91 7 0 0 0 0 VIII-VI sec. a. C. Inno [Homerus] In Bacchum Càssola, F., Milano, Fondazione Lorenzo Valla, 1975 0

Hymni Homerici XXVI - In Bacchum II -Εἰς Διόνυσον

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34

Κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ' ἀείδειν

Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,

ὃν τρέφον ἠΰκομοι νύμφαι παρὰ πατρὸς ἄνακτος

δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον

   5Νύσης ἐν γυάλοις· ὁ δ' ἀέξετο πατρὸς ἕκητι

ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.

αὐτὰρ ἐπεὶ δὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,

δὴ τότε φοιτίζεσκε καθ' ὑλήεντας ἐναύλους

κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἱ δ' ἅμ' ἕποντο

  10νύμφαι, ὁ δ' ἐξηγεῖτο· βρόμος δ' ἔχεν ἄσπετον ὕλην.

Καὶ σὺ μὲν οὕτω χαῖρε πολυστάφυλ' ὦ Διόνυσε·

δὸς δ' ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,

ἐκ δ' αὖθ' ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.