9765 1179 0 20 0 542 424 a. C. Commedia Aristophanes Equites Coulon, V., Paris, Les Belles Lettres, 1923 Rist. 1967. 180

ARISTOPHANES - Equites

ΟΙΚΕΤΗΣ Α΄

Ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.

Κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν

αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.

Ἐξ οὗ γὰρ εἰσήρρησεν εἰς τὴν οἰκίαν

   5πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.

ΟΙΚΕΤΗΣ Β΄

Κάκιστα δῆθ' οὗτός γε πρῶτος Παφλαγόνων

αὐταῖς διαβολαῖς.

ΟΙ. Α΄               Ὦ κακόδαιμον, πῶς ἔχεις;

ΟΙ. Β΄ Κακῶς καθάπερ σύ.

ΟΙ. Α΄               Δεῦρο δὴ πρόσελθ', ἵνα

ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.

  10ΟΙ. Α΄ Β΄ Μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.

ΟΙ. Α΄ Τί κινυρόμεθ' ἄλλως; Οὐκ ἐχρῆν ζητεῖν τινα

σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;

ΟΙ. Β΄ Τίς οὖν γένοιτ' ἄν;

ΟΙ. Α΄                 Λέγε σύ.

ΟΙ. Β΄                        Σὺ μὲν οὖν μοι λέγε,

ἵνα μὴ μάχωμαι.

ΟΙ. Α΄             Μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.

  15Ἀλλ' εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.

ΟΙ. Β΄ Ἀλλ' οὐκ ἔνι μοι τὸ θρέττε. Πῶς ἂν οὖν ποτε

εἴποιμ' ἂν αὐτὸ δῆτα κομψευριπικῶς; ‑

Πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;

ΟΙ. Α΄ Μή μοί γε, μή μοι, μὴ διασκανδικίσῃς·

  20ἀλλ' εὑρέ τιν' ἀπόκινον ἀπὸ τοῦ δεσπότου.

ΟΙ. Β΄ Λέγε δὴ μο ‑ λω ‑ μεν ξυνεχὲς ὡδὶ ξυλλαβών.

ΟΙ. Α΄ Καὶ δὴ λέγω· Μολωμεν.

ΟΙ. Β΄                     Ἐξόπισθέ νυν

αὐ ‑ το φάθι τοῦ μολωμεν.

ΟΙ. Α΄                     Αὐτο.

ΟΙ. Β΄                          Πάνυ καλῶς.

Ὥσπερ δεφόμενός νυν ἀτρέμα πρῶτον λέγε

  25τὸ μολωμεν, εἶτα δ' αὐτο, κᾆτ' ἐπάγων πυκνόν.

ΟΙ. Α΄ Μολωμεν αὐτο μολωμεν αὐτομολῶμεν.

ΟΙ. Β΄                            Ἤν,

οὐχ ἡδύ;

ΟΙ. Α΄        Νὴ Δία· πλήν γε περὶ τῷ δέρματι

δέδοικα τουτονὶ τὸν οἰωνόν.

ΟΙ. Β΄                       Τί δαί;

ΟΙ. Α΄ Ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.

  30ΟΙ. Β΄ Κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,

θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.

ΟΙ. Α΄ Ποῖον βρέτας; ‹Φέρ'› ἐτεὸν ἡγεῖ γὰρ θεούς;

ΟΙ. Β΄ Ἔγωγε.

ΟΙ. Α΄       Ποίῳ χρώμενος τεκμηρίῳ;

ΟΙ. Β΄ Ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ'. Οὐκ εἰκότως;

  35ΟΙ. Α΄ Εὖ προσβιβάζεις μ'. Ἀλλ' ἑτέρᾳ πῃ σκεπτέον.

Βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;

ΟΙ. Β΄ Οὐ χεῖρον· ἓν δ' αὐτοὺς παραιτησώμεθα,

ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποεῖν,

ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.

  40ΟΙ. Α΄ Λέγοιμ' ἂν ἤδη. Νῷν γάρ ἐστι δεσπότης

ἄγροικος ὀργήν, κυαμοτρώξ, ἀκράχολος,

Δῆμος Πυκνίτης, δύσκολον γερόντιον

ὑπόκωφον. Οὗτος τῇ προτέρᾳ νουμηνίᾳ

ἐπρίατο δοῦλον βυρσοδέψην, Παφλαγόνα

  45πανουργότατον καὶ διαβολώτατόν τινα.

Οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,

ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην

ᾔκαλλ', ἐθώπευ', ἐκολάκευ', ἐξηπάτα

κοσκυλματίοις ἄκροισι, τοιαυτὶ λέγων·

  50"Ὦ Δῆμε, λοῦσαι πρῶτον ἐκδικάσας μίαν,

ἐνθοῦ, ῥόφησον, ἔντραγ', ἔχε τριώβολον.

Βούλει παραθῶ σοι δόρπον;" Εἶτ' ἀναρπάσας

ὅ τι ἄν τις ἡμῶν σκευάσῃ τῷ δεσπότῃ

Παφλαγὼν κεχάρισται τοῦτο. Καὶ πρώην γ' ἐμοῦ

  55μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,

πανουργότατά πως παραδραμὼν ὑφαρπάσας

αὐτὸς παρέθηκε τὴν ὑπ' ἐμοῦ μεμαγμένην.

Ἡμᾶς δ' ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην

ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων

  60δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.

Ἄιδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.

Ὁ δ' αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,

τέχνην πεπόηται· τοὺς γὰρ ἔνδον ἄντικρυς

ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα

  65ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας

αἰτεῖ, ταράττει, δωροδοκεῖ λέγων τάδε·

"Ὁρᾶτε τὸν Ὕλαν δι' ἐμὲ μαστιγούμενον;

Εἰ μή μ' ἀναπείσετ', ἀποθανεῖσθε τήμερον."

Ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι

  70ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν.

Νῦν οὖν ἁνύσαντε φροντίσωμεν, ὦγαθέ,

ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.

ΟΙ. Β΄ Κράτιστ' ἐκείνην τὴν μολωμεν, ὦγαθέ.

ΟΙ. Α΄ Ἀλλ' οὐχ οἷόν τε τὸν Παφλαγόν' οὐδὲν λαθεῖν·

  75ἐφορᾷ γὰρ αὐτὸς πάντ'. Ἔχει γὰρ τὸ σκέλος

τὸ μὲν ἐν Πύλῳ, τὸ δ' ἕτερον ἐν τἠκκλησίᾳ.

Τοσόνδε δ' αὐτοῦ βῆμα διαβεβηκότος

ὁ πρωκτός ἐστιν αὐτόχρημ' ἐν Χάοσιν,

τὼ χεῖρ' ἐν Αἰτωλοῖς, ὁ νοῦς δ' ἐν Κλωπιδῶν.

  80ΟΙ. Β΄ Κράτιστον οὖν νῷν ἀποθανεῖν.

ΟΙ. Α΄                        Ἀλλὰ σκόπει,

ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.

ΟΙ. Β΄ Πῶς δῆτα, πῶς γένοιτ' ἂν ἀνδρικώτατα;

Βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν·

ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.

  85ΟΙ. Α΄ Μὰ Δί' ἀλλ' ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.

Ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.

ΟΙ. Β΄ Ἰδού γ' ἄκρατον. Περὶ ποτοῦ γοῦν ἐστί σοι.

Πῶς δ' ἂν μεθύων χρηστόν τι βουλεύσαιτ' ἀνήρ;

ΟΙ. Α΄ Ἄληθες, οὗτος; κρουνοχυτροληραῖος εἶ.

  90Οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;

Οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;

Ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι, τότε

πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας,

εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους.

  95Ἀλλ' ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,

τὸν νοῦν ἵν' ἄρδω καὶ λέγω τι δεξιόν.

ΟΙ. Β΄ Οἴμοι, τί ποθ' ἡμᾶς ἐργάσει τῷ σῷ ποτῷ;

ΟΙ. Α΄ Ἀγάθ'· ἀλλ' ἔνεγκ'· ἐγὼ δὲ κατακλινήσομαι.

Ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω

 100βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.

ΟΙ. Β΄ Ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν

κλέπτων τὸν οἶνον.

ΟΙ. Α΄                Εἰπέ μοι, Παφλαγών τί δρᾷ;

ΟΙ. Β΄ Ἐπίπαστα λείξας δημιόπραθ' ὁ βάσκανος

ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.

 105ΟΙ. Α΄ Ἴθι νυν, ἄκρατον ἐγκάναξόν μοι πολὺν

σπονδήν.

ΟΙ. Β΄        Λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.

ΟΙ. Α΄ Ἕλχ', ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.

Ὦ δαῖμον ἀγαθέ, σὸν τὸ βούλευμ', οὐκ ἐμόν.

ΟΙ. Β΄ Εἴπ', ἀντιβολῶ, τί ἐστι;

ΟΙ. Α΄                     Τοὺς χρησμοὺς ταχὺ

 110κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,

ἕως καθεύδει.

ΟΙ. Β΄            Ταῦτ'. Ἀτὰρ τοῦ δαίμονος

δέδοιχ' ὅπως μὴ τεύξομαι κακοδαίμονος.

ΟΙ. Α΄ Φέρε νυν, ἐγὼ 'μαυτῷ προσαγάγω τὸν χοᾶ,

τὸν νοῦν ἵν' ἄρδω καὶ λέγω τι δεξιόν.

 115ΟΙ. Β΄ Ὡς μεγάλ' ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,

ὥστ' ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,

ὅνπερ μάλιστ' ἐφύλαττεν.

ΟΙ. Α΄                    Ὦ σοφώτατε. ‑

Φέρ' αὐτόν, ἵν' ἀναγνῶ· σὺ δ' ἔγχεον πιεῖν

ἁνύσας τι. Φέρ' ἴδω, τί ἄρ' ἔνεστιν αὐτόθι;

 120Ὦ λόγια. Δός μοι, δὸς τὸ ποτήριον ταχύ.

ΟΙ. Β΄ Ἰδού. Τί φησ' ὁ χρησμός;

ΟΙ. Α΄                      Ἑτέραν ἔγχεον.

ΟΙ. Β΄ Ἐν τοῖς λογίοις ἔνεστιν· "Ἑτέραν ἔγχεον;"

ΟΙ. Α΄ Ὦ Βάκι.

ΟΙ. Β΄        Τί ἐστι;

ΟΙ. Α΄               Δὸς τὸ ποτήριον ταχύ.

ΟΙ. Β΄ Πολλῷ γ' ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.

 125ΟΙ. Α΄ Ὦ μιαρὲ Παφλαγών, ταῦτ' ἄρ' ἐφυλάττου πάλαι,

τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν.

ΟΙ. Β΄                            Τιή;

ΟΙ. Α΄ Ἐνταῦθ' ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.

ΟΙ. Β΄ Καὶ πῶς;

ΟΙ. Α΄        Ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει

ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,

 130ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.

ΟΙ. Β΄ Εἷς οὑτοσὶ πώλης. Τί τοὐντεῦθεν; λέγε.

ΟΙ. Α΄ Μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.

ΟΙ. Β΄ Δύο τώδε πώλα. Καὶ τί τόνδε χρὴ παθεῖν;

ΟΙ. Α΄ Κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος

 135αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτ' ἀπόλλυται.

Ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,

ἅρπαξ, κεκράκτης, Κυκλοβόρου φωνὴν ἔχων.

ΟΙ. Β΄ Τὸν προβατοπώλην ἦν ἄρ' ἀπολέσθαι χρεὼν

ὑπὸ βυρσοπώλου;

ΟΙ. Α΄             Νὴ Δί'.

ΟΙ. Β΄                    Οἴμοι δείλαιος.

 140Πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἷς μόνος;

ΟΙ. Α΄ Ἔτ' ἔστιν εἷς ὑπερφυᾶ τέχνην ἔχων.

ΟΙ. Β΄ Εἴπ', ἀντιβολῶ, τίς ἐστιν;

ΟΙ. Α΄                       Εἴπω;

ΟΙ. Β΄                           Νὴ Δία.

ΟΙ. Α΄ Ἀλλαντοπώλης ἔσθ' ὁ τοῦτον ἐξελῶν.

ΟΙ. Β΄ Ἀλλαντοπώλης; Ὦ Πόσειδον, τῆς τέχνης.

 145Φέρε, ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;

ΟΙ. Α΄ Ζητῶμεν αὐτόν. Ἀλλ' ὁδὶ προσέρχεται

ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν. Ὦ μακάριε

ἀλλαντοπῶλα, δεῦρο δεῦρ', ὦ φίλτατε,

ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.

 150ΑΛΛΑΝΤΟΠΩΛΗΣ

Τί ἐστι; Τί με καλεῖτε;

ΟΙ. Α΄                     Δεῦρ' ἔλθ', ἵνα πύθῃ

ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.

ΟΙ. Β΄ Ἴθι δή, κάθελ' αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ

τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·

ἐγὼ δ' ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.

 155ΟΙ. Α΄ Ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·

ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.

ΑΛ. Ἰδού· τί ἐστιν;

ΟΙ. Α΄              Ὦ μακάρι', ὦ πλούσιε,

ὦ νῦν μὲν οὐδείς, αὔριον δ' ὑπέρμεγας,

ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.

 160ΑΛ. Τί μ', ὦγάθ', οὐ πλύνειν ἐᾷς τὰς κοιλίας

πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;

ΟΙ. Α΄ Ὦ μῶρε, ποίας κοιλίας; Δευρὶ βλέπε.

Τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;

ΑΛ.                   Ὁρῶ.

ΟΙ. Α΄ Τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,

 165καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός·

βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,

δήσεις, φυλάξεις, ἐν πρυτανείῳ λαικάσεις.

ΑΛ. Ἐγώ;

ΟΙ. Α΄     Σὺ μέντοι· κοὐδέπω γε πάνθ' ὁρᾷς.

Ἀλλ' ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ

 170καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.

ΑΛ. Καθορῶ.

ΟΙ. Α΄       Τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;

ΑΛ. Ἔγωγε.

ΟΙ. Α΄       Πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;

Ἔτι νυν τὸν ὀφθαλμὸν παράβαλλ' εἰς Καρίαν

τὸν δεξιόν, τὸν δ' ἕτερον εἰς Καρχηδόνα.

 175ΑΛ. Εὐδαιμονήσω δ', εἰ διαστραφήσομαι;

ΟΙ. Α΄ Οὔκ, ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται·

γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,

ἀνὴρ μέγιστος.

ΑΛ.            Εἰπέ μοι, καὶ πῶς ἐγὼ

ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;

 180ΟΙ. Α΄ Δι' αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,

ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.

ΑΛ. Οὐκ ἀξιῶ 'γὼ 'μαυτὸν ἰσχύειν μέγα.

ΟΙ. Α΄ Οἴμοι, τί ποτ' ἔσθ' ὅτι σαυτὸν οὐ φῂς ἄξιον;

Ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.

 185Μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;

ΑΛ.                     Μὰ τοὺς θεούς,

εἰ μὴ 'κ πονηρῶν γ'.

ΟΙ. Α΄                 Ὦ μακάριε τῆς τύχης,

ὅσον πέπονθας ἀγαθὸν εἰς τὰ πράγματα.

ΑΛ. Ἀλλ', ὦγάθ', οὐδὲ μουσικὴν ἐπίσταμαι

πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.

 190ΟΙ. Α΄ Τουτὶ μόνον σ' ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.

Ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ

ἔτ' ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,

ἀλλ' εἰς ἀμαθῆ καὶ βδελυρόν. Ἀλλὰ μὴ παρῇς

ἅ σοι διδόασ' ἐν τοῖς λογίοισιν οἱ θεοί.

 195ΑΛ. Πῶς δῆτά φησ' ὁ χρησμός;

ΟΙ. Α΄                     Εὖ νὴ τοὺς θεοὺς

καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·

Ἀλλ' ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης

γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,

δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,

 200κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,

αἴ κα μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.

ΑΛ. Πῶς οὖν πρὸς ἐμὲ ταῦτ' ἐστίν; ἀναδίδασκέ με.

ΟΙ. Α΄ Βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθ' οὑτοσί.

ΑΛ. Τί δ' ἀγκυλοχήλης ἐστίν;

ΟΙ. Α΄                     Αὐτό που λέγει,

 205ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.

ΑΛ. Ὁ δράκων δὲ πρὸς τί;

ΟΙ. Α΄                  Τοῦτο περιφανέστατον.

Ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τ' ἀλλᾶς αὖ μακρόν·

εἶθ' αἱματοπώτης ἔσθ' ὅ τ' ἀλλᾶς χὠ δράκων.

Τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον

 210ἤδη κρατήσειν, αἴ κα μὴ θαλφθῇ λόγοις.

ΑΛ. Τὰ μὲν λόγι' αἰκάλλει με· θαυμάζω δ' ὅπως

τὸν δῆμον οἷός τ' ἐπιτροπεύειν εἴμ' ἐγώ.

ΟΙ. Α΄ Φαυλότατον ἔργον· ταῦθ' ἅπερ ποεῖς πόει·

τάραττε καὶ χόρδευ' ὁμοῦ τὰ πράγματα

 215ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ

ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.

Τὰ δ' ἄλλα σοι πρόσεστι δημαγωγικά,

φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ·

ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·

 220χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν.

Ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ·

χὤπως ἀμυνεῖ τὸν ἄνδρα.

ΑΛ.                    Καὶ τίς ξύμμαχος

γενήσεταί μοι; Καὶ γὰρ οἵ τε πλούσιοι

δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.

 225ΟΙ. Α΄ Ἀλλ' εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι

μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,

καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί.

καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,

κἀγὼ μετ' αὐτῶν χὠ θεὸς ξυλλήψεται.

 230Καὶ μὴ δέδιθ'· οὐ γάρ ἐστιν ἐξῃκασμένος·

ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν

τῶν σκευοποιῶν εἰκάσαι. Πάντως γε μὴν

γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.

ΟΙ. Β΄ Οἴμοι κακοδαίμων, ὁ Παφλαγὼν ἐξέρχεται.

 235ΠΑΦΛΑΓΩΝ

Οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,

ὁτιὴ 'πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.

Τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;

Οὐκ ἔσθ' ὅπως οὐ Χαλκιδέας ἀφίστατον.

Ἀπολεῖσθον, ἀποθανεῖσθον, ὦ μιαρωτάτω.

 240ΟΙ. Α΄ Οὗτος, τί φεύγεις; Οὐ μενεῖς; Ὦ γεννάδα

ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.

Ἄνδρες ἱππῆς, παραγένεσθε· νῦν ὁ καιρός. Ὦ Σίμων,

ὦ Παναίτι', οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;

Ἅνδρες ἐγγύς. Ἀλλ' ἀμύνου κἀπαναστρέφου πάλιν.

 245Ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.

Ἀλλ' ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.

ΧΟΡΟΣ ΙΠΠΕΩΝ

Παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον

καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,

καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ' ἐρῶ.

 250καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.

Ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα

καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·

εὐλαβοῦ δὲ μὴ 'κφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,

ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.

 255ΠΑ. Ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου,

οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,

παραβοηθεῖθ', ὡς ὑπ' ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.

ΧΟ. Ἐν δίκῃ γ', ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,

κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,

 260ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων.

Καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,

 265πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.

Κἄν τιν' αὐτῶν γνῷς ἀπράγμον' ὄντα καὶ κεχηνότα,

καταγαγὼν ἐκ Χερρονήσου, διαλαβὼν ἀγκυρίσας,

εἶτ' ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας.

ΠΑ. Ξυνεπίκεισθ' ὑμεῖς; ἐγὼ δ', ἄνδρες, δι' ὑμᾶς τύπτομαι,

ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει

ἱστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.

ΧΟ. Ὡς δ' ἀλαζών, ὡς δὲ μάσθλης. Εἶδες οἷ' ὑπέρχεται·

 270ὡσπερεὶ γέροντας ἡμᾶς ἐκκοβαλικεύεται.

ΠΑ. Ὦ πόλις καὶ δῆμ', ὑφ' οἵων θηρίων γαστρίζομαι.

ΟΙ. Α΄ Καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει.

ΑΛ. Ἀλλ' ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·

ἢν δ' ὑπεκκλίνῃ γε, δευρὶ πρὸς σκέλος κυρηβάσει.

 275ΠΑ. Ἀλλ' ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.

ΧΟ. Ἀλλ' ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλά σοι·

ἢν δ' ἀναιδείᾳ παρέλθῃ σ', ἡμέτερος ὁ πυραμοῦς.

ΠΑ. Τουτονὶ τὸν ἄνδρ' ἐγὼ 'νδείκνυμι, καὶ φήμ' ἐξάγειν

ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.

 280ΑΛ. Ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ

εἰσδραμὼν εἰς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.

ΟΙ. Α΄ Νὴ Δί', ἐξάγων γε τἀπόρρηθ', ἅμ' ἄρτον καὶ κρέας

καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.

ΠΑ.    Ἀποθανεῖσθον αὐτίκα μάλα.

 285ΑΛ.    Τριπλάσιον κεκράξομαί σου.

ΠΑ.    Καταβοήσομαι βοῶν σε.

ΑΛ.    Κατακεκράξομαί σε κράζων.

ΠΑ.    Διαβαλῶ σ', ἐὰν στρατηγῇς.

ΑΛ.    Κυνοκοπήσω σου τὸ νῶτον.

 290ΠΑ.    Περιελῶ σ' ἀλαζονείαις.

ΑΛ.    Ὑποτεμοῦμαι τὰς ὁδούς σου.

ΠΑ.    Βλέψον εἴς μ' ἀσκαρδάμυκτος.

ΑΛ.    Ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.

ΠΑ.    Διαφορήσω σ', εἴ τι γρύξεις.

 295ΑΛ.    Κοπροφορήσω σ', εἰ λαλήσεις.

ΠΑ.    Ὁμολογῶ κλέπτειν· σὺ δ' οὐχί.

ΑΛ.    Νὴ τὸν Ἑρμῆν τὸν Ἀγοραῖον.

ΠΑ.    Κἀπιορκῶ γε βλεπόντων.

ΑΛ.    Ἀλλότρια τοίνυν σοφίζει.

 300ΠΑ.    Καὶ φανῶ σε τοῖς πρυτάνεσιν

   ἀδεκατεύτους τῶν θεῶν ἱε-

     ρὰς ἔχοντα κοιλίας.

 

ΧΟ. Ὦ μιαρὲ καὶ βδελυρὲ κρᾶκτα, τοῦ σοῦ θράσους                  Str. 1.

 305πᾶσα μὲν γῆ πλέα, πᾶσα δ' ἐκκλησία,

καὶ τέλη καὶ γραφαὶ καὶ δικαστήρι', ὦ

βορβοροτάραξι καὶ τὴν πόλιν ἅπασαν ἡ-

 310     μῶν ἀνατετυρβακώς,

ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν

κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.

 

ΠΑ. Οἶδ' ἐγὼ τὸ πρᾶγμα τοῦθ' ὅθεν πάλαι καττύεται.

 315ΑΛ. Εἰ δὲ μὴ σύ γ' οἶσθα κάττυμ', οὐδ' ἐγὼ χορδεύματα,

ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς

τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,

καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.

ΟΙ. Α΄ Νὴ Δία κἀμὲ τοῦτ' ἔδρασε ταὐτόν, ὥστε κατάγελων

 320πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν.

Πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.

 

ΧΟ. Ἆρα δῆτ' οὐκ ἀπ' ἀρχῆς ἐδήλους ἀναί-                         Str. 2.

 325δειαν, ἥπερ μόνη προστατεῖ ῥητόρων;

Ἧι σὺ πιστεύων ἀμέλγει τῶν ξένων τοὺς καρπίμους,

πρῶτος ὤν· ὁ δ' Ἱπποδάμου λείβεται θεώμενος.

  Ἀλλ' ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ

  σοῦ μιαρώτερος, ὥστε με χαίρειν,

 330ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν, αὐτόθεν

   πανουργίᾳ τε καὶ θράσει

     καὶ κοβαλικεύμασιν.

Ἀλλ' ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,

νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.

 

 335ΑΛ. Καὶ μὴν ἀκούσαθ' οἷός ἐστιν οὑτοσὶ πολίτης.

ΠΑ. Οὐκ αὖ μ' ἐάσεις;

ΑΛ.              Μὰ Δί', ἐπεὶ κἀγὼ πονηρός εἰμι.

ΟΙ. Α΄ Ἐὰν δὲ μὴ ταύτῃ γ' ὑπείκῃ, λέγ' ὅτι κἀκ πονηρῶν.

ΠΑ. Οὐκ αὖ μ' ἐάσεις;

ΑΛ.              Μὰ Δία.

ΠΑ.                     Ναὶ μὰ Δία.

ΑΛ.                    Μὰ τὸν Ποσειδῶ,

ἀλλ' αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.

 340ΠΑ. Οἴμοι, διαρραγήσομαι.

ΑΛ.                   Καὶ μὴν ἐγὼ οὐ παρήσω.

ΟΙ. Α΄ Πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.

ΠΑ. Τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;

ΑΛ. Ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.

ΠΑ. Ἰδοὺ λέγειν. Καλῶς γ' ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι

 345ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.

Ἀλλ' οἶσθ' ὅ μοι πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.

Εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,

τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,

ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τ' ἀνιῶν,

 350ᾤου δυνατὸς εἶναι λέγειν. Ὦ μῶρε τῆς ἀνοίας.

ΟΙ. Α΄ Τί δαὶ σὺ πίνων τὴν πόλιν πεπόηκας, ὥστε νυνὶ

ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;

ΠΑ. Ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τιν'; ὅστις εὐθὺς

θύννεια θερμὰ καταφαγών, κᾆτ' ἐπιπιὼν ἀκράτου

 355οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.

ΑΛ. Ἐγὼ δέ γ' ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν

καταβροχθίσας κᾆτ' ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος

λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.

ΟΙ. Α΄ Τὰ μὲν ἄλλα μ' ἤρεσας λέγων· ἓν δ' οὐ προσίεταί με,

 360τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσεις.

ΠΑ. Ἀλλ' οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.

ΑΛ. Ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.

ΠΑ. Ἐγὼ δ' ἐπεισπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.

ΑΛ. Ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.

 365ΠΑ. Ἐγὼ δέ γ' ἐξέλξω σε τῆς πυγῆς θύραζε κῦβδα.

ΟΙ. Α΄ Νὴ τὸν Ποσειδῶ κἀμὲ τἄρ', ἤνπερ γε τοῦτον ἕλκῃς.

ΠΑ.    Οἷόν σε δήσω ‹'ν› τῷ ξύλῳ.

ΑΛ.    Διώξομαί σε δειλίας.

ΠΑ.    Ἡ βύρσα σου θρανεύσεται.

 370ΑΛ.    Δερῶ σε θύλακον κλοπῆς.

ΠΑ.    Διαπατταλευθήσει χαμαί.

ΑΛ.    Περικόμματ' ἔκ σου σκευάσω.

ΠΑ.    Τὰς βλεφαρίδας σου παρατιλῶ.

ΑΛ.    Τὸν πρηγορεῶνά σου 'κτεμῶ.

 375ΟΙ. Α΄    Καὶ νὴ Δί' ἐμβαλόντες αὐ-

   τῷ πάτταλον μαγειρικῶς

   εἰς τὸ στόμ', εἶτα δ' ἔνδοθεν

   τὴν γλῶτταν ἐξείραντες αὐ-

   τοῦ σκεψόμεσθ' εὖ κἀνδρικῶς

 380   κεχηνότος

     τὸν πρωκτὸν, εἰ χαλαζᾷ.

 

ΧΟ. Ἦν ἄρα πυρός ‹γ'› ἕτερα θερμότερα καὶ λόγων                  Ant. 1.

ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι·

καὶ τὸ πρᾶγμ' ἦν ἄρ' οὐ φαῦλον ὧδ' ‹οὐδ' ἐλαφρόν.›

Ἀλλ' ἔπιθι καὶ στρόβει, μηδὲν ὀλίγον πόει·

     νῦν γὰρ ἔχεται μέσος.

Ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,

 390δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.

 

ΟΙ. Α΄ Ἀλλ' ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,

κᾆτ' ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.

Νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,

ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.

 395ΠΑ. Οὐ δέδοιχ' ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον

καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον,

 

ΧΟ. Ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθί-                      Ant. 2.

στησι τοῦ χρώματος τοῦ παρεστηκότος.

 400Εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον

καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.

  Ὦ περὶ πάντ' ἐπὶ πᾶσί τε πράγμασι

  δωροδόκοισιν ἐπ' ἄνθεσιν ἵζων,

εἴθε φαύλως, ὥσπερ ηὗρες, ἐκβάλοις τὴν ἔνθεσιν.

 405   Ἄισαιμι γὰρ τότ' ἂν μόνον·

     "Πῖνε πῖν' ἐπὶ συμφοραῖς".

Τὸν Οὐλίου τ' ἂν οἴομαι, γέροντα πυροπίπην,

ἡσθέντ' ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.

 

ΠΑ. Οὔτοί μ' ὑπερβαλεῖσθ' ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,

 410ἢ μήποτ' Ἀγοραίου Διὸς σπλάγχνοισι παραγενοίμην.

ΑΛ. Ἔγωγε, νὴ τοὺς κονδύλους, οὓς πολλὰ δὴ 'πὶ πολλοῖς

ἠνεσχόμην ἐκ παιδίου, μαχαιρίδων τε πληγάς,

ὑπερβαλεῖσθαί σ' οἴομαι τούτοισιν, ἢ μάτην γ' ἂν

ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.

 415ΠΑ. Ἀπομαγδαλιὰς ὥσπερ κύων; Ὦ παμπόνηρε, πῶς οὖν

κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλῳ;

ΑΛ. Καὶ νὴ Δί' ἄλλα γ' ἐστί μου κόβαλα παιδὸς ὄντος·

ἐξηπάτων γὰρ τοὺς μαγείρους ‹ἂν› λέγων τοιαυτί·

"Σκέψασθε, παῖδες· οὐχ ὁρᾶθ'; ὥρα νέα, χελιδών."

 420Οἱ δ' ἔβλεπον, κἀγὼ 'ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.

ΟΙ. Α΄ Ὦ δεξιώτατον κρέας, σοφῶς γε προὐνοήσω·

ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.

ΑΛ. Καὶ ταῦτα δρῶν ἐλάνθανόν ‹γ'.› Εἰ δ' οὖν ἴδοι τις αὐτῶν,

ἀποκρυπτόμενος εἰς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·

 425ὥστ' εἶπ' ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα·

"Οὐκ ἔσθ' ὅπως ὁ παῖς ὅδ' οὐ τὸν δῆμον ἐπιτροπεύσει."

ΟΙ. Α΄ Εὖ γε ξυνέβαλεν αὔτ'· ἀτὰρ δῆλόν γ' ἀφ' οὗ ξυνέγνω·

ὁτιὴ 'πιώρκεις θ' ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.

ΠΑ. Ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.

 430Ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς,

ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.

ΑΛ. Ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτ' ἀφήσω

κατὰ κῦμ' ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.

ΟΙ. Α΄ Κἄγωγ', ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.

 435ΠΑ. Οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ

κλέψας Ἀθηναίων.

ΟΙ. Α΄             Ἄθρει καὶ τοῦ ποδὸς παρίει·

ὡς οὗτος ἤδη καικίας ἢ συκοφαντίας πνεῖ.

ΑΛ. Σὲ δ' ἐκ Ποτειδαίας ἔχοντ' εὖ οἶδα δέκα τάλαντα.

ΠΑ. Τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;

 440ΟΙ. Α΄ Ἁνὴρ ἂν ἡδέως λάβοι. Τοὺς τερθρίους παρίει·

   τὸ πνεῦμ' ἔλαττον γίγνεται.

ΠΑ. Φεύξει γραφὰς ἑκατονταλάντους τέτταρας.

ΑΛ.    Σὺ δ' ἀστρατείας γ' εἴκοσιν,

   κλοπῆς δὲ πλεῖν ἢ χιλίας.

 445ΠΑ.    Ἐκ τῶν ἀλιτηρίων σέ φη-

   μι γεγονέναι τῶν τῆς θεοῦ.

ΑΛ.    Τὸν πάππον εἶναι φημί σου

   τῶν δορυφόρων ‑

ΠΑ.                Ποίων; φράσον.

ΑΛ.    Τῶν Βυρσίνης τῆς Ἱππίου.

 450ΠΑ.    Κόβαλος εἶ.

ΑΛ.              Πανοῦργος εἶ.

ΟΙ. Α΄    Παῖ' ἀνδρικῶς.

ΠΑ.                Ἰοὺ ἰού,

   τύπτουσί μ' οἱ ξυνωμόται.

ΟΙ. Α΄    Παῖ' αὐτὸν ἀνδρικώτατα καὶ

   γάστριζε, καὶ τοῖς ἐντέροις

 455   καὶ τοῖς κόλοις

        ὅπως κολᾷ τὸν ἄνδρα.

ΧΟ. Ὦ γεννικώτατον κρέας ψυχήν τ' ἄριστε πάντων,

καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,

ὡς εὖ τὸν ἄνδρα ποικίλως τ' ἐπῆλθες ἐν λόγοισιν.

 460Πῶς ἄν σ' ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;

ΠΑ. Ταυτὶ μὰ τὴν Δήμητρά μ' οὐκ ἐλάνθανεν

τεκταινόμενα τὰ πράγματ', ἀλλ' ἠπιστάμην

γομφούμεν' αὐτὰ πάντα καὶ κολλώμενα.

 465ΑΛ. Οὔκουν μ' ἐν Ἄργει γ' οἷα πράττεις λανθάνει.

Πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποεῖ,

ἰδίᾳ δ' ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.

ΟΙ. Α΄ Οἴμοι, σὺ δ' οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;

ΑΛ. Καὶ ταῦτ' ἐφ' οἷσίν ἐστι συμφυσώμενα

ἐγᾦδ'· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.

 470ΟΙ. Α΄ Εὖ γ', εὖ γε· χάλκευ' ἀντὶ τῶν κολλωμένων.

ΑΛ. Καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ' ἐκεῖθεν αὖ.

Καὶ ταῦτά μ' οὔτ' ἀργύριον οὔτε χρυσίον

διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,

ὅπως ἐγὼ ταῦτ' οὐκ Ἀθηναίοις φράσω.

 475ΠΑ. Ἐγὼ μὲν οὖν αὐτίκα μάλ' εἰς βουλὴν ἰὼν

ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,

καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς ἐν τῇ πόλει,

καὶ πάνθ' ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,

καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.

 480ΑΛ. Πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;

ΠΑ. Ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.

ΟΙ. Α΄ Ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα γνώμην ἔχεις,

νυνὶ διδάξεις, εἴπερ ἀπεκρύψω τότε

εἰς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις.

 485Θεύσει γὰρ ᾄξας εἰς τὸ βουλευτήριον,

ὡς οὗτος εἰσπεσὼν ἐκεῖσε διαβαλεῖ

ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.

ΑΛ. Ἀλλ' εἶμι· πρῶτον δ', ὡς ἔχω, τὰς κοιλίας

καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.

 490ΟΙ. Α΄ Ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,

ἵν' ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.

ΑΛ. Ἀλλ' εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.

ΟΙ. Α΄ Ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.

ΑΛ.                          Τί δαί;

ΟΙ. Α΄ Ἵν' ἄμεινον, ὦ τᾶν, ἐσκοροδισμένος μάχῃ.

 495Καὶ σπεῦδε ταχέως.

ΑΛ.                Ταῦτα δρῶ.

ΟΙ. Α΄                         Μέμνησό νυν

δάκνειν, διαβάλλειν, τοὺς λόφους κατεσθίειν,

χὤπως τὰ κάλλαι' ἀποφαγὼν ἥξεις πάλιν.

 

ΧΟ.   Ἀλλ' ἴθι χαίρων, καὶ πράξειας

  κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι

 500  Ζεὺς Ἀγοραῖος· καὶ νικήσας

  αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς

   ἔλθοις στεφάνοις κατάπαστος.

  Ὑμεῖς δ' ἡμῖν προσέχετε τὸν νοῦν

  τοῖς ἀναπαίστοις,

 505  ὦ παντοίας ἤδη μούσης

   πειραθέντες καθ' ἑαυτούς.

 

Εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς

ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,

οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δ' ἄξιός ἐσθ' ὁ ποητής,

 510ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια,

καὶ γενναίως πρὸς τὸν Τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.

Ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας

καὶ βασανίζειν πῶς οὐχὶ πάλαι χορὸν αἰτοίη καθ' ἑαυτόν,

ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. Φησὶ γὰρ ἁνὴρ

 515οὐχ ὑπ' ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων

κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·

πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι·

ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας

καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·

 520τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις,

ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·

πάσας δ' ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων

καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχειοῖς

οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ' ἥβης,

 525ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη·

εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτ' ἐπαίνῳ

διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων

ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους·

ᾆσαι δ' οὐκ ἦν ἐν συμποσίῳ πλήν· Δωροῖ συκοπέδιλε,

 530καὶ τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος.

Νυνὶ δ' ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ' οὐκ ἐλεεῖτε,

ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτ' ἐνόντος

τῶν θ' ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει,

ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὗον, δίψῃ δ' ἀπολωλώς,

 535ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ,

καὶ μὴ ληρεῖν, ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.

Οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς,

ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,

ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας·

 540χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων, τοτὲ δ' οὐχί.

Ταῦτ' ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν

ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,

κᾆτ' ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι,

κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. Τούτων οὖν οὕνεκα πάντων,

 545ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως εἰσπηδήσας ἐφλυάρει,

αἴρεσθ' αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ' ἐφ' ἕνδεκα κώπαις,

  θόρυβον χρηστὸν ληναΐτην,

  ἵν' ὁ ποιητὴς ἀπίῃ χαίρων

  κατὰ νοῦν πράξας,

 550   φαιδρὸς λάμποντι μετώπῳ.

 

  Ἵππι' ἄναξ Πόσειδον, ᾧ                         Str.

  χαλκοκρότων ἵππων κτύπος

  καὶ χρεμετισμὸς ἁνδάνει

  καὶ κυανέμβολοι θοαὶ

 555   μισθοφόροι τριήρεις,

  μειρακίων θ' ἅμιλλα λαμ-

  πρυνομένων ἐν ἅρμασιν

   καὶ βαρυδαιμονούντων,

δεῦρ' ἔλθ' εἰς χορόν, ὦ χρυσοτρίαιν', ὦ

 560δελφίνων μεδέων Σουνιάρατε,

  ὦ Γεραίστιε παῖ Κρόνου,

  Φορμίωνί τε φίλτατ' ἐκ

  τῶν ἄλλων τε θεῶν Ἀθη-

   ναίοις πρὸς τὸ παρεστός.

 

 565Εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι

ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,

οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφράκτῳ στρατῷ

πανταχοῦ νικῶντες ἀεὶ τήνδ' ἐκόσμησαν πόλιν·

οὐ γὰρ οὐδεὶς πώποτ' αὐτῶν τοὺς ἐναντίους ἰδὼν

 570ἠρίθμησεν, ἀλλ' ὁ θυμὸς εὐθὺς ἦν ἀμυνίας·

εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον ἐν μάχῃ τινί,

τοῦτ' ἀπεψήσαντ' ἄν, εἶτ' ἠρνοῦντο μὴ πεπτωκέναι,

ἀλλὰ διεπάλαιον αὖθις. Καὶ στρατηγὸς οὐδ' ἂν εἷς

τῶν πρὸ τοῦ σίτησιν ᾔτησ' ἐρόμενος Κλεαίνετον·

 575νῦν δ' ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία,

οὐ μαχεῖσθαί φασιν. Ἡμεῖς δ' ἀξιοῦμεν τῇ πόλει

προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.

Καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον·

ἤν ποτ' εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,

 580μὴ φθονεῖθ' ἡμῖν κομῶσι μηδ' ἀπεστλεγγισμένοις.

  Ὦ πολιοῦχε Παλλάς, ὦ                         Ant.

  τῆς ἱερωτάτης ἁπα-

  σῶν πολέμῳ τε καὶ ποη-

  ταῖς δυνάμει θ' ὑπερφερού-

 585   σης μεδέουσα χώρας,

  δεῦρ' ἀφικοῦ λαβοῦσα τὴν

  ἐν στρατιαῖς τε καὶ μάχαις

   ἡμετέραν ξυνεργὸν

Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα

 590τοῖς τ' ἐχθροῖσι μεθ' ἡμῶν στασιάζει.

  Νῦν οὖν δεῦρο φάνηθι· δεῖ

  γὰρ τοῖς ἀνδράσι τοῖσδε πά-

  σῃ τέχνῃ πορίσαι σε νί-

   κην εἴπερ ποτὲ καὶ νῦν.

 

 595Ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ' ἐπαινέσαι.

Ἄξιοι δ' εἴσ' εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πράγματα

ξυνδιήνεγκαν μεθ' ἡμῶν, εἰσβολάς τε καὶ μάχας.

Ἀλλὰ τἀν τῇ γῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,

ὡς ὅτ' εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,

 600πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα·

εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ

ἐμβαλόντες ἀνεφρυάξανθ'· "Ἱππαπαῖ, τίς ἐμβαλεῖ;

Ληπτέον μᾶλλον. Τί δρῶμεν; Οὐκ ἐλᾷς, ὦ σαμφόρα;"

Ἐξεπήδων τ' εἰς Κόρινθον· εἶτα δ' οἱ νεώτατοι

 605ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν βρώματα·

ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,

εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι·

ὥστ' ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον·

"Δεινά γ', ὦ Πόσειδον, εἰ μηδ' ἐν βυθῷ δυνήσομαι

 610μήτε γῇ μήτ' ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας."

 

ΧΟ. Ὦ φίλτατ' ἀνδρῶν καὶ νεανικώτατε,

ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·

καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,

ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ' ἠγωνίσω.

 615ΑΛ. Τί δ' ἄλλο γ' εἰ μὴ νικόβουλος ἐγενόμην;

 

ΧΟ. Νῦν ἄρ' ἄξιον πᾶσίν ἐστιν ὀλολῦξαι.                       Str.

Ὦ καλὰ λέγων, πολὺ δ' ἀμείνον' ἔτι τῶν λόγων

   ἐργασάμεν' εἴθ' ἐπέλ-

     θοις ἅπαντά μοι σαφῶς·

 620   ὡς ἐγώ μοι δοκῶ

   κἂν μακρὰν ὁδὸν διελθεῖν

   ὥστ' ἀκοῦσαι. Πρὸς τάδ', ὦ βέλ-

   τιστε, θαρρήσας λέγ', ὡς ἅ-

     παντες ἡδόμεσθά σοι.

 

ΑΛ. Καὶ μὴν ἀκοῦσαί γ' ἄξιον τῶν πραγμάτων.

 625Εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ' ἱέμην·

ὁ δ' ἄρ' ἔνδον ἐλασίβροντ' ἀναρρηγνὺς ἔπη

τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,

κρημνοὺς ἐρείδων καὶ ξυνωμότας λέγων

πιθανώταθ'· ἡ βουλὴ δ' ἅπασ' ἀκροωμένη

 630ἐγένεθ' ὑπ' αὐτοῦ ψευδατραφάξυος πλέα,

κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ' ἀνέσπασεν.

Κἄγωγ' ὅτε δὴ 'γνων ἐνδεχομένην τοὺς λόγους

καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην·

"Ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δ' ἐγώ,

 635Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων,

ἀγορά τ', ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,

νῦν μοι θράσος καὶ γλῶτταν εὔπορον δότε

φωνήν τ' ἀναιδῆ". Ταῦτα φροντίζοντί μοι

ἐκ δεξιᾶς ἐπέπαρδε καταπύγων ἀνήρ.

 640Κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν

τὴν κιγκλίδ' ἐξήραξα κἀναχανὼν μέγα

ἀνέκραγον· "Ὦ βουλή, λόγους ἀγαθοὺς φέρων

εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·

ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,

 645οὐπώποτ' ἀφύας εἶδον ἀξιωτέρας."

Ἡ δ' εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·

εἶτ' ἐστεφάνουν μ' εὐαγγέλια· κἀγὼ 'φρασα

αὐτοῖς ἀπόρρητον ποησάμενος ταχύ,

ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,

 650τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.

Οἱ δ' ἀνεκρότησαν καὶ πρὸς ἔμ' ἐκεχήνεσαν.

Ὁ δ' ὑπονοήσας, ὁ Παφλαγών, εἰδὼς ἄρα

οἷς ἥδεθ' ἡ βουλὴ μάλιστα ῥήμασιν,

γνώμην ἔλεξεν· "Ἄνδρες, ἤδη μοι δοκεῖ

 655ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις

εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.

Ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.

Κἄγωγ' ὅτε δὴ 'γνων τοῖς βολίτοις ἡττημένος,

διηκοσίῃσι βουσὶν ὑπερηκόντισα,

 660τῇ δ' Ἀγροτέρᾳ κατὰ χιλίων παρῄνεσα

εὐχὴν ποήσασθαι χιμάρων εἰς αὔριον,

αἱ τριχίδες εἰ γενοίαθ' ἑκατὸν τοὐβολοῦ.

Ἐκαραδόκησεν εἰς ἔμ' ἡ βουλὴ πάλιν.

Ὁ δὲ ταῦτ' ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα·

 665κᾆθ' εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται,

οἱ δ' ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες.

Ὁ δ' ἠντεβόλει γ' αὐτοὺς ὀλίγον μεῖναι χρόνον·

"ἵν' ἅτθ' ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει

πύθησθ'· ἀφῖκται γὰρ περὶ σπονδῶν", λέγων.

 670Οἱ δ' ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον·

"Νυνὶ περὶ σπονδῶν; ἐπειδή γ', ὦ μέλε,

ᾔσθοντο τὰς ἀφύας παρ' ἡμῖν ἀξίας.

Οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω."

Ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·

 675εἶθ' ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.

Ἐγὼ δὲ τὰ κορίανν' ἐπριάμην ὑποδραμὼν

ἅπαντα τά τε γήτει' ὅσ' ἦν ἐν τἀγορᾷ·

ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα

ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.

 680Οἱ δ' ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με

ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην

ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.

 

ΧΟ. Πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·              Ant.

ηὗρε δ' ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις

 685   μείζοσι κεκασμένον

     καὶ δόλοισι ποικίλοις

   ῥήμασίν θ' αἱμύλοις.

   Ἀλλ' ὅπως ἀγωνιεῖ φρόν-

   τιζε τἀπίλοιπ' ἄριστα·

   συμμάχους δ' ἡμᾶς ἔχων εὔ-

 690     νους ἐπίστασαι πάλαι.

 

ΑΛ. Καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,

ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,

ὡς δὴ καταπιόμενός με. Μορμὼ τοῦ θράσους.

ΠΑ. Εἰ μή σ' ἀπολέσαιμ', εἴ τι τῶν αὐτῶν ἐμοὶ

 695ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.

ΑΛ. Ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,

ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.

ΠΑ. Οὔτοι μὰ τὴν Δήμητρ' ἔτ' εἰ μή σ' ἐκφάγω

ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.

 700ΑΛ. Εἰ μὴ 'κφάγῃς; Ἐγὼ δέ γ', εἰ μή σ' ἐκπίω,

κἂν ἐκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.

ΠΑ. Ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.

ΑΛ. Ἰδοὺ προεδρίαν· οἷον ὄψομαί σ' ἐγὼ

ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.

 705ΠΑ. Ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.

ΑΛ. Ὡς ὀξύθυμος. Φέρε τί σοι δῶ καταφαγεῖν;

Ἐπὶ τῷ φάγοις ἥδιστ' ἄν; Ἐπὶ βαλλαν ‑ τίῳ;

ΠΑ. Ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.

ΑΛ. Ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.

 710ΠΑ. Ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.

ΑΛ. Κἀγὼ δὲ σ' ἕλξω καὶ διαβαλῶ πλείονα.

ΠΑ. Ἀλλ', ὦ πόνηρε, σοὶ μὲν οὐδὲν πείθεται·

ἐγὼ δ' ἐκείνου καταγελῶ γ' ὅσον θέλω.

ΑΛ. Ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.

 715ΠΑ. Ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.

ΑΛ. Κᾆθ' ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς·

μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,

αὐτὸς δ' ἐκείνου τριπλάσιον κατέσπακας.

ΠΑ. Καὶ νὴ Δί' ὑπό γε δεξιότητος τῆς ἐμῆς

 720δύναμαι ποεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.

ΑΛ. Χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.

ΠΑ. Οὐκ, ὦγάθ', ἐν βουλῇ με δόξεις καθυβρίσαι.

Ἴωμεν εἰς τὸν δῆμον.

ΑΛ.                  Οὐδὲν κωλύει,

ἰδού· βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.

 725ΠΑ. Ὦ Δῆμε, δεῦρ' ἔξελθε ‑

ΑΛ.                    Νὴ Δί', ὦ πάτερ,

ἔξελθε δῆτ', ὦ Δημίδιον, ‹ὦ› φίλτατον.

ΠΑ. Ἔξελθ', ἵν' εἰδῇς οἷα περιυβρίζομαι.

ΔΗΜΟΣ

Τίνες οἱ βοῶντες; Οὐκ ἄπιτ' ἀπὸ τῆς θύρας;

Τὴν εἰρεσιώνην μου κατεσπαράξατε.

 730Τίς, ὦ Παφλαγών, ἀδικεῖ σε;

ΠΑ.                        Διὰ σὲ τύπτομαι

ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.

ΔΗ.                         Τιή;

ΠΑ. Ὁτιὴ φιλῶ σ', ὦ Δῆμ', ἐραστής τ' εἰμὶ σός.

ΔΗ. Σὺ δ' εἶ τίς ἐτεόν;

ΑΛ.                 Ἀντεραστὴς τουτουί,

ἐρῶν πάλαι σου βουλόμενός τέ σ' εὖ ποεῖν,

 735ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.

Ἀλλ' οὐχ οἷοί τ' ἐσμὲν διὰ τουτονί. Σὺ γὰρ

ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·

τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,

σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις

 740καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.

ΠΑ. Εὖ γὰρ ποιῶ τὸν δῆμον.

ΑΛ.                   Εἰπέ μοι, τί δρῶν;

ΠΑ. Ὅ τι; τῶν στρατηγῶν ὑποδραμόντων ἐκ Πύλου,

πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.

ΑΛ. Ἐγὼ δὲ περιπατῶν γ' ἀπ' ἐργαστηρίου

 745ἕψοντος ἑτέρου τὴν χύτραν ὑφειλόμην.

ΠΑ. Καὶ μὴν ποήσας αὐτίκα μάλ' ἐκκλησίαν,

ὦ Δῆμ', ἵν' εἰδῇς ὁπότερος νῷν ἐστί σοι

εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.

ΑΛ. Ναί, ναί, διάκρινον δῆτα, πλὴν μὴ 'ν τῇ πυκνί.

 750ΔΗ. Οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.

Ἀλλ' εἰς τὸ πρόσθε. Χρὴ παρεῖν' εἰς τὴν πύκνα.

ΑΛ. Οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ'. Ὁ γὰρ γέρων

οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,

ὅταν δ' ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,

 755κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.

 

ΧΟ. Νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,               Str.

καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους,

ὅτοισι τόνδ' ὑπερβαλεῖ. Ποικίλος γὰρ ἁνὴρ

κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.

 760Πρὸς ταῦθ' ὅπως ἔξει πολὺς καὶ λαμπρὸς εἰς τὸν ἄνδρα.

 

Ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερον σὺ

τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.

 

ΠΑ. Τῇ μὲν δεσποίνῃ Ἀθηναίῃ, τῇ τῆς πόλεως μεδεούσῃ,

εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι

 765βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ,

ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν τῷ πρυτανείῳ·

εἰ δέ σε μισῶ καὶ μὴ περί σου μάχομαι μόνος ἀντιβεβηκώς,

ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.

ΑΛ. Κἄγωγ', ὦ Δῆμ', εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς

 770ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας,

ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ

καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην εἰς Κεραμεικόν.

ΠΑ. Καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν, ὦ Δῆμε, γένοιτο πολίτης;

ὃς πρῶτα μέν, ἡνίκ' ἐβούλευον, σοὶ χρήματα πλεῖστ' ἀπέδειξα

 775ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν, τοὺς δ' ἄγχων, τοὺς δὲ μεταιτῶν,

οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.

ΑΛ. Τοῦτο μέν, ὦ Δῆμ', οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω·

ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.

Ὡς δ' οὐχὶ φιλεῖ σ' οὐδ' ἔστ' εὔνους, τοῦτ' αὐτό σε πρῶτα διδάξω,

 780ἀλλ' ἢ διὰ τοῦτ' αὔθ' ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.

Σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,

καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,

ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,

οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. Ἀλλ' ἐπαναίρου,

 785κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.

ΔΗ. Ἄνθρωπε, τίς εἶ; Μῶν ἔγγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;

Τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.

ΠΑ. Ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.

ΑΛ. Καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.

 790ΠΑ. Καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων

ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.

ΑΛ. Καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ' ἐν ταῖς πιθάκναισιν

καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,

ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος

 795τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ' ἀπελαύνεις

ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.

ΠΑ. Ἵνα γ' Ἑλλήνων ἄρξῃ πάντων. Ἔστι γὰρ ἐν τοῖς λογίοισιν

ὡς τοῦτον δεῖ ποτ' ἐν Ἀρκαδίᾳ πεντωβόλου ἡλιάσασθαι,

ἢν ἀναμείνῃ· πάντως δ' αὐτὸν θρέψω 'γὼ καὶ θεραπεύσω,

 800ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.

ΑΛ. Οὐχ ἵνα γ' ἄρξῃ μὰ Δί' Ἀρκαδίας προνοούμενος, ἀλλ' ἵνα μᾶλλον

σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος

ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,

ἀλλ' ὑπ' ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.

 805Εἰ δέ ποτ' εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,

καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ εἰς λόγον ἔλθῃ,

γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·

εἶθ' ἥξει σοι δριμὺς ἄγροικος κατά σου τὴν ψῆφον ἰχνεύων.

Ἃ σὺ γιγνώσκων τόνδ' ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ αὐτοῦ.

 810ΠΑ. Οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ' ἔστ' ἐμὲ καὶ διαβάλλειν

πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποηκότα πλείονα χρηστὰ

νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;

ΑΛ. Ὦ πόλις Ἄργους, κλύεθ' οἷα λέγει. Σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;

ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,

 815καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,

ἀφελών τ' οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·

σὺ δ' Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι

διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.

Κἀκεῖνος μὲν φεύγει τὴν γῆν, σὺ δ' Ἀχιλλείων ἀπομάττει.

 820ΠΑ. Οὔκουν ταυτὶ δεινὸν ἀκούειν, ὦ Δῆμ', ἐστίν μ' ὑπὸ τούτου,

ὁτιή σε φιλῶ;

ΔΗ.    ‹Ὢ› παῦ', οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.

Πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθεις ἐγκρυφιάζων.

ΑΛ. Μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς.

     Ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς

 825     τῶν εὐθυνῶν ἐκκαυλίζων

     καταβροχθίζει, κἀμφοῖν χειροῖν

     μυστιλᾶται τῶν δημοσίων.

ΠΑ.      Οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθ'

     αἱρήσω 'γὼ τρεῖς μυριάδας.

 830ΑΛ.      Τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,

     μιαρώτατος ὢν περὶ τὸν δῆμον

     τὸν Ἀθηναίων; Καί σ' ἐπιδείξω

     νὴ τὴν Δήμητρ', ἢ μὴ ζῴην,

     δωροδοκήσαντ' ἐκ Μυτιλήνης

 835       πλεῖν ἢ μνᾶς τετταράκοντα.

ΧΟ. Ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,                 Ant.

ζηλῶ σε τῆς εὐγλωττίας. Εἰ γὰρ ὧδ' ἐποίσεις,

μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις

τἀν τῇ πόλει τῶν συμμάχων τ' ἄρξεις ἔχων τρίαιναν,

 840ᾗ πολλὰ χρήματ' ἐργάσει σείων τε καὶ ταράττων.

 

Καὶ μὴ μεθῇς τὸν ἄνδρ', ἐπειδή σοι λαβὴν δέδωκεν·

κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.

 

ΠΑ. Οὐκ, ὦγαθοί, ταῦτ' ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.

Ἐμοὶ γάρ ἐστ' εἰργασμένον τοιοῦτον ἔργον ὥστε

 845ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,

ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.

ΑΛ. Ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.

Οὐ γάρ σ' ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας

ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.

 850Ἀλλ' ἐστὶ τοῦτ', ὦ Δῆμε, μηχάνημ', ἵν', ἢν σὺ βούλῃ

τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ 'κγένηται.

Ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν

νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι

καὶ τυροπῶλαι· τοῦτο δ' εἰς ἕν ἐστι συγκεκυφός,

 855ὥστ' εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα,

νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες

τὰς εἰσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.

ΔΗ. Οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; Ὦ πόνηρε,

ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.

 860ΠΑ. Ὦ δαιμόνιε, μὴ τοῦ λέγοντος ἴσθι, μηδ' οἰηθῇς

ἐμοῦ ποθ' εὑρήσειν φίλον βελτίον', ὅστις εἷς ὢν

ἔπαυσα τοὺς ξυνωμότας, καί μ' οὐ λέληθεν οὐδὲν

ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλ' εὐθέως κέκραγα.

ΑΛ. Ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.

 865Ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν·

ἐὰν δ' ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,

αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.

Ἓν δ' εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν

ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ

 870ταῖς ἐμβάσιν φάσκων φιλεῖν;

ΔΗ.                     Οὐ δῆτα μὰ τὸν Ἀπόλλω.

ΑΛ. Ἔγνωκας οὖν δῆτ' αὐτὸν οἷός ἐστιν; Ἀλλ' ἐγώ σοι

ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.

ΔΗ. Κρίνω σ' ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ' ἄριστον

εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.

 875ΠΑ. Οὐ δεινὸν οὖν δῆτ' ἐμβάδας τοσουτονὶ δύνασθαι,

ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις

ἔπαυσα τοὺς κινουμένους, τὸν Γρύττον ἐξαλείψας.

ΑΛ. Οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν

παῦσαί τε τοὺς κινουμένους; Κοὐκ ἔσθ' ὅπως ἐκείνους

 880οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένοιντο.

Τονδὶ δ' ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον

οὐπώποτ' ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας

χειμῶνος ὄντος· ἀλλ' ἐγώ σοι τουτονὶ δίδωμι.

ΔΗ. Τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ' ἐπενόησεν.

 885Καίτοι σοφὸν κἀκεῖν' ὁ Πειραιεύς· ἔμοιγε μέντοι

οὐ μεῖζον εἶναι φαίνετ' ἐξεύρημα τοῦ χιτῶνος.

ΠΑ. Οἴμοι τάλας, οἵοις πιθηκισμοῖς με περιελαύνεις.

ΑΛ. Οὔκ, ἀλλ' ὅπερ πίνων ἀνὴρ πέπονθ' ὅταν χεσείῃ,

τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.

 890ΠΑ. Ἀλλ' οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν

προσαμφιῶ τοδί· σὺ δ' οἴμωζ', ὦ πόνηρ'.

ΔΗ.                    Ἰαιβοῖ.

Οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζον;

ΑΛ. Καὶ τοῦτό ‹γ'› ἐπίτηδές σε περιήμπεσχ', ἵνα σ' ἀποπνίξῃ·

καὶ πρότερον ἐπεβούλευσέ σοι. Τὸν καυλὸν οἶσθ' ἐκεῖνον

 895τὸν σιλφίου τὸν ἄξιον γενόμενον;

ΔΗ.                         Οἶδα μέντοι.

ΑΛ. Ἐπίτηδες οὗτος αὐτὸν ἔσπευσ' ἄξιον γενέσθαι,

ἵν' ἐσθίοιτ' ὠνούμενοι, κἄπειτ' ἐν ἡλιαίᾳ

βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.

ΔΗ. Νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτ' εἶπ' ἀνὴρ Κόπρειος.

 900ΑΛ. Οὐ γὰρ τόθ' ὑμεῖς βδεόμενοι δήπου 'γένεσθε πυρροί;

ΔΗ. Καὶ νὴ Δί' ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.

ΠΑ. Οἵοισί μ', ὦ πανοῦργε, βωμολοχεύμασιν ταράττεις.

ΑΛ. Ἡ γὰρ θεός μ' ἐκέλευε νικῆσαί σ' ἀλαζονείαις.

ΠΑ. Ἀλλ' οὐχὶ νικήσεις. Ἐγὼ γάρ φημί σοι παρέξειν,

 905ὦ Δῆμε, μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.

ΑΛ. Ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι

τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.

ΠΑ. Ἐγὼ δὲ τὰς πολιάς γέ σου 'κλέγων νέον ποήσω.

ΑΛ. Ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.

 910ΠΑ. Ἀπομυξάμενος, ὦ Δῆμέ, μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.

ΑΛ.    Ἐμοῦ μὲν οὖν.

ΠΑ.               Ἐμοῦ μὲν οὖν.

   Ἐγώ σε ποιήσω τριη-

   ραρχεῖν, ἀναλίσκοντα τῶν

   σαυτοῦ, παλαιὰν ναῦν ἔχοντ',

 915   εἰς ἣν ἀναλῶν οὐκ ἐφέ-

   ξεις οὐδὲ ναυπηγούμενος·

   διαμηχανήσομαί θ' ὅπως

   ἂν ἱστίον σαπρὸν λάβῃς.

ΑΛ.    Ἁνὴρ παφλάζει, παῦε παῦ',

 920   ὑπερζέων· ὑφελκτέον

   τῶν δαλίων ἀπαρυστέον

   τε τῶν ἀπειλῶν ταυτῃί.

ΠΑ.    Δώσεις ἐμοὶ καλὴν δίκην

   ἰπούμενος ταῖς εἰσφοραῖς.

 925   Ἐγὼ γὰρ εἰς τοὺς πλουσίους

   σπεύσω σ' ὅπως ἂν ἐγγραφῇς.

ΑΛ.    Ἐγὼ δ' ἀπειλήσω μὲν οὐ-

   δέν, εὔχομαι δέ σοι ταδί·

   τὸ μὲν τάγηνον τευθίδων

 930   ἐφεστάναι σῖζον, σὲ δὲ

   γνώμην ἐρεῖν μέλλοντα περὶ

   Μιλησίων καὶ κερδανεῖν

   τάλαντον, ἢν κατεργάσῃ,

   σπεύδειν ὅπως τῶν τευθίδων

 935   ἐμπλήμενος φθαίης ἔτ' εἰς

   ἐκκλησίαν ἐλθών· ἔπει-

   τα πρὶν φαγεῖν ἁνὴρ μεθή-

   κοι, καὶ σὺ τὸ τάλαντον λαβεῖν

   βουλόμενος ἐ-

 940     σθίων ‹ἅμ'› ἀποπνιγείης.

ΧΟ. Εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.

ΔΗ. Κἀμοὶ δοκεῖ, καὶ τἄλλα γ' εἶναι καταφανῶς

ἀγαθὸς πολίτης, οἷος οὐδείς πω χρόνου

 945ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.

Σὺ δ', ὦ Παφλαγών, φάσκων φιλεῖν μ' ἐσκορόδισας.

Καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι

ἐμοὶ ταμιεύσεις.

ΠΑ.              Ἔχε· τοσοῦτον δ' ἴσθ' ὅτι,

εἰ μή μ' ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ

 950ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.

ΔΗ. Οὐκ ἔσθ' ὅπως ὁ δακτύλιός ἐσθ' οὑτοσὶ

οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται.

Ἀλλ' ἦ οὐ καθορῶ;

ΑΛ.               Φέρ' ἴδω, τί σοι σημεῖον ἦν;

ΔΗ. Δημοῦ βοείου θρῖον ἐξωπτημένον.

 955ΑΛ. Οὐ τοῦτ' ἔνεστιν.

ΔΗ.               Οὐ τὸ θρῖον; Ἀλλὰ τί;

ΑΛ. Λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.

ΔΗ. Αἰβοῖ τάλας.

ΑΛ.           Τί ἐστιν;

ΔΗ.                   Ἀπόφερ' ἐκποδών.

Οὐ τὸν ἐμὸν εἶχεν, ἀλλὰ τὸν Κλεωνύμου.

Παρ' ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.

 960ΠΑ. Μὴ δῆτά πώ γ', ὦ δέσποτ', ἀντιβολῶ σ' ἐγώ,

πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.

ΑΛ. Καὶ τῶν ἐμῶν νυν.

ΠΑ.               Ἀλλ' ἐὰν τούτῳ πίθῃ,

μολγὸν γενέσθαι δεῖ σε.

ΑΛ.                    Κἄν γε τουτῳί,

ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.

 965ΠΑ. Ἀλλ' οἵ γ' ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ

χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.

ΑΛ. Οὑμοὶ δέ γ' αὖ λέγουσιν ὡς ἁλουργίδα

ἔχων κατάπαστον καὶ στεφάνην ἐφ' ἅρματος

χρυσοῦ διώξεις Σμικύθην καὶ κύριον.

 970ΔΗ. Καὶ μὴν ἔνεγκ' αὐτοὺς ἰών, ἵν' οὑτοσὶ

αὐτῶν ἀκούσῃ.

ΑΛ.            Πάνυ γε.

ΔΗ.                   Καὶ σύ νυν φέρε.

ΠΑ. Ἰδού.

ΑΛ.      Ἰδοὺ νὴ τὸν Δί', οὐδὲν κωλύει.

 

ΧΟ.    Ἥδιστον φάος ἡμέρας                         Str.

   ἔσται τοῖς ‹τε› παροῦσι καὶ

 975   τοῖσιν ‹εἰς›αφικνουμένοις,

     ἢν Κλέων ἀπόληται.

   Καίτοι πρεσβυτέρων τινῶν

   οἵων ἀργαλεωτάτων

   ἐν τῷ δείγματι τῶν δικῶν

 980     ἤκουσ' ἀντιλεγόντων,

   ὡς εἰ μὴ 'γένεθ' οὗτος ἐν

   τῇ πόλει μέγας, οὐκ ἂν ἤ-

   στην σκεύει δύο χρησίμω,

     δοῖδυξ οὐδὲ τορύνη.

 

   Ἀλλὰ καὶ τόδ' ἔγωγε θαυ-                         Ant.

 985   μάζω τῆς ὑομουσίας

   αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ

     παῖδες οἳ ξυνεφοίτων,

   τὴν Δωριστὶ μόνην ‹ἂν› ἁρ-

 990   μόττεσθαι θαμὰ τὴν λύραν,

   ἄλλην δ' οὐκ ἐθέλειν μαθεῖν·

     κᾆτα τὸν κιθαριστὴν

   ὀργισθέντ' ἀπάγειν κελεύ-

   ειν, ὡς ἁρμονίαν ὁ παῖς

 995   οὗτος οὐ δύναται μαθεῖν

     ἢν μὴ Δωροδοκιστί.

 

ΠΑ. Ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.

ΑΛ. Οἴμ' ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.

ΔΗ. Ταυτὶ τί ἐστι;

ΠΑ.             Λόγια.

ΔΗ.                  Πάντ';

ΠΑ.                        Ἐθαύμασας;

1000Καὶ νὴ Δί' ἔτι γέ μοὐστὶ κιβωτὸς πλέα.

ΑΛ. Ἐμοὶ δ' ὑπερῷον καὶ ξυνοικία δύο.

ΔΗ. Φέρ' ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;

ΠΑ. Οὑμοὶ μέν εἰσι Βάκιδος.

ΔΗ.                     Οἱ δὲ σοὶ τίνος;

ΑΛ. Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.

1005ΔΗ. Εἰσὶν δὲ περὶ τοῦ;

ΠΑ.                Περὶ Ἀθηνῶν, περὶ Πύλου,

περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.

ΔΗ. Οἱ σοὶ δὲ περὶ τοῦ;

ΑΛ.                 Περὶ Ἀθηνῶν, περὶ φακῆς,

περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,

περὶ τῶν μετρούντων τἄλφιτ' ἐν ἀγορᾷ κακῶς,

1010περὶ σοῦ, περὶ ἐμοῦ. ‑ Τὸ πέος οὑτοσὶ δάκοι.

ΔΗ. Ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,

καὶ τὸν περὶ ἐμοῦ 'κεῖνον ᾧπερ ἥδομαι,

ὡς ἐν νεφέλῃσιν αἰετὸς γενήσομαι.

ΠΑ. Ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί·

1015Φράζευ, Ἐρεχθεΐδη, λογίων ὁδόν, ἥν σοι Ἀπόλλων

ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.

Σῴζεσθαί σ' ἐκέλευ' ἱερὸν κύνα καρχαρόδοντα,

ὃς πρὸ σέθεν χάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς

σοὶ μισθὸν ποριεῖ. Κἂν μὴ δρᾷς ταῦτ', ἀπολεῖται·

1020πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.

ΔΗ. Ταυτὶ μὰ τὴν Δήμητρ' ἐγὼ οὐκ οἶδ' ὅ τι λέγει.

Τί γάρ ἐστ' Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;

ΠΑ. Ἐγὼ μέν εἰμ' ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·

σοὶ δ' εἶπε σῴζεσθαι 'μ' ὁ Φοῖβος τὸν κύνα.

1025ΑΛ. Οὐ τοῦτό φησ' ὁ χρησμός, ἀλλ' ὁ κύων ὁδὶ

ὥσπερ ἀθάρης σου τῶν λογίων παρεσθίει.

Ἐμοὶ γάρ ἐστ' ὀρθῶς περὶ τούτου τοῦ κυνός.

ΔΗ. Λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,

ἵνα μή μ' ὁ χρησμὸς ὁ περὶ τοῦ κυνὸς δάκῃ.

1030ΑΛ. Φράζευ, Ἐρεχθεΐδη, κύνα Κέρβερον ἀνδραποδιστήν,

ὃς κέρκῳ σαίνων σ', ὁπόταν δειπνῇς, ἐπιτηρῶν

ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·

ἐσφοιτῶν τ' ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν

νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.

1035ΔΗ. Νὴ τὸν Ποσειδῶ πολύ γ' ἄμεινον, ὦ Γλάνι.

ΠΑ. Ὦ τᾶν, ἄκουσον, εἶτα διάκρινον, τόδε·

Ἔστι γυνή, τέξει δὲ λέονθ' ἱεραῖς ἐν Ἀθήναις,

ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται

ὥς τε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,

1040τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.

Ταῦτ' οἶσθ' ὅ τι λέγει;

ΔΗ.                    Μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.

ΠΑ. Ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·

ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.

ΔΗ. Καὶ πῶς μ' ἐλελήθεις Ἀντιλέων γεγενημένος;

1045ΑΛ. Ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,

ὅ τι τὸ σιδήρου τεῖχός ἐστι καὶ ξύλων,

ἐν ᾧ σε σῴζειν τόνδ' ἐκέλευ' ὁ Λοξίας.

ΔΗ. Πῶς δῆτα τοῦτ' ἔφραζεν ὁ θεός;

ΑΛ.                          Τουτονὶ

δῆσαί σ' ἐκέλευ' ἐν πεντεσυρίγγῳ ξύλῳ.

1050ΔΗ. Ταυτὶ τελεῖσθαι τὰ λόγι' ἤδη μοι δοκεῖ.

ΠΑ. Μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.

Ἀλλ' ἱέρακα φίλει μεμνημένος ἐν φρεσίν, ὅς σοι

ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.

ΑΛ. Τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.

1055Κεκροπίδη κακόβουλε, τί τοῦθ' ἡγεῖ μέγα τοὔργον;

Καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·

ἀλλ' οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.

ΠΑ. Ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν·

Ἔστι Πύλος πρὸ Πύλοιο ‑

ΔΗ.                     Τί τοῦτο λέγει, πρὸ Πύλοιο;

1060ΑΛ. Τὰς πυέλους φησὶν καταλήψεσθ' ἐν βαλανείῳ.

ΔΗ. Ἐγὼ δ' ἄλουτος τήμερον γενήσομαι;

ΑΛ. Οὗτος γὰρ ἡμῶν τὰς πυέλους ὑφήρπασεν.

Ἀλλ' οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ

ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.

1065ΔΗ. Προσέχω· σὺ δ' ἀναγίγνωσκε, τοῖς ναύταισί μου

ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.

ΑΛ. Αἰγεΐδη, φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,

λαίθαργον, ταχύπουν, δολίαν κερδώ, πολύιδριν.

Οἶσθ' ὅ τι ἐστὶν τοῦτο;

ΔΗ.                    Φιλόστρατος ἡ κυναλώπηξ.

1070ΑΛ. Οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε

αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·

ταύτας ἀπαυδᾷ μὴ διδόναι σ' ὁ Λοξίας.

ΔΗ. Πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;

ΑΛ.                          Ὅπως;

ὅτι ἡ τριήρης ‹τ'› ἐστὶ χὠ κύων ταχύ.

1075ΔΗ. Πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;

ΑΛ. Ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,

ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.

ΔΗ. Εἶἑν.

Τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;

ΑΛ. Ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.

1080Ἀλλ' ἔτι τόνδ' ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι

χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.

ΔΗ. Ποίαν Κυλλήνην;

ΑΛ.              Τὴν τούτου χεῖρ' ἐπόησεν

Κυλλήνην ὀρθῶς, ὁτιή φησ'· "Ἔμβαλε κυλλῇ."

ΠΑ. Οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος

1085ἐς τὴν χεῖρ' ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.

Ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,

αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.

ΑΛ. Καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,

χὤτι γ' ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.

1090ΠΑ. Ἀλλ' ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ

τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.

ΑΛ. Νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ

ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ 'πικαθῆσθαι·

εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ

1095ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.

ΔΗ. Ἰοῦ ἰοῦ.

Οὐκ ἦν ἄρ' οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.

Καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ

γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.

1100ΠΑ. Μήπω γ', ἱκετεύω σ', ἀλλ' ἀνάμεινον, ὡς ἐγὼ

κριθὰς ποριῶ σοι καὶ βίον καθ' ἡμέραν.

ΔΗ. Οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις

ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.

ΠΑ. Ἀλλ' ἄλφιτ' ἤδη σοι ποριῶ 'σκευασμένα.

1105ΑΛ. Ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας

καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλ' εἰ μὴ 'σθιε.

ΔΗ. Ἁνύσατέ νυν, ὅ τι περ ποήσεθ'· ὡς ἐγώ,

ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποῇ,

τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.

1110ΠΑ. Τρέχοιμ' ἂν εἴσω πρότερος.

ΑΛ.                       Οὐ δῆτ', ἀλλ' ἐγώ.

 

ΧΟ.    Ὦ Δῆμε, καλήν γ' ἔχεις                       Str.

   ἀρχήν, ὅτε πάντες ἄν-

   θρωποι δεδίασί σ' ὥσ-

     περ ἄνδρα τύραννον.

1115   Ἀλλ' εὐπαράγωγος εἶ,

   θωπευόμενός τε χαί-

   ρεις κἀξαπατώμενος,

   πρὸς τόν τε λέγοντ' ἀεὶ

   κέχηνας· ὁ νοῦς δέ σου

1120     παρὼν ἀποδημεῖ.

ΔΗ.    Νοῦς οὐκ ἔνι ταῖς κόμαις

   ὑμῶν, ὅτε μ' οὐ φρονεῖν

   νομίζετ'· ἐγὼ δ' ἑκὼν

     ταῦτ' ἠλιθιάζω.

1125   Αὐτός τε γὰρ ἥδομαι

   βρύλλων τὸ καθ' ἡμέραν,

   κλέπτοντά τε βούλομαι

   τρέφειν ἕνα προστάτην·

   τοῦτον δ', ὅταν ᾖ πλέως,

1130     ἄρας ἐπάταξα.

 

ΧΟ.    Οὕτω μὲν ἂν εὖ ποιοῖς,                       Ant.

   εἴ σοι πυκνότης ἔνεστ'

   ἐν τῷ τρόπῳ, ὡς λέγεις,

     τούτῳ πάνυ πολλή,

1135   εἰ τούσδ' ἐπίτηδες ὥσ-

   περ δημοσίους τρέφεις

   ἐν τῇ πυκνί, κᾆθ' ὅταν

   μή σοι τύχῃ ὄψον ὄν,

   τούτων ὃς ἂν ᾖ παχύς,

1140     θύσας ἐπιδειπνεῖς.

ΔΗ.      Σκέψασθε δέ μ', εἰ σοφῶς

   αὐτοὺς περιέρχομαι

   τοὺς οἰομένους φρονεῖν

     κἄμ' ἐξαπατύλλειν.

1145   Τηρῶ γὰρ ἑκάστοτ' αὐ-

   τοὺς οὐδὲ δοκῶν ὁρᾶν

   κλέπτοντας· ἔπειτ' ἀναγ-

   κάζω πάλιν ἐξεμεῖν

   ἅττ' ἂν κεκλόφωσί μου,

1150     κημὸν καταμηλῶν.

 

ΠΑ. Ἄπαγ' ἐς μακαρίαν ἐκποδών.

ΑΛ.                       Σύ γ', ὦ φθόρε.

ΠΑ. Ὦ Δῆμ', ἐγὼ μέντοι παρεσκευασμένος

τρίπαλαι κάθημαι βουλόμενός σ' εὐεργετεῖν.

ΑΛ. Ἐγὼ δὲ δεκάπαλαι γε καὶ δωδεκάπαλαι

1155καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.

ΔΗ. Ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι

βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.

ΑΛ. Οἶσθ' οὖν ὃ δρᾶσον;

ΔΗ.                 Εἴσομ', ἢν φράσῃς γε σύ.

ΑΛ. Ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,

1160ἵνα σ' εὖ ποιῶμεν ἐξ ἴσου.

ΔΗ.                      Δρᾶν ταῦτα χρή.

  Ἄπιτον.

ΑΛ. ΠΑ.         Ἰδού.

ΔΗ.              Θέοιτ' ἄν.

ΑΛ.                      Ὑποθεῖν οὐκ ἐῶ.

ΔΗ. Ἀλλ' ἢ μεγάλως εὐδαιμονήσω τήμερον

ὑπὸ τῶν ἐραστῶν, νὴ Δί', ἢ 'γὼ θρύψομαι.

ΠΑ. Ὁρᾷς, ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.

1165ΑΛ. Ἀλλ' οὐ τράπεζαν· ἀλλ' ἐγὼ προτεραίτερος.

ΠΑ. Ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ

ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.

ΑΛ. Ἐγὼ δὲ μυστίλας μεμυστιλημένας

ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.

1170ΔΗ. Ὡς μέγαν ἄρ' εἶχες, ὦ πότνια, τὸν δάκτυλον.

ΠΑ. Ἐγὼ δ' ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·

ἐτόρυνε δ' αὐτὴ Παλλὰς ἡ Πυλαιμάχος.

ΑΛ. Ὦ Δῆμ', ἐναργῶς ἡ θεός σ' ἐπισκοπεῖ.

Καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.

1175ΔΗ. Οἴει γὰρ οἰκεῖσθ' ἂν ἔτι τήνδε τὴν πόλιν,

εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;

ΠΑ. Τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.

ΑΛ. Ἡ δ' Ὀβριμοπάτρα γ' ἑφθὸν ἐκ ζωμοῦ κρέας

καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.

1180ΔΗ. Καλῶς γ' ἐπόησε τοῦ πέπλου μεμνημένη.

ΠΑ. Ἡ Γοργολόφα σ' ἐκέλευε τουτουὶ φαγεῖν

ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.

ΑΛ. Λαβὲ καὶ ταδί νυν.

ΔΗ.                Καὶ τί τούτοις χρήσομαι

τοῖς ἐντέροις;

ΑΛ.            Ἐπίτηδες αὔτ' ἔπεμψέ σοι

1185εἰς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός·

ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.

Ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.

ΔΗ. Ὡς ἡδύς, ὦ Ζεῦ, καὶ τὰ τρία φέρων καλῶς.

ΑΛ. Ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.

1190ΠΑ. Λαβέ νυν πλακοῦντος πίονος παρ' ἐμοῦ τόμον.

ΑΛ. Παρ' ἐμοῦ δ' ὅλον γε τὸν πλακοῦντα τουτονί.

ΠΑ. Ἀλλ' οὐ λαγῷ' ἕξεις ὁπόθεν δῷς· ἀλλ' ἐγώ.

ΑΛ. Οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;

Ὦ θυμέ, νυνὶ βωμολόχον ἔξευρέ τι.

1195ΠΑ. Ὁρᾷς τάδ', ὦ κακόδαιμον;

ΑΛ.                     Ὀλίγον μοι μέλει·

ἐκεινοιὶ γὰρ ὡς ἔμ' ἔρχονταί τινες

πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.

ΠΑ. Ποῦ ποῦ;

ΑΛ.        Τί δέ σοι τοῦτ'; Οὐκ ἐάσεις τοὺς ξένους;

Ὦ Δημίδιον, ὁρᾷς τὰ λαγῷ' ἅ σοι φέρω;

1200ΠΛ. Οἴμοι τάλας, ἀδίκως γε τἄμ' ὑφήρπασας.

ΑΛ. Νὴ τὸν Ποσειδῶ, καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.

ΔΗ. Εἴπ', ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;

ΑΛ. Τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ' ἐμόν.

Ἐγὼ δ' ἐκινδύνευσ'.

ΠΑ.                 Ἐγὼ δ' ὤπτησά γε.

1205ΔΗ. Ἄπιθ'· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.

ΠΑ. Οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.

ΑΛ. Τί οὐ διακρίνεις, Δῆμ', ὁπότερός ἐστι νῷν

ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;

ΔΗ. Τῷ δῆτ' ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ

1210δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;

ΑΛ. Ἐγὼ φράσω σοι. Τὴν ἐμὴν κίστην ἰὼν

ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττ' ἔνι,

καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.

ΔΗ. Φέρ' ἴδω, τί οὖν ἔνεστιν;

ΑΛ.                      Οὐχ ὁρᾷς κενήν,

1215ὦ παππίδιον; Ἅπαντα γάρ σοι παρεφόρουν.

ΔΗ. Αὕτη μὲν ἡ κίστη τὰ τοῦ δήμου φρονεῖ.

ΑΛ. Βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.

Ὁρᾷς ‹τάδ';›

ΔΗ.           Οἴμοι, τῶν ἀγαθῶν ὅσων πλέα.

Ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·

1220ἐμοὶ δ' ἔδωκεν ἀποτεμὼν τυννουτονί.

ΑΛ. Τοιαῦτα μέντοι καὶ πρότερόν σ' ἠργάζετο·

σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,

αὐτὸς δ' ἑαυτῷ παρετίθει τὰ μείζονα.

ΔΗ. Ὦ μιαρέ, κλέπτων δή με ταῦτ' ἐξηπάτας;

1225Ἐγὼ δέ τυ ἐστεφάνιξα κἠδωρησάμαν.

ΠΑ. Ἐγὼ δ' ἔκλεπτον ἐπ' ἀγαθῷ γε τῇ πόλει.

ΔΗ. Κατάθου ταχέως τὸν στέφανον, ἵν' ἐγὼ τουτῳὶ

αὐτὸν περιθῶ.

ΑΛ.            Κατάθου ταχέως, μαστιγία.

ΠΑ. Οὐ δῆτ', ἐπεί μοι χρησμός ἐστι Πυθικὸς

1230φράζων, ὑφ' οὗ χρεὼν ἔμ' ἡττᾶσθαι μόνου.

ΑΛ. Τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.

ΠΑ. Καὶ μήν σ' ἐλέγξαι βούλομαι τεκμηρίῳ,

εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.

Καί σου τοσοῦτο πρῶτον ἐκπειράσομαι·

1235Παῖς ὢν ἐφοίτας εἰς τίνος διδασκάλου;

ΑΛ. Ἐν ταῖσιν εὔστραις κονδύλοις ἡρμοττόμην.

ΠΑ. Πῶς εἶπας; Ὥς μοὐ χρησμὸς ἅπτεται φρενῶν.

Εἶἑν.

Ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;

ΑΛ. Κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον.

1240ΠΑ. Ὦ Φοῖβ' Ἄπολλον Λύκιε, τί ποτέ μ' ἐργάσει;

Τέχνην δὲ τίνα ποτ' εἶχες ἐξανδρούμενος;

ΑΛ. Ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.

ΠΑ. Οἴμοι κακοδαίμων· οὐκέτ' οὐδέν εἰμ' ἐγώ.

Λεπτή τις ἐλπίς ἐστ' ἐφ' ἧς ὀχούμεθα.

1245Καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ

ἠλλαντοπώλεις ἐτεὸν ἢ 'πὶ ταῖς πύλαις;

ΑΛ. Ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.

ΠΑ. Οἴμοι, πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.

Κυλίνδετ' εἴσω τόνδε τὸν δυσδαίμονα.

1250Ὦ στέφανε, χαίρων ἄπιθι, καί σ' ἄκων ἐγὼ

λείπω· σὲ δ' ἄλλος τις λαβὼν κεκτήσεται,

κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ' ἴσως.

ΑΛ. Ἑλλάνιε Ζεῦ, σὸν τὸ νικητήριον.

ΟΙ. Α΄ Ὦ χαῖρε καλλίνικε· καὶ μέμνησ' ὅτι

1255ἀνὴρ γεγένησαι δι' ἐμέ· καί σ' αἰτῶ βραχύ,

ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.

ΔΗ. Ἐμοὶ δέ γ' ὅ τι σοι τοὔνομ' εἴπ'.

ΑΛ.                            Ἀγοράκριτος·

ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.

ΔΗ. Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω

1260καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.

ΑΛ. Καὶ μὴν ἐγώ σ', ὦ Δῆμε, θεραπεύσω καλῶς,

ὥσθ' ὁμολογεῖν σε μηδέν' ἀνθρώπων ἐμοῦ

ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.

 

ΧΟ. Τί κάλλιον ἀρχομένοι-                         Str.

1265  σιν ἢ καταπαυομένοισιν

ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν

  μηδὲν εἰς Λυσίστρατον,

μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυ-

  πεῖν ἑκούσῃ καρδίᾳ;

1270Καὶ γὰρ οὗτος, ὦ φίλ' Ἄπολλον, ‹ἀεὶ›

  πεινῇ, θαλεροῖς δακρύοισιν

σᾶς ἁπτόμενος φαρέτρας

Πυθῶνι δίᾳ ‹μὴ› κακῶς πένεσθαι.

 

Λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστ' ἐπίφθονον,

1275ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται.

Εἰ μὲν οὖν ἅνθρωπος, ὃν δεῖ πόλλ' ἀκοῦσαι καὶ κακά,

αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.

Νῦν δ' Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,

ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον.

1280Ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής,

Ἀριφράδης πονηρός. Ἀλλὰ τοῦτο μὲν καὶ βούλεται·

ἐστὶ δ' οὐ μόνον πονηρός, οὐ γὰρ οὐδ' ἂν ᾐσθόμην,

οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.

Τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,

1285ἐν κασαυρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον,

καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,

καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ.

Ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,

οὔποτ' ἐκ ταὐτοῦ μεθ' ἡμῶν πίεται ποτηρίου.

 

1290Ἦ πολλάκις ἐννυχίαι-                         Ant.

  σι φροντίσι συγγεγένημαι,

καὶ διεζήτηχ' ὁπόθεν ποτὲ φαύλως

  ἐσθίει Κλεώνυμος.

Φασὶ γάρ ‹ποτ'› αὐτὸν ἐρεπτόμενον

1295  τὰ τῶν ἐχόντων ἀνέρων

οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης·

  τοὺς δ' ἀντιβολεῖν ἂν ὁμοίως·

Ἴθ', ὦ ἄνα, πρὸς γονάτων,

ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.

 

1300Φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις εἰς λόγον,

καὶ μίαν λέξαι τιν' αὐτῶν, ἥτις ἦν γεραιτέρα·

"Οὐδὲ πυνθάνεσθε ταῦτ', ὦ παρθένοι, τἀν τῇ πόλει;

Φασὶν αἰτεῖσθαί τιν' ἡμῶν ἑκατὸν εἰς Καρχηδόνα,

ἄνδρα μοχθηρὸν πολίτην, ὀξίνην Ὑπέρβολον·"

1305ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν,

καί τιν' εἰπεῖν, ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει·

"Ἀποτρόπαι', οὐ δῆτ' ἐμοῦ γ' ἄρξει ποτ', ἀλλ' ἐάν με χρῇ,

ὑπὸ τερηδόνων σαπεῖσ' ἐνταῦθα καταγηράσομαι." ‑

"Οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ', ὦ θεοί,

1310εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην.

Ἢν δ' ἀρέσκῃ ταῦτ' Ἀθηναίοις, καθῆσθαί μοι δοκῶ

εἰς τὸ Θησεῖον πλεούσας ἢ 'πὶ τῶν σεμνῶν θεῶν.

Οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει·

ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,

1315τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας."

 

ΑΛ. Εὐφημεῖν χρὴ καὶ στόμα κλείειν καὶ μαρτυριῶν ἀπέχεσθαι,

καὶ τὰ δικαστήρια συγκλείειν, οἷς ἡ πόλις ἥδε γέγηθεν,

ἐπὶ καιναῖσιν δ' εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.

ΧΟ. Ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,

1320τίν' ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφ' ὅτῳ κνισῶμεν ἀγυιάς;

ΑΛ. Τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεπόηκα.

ΧΟ. Καὶ ποῦ 'στιν νῦν, ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;

ΑΛ. Ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.

ΧΟ. Πῶς ἂν ἴδοιμεν; Ποίαν ‹τιν'› ἔχει σκευήν; Ποῖος γεγένηται;

1325ΑΛ. Οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει.

Ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων·

Ἀλλ' ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις

καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν' ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.

ΧΟ. Ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,

1330δείξατε τὸν τῆς Ἑλλάδος ἡμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.

ΑΛ. Ὅδ' ἐκεῖνος ὁρᾶν τεττιγοφόρος, τἀρχαίῳ σχήματι λαμπρός·

οὐ χοιρινῶν ὄζων, ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.

ΧΟ. Χαῖρ', ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς·

τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ 'ν Μαραθῶνι τροπαίου.

1335ΔΗ. Ὦ φίλτατ' ἀνδρῶν, ἐλθὲ δεῦρ', Ἀγοράκριτε.

Ὅσα με δέδρακας ἀγάθ' ἀφεψήσας.

ΑΛ.                           Ἐγώ;

Ἀλλ', ὦ μέλ', οὐκ οἶσθ' οἷος ἦσθ' αὐτὸς πάρος,

οὐδ' οἷ' ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.

ΔΗ. Τί δ' ἔδρων πρὸ τοῦ, κάτειπε, καὶ ποῖός τις ἦν;

1340ΑΛ. Πρῶτον μέν, ὁπότ' εἴποι τις ἐν τἠκκλησίᾳ·

"Ὦ Δῆμ', ἐραστής εἰμι σὸς φιλῶ τέ σε

καὶ κήδομαί σου καὶ προβουλεύω μόνος",

τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,

ἀνωρτάλιζες κἀκερουτίας.

ΔΗ.                    Ἐγώ;

1345ΑΛ. Εἶτ' ἐξαπατήσας σ' ἀντὶ τούτων ᾤχετο.

ΔΗ. Τί φῄς;

Ταυτί μ' ἔδρων, ἐγὼ δὲ τοῦτ' οὐκ ᾐσθόμην;

ΑΛ. Τὰ γὰρ ὦτά σου, νὴ ‹τὸν› Δί', ἐξεπετάννυτο

ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.

ΔΗ. Οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;

1350ΑΛ. Καὶ νὴ Δί' εἴ γε δύο λεγοίτην ῥήτορε,

ὁ μὲν ποεῖσθαι ναῦς μακράς, ὁ δ' ἕτερος αὖ

καταμισθοφορῆσαι τοῦθ', ὁ τὸν μισθὸν λέγων

τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.

Οὗτος, τί κύπτεις; Οὐχὶ κατὰ χώραν μενεῖς;

1355ΔΗ. Αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.

ΑΛ. Ἀλλ' οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,

ἀλλ' οἵ σε ταῦτ' ἐξηπάτων. Νῦν δὴ φράσον·

Ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·

"Οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,

1360εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην",

τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;

ΔΗ. Ἄρας μετέωρον εἰς τὸ βάραθρον ἐμβαλῶ,

ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.

ΑΛ. Τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·

1365τὰ δ' ἄλλα, φέρ' ἴδω, πῶς πολιτεύσει; φράσον.

ΔΗ. Πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,

καταγομένοις τὸν μισθὸν ἀποδώσω 'ντελῆ.

ΑΛ. Πολλοῖς γ' ὑπολίσποις πυγιδίοισιν ἐχαρίσω.

ΔΗ. Ἔπειθ' ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ

1370οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,

ἀλλ' οὗπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.

ΑΛ. Τοῦτ' ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.

ΔΗ. Οὐδ' ἀγοράσει γ' ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.

ΑΛ. Ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;

1375ΔΗ. Τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ,

ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·

Σοφός γ' ὁ Φαίαξ δεξιῶς τ' οὐκ ἀπέθανεν.

Συνερτικὸς γάρ ἐστι καὶ περαντικός,

καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,

1380καταληπτικός τ' ἄριστα τοῦ θορυβητικοῦ

ΑΛ. Οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;

ΔΗ. Μὰ Δί', ἀλλ' ἀναγκάσω κυνηγετεῖν ἐγὼ

τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.

ΑΛ. Ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν

1385καὶ παῖδ' ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι·

κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν πόει.

ΔΗ. Μακάριος εἰς τἀρχαῖα δὴ καθίσταμαι.

ΑΛ. Φήσεις γ', ἐπειδὰν τὰς τριακοντούτιδας

σπονδὰς παραδῶ σοι. Δεῦρ' ἴθ', αἱ Σπονδαί, ταχύ.

1390ΔΗ. Ὦ Ζεῦ πολυτίμηθ', ὡς καλαί. Πρὸς τῶν θεῶν,

ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;

Πῶς ἔλαβες αὐτὰς ἐτεόν;

ΑΛ.                    Οὐ γὰρ ὁ Παφλαγὼν

ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;

Νῦν οὖν ἐγώ σοι παραδίδωμ' εἰς τοὺς ἀγροὺς

1395αὐτὰς ἰέναι λαβόντα.

ΔΗ.                 Τὸν δὲ Παφλαγόνα,

ὃς ταῦτ' ἔδρασεν, εἴφ' ὅ τι ποήσεις κακόν.

ΑΛ. Οὐδὲν μέγ' ἀλλ' ἢ τὴν ἐμὴν ἕξει τέχνην·

ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,

τὰ κύνεια μειγνὺς τοῖς ὀνείοις πράγμασιν,

1400μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,

κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.

ΔΗ. Εὖ γ' ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,

πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι.

Καί σ' ἀντὶ τούτων εἰς τὸ πρυτανεῖον καλῶ

1405εἰς τὴν ἕδραν θ', ἵν' ἐκεῖνος ἧσθ' ὁ φαρμακός.

Ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·

κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,

ἵν' ἴδωσιν αὐτὸν, οἷς ἐλωβᾶθ', οἱ ξένοι.