κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα

ἐλθέμεν εἰς ἀκτὰς ὅθι τ' ἄκμονες Ἡφαίστοιο

χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν,

εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργώ

τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν,

Αἴολον ὅς τ' ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει·

καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας

πάντας ἀπολλήξειεν ὑπ' ἠοῖ, μηδέ τις αὔρη

τρηχύνοι πέλαγος, ζεφύρου γε μὲν οὖρος ἀήτω,

ὄφρ' οἵγ' Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται."

- Ὧς ἔφατ'. αὐτίκα δ' Ἶρις ἀπ' Οὐλύμποιο θοροῦσα

τέμνε, τανυσσαμένη κοῦφα πτερά· δῦ δ' ἐνὶ πόντῳ

Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν,

πρώτην δ' εἰσαφίκανε Θέτιν καὶ ἐπέφραδε μῦθον

Ἥρης ἐννεσίῃς ὦρσέν τέ μιν εἰς ἓ νέεσθαι·

δεύτερα δ' εἰς Ἥφαιστον ἐβήσατο, παῦσε δὲ τόνγε

ῥίμφα σιδηρείων τυπίδων, ἔσχοντο δ' ἀυτμῆς

αἰθαλέοι πρηστῆρες· ἀτὰρ τρίτον εἰσαφίκανεν

Αἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ

ἀγγελίην φαμένη θοὰ γούνατα παῦεν ὁδοῖο,

τόφρα Θέτις, Νηρῆα κασιγνήτας τε λιποῦσα,

ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην.

ἡ δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε φαῖνέ τε μῦθον·

- "Κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομ' ἐνισπεῖν.

οἶσθα μὲν ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως

Αἰσονίδης ἠδ' ἄλλοι ἀοσσητῆρες ἀέθλου,

οἵη τέ σφ' ἐσάωσα†διὰ Πλαγκτὰς περόωντας

πέτρας, ἔνθα πυρὸς δειναὶ βρομέουσι θύελλαι,

κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν,

νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν

δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δή

ἐξέτι νηπυτίης αὐτὴ τρέφον, ἠδ' ἀγάπησα

ἔξοχον ἀλλάων αἵ τ' εἰν ἁλὶ ναιετάουσιν,

οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο

λέξασθαι (κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν,

ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν),

ἀλλ' ἐμέ γ' αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα

ἠλεύω· ὁ δ' ἔπειτα πελώριον ὅρκον ὄμοσσε,

μήποτέ σ' ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν.

ἔμπης δ' οὐ μεθίεσκεν ὀπιπτεύων ἀέκουσαν,

εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα,

ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο

παῖδα τεκεῖν· τῶ καί σε λιλαιόμενος μεθέηκεν

δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι

ἀθανάτων, ἀλλ' αἰὲν ἑὸν κράτος εἰρύοιτο.

αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι

δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας

τέκνα τε φιτύσαιο· θεοὺς δ' εἰς δαῖτα κάλεσσα

πάντας ὁμῶς, αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον

νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς.

ἀλλ' ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω.

εὖτ' ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται,

ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο

νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος,

χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο

Μηδείης· σὺ δ' ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα,

ἠδ' αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται;

ἀάσθη, καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη.

ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίω

λωφήσειν πρήσσοντα πυρὸς μένος, Ἱπποτάδην δέ

Αἴολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν

νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνται

Φαιήκων λιμένας. σὺ δ' ἀκηδέα μήδεο νόστον·

δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματ' ἔασιν

μοῦνον, ἅ κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις·

μηδὲ σύγ' ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς

ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν,

ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι

(Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκῳ

νυκτιπόλος Ἑκάτη, τήν τε κλείουσι Κράταιιν),

μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσιν

λεκτοὺς ἡρώων δηλήσεται· ἀλλ' ἔχε νῆα

κεῖσ' ὅθι περ τυτθή γε παραίβασις ἔσσετ' ὀλέθρου."

- Ὧς φάτο· τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ·

- "Εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι

ζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἦ τ' ἂν ἔγωγε

θαρσαλέη φαίην καὶ κύματος ἀντιόωντος

νῆα σαωσέμεναι, ζεφύρου λίγα κινυμένοιο.

ἀλλ' ὥρη δολιχήν τε καὶ ἄσπετον οἷμον ὁδεύειν,

ὄφρα κασιγνήτας μετ' ἐλεύσομαι αἵ μοι ἀρωγοί

ἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσι' ἀνῆπται,

ὥς κεν ὑπηῷοι μνησαίατο ναυτίλλεσθαι."

- Ἦ, καὶ ἀναΐξασα κατ' αἰθέρος ἔμπεσε δίναις

κυανέου πόντοιο, κάλει δ' ἐπαμυνέμεν ἄλλας

αὐτοκασιγνήτας Νηρηίδας· αἱ δ' ἀίουσαι

ἤντεον ἀλλήλῃσι, Θέτις δ' ἀγόρευεν ἐφετμάς

Ἥρης, αἶψα δ' ἴαλλε μετ' Αὐσονίην ἅλα πάσας.

αὐτὴ δ' ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων

ἠελίου ὅτ' ἄνεισι περαίης ὑψόθι γαίης,

σεύατ' ἴμεν λαιψηρὰ δι' ὕδατος, ἔστ' ἀφίκανεν

ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο.

τοὺς δ' εὗρεν παρὰ νηῒ σόλῳ ῥιπῇσί τ' ὀιστῶν

τερπομένους· στῆ δ' ἆσσον, ὀρεξαμένη χερὸς ἄκρης,

Αἰακίδεω Πηλῆος, ὁ γάρ ῥά οἱ ἦεν ἀκοίτης·

οὐδέ τις εἰσιδέειν δύνατ' ἀμφαδόν, ἀλλ' ἄρα τῷγε

οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε·

- "Μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες,

ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός,

Ἥρῃ πειθόμενοι, ἐπαρηγόνι· τῆς γὰρ ἐφετμῇς

πασσυδίῃ κοῦραι Νηρηΐδες ἀντιόωσι

νῆα διὲκ πέτρας αἵ τε Πλαγκταὶ καλέονται

ῥυσόμεναι· κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος.

ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὖτ' ἂν ἴδηαι

ἀντομένην σὺν τῇσι, νόῳ δ' ἔχε, μή με χολώσῃς

πλεῖον ἔτ' ἢ τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας."

- Ἦ, καὶ ἔπειτ' ἀίδηλος ἐδύσατο βένθεα πόντου·

τὸν δ' ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐ μετιοῦσαν

ἔδρακεν ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνήν,

χωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος.

ἡ μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεν

νύκτα διὰ μέσσην φλογμῷ πυρός, ἤματα δ' αὖτε

ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο

ἀθάνατος καί οἱ στυγερὸν χροῒ γῆρας ἀλάλκοι·

αὐτὰρ ὅγ' ἐξ εὐνῆς ἀναπάλμενος εἰσενόησεν

παῖδα φίλον σπαίροντα διὰ φλογός, ἧκε δ' ἀυτήν

σμερδαλέην ἐσιδών, μέγα νήπιος· ἡ δ' ἀίουσα,

τὸν μὲν ἄρ' ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα,

αὐτὴ δὲ, πνοιῇ ἰκέλη δέμας, ἠύτ' ὄνειρος,

βῆ ῥ' ἴμεν ἐκ μεγάροιο θοῶς καὶ ἐσήλατο πόντον

χωσαμένη· μετὰ δ' οὔ τι παλίσσυτος ἵκετ' ὀπίσσω.

τῶ μιν ἀμηχανίη δῆσεν φρένας· ἀλλὰ καὶ ἔμπης

πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις.

οἱ δ' ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους

ἐσσυμένως, δόρπον τε χαμεύνας τ' ἀμφεπένοντο,

τῇς ἔνι δαισάμενοι νύκτ' ἄεσαν ὡς τὸ πάροιθεν.

- Ἦμος δ' ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν ἠώς,

δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιο

βαῖνον ἐπὶ κληῖδας ἀπὸ χθονός· ἐκ δὲ βυθοῖο

εὐναίας εἷλκον περιγηθέες ἄλλα τε πάντα

ἄρμενα μηρύοντο κατὰ χρέος, ὕψι δὲ λαῖφος

εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης.

νῆα δ' ἐυκραὴς ἄνεμος φέρεν· αἶψα δὲ νῆσον

καλὴν Ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι

Σειρῆνες σίνοντ' Ἀχελωΐδες ἡδείῃσι

θέλγουσαι μολπῇσιν ὅτις παρὰ πεῖσμα βάλοιτο.

τὰς μὲν ἄρ' εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσα

γείνατο Τερψιχόρη, Μουσέων μία, καί ποτε Δηοῦς

θυγατέρ' ἰφθίμην, ἀδμῆτ' ἔτι, πορσαίνεσκον

ἄμμιγα μελπόμεναι· τότε δ' ἄλλο μὲν οἰωνοῖσιν

ἄλλο δὲ παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι,

αἰεὶ δ' εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς

ἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο,

τηκεδόνι φθινύθουσαι. ἀπηλεγέως δ' ἄρα καὶ τοῖς

ἵεσαν ἐκ στομάτων ὄπα λείριον· οἱ δ' ἀπὸ νηός

ἤδη πείσματ' ἔμελλον ἐπ' ἠιόνεσσι βαλέσθαι,

εἰ μὴ ἄρ' Οἰάγροιο πάις Θρηΐκιος Ὀρφεύς,

Βιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσας,

κραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς,

ὄφρ' ἄμυδις κλονέοντος ἐπιβρομέωνται ἀκουαί

κρεγμῷ· παρθενίην δ' ἐνοπὴν ἐβιήσατο φόρμιγξ,

νῆα δ' ὁμοῦ ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμα

πρυμνόθεν ὀρνύμενον, ταὶ δ' ἄκριτον ἵεσαν αὐδήν.

ἀλλὰ καὶ ὧς Τελέοντος ἐὺς πάις οἶος ἑταίρων

προφθάμενος ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ

Βούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς,

νῆχε δὲ πορφυρέοιο δι' οἴδματος, ὄφρ' ἐπιβαίη,

σχέτλιος· ἦ τέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων,

ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα

Κύπρις ἔτ' ἐν δίναις ἀνερέψατο καί ῥ' ἐσάωσεν

πρόφρων ἀντομένη, Λιλυβηίδα ναιέμεν ἄκρην.

οἱ δ' ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δ' ὄπαζον

κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν.

τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη,

τῇ δ' ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις·

ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι

ῥόχθεον· ᾗχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλόξ

ἄκρων ἐκ σκοπέλων πυριθαλπέος ὑψόθι πέτρης,

καπνῷ δ' ἀχλυόεις αἰθὴρ πέλεν οὐδέ κεν αὐγάς

ἔδρακες ἠελίοιο· τότ' αὖ, λήξαντος ἀπ' ἔργων

Ἡφαίστου, θερμὴν ἔτι κήκιε πόντος ἀυτμήν.

ἔνθα σφιν κοῦραι Νηρηΐδες ἄλλοθεν ἄλλαι

ἤντεον, ἡ δ' ὄπιθε πτέρυγος θίγε πηδαλίοιο

δῖα Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἔρυσθαι.

ὡς δ' ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες

σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα,

ἄλλοτε μὲν προπάροιθεν ὁρώμενοι ἄλλοτ' ὄπισθεν

ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται ‑

ὧς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο

Ἀργῴῃ περὶ νηΐ· Θέτις δ' ἴθυνε κέλευθον.

καί ῥ' ὅτε δὴ Πλαγκτῇσιν ἐνιχρίμψεσθαι ἔμελλον,

αὐτίκ' ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας,

ὑψοῦ ἐπ' αὐτάων σπιλάδων καὶ κύματος ἀγῆς

ῥώοντ' ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσιν.

τὴν δὲ παρηορίην κόπτεν ῥόος· ἀμφὶ δὲ κῦμα

λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν,

αἵ θ' ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον,

ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ κεύθεϊ πόντου

ἠρήρεινθ', ὅθι πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα.

αἱ δ', ὥστ' ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο

παρθενικαί, δίχα κόλπον ἐπ' ἰξύας εἱλίξασαι,

σφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ μὲν ἔπειτα

ἄλλη ὑπ' ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει

ὕψι μεταχρονίην, ἡ δ' οὔ ποτε πίλναται οὔδει ‑

ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη

πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν

πετράων· περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ.

τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης

ὀρθός, ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας,

Ἥφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθεν

οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ, ἀμφὶ δ' Ἀθήνῃ

βάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν.

ὅσση δ' εἰαρινοῦ μηκύνεται ἤματος αἶσα,

τοσσάτιον μογέεσκον ἐπὶ χρόνον ὀχλίζουσαι

νῆα διὲκ πέτρας πολυηχέας. οἱ δ' ἀνέμοιο

αὖτις ἐπαυρόμενοι προτέρω θέον· ὦκα δ' ἄμειβον

Θρινακίης λειμῶνα, βοῶν τροφὸν Ἠελίοιο.

ἔνθ' αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσιν

δῦνον, ἐπεί ῥ' ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς·

τοὺς δ' ἄμυδις βληχή τε δι' ἠέρος ἵκετο μήλων

μυκηθμός τε βοῶν αὐτοσχεδὸν οὔατ' ἔβαλλεν.

καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκεν

ὁπλοτέρη Φαέθουσα θυγατρῶν Ἠελίοιο,

ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα·

Λαμπετίη δ' ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦ

πάλλεν ὀπηδεύουσα καλαύροπα. τὰς δὲ καὶ αὐτοί

βοσκομένας ποταμοῖο παρ' ὕδασιν εἰσορόωντο

ἂμ πεδίον καὶ ἕλος λειμώνιον· οὐδέ τις ἦεν

κυανέη μετὰ τῇσι δέμας, πᾶσαι δὲ γάλακτι

εἰδόμεναι χρυσέοισι κεράασι κυδιάασκον.

καὶ μὲν τὰς παράμειβον ἐπ' ἤματι· νυκτὶ δ' ἰούσῃ

πεῖρον ἁλὸς μέγα λαῖτμα κεχαρμένοι, ὄφρα καὶ αὖτις

ἠὼς ἠριγενὴς φέγγος βάλε νισσομένοισιν.

- Ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο

ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος,

ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις (ἵλατε Μοῦσαι,

οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος) ᾧ ἀπὸ πατρός

μήδεα νηλειῶς ἔταμε Κρόνος (οἱ δέ ἑ Δηοῦς

κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην·

Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ,

Τιτῆνας δ' ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι,

Μάκριδα φιλαμένη)· Δρεπάνη τόθεν ἐκλήισται

οὔνομα Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοί

αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν.

τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν

Θρινακίης αὔρῃς ἵκετ' ἐξ ἁλός. οἱ δ' ἀγανῇσιν

Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας

δειδέχατ' ἀσπασίως, ἐπὶ δέ σφισι καγχαλάασκε

πᾶσα πόλις· φαίης κεν ἑοῖς περὶ παισὶ γάνυσθαι.

καὶ δ' αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο

τῷ ἴκελοι οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες

Αἱμονίῃ. μέλλον δὲ βοῇ ἔπι θωρήξεσθαι·

ὧδε μάλ' ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη

Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας

Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν,

Μήδειαν δ' ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι

ἵεντ' ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτήν

νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν

αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ·

ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο

κρείων Ἀλκίνοος, λελίητο γὰρ ἀμφοτέροισιν

δηϊοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι.

- Κούρη δ' οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτούς

Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσίν

Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο·

- "Γουνοῦμαι, βασίλεια· σὺ δ' ἵλαθι, μηδέ με Κόλχοις

ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτή

ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην

ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν,

ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι

μαργοσύνης. ἴστω ἱερὸν φάος Ἠελίοιο,

ἴστω νυκτιπόλου Περσηΐδος ὄργια κούρης·

μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν

κεῖθεν ἀφωρμήθην, στυγερὸν δέ με τάρβος ἔπεισεν

τῆσδε φυγῆς μνήσασθαι, ὅτ' ἤλιτον οὐδέ τις ἄλλη

μῆτις ἔην· ἔτι μοι μίτρη μένει ὡς ἐνὶ πατρός

δώμασιν ἄχραντος καὶ ἀκήρατος. ἀλλ' ἐλέαιρε

πότνα τεόν τε πόσιν μειλίσσεο· σοὶ δ' ὀπάσειαν

ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε

καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος."

- Τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα·

τοῖα δ' ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον·

- "Ὑμείων πέρι δή, μέγα φέρτατοι, ἀμφί τ' ἀέθλοις

νῦν ἐγὼ ὑμετέροισιν ἀτύζομαι· ἧς ἰότητι

ταύρους τ' ἐζεύξασθε καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν

κείρατε γηγενέων, ἧς εἵνεκεν Αἱμονίηνδε

χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες.

ἥδ' ἐγὼ ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας,

ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο,

ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις

ἤνυσα, καὶ γλυκεροῖσιν ἔτ' εἰσόψεσθε τοκῆας

ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων

ἀγλαΐας, στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι.

δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατ' Ἐρινύν

ἱκεσίην νέμεσίν τε θεῶν. εἰς χεῖρας ἰοῦσα

Αἰήτεω, λώβῃ πολυπήμονι δῃωθῆναι,

οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρήν

ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτούς·

σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες, οὐδ' ἐνὶ θυμῷ

αἰδεῖσθε ξείνης μ' ἐπὶ γούνασι χεῖρας ἀνάσσης

δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν,

κῶας ἑλεῖν μεμαῶτες, ἐμείξατε δούρατα Κόλχοις

αὐτῷ τ' Αἰήτῃ ὑπερήνορι, νῦν δὲ λάθεσθε

ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν."

- Ὧς φάτο λισσομένη· τῶν δ' ὅντινα γουνάζοιτο,

ὅς μιν θαρσύνεσκεν, ἐρητύων ἀχέουσαν,

σεῖον δ' ἐγχείας εὐήκεας ἐν παλάμῃσιν

φάσγανά τ' ἐκ κολεῶν, οὐδὲ σχήσεσθαι ἀρωγῆς

ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν.

στρευγομένης δ' ἀν' ὅμιλον ἐπήλυθεν εὐνήτειρα

νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν

γαῖαν ὁμῶς. τὴν δ' οὔτι μίνυνθά περ εὔνασεν ὕπνος,

ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός,

οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει

ἐννυχίη, τῇ δ' ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα,

χηροσύνῃ πόσιος· σταλάει δ' ἐπὶ δάκρυ παρειάς

μνωομένης οἵη μιν ἐπισμυγερὴ λάβεν αἶσα ‑

ὧς τῆς ἰκμαίνοντο παρηΐδες, ἐν δέ οἱ ἦτορ

ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφ' ὀδύνῃσι.

- Τὼ δ' ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν,

κρείων Ἀλκίνοος πολυπότνιά τ' Ἀλκινόοιο

Ἀρήτη ἄλοχος κούρης πέρι μητιάασκον

οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δ' ἀκοίτην

κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις·

- "Ναὶ φίλος, εἰ δ' ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων

παρθενικήν, Μινύῃσι φέρων χάριν· ἐγγύθι Ἄργος

ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες,

Αἰήτης δ' οὔτ' ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν

Αἰήτην ἀλλ' οἶον ἀκούομεν. ἥδε δὲ κούρη

αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα·

μή μιν ἄναξ Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι.

ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν

φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν (οἷά τε πολλά

ῥέζομεν ἀμπλακίῃσιν) ἀκειομένη, ὑπάλυξε

πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων,

ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις

κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν·

τῶ φίλε μήτ' οὖν αὐτὸς ἑκὼν ἐπίορκον ὀμόσσαι

θείης Αἰσονίδην, μήτ' ἄσχετα σεῖο ἕκητι

παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο.

λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες·

οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς,

οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματ' ἀνέτλη

πατρὸς ἀτασθαλίῃσι· νέον γε μὲν οὐδ' ἀποτηλοῦ

ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα

πῆξε θυγατρὸς ἑῆς, στονόεντι δὲ κάρφεται οἴτῳ,

ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ."

- Ὧς ἔφατ' ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντο

ἧς ἀλόχου μύθοισιν, ἔπος δ' ἐπὶ τοῖον ἔειπεν·

- "Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι

Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης,

ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι·

οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις,

λώιον, οὐ γάρ τις βασιλεύτερος Αἰήταο,

καί κ' ἐθέλων ἕκαθέν περ ἐφ' Ἑλλάδι νεῖκος ἄροιτο.

τῶ μ' ἐπέοικε δίκην ἥτις μετὰ πᾶσιν ἀρίστη

ἔσσεται ἀνθρώποισι δικαζέμεν. οὐδέ σε κεύσω·

παρθενικὴν μὲν ἐοῦσαν, ἑῷ ἀπὸ πατρὶ κομίσσαι

ἰθυνέω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν,

οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι, οὐδὲ γενέθλην

εἴ τιν' ὑπὸ σπλάγχνοισι φέρει δῄοισιν ὀπάσσω."

- Ὧς ἄρ' ἔφη· καὶ τὸν μὲν ἐπισχεδὸν εὔνασεν ὕπνος,

ἡ δ' ἔπος ἐν θυμῷ πυκινὸν βάλετ'· αὐτίκα δ' ὦρτο

ἐκ λεχέων ἀνὰ δῶμα, συνήιξαν δὲ γυναῖκες

ἀμφίπολοι δέσποιναν ἑὴν μέτα ποιπνύουσαι.

σῖγα δ' ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν

ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι

Αἰσονίδην κούρῃ· μηδ' Ἀλκίνοον βασιλῆα

λίσσεσθαι, τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει·

παρθενικὴν μὲν ἐοῦσαν, ἑοῦ ποτὶ δώματα πατρός

ἐκδώσειν· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν,

οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.

- Ὧς ἄρ' ἔφη· τὸν δ' αἶψα πόδες φέρον ἐκ μεγάροιο,

ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν

Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο.

τοὺς δ' εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας

Ὑλλικῷ ἐν λιμένι σχεδὸν ἄστεος, ἐκ δ' ἄρα πᾶσαν

πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου

ἡρώων, μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.

- Αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν

ἣ θέμις, εὐαγέως τ' ἐπιβώμια μῆλ' ἐρύσαντες,

αὐτονυχὶ κούρῃ θαλαμήϊον ἔντυον εὐνήν

ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν

κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων

ἔργα πολυκμήτοιό τ' ἀνεύρατο πῖαρ ἐλαίης·

κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα

Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ

δέξατο καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν,

εὖτέ μιν Ἑρμείης φέρεν ἐκ πυρός· ἔδρακε δ' Ἥρη,

καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου·

ἡ δ' ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ

νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν.

ἔνθα τότ' ἐστόρεσαν λέκτρον μέγα· τοῖο δ' ὕπερθε

χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο

τιμήεις τε γάμος καὶ ἀοίδιμος· ἄνθεα δέ σφι

νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις

ἐσφόρεον. πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη,

τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος·

δαῖε δ' ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον, ἴσχε δ' ἑκάστην

αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι.

αἱ μέν τ' Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες,

αἱ δ' ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο,

αἱ δ' ἔσαν ἐκ πεδίων ἀλσηΐδες· ὦρσε γὰρ αὐτή

Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.

κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληΐζεται Ἄντρον

Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμειξαν,

τεινάμεναι ἑανοὺς εὐώδεας· οἱ δ' ἐνὶ χερσί

δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκήν

δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,

κράατα δ' εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν,

ἐμμελέως Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος

νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον.

οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι

ἥρως Αἰσονίδης, μεγάροις δ' ἐνὶ πατρὸς ἑοῖο

νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος, ὧς δὲ καὶ αὐτή

Μήδεια φρονέεσκε· τότ' αὖ χρεὼ ἦγε μιγῆναι.

ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων

τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί, σὺν δέ τις αἰεί

πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη·

τῶ καὶ τούς, γλυκερῇ περ ἰαινομένους φιλότητι,

δεῖμ' ἔχεν εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.

- Ἠὼς δ' ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν

λῦε κελαινὴν νύκτα δι' ἠέρος, αἱ δ' ἐγέλασσαν

ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν

ἀτραπιτοὶ πεδίων, ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς·

κίνυντ' ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δ' ἀποτηλοῦ

Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο·

αὐτίκα δ' Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν

ὃν νόον ἐξερέων κούρης ὕπερ, ἐν δ' ὅγε χειρί

σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο πολλοί

ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας·

τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες

Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο.

ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων

βαῖνον ἐποψόμεναι· σὺν δ' ἀνέρες ἀγροιῶται

ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν

Ἥρη ἐπιπροέηκεν. ἄγεν δ' ὁ μὲν ἔκκριτον ἄλλων

ἀρνειὸν μήλων, ὁ δ' ἀεργηλὴν ἔτι πόρτιν,

ἄλλοι δ' ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου

κίρνασθαι, θυέων δ' ἄπο τηλόθι κήκιε λιγνύς·

αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες,

μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν

ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται.

θάμβευν δ' εἰσορόωσαι ἀριπρεπέων ἡρώων

εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο

υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς

ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ·

νύμφαι δ' ἄμμιγα πᾶσαι, ὅτε μνήσαιντο γάμοιο,

ἱμερόενθ' ὑμέναιον ἀνήπυον. ἄλλοτε δ' αὖτε

οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον,

Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας

Ἀρήτῃ πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο.

αὐτὰρ ὅγ', ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατ' ἔειπεν

ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο,

ἔμπεδον ὧς ἀλέγυνε διαμπερές, οὐδέ ἑ τάρβος

οὐλοὸν οὐδὲ βαρεῖαι ὑπήλυθον Αἰήταο

μήνιες· ἀρρήκτοισι δ' ἐνιζεύξας ἔχεν ὅρκοις.

τῶ καὶ ὅτ' ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες,

καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν

ἢ λιμένων γαίης τ' ἀπὸ τηλόθι νῆας ἐέργειν,

δὴ τότε μιν, βασιλῆος ἑοῦ τρομέοντες ἐνιπάς,

δέχθαι μειλίξαντο συνήμονας. αὖθι δὲ νήσῳ

δὴν μάλα Φαιήκεσσι μετ' ἀνδράσι ναιετάασκον,

εἰσότε Βακχιάδαι γενεὴν Ἐφύρηθεν ἐόντες

ἀνέρες ἐννάσσαντο μετὰ χρόνον, οἱ δὲ περαίην

νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀμάντων

οὔρεα Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι.

ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη·

Μοιράων δ' ἔτι κεῖθι θύη ἐπέτεια δέχονται

καὶ Νυμφέων Νομίοιο καθ' ἱερὸν Ἀπόλλωνος

βωμοὶ τοὺς Μήδεια καθείσατο. πολλὰ δ' ἰοῦσιν

Ἀλκίνοος Μινύαις ξεινήια, πολλὰ δ' ὄπασσεν

Ἀρήτη, μετὰ δ' αὖτε δυώδεκα δῶκεν ἕπεσθαι

Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.

- Ἤματι δ' ἑβδομάτῳ Δρεπάνην λίπον· ἤλυθε δ' οὖρος

ἀκραὴς ἠῶθεν ὑπεύδιος, οἱ δ' ἀνέμοιο

πνοιῇ ἐπειγόμενοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω

αἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν,

ὄφρ' ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν·

ἤδη μὲν ποτὶ κόλπον ἐπώνυμον Ἀμβρακιήων,

ἤδη Κουρήτων ἔλιπον χθόνα πεπταμένοισιν

λαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους

ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα·

καὶ τότ' ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα

μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας

νύκτας ὁμῶς καὶ τόσσα φέρ' ἤματα, μέχρις ἵκοντο

προπρὸ μάλ' ἔνδοθι Σύρτιν, ἵν' οὐκέτι νόστος ὀπίσσω

νηυσὶ πέλει, ὅτε τόνδε βιῴατο κόλπον ἱκέσθαι·

πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο

τάρφεα, κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη·

ἠερίη δ' ἄμαθος παρακέκλιται, οὐδέ τι εἶσι

ἑρπετὸν οὐδὲ ποτητὸν ἀείρεται. ἔνθ' ἄρα τούσγε

πλημυρίς (καὶ γάρ τ' ἀναχάζεται ἠπείροιο

ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτάς

λάβρον ἐποιχόμενον) μυχάτῃ ἐνέωσε τάχιστα

ἠιόνι, τρόπιος δὲ μάλ' ὕδασι παῦρον ἔλειπτο.

οἱ δ' ἀπὸ νηὸς ὄρουσαν, ἄχος δ' ἕλεν εἰσορόωντας

ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα

τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐδέ τιν' ἀρδμόν,

οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων

αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ.

ἄλλος δ' αὖτ' ἄλλον τετιημένος ἐξερέεινεν·

- "Τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι

ἡμέας; αἴθ' ἔτλημεν, ἀφειδέες οὐλομένοιο

δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι

πετράων· ἦ τ' ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν

βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι.

νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν

αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμη

πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο."

- Ὧς ἄρ' ἔφη· μετὰ δ' αὐτὸς ἀμηχανίῃ κακότητος

ἰθυντὴρ Ἀγκαῖος ἀκηχεμένοις ἀγόρευσεν·

- "Ὠλόμεθ' αἰνότατον δῆθεν μόρον οὐδ' ὑπάλυξις

ἔστ' ἄτης, πάρα δ' ἄμμι τὰ κύντατα πημανθῆναι

τῇδ' ὑπ' ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται

χερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώδεα λεύσσω

τῆλε περισκοπέων ἅλα πάντοθεν, ἤλιθα δ' ὕδωρ

ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισι·

καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδε κεάσθη

νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω, ἀλλά μιν αὐτή

πλημυρὶς ἐκ πόντοιο μεταχρονίην ἐκόμισσεν.

νῦν δ' ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δ' ἅλμη

ἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα.

τούνεκ' ἐγὼ πᾶσαν μὲν ἀπ' ἐλπίδα φημὶ κεκόφθαι

ναυτιλίης νόστου τε· δαημοσύνην δέ τις ἄλλος

φαίνοι ἑήν, πάρα γάρ οἱ ἐπ' οἰήκεσσι θαάσσειν

μαιομένῳ κομιδῆς· ἀλλ' οὐ μάλα νόστιμον ἦμαρ

Ζεὺς ἐθέλει καμάτοισιν ἐφ' ἡμετέροισι τελέσσαι."

- Ὧς φάτο δακρυόεις, σὺν δ' ἔννεπον ἀσχαλόωντι

ὅσσοι ἔσαν νηῶν δεδαημένοι. ἐν δ' ἄρα πᾶσιν

παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς.

οἷον δ' ἀψύχοισιν ἐοικότες εἰδώλοισιν

ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο

ἢ λοιμοῖο τέλος ποτιδέγμενοι ἠέ τιν' ὄμβρον

ἄσπετον, ὅς τε βοῶν κατὰ μυρίος ἔκλυσεν ἔργα,

ὁππότ' ἂν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα

αἵματι καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται,

ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτ' ἐπάγῃσιν

οὐρανόθεν, τὰ δὲ λαμπρὰ δι' ἠέρος ἄστρα φαείνῃ ‑

ὧς τότ' ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο

ἤλυον ἑρπύζοντες. ἐπήλυθε δ' αὐτίκ' ἐρεμνή

ἕσπερος· οἱ δ' ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες

δακρυόειν ἀγάπαζον, ἵν' ἄνδιχα δῆθεν ἕκαστος

θυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες.

βὰν δ' ἴμεν ἄλλυδις ἄλλος, ἑκαστέρω αὖλιν ἑλέσθαι·

ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν,

ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτ' ἔπι πᾶσαν

καὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι. νόσφι δὲ κοῦραι

ἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί·

ὡς δ' ὅτ' ἐρημαῖοι, πεπτηότες ἔκτοθι πέτρης

χηραμοῦ, ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί,

ἢ ὅτε καλὰ νάοντος ἐπ' ὀφρύσι Πακτωλοῖο

κύκνοι κινήσουσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμών

ἑρσήεις βρέμεται ποταμοῖό τε καλὰ ῥέεθρα ‑

ὧς αἱ, ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείρας,

παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο.

- Καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεν

νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι

ἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπ' ἀέθλῳ,

ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθοντας

ἡρῶσσαι Λιβύης τιμήοροι, αἵ ποτ' Ἀθήνην,

ἦμος ὅτ' ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα,

ἀντόμεναι Τρίτωνος ἐφ' ὕδασι χυτλώσαντο.

ἔνδιον ἦμαρ ἔην, περὶ δ' ὀξύταται θέρον αὐγαί

ἠελίου Λιβύην· αἱ δὲ σχεδὸν Αἰσονίδαο

ἔσταν, ἕλον δ' ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον.

αὐτὰρ ὅγ' εἰς ἑτέρωσε παλιμπετὲς ὄμματ' ἔνεικεν,

δαίμονας αἰδεσθείς· αὐτὸν δέ μιν ἀμφαδὸν οἶον

μειλιχίοις ἐπέεσσιν ἀτυζόμενον προσέειπον·

- "Κάμμορε, τίπτ' ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι;

ἴδμεν ἐποιχομένους χρύσεον δέρος, ἴδμεν ἕκαστα

ὑμετέρων καμάτων ὅσ' ἐπὶ χθονὸς ὅσσα τ' ἐφ' ὑγρήν

πλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργα κάμεσθε·

οἰοπόλοι δ' εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι,

ἡρῶσσαι Λιβύης τιμήοροι ἠδὲ θύγατρες.

ἀλλ' ἄνα, μηδ' ἔτι τοῖον ὀιζύων ἀκάχησο,

ἄνστησον δ' ἑτάρους· εὖτ' ἂν δέ τοι Ἀμφιτρίτη

ἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ,

δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετ' ἀμοιβήν

ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα,

καί κεν ἔτ' ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε."

- Ὧς ἄρ' ἔφαν, καὶ ἄφαντοι, ἵν' ἔσταθεν, ἔνθ' ἄρα ταίγε

φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ἰήσων

παπτήνας ἀν' ἄρ' ἕζετ' ἐπὶ χθονός, ὧδέ τ' ἔειπεν·

- "Ἵλατ' ἐρημονόμοι κυδραὶ θεαί. ἀμφὶ δὲ νόστῳ

οὔτι μάλ' ἀντικρὺ νοέω φάτιν· ἦ μὲν ἑταίρους

εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ

δήωμεν κομιδῆς· πολέων δέ τε μῆτις ἀρείων."

- Ἦ, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει

αὐσταλέος κονίῃσι, λέων ὣς ὅς ῥά τ' ἀν' ὕλην

σύννομον ἣν μεθέπων ὠρύεται· αἱ δὲ βαρείῃ

φθογγῇ ὕπο βρομέουσιν ἀν' οὔρεα τηλόθι βῆσσαι,

δείματι δ' ἄγραυλοί τε βόες μέγα πεφρίκασιν

βουπελάται τε βοῶν. τοῖς δ' οὔ νύ τι γῆρυς ἐτύχθη

ῥιγεδανὴ ἑτάροιο, φίλοις ἐπικεκλομένοιο·

ἀγχοῦ δ' ἠγερέθοντο, κατηφέες. αὐτὰρ ὁ τούσγε

ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν

ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα·

- "Κλῦτε φίλοι· τρεῖς γάρ μοι ἀνιάζοντι θεάων,

στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο

αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι,

ἔσταν ὑπὲρ κεφαλῆς μάλ' ἐπισχεδόν, ἂν δ' ἐκάλυψαν

πέπλον ἐρυσσάμεναι κούφῃ χερί· καί μ' ἐκέλοντο

αὐτόν τ' ἔγρεσθαι ἀνά θ' ὑμέας ὄρσαι ἰόντα·

μητέρι δὲ σφετέρῃ μενοεικέα τεῖσαι ἀμοιβήν

ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα,

ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη

ἅρμα Ποσειδάωνος· ἐγὼ δ' οὐ πάγχυ νοῆσαι

τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι

ἡρῶσσαι Λιβύης τιμήοροι ἠδὲ θύγατρες·

καὶ δ' ὁπόσ' αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδ' ὅσ' ἐφ' ὑγρῆς

ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο.

οὐδ' ἔτι τάσδ' ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλύς

ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν."

- Ὧς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες.

ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη.

ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἄνθορεν ἵππος

ἀμφιλαφὴς χρυσέῃσι μετήορος αὐχένα χαίταις·

ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην

ὦρτο θέειν πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεύς

γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα·

- "Ἅρματα μὲν δή φημι Ποσειδάωνος ἔγωγε

ἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι·

μητέρα δ' οὐκ ἄλλην προτιόσσομαι ἠέ περ αὐτήν

νῆα πέλειν· ἣ γάρ, κατὰ νηδύος αἰὲν ἔχουσα

νωλεμές, ἀργαλέοισιν ὀιζύει καμάτοισιν.

ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοις

ὑψόθεν ἀνθέμενοι ψαμαθώδεος ἔνδοθι γαίης

οἴσομεν ᾗ προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος·

οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται, ἴχνια δ' ἡμῖν

σημανέειν τιν' ἔολπα μυχὸν καθύπερθε θαλάσσης."

- Ὧς ηὔδα· πάντεσσι δ' ἐπήβολος ἥνδανε μῆτις.

Μουσάων ὅδε μῦθος, ἐγὼ δ' ὑπακουὸς ἀείδω

Πιερίδων, καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφήν,

ὑμέας, ὦ πέρι δὴ μέγα φέρτατοι υἷες ἀνάκτων,

ᾗ βίῃ, ᾗ ἀρετῇ Λιβύης ἀνὰ θῖνας ἐρήμους

νῆα μεταχρονίην ὅσα τ' ἔνδοθι νηὸς ἄγεσθε

ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάντα

ἤμαθ' ὁμοῦ νύκτας τε. δύην γε μὲν ἢ καὶ ὀιζύν

τίς κ' ἐνέποι τὴν κεῖνοι ἀνέπλησαν μογέοντες;

ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέσταν

ἔργον ἀναγκαίῃ βεβιημένοι. αὐτὰρ ἐπιπρό

τῆλε μάλ' ἀσπασίως Τριτωνίδος ὕδασι λίμνης

ὡς φέρον, ὣς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων.

- Λυσσαλέοις δἤπειτ' ἴκελοι κυσὶν ἀίσσοντες

πίδακα μαστεύεσκον, ἐπὶ ξηρὴ γὰρ ἔκειτο

δίψα δυηπαθίῃ τε καὶ ἄλγεσιν. οὐδ' ἐμάτησαν

πλαζόμενοι· ἷξον δ' ἱερὸν πέδον, ᾧ ἔνι Λάδων

εἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλα

χώρῳ ἐν Ἄτλαντος, χθόνιος ὄφις, ἀμφὶ δὲ νύμφαι

Ἑσπερίδες ποίπνυον ἐφίμερον ἀείδουσαι·

τῆμος δ' ἤδη κεῖνος ὑφ' Ἡρακλῆι δαϊχθείς

μήλειον βέβλητο ποτὶ στύπος, οἰόθι δ' ἄκρῃ

οὐρῇ ἔτι σκαίρεσκεν, ἀπὸ κρατὸς δὲ κελαινήν

ἄχρις ἐπ' ἄκνηστιν κεῖτ' ἄπνοος· ἐν δὲ λιπόντων

ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν,

μυῖαι πυθομένοισιν ἐφ' ἕλκεσι τερσαίνοντο.

ἀγχοῦ δ' Ἑσπερίδες, κεφαλαῖς ἔπι χεῖρας ἔχουσαι

ἀργυφέας ξανθῇσι, λίγ' ἔστενον. οἱ δ' ἐπέλασσαν

ἄφνω ὁμοῦ· ταὶ δ' αἶψα κόνις καὶ γαῖα, κιόντων

ἐσσυμένως, ἐγένοντο καταυτόθι. νώσατο δ' Ὀρφεύς

θεῖα τέρα, τὼς δέ σφε παρηγορέεσκε λιτῇσιν·

- "Δαίμονες ὦ καλαὶ καὶ ἐύφρονες, ἵλατ' ἄνασσαι,

εἴτ' οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν

εἴτε καταχθονίαις, εἴτ' οἰοπόλοι καλέεσθε

Νύμφαι· ἴτ', ὦ Νύμφαι, ἱερὸν γένος Ὠκεανοῖο,

δείξατ' ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι

ἤ τινα πετραίην χύσιν ὕδατος ἤ τινα γαίης

ἱερὸν ἐκβλύοντα θεαὶ ῥόον, ᾧ ἀπὸ δίψαν

αἰθομένην ἄμοτον λωφήσομεν. εἰ δέ κεν αὖτις

δή ποτ' Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν,

δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων

λοιβάς τ' εἰλαπίνας τε παρέξομεν εὐμενέοντες."

- Ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί, ταὶ δ' ἐλέαιρον

ἐγγύθεν ἀχνυμένους· καὶ δὴ χθονὸς ἐξανέτειλαν

ποίην πάμπρωτον, ποίης γε μὲν ὑψόθι μακροί

βλάστεον ὅρπηκες, μετὰ δ' ἔρνεα τηλεθάοντα

πολλὸν ὑπὲρ γαίης ὀρθοσταδὸν ἠέξοντο·

Ἑσπέρη αἴγειρος, πτελέη δ' Ἐρυθηῒς ἔγεντο,

Αἴγλη δ' ἰτείης ἱερὸν στύπος. ἐκ δέ νυ κείνων

δενδρέων, οἷαι ἔσαν, τοῖαι πάλιν ἔμπεδον αὔτως

ἐξέφανεν, θάμβος περιώσιον. ἔκφατο δ' Αἴγλη

μειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας·

- "Ἦ ἄρα δὴ μέγα πάμπαν ἐφ' ὑμετέροισιν ὄνειαρ

δεῦρ' ἔμολεν καμάτοισιν ὁ κύντατος, ὅστις ἀπούρας

φρουρὸν ὄφιν ζωῆς, παγχρύσεα μῆλα θεάων

οἴχετ' ἀειράμενος, στυγερὸν δ' ἄχος ἄμμι λέλειπται.

ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβριν

καὶ δέμας, ὄσσε δέ οἱ βλοσυρῷ ὑπ' ἔλαμπε μετώπῳ,

νηλής· ἀμφὶ δὲ δέρμα πελωρίου ἕστο λέοντος

ὠμόν, ἀδέψητον· στιβαρὸν δ' ἔχεν ὄζον ἐλαίης

τόξα τε, τοῖσι πέλωρ τόδ' ἀπέφθισεν ἰοβολήσας.

ἤλυθεν οὖν καὶ κεῖνος, ἅ τε χθόνα πεζὸς ὁδεύων,

δίψῃ καρχαλέος· παίφασσε δὲ τόνδ' ἀνὰ χῶρον,

ὕδωρ ἐξερέων. τὸ μὲν οὔ ποθι μέλλεν ἰδέσθαι·

τῇδε δέ τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης·

τὴν ὅγ' (ἐπιφρασθείς, ἢ καὶ θεοῦ ἐννεσίῃσι)

λὰξ ποδὶ τύψεν ἔνερθε, τὸ δ' ἀθρόον ἔβλυσεν ὕδωρ·

αὐτὰρ ὅγ', ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσας,

ῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον, ὄφρα βαθεῖαν

νηδύν, φορβάδι ἶσος ἐπιπροπεσών, ἐκορέσθη."

- Ὧς φάτο· τοὶ δ' ἀσπαστὸν ἵνα σφίσι πέφραδεν Αἴγλη

πίδακα, τῇ θέον αἶψα κεχαρμένοι, ὄφρ' ἐπέκυρσαν.

ὡς δ' ὁπότε στεινὴν περὶ χηραμὸν εἱλίσσονται

γειομόροι μύρμηκες ὁμιλαδόν, ἢ ὅτε μυῖαι

ἀμφ' ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυῖαι

ἄπλητον μεμάασιν ἐπήτριμοι ‑ ὧς τότ' ἀολλεῖς

πετραίῃ Μινύαι περὶ πίδακι δινεύεσκον.

καί πού τις διεροῖς ἐπὶ χείλεσιν εἶπεν ἰανθείς·

- "Ὦ πόποι, ἦ καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους

Ἡρακλέης δίψῃ κεκμηότας. ἀλλά μιν εἴ πως

δήοιμεν στείχοντα δι' ἠπείροιο κιόντες."

- Ἦ· καὶ ἀγειρομένων οἵ τ' ἄρμενοι ἐς τόδε ἔργον,

ἔκριθεν ἄλλυδις ἄλλος ἐπαΐξας ἐρεείνειν·

ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητ' ἀνέμοισιν

κινυμένης ἀμάθου. Βορέαο μὲν ὡρμήθησαν

υἷε δύω πτερύγεσσι πεποιθότε, ποσσὶ δὲ κούφοις

Εὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦ

ὄσσε βαλεῖν, πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος.

τὸν μὲν ἄρ' αἶσα θεῶν κείνην ὁδὸν ἠνορέη τε

ὦρσεν, ἵν' Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο

Εἰλατίδην Πολύφημον ὅπῃ λίπε, μέμβλετο γάρ οἱ

οὗ ἕθεν ἀμφ' ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα.

ἀλλ' ὁ μὲν οὖν, Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσας,

γνωστοῦ κηδοσύνῃσιν ἔβη διζήμενος Ἀργώ

τῆλε δι' ἠπείροιο, τέως ἐξίκετο γαῖαν

ἀγχιάλων Χαλύβων· τόθι μιν καὶ μοῖρ' ἐδάμασσεν,

καί οἱ ὑπὸ βλωθρὴν ἀχερωίδα σῆμα τέτυκται

τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γ' Ἡρακλῆα

μοῦνος ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεύς

τὼς ἰδέειν, ὥς τίς τε νέης ἐνὶ ἤματι μήνην

ἢ ἴδεν ἢ ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι·

ἐς δ' ἑτάρους ἀνιὼν μυθήσατο μή μιν ἔτ' ἄλλον

μαστῆρα στείχοντα κιχησέμεν. ὡς δὲ καὶ αὐτοί

ἤλυθον Εὔφημός τε πόδας ταχὺς υἷέ τε δοιώ

Θρηικίου Βορέω, μεταμώνια μοχθήσαντες·

Κάνθε, σὲ δ' οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο.

πώεσι φερβομένοισι συνήντεες, εἵπετο δ' ἀνήρ

αὐλίτης· ὅ σ' ἑῶν μήλων πέρι, τόφρ' ἑτάροισι

δευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνε

λᾶι βαλών· ἐπεὶ οὐ μὲν ἀφαυρότερός γ' ἐτέτυκτο,

υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος

κούρης τ' αἰδοίης Ἀκακαλλίδος, ἥν ποτε Μίνως

ἐς Λιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν,

θυγατέρα σφετέρην· ἡ δ' ἀγλαὸν υἱέα Φοίβῳ

τίκτεν, ὃν Ἀμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν·

Ἀμφίθεμις δ' ἄρ' ἔπειτα μίγη Τριτωνίδι νύμφῃ·

ἡ δ' ἄρα οἱ Νασάμωνα τέκε κρατερόν τε Κάφαυρον,

ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν.

οὐδ' ὅγ' ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας,

ὡς μάθον οἷον ἔρεξε. νέκυν δ' ἀνάειραν ὀπίσσω

πυθόμενοι Μινύαι, γαίῃ δ' ἐνὶ ταρχύσαντο

μυρόμενοι· τὰ δὲ μῆλα μετὰ σφέας οἵγ' ἐκόμισσαν.

- Ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον

νηλειὴς ἕλε πότμος, ἀδευκέα δ' οὐ φύγεν αἶσαν

μαντοσύναις· οὐ γάρ τις ἀποτροπίη θανάτοιο.

κεῖτο γὰρ ἐν ψαμάθοισι, μεσημβρινὸν ἦμαρ ἀλύσκων,

δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι,

οὐδ' ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν·

ἀλλ' ᾧ κεν τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη

ζωόντων ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει,

οὐδ' ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἷμος,

οὐδ' εἰ Παιήων (εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν)

φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν.

εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεύς

Εὐρυμέδων (καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ)

Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων,

ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο,

αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν.

τῷ δ' ἄκρην ἐπ' ἄκανθαν ἐνεστηρίξατο Μόψος

λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός· αὐτὰρ ὁ μέσσην

κερκίδα καὶ μυῶνα πέριξ ὀδύνῃσιν ἑλιχθείς

σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι

ἔτρεσαν ἀμφίπολοι· ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν

θαρσαλέως, ἕνεκ' οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν,

σχέτλιος· ἦ τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα

λυσιμελές, πολλὴ δὲ κατ' ὀφθαλμῶν χέετ' ἀχλύς.

αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα

ψύχετ' ἀμηχανίῃ· ἕταροι δέ μιν ἀμφαγέροντο

ἥρως τ' Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ.

οὐδὲ μὲν οὐδ' ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλε

κεῖσθαι ὑπ' ἠελίῳ· πύθεσκε γὰρ ἔνδοθι σάρκας

ἰὸς ἄφαρ, μυδόωσα δ' ἀπὸ χροὸς ἔρρεε λάχνη.

αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον

ἐσσυμένως μακέλῃσιν· ἐμοιρήσαντο δὲ χαίτας

αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα

μυρόμενοι· τρὶς δ' ἀμφὶ σὺν ἔντεσι δινηθέντες

εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο.

- Ἀλλ' ὅτε δή ῥ' ἐπὶ νηὸς ἔβαν, πρήσσοντος ἀήτεω

ἂμ πέλαγος νοτίοιο, πόρους τ' ἀπετεκμαίροντο

λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔ τινα μῆτιν

δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο.

ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἷμον,

εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο,

ῥοίζῳ δ' ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε

σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι

λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται ‑

ὧς Ἀργώ, λίμνης στόμα ναύπορον ἐξερέουσα,

ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δ' Ὀρφεύς

κέκλετ' Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηός

δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.

καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες·

τοῖσιν δ' αἰζηῷ ἐναλίγκιος ἀντεβόλησε

Τρίτων εὐρυβίης· γαίης δ' ἀνὰ βῶλον ἀείρας

ξείνι' ἀριστήεσσι προΐσχετο, φώνησέν τε·

- "Δέχθε φίλοι, ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι

ἐνθάδε νῦν πάρ' ἐμοὶ ξεινήιον ἀντομένοισιν.

εἰ δέ τι τῆσδε πόρους μαίεσθ' ἁλός, οἷά τε πολλά

ἄνθρωποι χατέουσιν ἐπ' ἀλλοδαπῇ περόωντες,

ἐξερέω· δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου

θῆκε Ποσειδάων τοῦδ' ἔμμεναι, αὐτὰρ ἀνάσσω

παρραλίης, εἰ δή τιν' ἀκούετε νόσφιν ἐόντες

Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα."

- Ὧς ηὔδα· πρόφρων δ' ὑποέσχεθε βώλακι χεῖρας

Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν·

- "Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που ἥρως

ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε.

δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βορείαις

χρίμψαντες γαίης ἐνὶ πείρασι τῆσδε θυέλλαις,

νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης

χεῦμα δι' ἠπείρου, βεβαρημένοι· οὐδέ τι ἴδμεν

πῇ πλόος ἐξανάγει Πελοπηίδα γαῖαν ἱκέσθαι."

- Ὧς ἄρ' ἔφη· ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δ' ἄπωθεν

φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης·

- "Κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα

βένθος ἀκίνητον μελανεῖ, ἑκάτερθε δὲ λευκαί

ῥηγμῖνες φρίσσουσι διαυγέες· ἡ δὲ μεσηγύ

ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι·

κεῖνο δ' ὑπηέριον θείην Πελοπηίδα γαῖαν

εἰσανέχει πέλαγος Κρήτης ὕπερ. ἀλλ' ἐπὶ χειρός

δεξιτερῆς, λίμνηθεν ὅτ' εἰς ἁλὸς οἶδμα βάλητε,

τόφρ' αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε

ἔστ' ἂν ἄνω τείνῃσι· περιρρήδην δ' ἑτέρωσε

κλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμων

ἀγκῶνος τετάνυσται ἄπο προύχοντος ἰοῦσιν.

ἀλλ' ἴτε γηθόσυνοι, καμάτοιο δὲ μή τις ἀνίη

γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι."

- Ἴσκεν ἐυφρονέων· οἱ δ' αἶψ' ἐπὶ νηὸς ἔβησαν,

λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν,

καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὁ τείως

Τρίτων, ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην

εἰσβαίνειν· μετὰ δ' οὔ τις ἐσέδρακεν οἷον ἄφαντος

αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δ' ἰάνθη

θυμὸς ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν,

καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων

ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα.

αἶψα δ' ὅγ' ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας

σφάξε κατὰ πρύμνης, ἐπὶ δ' ἔννεπεν εὐχωλῇσιν·

- "Δαῖμον ὅτις λίμνης ἐπὶ πείρασι τῆσδε φαάνθης,

εἴτε σέγε Τρίτων', ἅλιον τέρας, εἴτε σε Φόρκυν

ἢ Νηρῆα θύγατρες ἐπικλείουσ' ἁλοσύδναι,

ἵλαθι καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε."

- Ἦ ῥ', ἅμα δ' εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας

ἧκε κατὰ πρύμνης. ὁ δὲ βένθεος ἐξεφαάνθη

τοῖος ἐὼν οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι·

ὡς δ' ὅτ' ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος

στέλλῃ ὀρεξάμενος λασίης εὐπειθέα χαίτης,

εἶθαρ ἐπιτροχάων, ὁ δ' ἐπ' αὐχένι γαῦρος ἀερθείς

ἕσπεται, ἀργινόεντα δ' ἐπὶ στομάτεσσι χαλινά

ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται ‑

ὧς ὅγ' ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς

ἦγ' ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο

κράατος ἀμφί τε νῶτα καὶ ἰξύας ἔστ' ἐπὶ νηδύν

ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο,

αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα

κήτεος ὁλκαίη μηκύνετο· κόπτε δ' ἀκάνθαις

ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπὶ νειόθι κέντροις

μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο·

τόφρα δ' ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ

νισσομένην, δῦ δ' αἶψα μέσον βυθόν· οἱ δ' ὁμάδησαν

ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες.

- Ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηός

ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν

βωμοί, ἐπεὶ κεῖν' ἦμαρ ἐπέσχεθον· αὐτὰρ ἐς ἠῶ

λαίφεσι πεπταμένοις, αὐτὴν ἐπὶ δεξί' ἔχοντες

γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον.

ἦρι δ' ἔπειτ' ἀγκῶνά θ' ὁμοῦ μυχάτην τε θάλασσαν

κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο.

αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δ' αὔρη

πρυμνήταο νότου, χήραντο δὲ θυμὸν ἰωῇ.

ἦμος δ' ἠέλιος μὲν ἔδυ, ἀνὰ δ' ἤλυθεν ἀστήρ

αὔλιος, ὅς τ' ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας,

δὴ τότ' ἔπειτ', ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος,

ἱστία λυσάμενοι περιμήκεά τε κλίναντες

ἱστόν, ἐυξέστῃσιν ἐπερρώοντ' ἐλάτῃσιν

παννύχιοι καὶ ἐπ' ἦμαρ, ἐπ' ἤματι δ' αὖτις ἰοῦσαν

νύχθ' ἑτέρην· ὑπέδεκτο δ' ἀπόπροθι παιπαλόεσσα

Κάρπαθος. ἔνθεν δ' οἵγε περαιώσεσθαι ἔμελλον

Κρήτην, ἥ τ' ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων·

τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο

ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματ' ἀνάψαι

Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν.

τὸν μέν, χαλκείης μελιηγενέων ἀνθρώπων

ῥίζης λοιπὸν ἐόντα μετ' ἀνδράσιν ἡμιθέοισιν,

Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι οὖρον,

τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα·

ἀλλ' ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο

χάλκεος ἠδ' ἄρρηκτος, ὑπαὶ δέ οἱ ἔσκε τένοντος

σύριγξ αἱματόεσσα κατὰ σφυρόν· ἀμφ' ἄρα τήνγε

λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο.

οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψ' ἀπὸ χέρσου

νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς.

καί νύ κ' ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν

ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες,

εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν·

- "Κέκλυτέ μευ, μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν

ἄνδρα τὸν ὅστις ὅδ' ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει

ὃν δέμας, ὁππότε μή οἱ ἐπ' ἀκάματος πέλοι αἰών.

ἀλλ' ἔχετ' αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς

πετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι."

- Ὧς ἄρ' ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύοντο

νῆ' ἐπ' ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει

μῆτιν ἀνωΐστως· ἡ δὲ πτύχα πορφυρέοιο

προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν

βήσατ' ἐπ' ἰκριόφιν, χειρὸς δέ ἑ χειρὶ μεμαρπώς

Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν.

ἔνθα δ' ἀοιδῇσιν μειλίσσετο θέλγε τε Κῆρας

θυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἳ περὶ πᾶσαν†

ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται.

τὰς γουναζομένη τρὶς μὲν παρακέκλετ' ἀοιδαῖς,

τρὶς δὲ λιταῖς· θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν

ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς·

λευγαλέον δ' ἐπὶ οἷ πρῖεν χόλον, ἐκ δ' ἀίδηλα

δείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα.

- Ζεῦ πάτερ, ἦ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται,

εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθρος

ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει,

ὡς ὅγε, χάλκειός περ ἐών, ὑπόειξε δαμῆναι

Μηδείης βρίμῃ πολυφαρμάκου· ἂν δὲ βαρείας

ὀχλίζων λάιγγας ἐρυκέμεν ὅρμον ἱκέσθαι,

πετραίῳ στόνυχι χρίμψε σφυρόν, ἐκ δέ οἱ ἰχώρ

τηκομένῳ ἴκελος μολίβῳ ῥέεν. οὐδ' ἔτι δηρόν

εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο·

ἀλλ' ὥς τίς τ' ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη,

τήν τε θοοῖς πελέκεσσιν ἔθ' ἡμιπλῆγα λιπόντες

ὑλοτόμοι δρυμοῖο κατήλυθον, ἡ δ' ὑπὸ νυκτί

ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε

πρυμνόθεν ἐξαγεῖσα κατήριπεν ‑ ὧς ὅγε ποσσίν

ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο,

ὕστερον αὖτ' ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ.

- Κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο

ἥρωες· μετὰ δ' οἵγε νέον φαέθουσαν ἐς ἠῶ

ἱρὸν Ἀθηναίης Μινωΐδος ἱδρύσαντο,

ὕδωρ τ' εἰσαφύσαντο, καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖς

παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης.

αὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας

νὺξ ἐφόβει τήνπερ τε κατουλάδα κικλήσκουσιν

νύκτ' ὀλοήν· οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαί

μήνης, οὐρανόθεν δὲ μέλαν χάος, ἠδέ τις ἄλλη

ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων·

αὐτοὶ δ' εἴτ' Ἀίδῃ εἴθ' ὕδασιν ἐμφορέοντο

ἠείδειν οὐδ' ὅσσον, ἐπέτρεψαν δὲ θαλάσσῃ

νόστον, ἀμηχανέοντες ὅπῃ φέροι. αὐτὰρ Ἰήσων

χεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει,

ῥύσασθαι καλέων, κατὰ δ' ἔρρεεν ἀσχαλόωντι

δάκρυα· πολλὰ δὲ Πυθοῖ ὑπέσχετο, πολλὰ δ' Ἀμύκλαις,

πολλὰ δ' ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσειν.

Λητοΐδη, τύνη δὲ κατ' οὐρανοῦ ἵκεο πέτρας

ῥίμφα Μελαντείους ἀριήκοος, αἵ τ' ἐνὶ πόντῳ

ἧνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας,

δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον,

μαρμαρέην δ' ἀπέλαμψε βιὸς πέρι πάντοθεν αἴγλην·

τοῖσι δέ τις Σποράδων βαιὴ ἀνὰ τόφρ' ἐφαάνθη

νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀγχόθι νήσου·

ἔνθ' εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον. αὐτίκα δ' ἠώς

φέγγεν ἀνερχομένη, τοὶ δ' ἀγλαὸν Ἀπόλλωνι

ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμόν

ποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης

Φοῖβον κεκλόμενοι, Ἀνάφην δέ τε λισσάδα νῆσον

ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν.

ῥέζον δ' οἷά κεν ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζειν

ἀκτῇ ἐφοπλίσσειαν· ὃ δή σφεας ὁππότε δαλοῖς

ὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντο

Μηδείης δμωαὶ Φαιηκίδες, οὐκέτ' ἔπειτα

ἰσχέμεν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειάς

αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι·

τὰς δ' αἰσχροῖς ἥρωες ἐπιστοβέεσκον ἔπεσσιν

χλεύῃ γηθόσυνοι· γλυκερὴ δ' ἀνεδαίετο μέσσῳ

κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης

μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες

ἀνδράσι δηριόωνται, ὅτ' Ἀπόλλωνα θυηλαῖς

Αἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται.

- Ἀλλ' ὅτε δὴ καὶ κεῖθεν ὑπεύδια πείσματ' ἔλυσαν,

μνήσατ' ἔπειτ' Εὔφημος ὀνείρατος ἐννυχίοιο,

ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ

δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ

ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος,

ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης

παρθενικῇ ἰκέλη· μίχθη δέ οἱ ἐν φιλότητι

ἄσχετον ἱμερθείς· ὀλοφύρατο δ' ἠύτε κούρην

ζευξάμενος, τὴν αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι·

ἡ δέ ἑ μειλιχίοισι παρηγορέεσκεν ἔπεσσιν·

- "Τρίτωνος γένος εἰμί, τεῶν τροφὸς ὦ φίλε παίδων,

οὐ κούρη, Τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες.

ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν

ἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν· εἶμι δ' ἐς αὐγάς

ἠελίου μετόπισθε τεοῖς νεπόδεσσιν ἑτοίμη."

- Τῶν ἄρ' ἐπὶ μνῆστιν κραδίη βάλεν, ἔκ τ' ὀνόμηνεν

Αἰσονίδῃ· ὁ δ' ἔπειτα, θεοπροπίας Ἑκάτοιο

θυμῷ πεμπάζων, ἀνενείκατο φώνησέν τε·

- "Ὦ πέπον, ἦ μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος.

βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντι

νῆσον, ἵν' ὁπλότεροι παίδων σέθεν ἐννάσσονται

παῖδες, ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν

τήνδε τοι ἠπείροιο Λιβυστίδος· οὔ νύ τις ἄλλος

ἀθανάτων ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας."

- Ὧς ἔφατ'· οὐδ' ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο

Εὔφημος, βῶλον δὲ θεοπροπίῃσιν ἰανθείς

ἧκεν ὑποβρυχίην. τῆς δ' ἔκτοθι νῆσος ἀέρθη

Καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο·

οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον,

Λήμνου τ' ἐξελαθέντες ὑπ' ἀνδράσι Τυρσηνοῖσιν

Σπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόντας

Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας

Καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δ' οὔνομα Θήρα

ἐκ σέθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετ' Εὐφήμοιο·

κεῖθεν δ' ἀπτερέως διὰ μυρίον οἶδμα ταμόντες

Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον. αἶψα δὲ τοίγε

ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,

ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδ' ἱκέσθαι·

ἄμφω γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν.

ἔνθ' ἔτι νῦν, πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας

ἀνθέμενοι, κούφοισιν ἄφαρ κατ' ἀγῶνα πόδεσσιν

κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.

- Ἵλατ' ἀριστῆες, μακάρων γένος, αἵδε δ' ἀοιδαί

εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν

ἀνθρώποις· ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθ' ἱκάνω

ὑμετέρων καμάτων, ἐπεὶ οὔ νύ τις ὔμμιν ἄεθλος

αὖτις ἀπ' Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη,

οὐδ' ἀνέμων ἐριωλαὶ ἐνέσταθεν, ἀλλὰ ἕκηλοι

γαῖαν Κεκροπίην παρά τ' Αὐλίδα μετρήσαντες

Εὐβοίης ἔντοσθεν Ὀπούντιά τ' ἄστεα Λοκρῶν,

ἀσπασίως ἀκτὰς Παγασηΐδας εἰσαπέβητε.