- Ὣς ὁ μὲν ἐγρεκύδοιμος Ἄρης, ὀχετηγὸς Ἐρώτων,
νυμφιδίης ἀλάλαζε μάχης θαλαμηπόλον ἠχώ,
καὶ γαμίου πολέμοιο θεμείλια πῆξεν Ἐνυώ·
καὶ κλόνον αἰθύσσων Ἐνοσίχθονι καὶ Διονύσῳ
θοῦρος ἔην Ὑμέναιος, ἐς ὑσμίνην δὲ χορεύων
χάλκεον ἔγχος ἄειρεν Ἀμυκλαίης Ἀφροδίτης,
Ἄρεος ἁρμονίην Φρυγίῳ μυκώμενος αὐλῷ.
καὶ Σατύρων βασιλῆι καὶ ἡνιοχῆι θαλάσσης
παρθένος ἦεν ἄεθλον· ἀναινομένη δὲ σιωπῇ
εἰναλίου μνηστῆρος ἔχειν μετανάστιον εὐνὴν
ὑγρὸν ὑποβρυχίων ἐπεδείδιε παστὸν ἐρώτων
καὶ πλέον ἤθελε Βάκχον· ἔικτο δὲ Δηιανείρῃ,
ἥ ποτε νυμφιδίοιο περιβρομέοντος ἀγῶνος
ἤθελεν Ἡρακλῆα, καὶ ἀσταθέος ποταμοῖο
ἵστατο δειμαίνουσα βοοκραίρους ὑμεναίους.
- καὶ δρόμον αὐτοκέλευστον ἔχων ἑλικώδεϊ ῥόμβῳ
ἀννέφελος σάλπιζε μέλος πολεμήιον αἰθήρ·
καὶ βλοσυρὸν μύκημα χέων λυσσώδεϊ λαιμῷ
Ἀσσυρίῳ τριόδοντι κορύσσετο Κυανοχαίτης,
σείων πόντιον ἔγχος. ἀπειλήσας δὲ θαλάσσῃ
εἰς ἐνοπὴν Διόνυσος ἐκώμασεν οἴνοπι θύρσῳ,
μητρὸς ὀρεσσινόμοιο καθήμενος ἅρματι Ῥείης·
καί τις ἀεξομένη παρὰ Μυγδόνος ἄντυγα δίφρου
ἄμπελος αὐτοτέλεστος ὅλον δέμας ἔσκεπε Βάκχου,
βόστρυχα μιτρώσασα κατάσκια σύζυγι κισσῷ·
καί τις ὑπὸ ζυγόδεσμα περίπλοκον αὐχένα σείων,
τρηχαλέον μύκημα σεσηρότι χείλεϊ πέμπων,
θηγαλέῳ χθονὸς ἄκρα λέων ἐχαράξατο ταρσῷ.
καὶ βραδὺς ἑρπύζων ἐλέφας παρὰ γείτονι πηγῇ,
ὄρθιον ἀγνάμπτοιο ποδὸς στήριγμα κολάψας,
ὄμβριον ἀζαλέοισιν ἀνήφυσε χείλεσιν ὕδωρ,
καὶ προχοὰς ξήραινε· κονιομένων δὲ ῥοάων
πηγαίην ἀχίτωνα μετήγαγε διψάδα Νύμφην.
- καὶ θεὸς ὑγρομέδων ἐκορύσσετο· Νηρεΐδων δὲ
ἦν κλόνος· ἰκμαλέοι δὲ θαλασσαίων ἀπὸ νώτων
δαίμονες ἐστρατόωντο. τανυπτόρθοις δὲ κορύμβοις
δῶμα Ποσειδάωνος ἱμάσσετο, πόντιον ὕδωρ·
καὶ χθονίου λοφόεντος ἀρασσομένου κενεῶνος
ἡμερίδες Λιβάνοιο μετωχλίζοντο τριαίνῃ.
καί τινα βοσκομένην μελανόχροον ἐγγύθι πόντου
εἰς βοέην ἀγέλην Ποσιδήιον ἅλματι ταρσῶν
θυιάδες ἐρρώοντο· τανυγλήνοιο δὲ ταύρου
ἡ μὲν ἐφαπτομένη ῥάχιν ἔσχισεν, ἡ δὲ μετώπου
διχθαδίης ἀτίνακτα διέθλασεν ἄκρα κεραίης·
καί τις ἀλοιητῆρι διέτμαγε γαστέρα θύρσῳ·
ἄλλη πλευρὸν ἔτεμνεν ὅλον βοός· ἡμιθανὴς δὲ
ὕπτιος αὐτοκύλιστος ὑπώκλασε ταῦρος ἀρούρῃ·
καὶ βοὸς ἀρτιτόμοιο κυλινδομένοιο κονίῃ
ἡ μὲν ὀπισθιδίους πόδας ἔσπασεν, ἡ δὲ λαβοῦσα
προσθιδίους ἐρύεσκε, πολυστροφάλιγγι δὲ ῥιπῇ
ὄρθιον ἐσφαίρωσεν ἐς ἠέρα δίζυγα χηλήν.
- καὶ στρατιῆς Διόνυσος ἐκόσμεεν ἡγεμονῆας,
στήσας πέντε φάλαγγας ἐς ὑδατόεσσαν ἐνυώ.
τῆς πρώτης στιχὸς ἦρχε Κίλιξ εὐάμπελος Οἰνεὺς
υἱὸς Ἐρευθαλίωνος, ὃν ἤροσεν ἐγγύθι Ταύρου
Φυλλίδος ἀγραύλοισιν ὁμιλήσας ὑμεναίοις·
τῆς δ' ἑτέρης ἡγεῖτο μελαγχαίτης Ἑλικάων
ξανθοφυὴς ῥοδέῃσι παρηίσιν, ἀμφὶ δὲ δειρῇ
πλοχμὸς ἐυστροφάλιγγος ἕλιξ ὑπεσύρετο χαίτης·
Οἰνοπίων τριτάτης, Στάφυλος προμάχιζε τετάρτης,
Οἰνομάου δύο τέκνα, φιλακρήτοιο τοκῆος·
πέμπτης δ' ἡγεμόνευε Μελάνθιος, ὄρχαμος ἀνδρῶν,
ὃν τέκεν Οἰνώνη Κισσηιάς, ἀμφὶ δὲ κούρῳ
φυταλιῆς πλέξασα θυώδεος ἄκρα πετήλων
σπάργανα βοτρυόεντα πέριξ εἱλίξατο μήτηρ,
υἱέα χυτλώσασα μέθης ἐγκύμονι ληνῷ.
τοίη κισσοφόροισιν ὀιστεύουσα βελέμνοις
σύνδρομος ἀμπελόεντι φάλαγξ ἐκορύσσετο Βάκχῳ.
καὶ στρατιὴν θώρηξε χέων λαοσσόον ἠχώ·
- Βασσαρίδες, μάρνασθε· κορυσσομένου δὲ Λυαίου
αὐλὸς ἐμὸς κερόεις πολεμήιον ἦχον ἀράσσων
ἀντίτυπον φθέγξαιτο μέλος μυκήτορι κόχλῳ,
καὶ διδύμοις πατάγοισι μόθου χαλκόθροον ἠχὼ
τύμπανα δουπήσειεν· Ἐνυαλίῳ δὲ χορεύων
Γλαῦκον ὀιστεύσειε Μάρων ῥηξήνορι θύρσῳ·
καὶ πλοκάμους Πρωτῆος ἀήθεϊ δήσατε κισσῷ,
καὶ Φαρίου πόντοιο λιπὼν Αἰγύπτιον ὕδωρ,
νεβρίδα ποικιλόνωτον ἔχων μετὰ δέρματα φώκης,
αὐχένα κυρτώσειεν ἐμοὶ θρασύν· εἰ δύναται δέ,
Σιληνῷ μεθύοντι κορυσσέσθω Μελικέρτης·
καὶ ναέτην Τμώλοιο μετὰ βρυόεντας ἐναύλους
γηραλέον Φόρκυνα διδάξατε θύρσον ἀείρειν·
καὶ Σάτυρος μενέχαρμος ἑὸν νάρθηκα τινάσσων
διψαλέον Νηρῆα μεταστήσειε θαλάσσης,
ἀμπελόεις δὲ γένοιτο γέρων χερσαῖος ἀλωεὺς
ἀγραύλοις παλάμῃσι· καὶ ἀρτιφύτων ἀπὸ κήπων
βόστρυχα μιτρώσασθε Παλαίμονος οἴνοπι δεσμῷ,
καί μιν ὑποδρήσσοντα μετ' Ἰσθμιάδος βυθὸν ἅλμης
πόντιον ἡνιοχῆα κομίσσατε μητέρι Ῥείῃ,
εἰναλίῃ μάστιγι κυβερνητῆρα λεόντων·
οὐ γὰρ ἐμὸν κατὰ πόντον ἀνεψιὸν εἰσέτ' ἐάσσω.
ἀθρήσω δὲ φάλαγγα δορικτήτοιο θαλάσσης
νεβρίδι κοσμηθεῖσαν· ἀπειρήτῃσι δὲ Νύμφαις
κύμβαλα Νηρεΐδεσσιν ὀπάσσατε· μίξατε Βάκχαις
Ὑδριάδας· Θέτιδος δέ, καὶ εἰ γένος ἐστὶ θαλάσσης,
μούνης ξεινοδόκοιο φυλάξατε δῶμα θεαίνης·
Λευκοθέης δ' ἀπέδιλα συνάψατε ταρσὰ κοθόρνοις·
χερσαίη δὲ φανεῖσα συνέμπορος εὐάδι Βάκχῃ
Δωρὶς ἀερτάζειεν ἐμὴν θιασώδεα πεύκην·
καὶ βυθίη Πανόπεια τιναξαμένη βρύον ἅλμης
βόστρυχα μιτρώσειεν ἐχιδνήεντι κορύμβῳ·
Εἰδοθέη δ' ἀέκουσα περίκροτα ῥόπτρα δεχέσθω·
καὶ πόθον ἶσον ἔχουσαν ἐρωμανέοντι καὶ αὐτῷ
τίς νέμεσις Γαλάτειαν ὑποδρήσσειν Διονύσῳ,
ἕδνον Ἀμυμώνης θαλαμηπόλον ὄφρα τελέσσῃ
ἱστοπόνῳ παλάμῃ Λιβανηΐδι πέπλον ἀνάσσῃ;
ἀλλὰ γένος Νηρῆος ἐάσσατε· ποντοπόρους γὰρ
δμωίδας οὐκ ἐθέλω, Βερόῃ μὴ ζῆλον ἐγείρω.
καὶ κομόων γλωχῖνι τανυπτόρθοιο μετώπου
Πὰν ἐμὸς οὐρεσίφοιτος ἀτευχέι χειρὶ πιέζων
θηγαλέῃ πλήξειε Ποσειδάωνα κεραίῃ,
στέρνου μεσσατίοιο τυχὼν εὐκαμπέσιν αἰχμαῖς
ἢ σκοπέλῳ λοφόεντι, διαρρήξειε δὲ χηλαῖς
δισσοφυῆ Τρίτωνος ὁμόζυγα κύκλον ἀκάνθης.
Γλαῦκος ἁλιβρέκτοιο διάκτορος Ἐννοσιγαίου
Βάκχῳ ὑποδρήσσειε, περίκροτα χερσὶν ἀείρων
αὐχενίῳ τελαμῶνι παρήορα τύμπανα Ῥείης.
οὐ μούνης Βερόης περιμάρναμαι, ἀλλὰ καὶ αὐτῆς
νύμφης ἡμετέρης περὶ πατρίδος· οὔ μιν ἀράξας
ἱσταμένην ἀτίνακτον ἁλὸς μεδέων Ἐνοσίχθων,
εἰναλίην περ ἐοῦσαν, ἀμαλδύνειε τριαίνῃ,
ὅττι κορυσσομένῳ θωρήξομαι· ἀμφότερον γάρ,
εἰ λάχε γείτονα πόντον, ἔχει φυτὰ μυρία Βάκχου,
νίκης ἡμετέρης σημήιον· ἀγχιάλου γὰρ ...
ἀλλὰ παλαιοτέρην μετὰ Παλλάδα μάρτυρι Βάκχῳ
Κέκροψ ἄλλος ἵκοιτο δικασπόλος, ὄφρα καὶ αὐτὴ
ἄμπελος ἀείδοιτο φερέπτολις, ὥς περ ἐλαίη.
καὶ πόλιος τελέσας ἕτερον τύπον οὔ μιν ἐάσσω
ἐγγὺς ἁλός, κραναὰς δὲ ταμὼν νάρθηκι κολώνας
γείτονα Βηρυτοῖο γεφυρώσω βυθὸν ἅλμης,
χερσώσας σκοπέλοισιν ἁλὸς πετρούμενον ὕδωρ·
τρηχαλέη δὲ κέλευθος ἰσάζεται ὀξέι θύρσῳ.
ἀλλὰ πάλιν μάρνασθε, Μιμαλλόνες, ἠθάδι νίκῃ
θαρσαλέαι· κταμένων δὲ νεόρρυτον αἷμα Γιγάντων
νεβρὶς ἐμὴ μεθέπουσα μελαίνεται· εἰσέτι δ' αὐτὴ
ἀντολίη τρομέει με, καὶ εἰς πέδον αὐχένα κάμπτει
Ἰνδὸς ἄρης, Βρομίῳ δὲ λιτήσια δάκρυα λείβων,
δάκρυα κυματόεντα, γέρων ἔφριξεν Ὑδάσπης.
καὶ διερὴν μετὰ δῆριν ἔχων Λιβανηίδα νύμφην
ἓν γέρας ἱμείροντι χαρίζομαι Ἐννοσιγαίῳ·
ἢν ἐθέλῃ, μέλψειεν ἐμῶν ὑμέναιον ἐρώτων,
μοῦνον ἐμῇ Βερόῃ μὴ δόχμιον ὄμμα τανύσσῃ.
- τοῖον ἔπος κατέλεξεν· ἀπειλητῆρι δὲ μύθῳ
κερτομέων Διόνυσον ἀμείβετο Κυανοχαίτης·
- αἰδόμενος, Διόνυσε, κορύσσομαι, ὅττι τριαίνης
ἤρισας αἰχμητῆρι φυγὼν βουπλῆγα Λυκούργου.
δεῦρο, Θέτις, σκοπίαζε· τεὸς Διόνυσος ἀλύξας
καλὰ φιλοξείνῳ ζωάγρια δῶκε θαλάσσῃ.
οὐκ ἄγαμαί ποτε τοῦτο, σελασφόρε· μητροφόνου γὰρ
ἐκ πυρὸς ἐβλάστησας, ὅθεν πυρὸς ἄξια ῥέζεις.
ἀλλά, φίλοι Τρίτωνες, ἀρήξατε, δήσατε Βάκχας
ποντοπόρους τελέσαντες· ὀρεσσαύλου δὲ φορῆος
τύμπανα Σιληνοῖο κατακλύζοιτο θαλάσσῃ,
κύματι συρομένοιο, καὶ οἰδαίνοντι ῥεέθρῳ
νηχομένου Σατύροιο φιλεύιος αὐλὸς ἀλάσθω
εἰς πλόον αὐτοέλικτον· ἐν εὐύδρῳ δὲ μελάθρῳ
Βασσαρίδες στορέσειαν ἐμὸν λέχος ἀντὶ Λυαίου.
οὐ χατέω Σατύρων, οὐ Μαινάδας εἰς βυθὸν ἕλκω·
Νηρεΐδες γεγάασιν ἀρείονες. ἀλλὰ θαλάσσῃ
διψαλέαι κρύπτοιντο Μιμαλλόνες, οἰνοχύτου δὲ
ἀντὶ μέθης πιέτωσαν ἐμῆς ἁλὸς ἁλμυρὸν ὕδωρ·
καί τις ἐλαυνομένη διερῇ Πρωτῆος ἀκωκῇ
Βασσαρὶς αὐτοκύλιστος ὀλισθήσειε θαλάσσῃ,
ὀρχηθμὸν θανάτοιο κυβιστήσασα Λυαίῳ.
Αἰθιόπων δὲ φάλαγγας ἐρύσσατε καὶ στίχας Ἰνδῶν,
ληίδα Νηρεΐδεσσι, κακογλώσσοιο δὲ νύμφης
Δωρίδι δούλια τέκνα κομίσσατε Κασσιεπείης,
ποινὴν ὀψιτέλεστον· ἀμαιμακέτῳ δὲ ῥεέθρῳ
Ὠκεανὸς πυρόεντα λελουμένον ἀστέρα Μαίρης,
ληναίης προκέλευθον ἀκοιμήτοιο χορείης,
Σείριον ἀμπελόεντα μεταστήσειεν Ὀλύμπου.
ἀλλὰ σύ, Λύδιε Βάκχε, χερείονα θύρσον ἐάσσας
δίζεό σοι βέλος ἄλλο, καὶ αἰόλα δέρματα νεβρῶν
κάτθεο, σῶν μελέων ὀλίγον σκέπας· οὐρανίου δὲ
εἴ σε Διὸς γαμίη μαιώσατο νυμφιδίη φλόξ,
ἄρτι πυρὶ πτολέμιζε, πυριτρεφές, ἄρτι κεραυνῷ
πατρῴῳ προμάχιζε κυβερνητῆρι τριαίνης,
καὶ στεροπὴν κούφιζε καὶ αἰγίδα πάλλε τοκῆος·
οὐ γὰρ Δηριάδης σε μένει πρόμος, οὐ Λυκοόργου
οὗτος ἀγών, Ἀράβων ὀλίγος μόθος, ἀλλὰ θαλάσσης
τοσσατίης. τρομέων δὲ καὶ εἰσέτι πόντιον αἰχμὴν
οὐρανὸς ἡμετέρην βυθίην δεδάηκεν ἐνυώ·
καὶ πρόμος ὑψικέλευθος ἐμῆς τριόδοντος ἀκωκῆς
πειρήθη Φαέθων, ὅτε δύσμαχος ἀμφὶ Κορίνθου
εἰς μόθον ἀστερόεντα κορύσσετο πόντιος ἄρης·
ὑψώθη δὲ θάλασσα κατ' αἰθέρος, Ὠκεανῷ δὲ
λούετο διψὰς Ἅμαξα, καὶ ὕδασι γείτονος ἅλμης
βάψας θερμὰ γένεια Κύων ἐψύχετο Μαίρης,
καὶ βυθίων κενεῶνες ἀνυψώθησαν ἐναύλων
κύματα πυργώσαντες, ἱμασσομένοιο δὲ πόντου
οὐρανίῳ Δελφῖνι θαλάσσιος ἤντετο δελφίς.
- ὣς εἰπὼν τριόδοντι μυχοὺς ἐτίναξε θαλάσσης,
καὶ ῥοθίῳ κελάδοντι καὶ οἰδαίνοντι ῥεέθρῳ
ἠέρα μαστίζοντες ἐβόμβεον ὕδατος ὁλκοί.
καὶ διεροῖς σακέεσσιν ἐθωρήχθη στρατὸς ἅλμης·
καὶ βυθίου Κρονίωνος ἁλιβρέκτῳ παρὰ φάτνῃ
ἐγχείην ἐλέλιζεν ὑποβρυχίην Μελικέρτης,
ζεύξας Ἴσθμιον ἅρμα, καὶ ὑγροπόρου βασιλῆος
ἔγχος ἁλικνήμιδι παρῃώρησεν ἀπήνῃ,
τριχθαδίῃ γλωχῖνι θαλάσσια νῶτα χαράσσων,
ζεύξας Ἴσθμιον ἅρμα· καὶ ἱππείῳ χρεμετισμῷ
εἰναλίων κελάδημα συνεπλατάγησε λεόντων.
καὶ δρόμον ὑγρὸν ἔλαυνε· τιταινομένοιο δὲ δίφρου
ἄκρον ὕδωρ ἀδίαντος ἐπέγραφεν ἄβροχος ὁπλή.
Τρίτων δ' εὐρυγένειος ἐπέκτυπε θυιάδι χάρμῃ,
ὃς διδύμοις μελέεσσιν ἔχει βροτοειδέα μορφὴν
ἀλλοφυῆ, χλοάουσαν, ἀπ' ἰξύος ἄχρι καρήνου
ἡμιτελής· διερῆς δὲ παρήορος ἰξύος ὁλκῷ
δίπτυχος ἰχθυόεντι τύπῳ περικάμπτεται οὐρή.
καὶ διερῇ μάστιγι, θαλασσαίῃ παρὰ φάτνῃ
ζεύξας ὠκυπόρῳ πεφορημένον ἅρμα θυέλλῃ,
Γλαῦκος ἀνιπτοπόδων λοφιὴν ἐπεμάστιεν ἵππων
καὶ Σατύρους ἐδίωκεν. ἁλιρροίζῳ δὲ κυδοιμῷ
Πὰν κερόεις, ἀβάτοισιν ἐν ὕδασι κοῦφος ὁδίτης,
ἄβροχος αἰγείῃσιν ἀνακρούων ἅλα χηλαῖς,
ἄστατος ἐσκίρτησε, καλαύροπι πόντον ἀράσσων,
πηκτίδι συρίζων πολέμου μέλος· ἐν ῥοθίοις δὲ
μιμηλὴν ἀίων ἀνεμώλιον εἰκόνα φωνῆς
ποσσὶν ὀρεσσινόμοισι διέτρεχε πόντιον ὕδωρ,
μαστεύων κτύπον ἄλλον· ὑπηνέμιος δὲ καὶ αὐτὴ
τικτομένη σύριγγι διώκετο ποντιὰς Ἠχώ.
ἄλλος ἐυκρήπιδα λόφον νησαῖον ἑλίξας
ῥῖψεν ἐφ' Ὑδριάδεσσιν, ἀποπλαγχθεῖσα δὲ πέτρη
Νηρεΐδων ἐτίναξε Παλαίμονος ἔμβρυον αὐλήν.
Πρωτεὺς δ' Ἴσθμιον οἶδμα λιπὼν Παλληνίδος ἅλμης
εἰναλίῳ θώρηκι κορύσσετο, δέρματι φώκης·
ἀμφὶ δέ μιν στεφανηδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ
Βάκχου κεκλομένοιο, καὶ οὐλοκόμων στίχες ἀνδρῶν
φωκάων πολύμορφον ἐπηχύναντο νομῆα.
σφιγγομένου δὲ γέροντος ἔην ἑτερόχροος εἰκών·
Πρωτεὺς γὰρ μελέεσσι τύπον μιμηλὸν ὑφαίνων
πόρδαλις αἰολόνωτος ἑὴν ἐστίξατο μορφήν·
καὶ φυτὸν αὐτοτέλεστον ἐπὶ χθονὸς ὄρθιον ἔστη
δενδρώσας ἑὰ γυῖα, τινασσομένων δὲ πετήλων
ψευδαλέον ψιθύρισμα Βορειάδι σύρισεν αὔρῃ·
καὶ γραπταῖς φολίδεσσι κεκασμένα νῶτα χαράξας
εἷρπε δράκων, μεσάτου δὲ πιεζομένου κενεῶνος
σπεῖραν ἀνῃώρησεν, ὑπ' ὀρχηστῆρι δὲ παλμῷ
ἄκρα τιταινομένης ἐλελίζετο κυκλάδος οὐρῆς,
καὶ κεφαλὴν ὤρθωσεν, ἀποπτύων δὲ γενείων
ἰὸν ἀκοντιστῆρα κεχηνότι σύρισε λαιμῷ·
καὶ δέμας ἀλλοπρόσαλλον ἔχων σκιοειδέι μορφῇ
φρῖξε λέων, σύτο κάπρος, ὕδωρ ῥέε· καὶ χορὸς Ἰνδῶν
ὑγρὸν ἀπειλητῆρι ῥόον σφηκώσατο δεσμῷ
χερσὶν ὀλισθηρῇσιν ἔχων ἀπατήλιον ὕδωρ·
κερδαλέος δὲ γέρων πολυδαίδαλον εἶδος ἀμείβων
εἶχε Περικλυμένοιο πολύτροπα δαίδαλα μορφῆς,
ὃν κτάνεν Ἡρακλέης, ὅτε δάκτυλα δισσὰ συνάψας
ψευδαλέον μίμημα νόθης ἔθραυσε μελίσσης.
χερσαίην δὲ γέροντος ἐκυκλώσαντο πορείην
πώεα κητώεντα, φιλοψαμάθοιο δὲ φώκης
οἰγομένῳ βαρύδουπον ὕδωρ ἐπεπάφλασε λαιμῷ.
- θυγατέρων δὲ φάλαγγα φιλεύιον εἰς μόθον ἕλκων
ἔγχεϊ κυματόεντι γέρων ὡπλίζετο Νηρεύς,
ποντοπόρῳ τριόδοντι καταθρῴσκων ἐλεφάντων,
δεινὸς ἰδεῖν· πολλαὶ δὲ παρ' ᾐόνα γείτονες ὄχθαι
εἰναλίῃ Νηρῆος ἐδοχμώθησαν ἀκωκῇ.
Νηρεΐδων δὲ γένεθλα συνεκρούσαντο τοκῆι
ὑσμίνης ἀλάλαγμα· καὶ εἰς μόθον ὑψόθι πόντου
ἡμιφανὴς ἀπέδιλος ἐβακχεύθη χορὸς ἅλμης.
καὶ Σατύρων ἀσίδηρος ἐπαΐσσουσα κυδοιμῷ
ἀρχαίην ἐπὶ λύσσαν ἀνέδραμεν ἄστατος Ἰνώ,
λευκὸν ἐρευγομένη μανιώδεος ἀφρὸν ὑπήνης.
καὶ βλοσυρὴ Πανόπεια διαΐσσουσα γαλήνης
γλαυκὰ θαλασσαίης ἐπεμάστιε νῶτα λεαίνης·
καὶ ῥόπαλον δυσέρωτος ἀειρομένη Πολυφήμου
εἰναλίη Γαλάτεια κορύσσετο λυσσάδι Βάκχῃ·
κουφίζων δ' ἀτίνακτον ἁλιτρεφέων ἐπὶ νώτων
πομπίλος ἠέρταζε δι' ὕδατος ἄβροχον Εἰδώ.
ὡς δέ τις ἱππεύων ἐλατὴρ ὑπὸ κυκλάδι τέχνῃ,
δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης,
δεξιτερὸν κάμψειε, παριεμένοιο χαλινοῦ
κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,
ὀκλάζων ἐπίκυρτος, ἐπ' ἄντυγι γούνατα πήξας
ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων
φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσει,
ὄμμα βαλὼν κατόπισθε, παρελκομένου δὲ προσώπου
δίφρον ὀπισθοπόροιο φυλάσσεται ἡνιοχῆος·
ὣς τότε Νηρεΐδες διερὴν περὶ νύσσαν ἀγῶνος
ἰχθύας ὠκυπόροισιν ἐοικότας ἤλασαν ἵπποις.
ἄλλη δ' ἀντικέλευθον ἁλίδρομον εἶχε πορείην,
νώτῳ δ' ἰχθυόεντι καθιππεύουσα γαλήνης
ἡνίοχος δελφῖνος, ὑπερκύψασα θαλάσσης,
ὑγρομανῆ δρόμον εἶχε· φανεὶς δέ τις ὑγρὸς ὁδίτης
μεσσοφανὴς δελφῖνας ὁμόζυγας ἔσχισε δελφίς.
- καὶ ποταμοὶ κελάδησαν ἐς ὑσμίνην Διονύσου
θαρσύνοντες ἄνακτα, καὶ ἀενάων ἀπὸ λαιμῶν
ὑδατόεν μύκημα κεχηνότος Ὠκεανοῖο
ἄγγελος ὑσμίνης Ποσιδήιος ἔβρεμε σάλπιγξ.
καὶ πελάγη κυρτοῦτο συναιχμάζοντα τριαίνῃ·
Ἰκαρίῳ Μυρτῷος ἐπέτρεχεν, ἀγχιφανὴς δὲ
Ἑσπερίῳ Σαρδῷος, Ἴβηρ ἐπεσύρετο Κελτῷ
οἰδαίνων πελάγεσσι, καὶ ἠθάδι δίζυγι πόντῳ
Βόσπορος ἀστήρικτος ἐμίγνυε καμπύλον ὕδωρ,
Αἰγαίου δὲ ῥέεθρα συναιθύσσοντος ἀέλλῃ
Ἰονίης κενεῶνες ἐμαστίζοντο θαλάσσης
συζυγέες, Σικελῆς δὲ παρὰ σφυρὰ θυιάδος ἅλμης
κύμασι πυργωθεῖσα συνέκτυπεν Ἀδριὰς ἅλμη
ἀγχινεφής· καὶ κόχλον ἑλὼν ὑπὸ Σύρτιος ὕδωρ
εἰναλίῃ σάλπιγγι Λίβυς μυκήσατο Νηρεύς.
καί τις ἀναΐξας ῥοθίων χερσαῖος ὁδίτης
εἰς σκοπιὴν πόδα λαιὸν ἐρείσατο, δεξιτερῷ δὲ
οὔρεος ἄκρα κάρηνα ταμὼν ἐνοσίχθονι ταρσῷ
Μαινάδος ἀψαύστοιο κατηκόντιζε καρήνου·
καὶ βυθίῳ τριόδοντι καταιχμάζων Διονύσου
ἅλμασι μητρῴοισιν ἐβακχεύθη Μελικέρτης.
- Βασσαρίδων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ,
ὧν ἡ μὲν δονέουσα μετήλυδα βότρυν ἐθείρης
εἰς μόθον ὑδατόεντα κορύσσετο φοιτάδι λύσσῃ,
ἄστατος οἰστρηθεῖσα ποδῶν βητάρμονι παλμῷ·
ἡ δὲ Σάμου Θρήισσαν ὑπὸ σπήλυγγα Καβείρων
νασσαμένη Λιβάνοιο παρεσκίρτησεν ἐρίπνῃ,
βάρβαρον αἰθύσσουσα μέλος Κορυβαντίδος ἠχοῦς·
ἄλλη ἀπὸ Τμώλοιο λεχωΐδος ὕψι λεαίνης
ἄρσενα μιτρώσασα κόμην ὀφιώδεϊ δεσμῷ,
Μαιονὶς ἀκρήδεμνος ἐπεβρυχᾶτο Μιμαλλών,
καὶ ποδὸς ἴχνος ἔπηξε μετήορον ὑψόθεν ὄχθης,
μιμηλαῖς γενύεσσιν ἐπαφριόωσα θαλάσσῃ.
Σιληνοὶ δὲ Κίλισσαν ἀναβλύζοντες ἐέρσην
Μυγδονίων ἐλατῆρες ἐθωρήσσοντο λεόντων,
καὶ βυθίῳ καναχηδὸν ἐπισκιρτῶντες ὁμίλῳ
ἀμπελόεν παλάμῃσιν ἀνέσχεθον ἔγχος Ἐνυοῦς,
καὶ παλάμας τανύσαντο λεοντείην ἐπὶ δειρὴν
δραξάμενοι πλοκαμῖδος, ἀμαιμακέτους δὲ φορῆας
θαρσαλέοι λασίοισιν ἀνεκρούσαντο χαλινοῖς.
ἁρπάξας δὲ τένοντα χαραδρήεντος ἐναύλου
Σιληνὸς πολέμιζε Παλαίμονι, φοιταλέην δὲ
ἔγχεϊ κισσήεντι δι' ὕδατος ἤλασεν Ἰνώ.
ἄλλῳ δ' ἄλλος ἔριζε· καὶ οὐκ ᾐδέσσατο Βάκχη
θύρσῳ ἀκοντιστῆρι καταΐσσουσα τριαίνης,
Βάκχη θῆλυς ἐοῦσα· προασπίζων δὲ θαλάσσης
Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤρισε Νηρεὺς
πήχεϊ παφλάζοντι· δαφοινήεντι δὲ κισσῷ
δαίμονα Παλληναῖον ὀρεστιὰς ἤλασε Βάκχη,
οὐ δέ μιν ἐστυφέλιξεν· ἐπερχόμενον δὲ Λυαίῳ
Γλαῦκον ἀκοντιστῆρι Μάρων ἀπεσείσατο θύρσῳ.
ὑψινεφὴς δ' ἐλέφας μελέων ἐνοσίχθονι παλμῷ
δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ
χείλεσι μηκεδανοῖσι χαμευνάδι μάρνατο φώκῃ.
καὶ Σάτυροι ῥώοντο κυβιστητῆρι κυδοιμῷ
ταυροφυεῖς κεράεσσι πεποιθότες, ἐσσυμένων δὲ
ἀλλοφανὴς κεχάλαστο δι' ἰξύος ὄρθιος οὐρή.
Σιληνῶν δὲ φάλαγγες ἐπέρρεον, ὧν ὁ μὲν αὐτῶν
ποσσὶ διχαζομένοις ἐποχημένος ἰξύι ταύρου
συμπλεκέων ἔθλιψε μέλος διδυμόθροον αὐλῶν.
καὶ πλοκάμους βαλίῃσι συναιθύσσουσα θυέλλαις
Μυγδονὶς ἐκροτάλιζεν ὁμόζυγα κύμβαλα Βάκχη,
καὶ λοφιὴν ἐπίκυρτον ἐμάστιε λυσσάδος ἄρκτου
θηρὸς ὑποβρυχίης ἀντώπιον· ἀγροτέρη δὲ
πόρδαλις οὐρεσίφοιτος ἐλαύνετο κέντορι θύρσῳ.
καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης
ἴχνεσιν ἀβρέκτοισιν ἐπεσκίρτησε θαλάσσῃ,
οἷα Ποσειδάωνος ἐπισκαίρουσα καρήνῳ·
λὰξ ποδὶ κύματα τύψεν, ἐπηπείλησε δὲ πόντῳ
σιγαλέῳ, καὶ κωφὸν ὕδωρ ἐπεμάστιε θύρσῳ
Βασσαρὶς ὑγροφόρητος· ἀπὸ πλοκάμοιο δὲ νύμφης
ἀφλεγέος σελάγιζε κατ' αὐχένος αὐτόματον πῦρ,
θάμβος ἰδεῖν. κινυρὴ δὲ παρ' ᾐόνι γείτονι πόντου
φύλοπιν εἰσορόωσα θαλασσομόθου Διονύσου
αἰνοπαθὴς Ψαμάθη πολυταρβέα ῥήξατο φωνήν·
- εἰ Θέτιδος χάριν οἶσθα καὶ εὐπαλάμου Βριαρῆος,
εἰ μάθες Αἰγαίωνα τεῶν χραισμήτορα θώκων,
Ζεῦ ἄνα, Βάκχον ἔρυκε μεμηνότα· μηδὲ νοήσω
δουλοσύνην Νηρῆος ἅμα Γλαύκοιο τελευτῇ·
μὴ Θέτις αἰολόδακρυς ὑποδρήσσειε Λυαίῳ,
δμωίδα μή μιν ἴδοιμι παρ' ἁβροβίων χθόνα Λυδῶν,
ὀψομένην ἔτι πότμον Ἀχιλλέι, Πηλέι, Πύρρῳ,
υἱωνόν, πόσιν, υἷα μιῇ στενάχουσαν ἀνίῃ·
Λευκοθέην δ' ἐλέαιρε γοήμονα, τῆς παρακοίτης
υἷα λαβὼν ἐδάιξε, τὸν ἀστόργοιο τοκῆος
παιδοφόνοι γλωχῖνες ἐδαιτρεύσαντο μαχαίρης.
- ὣς φαμένης ἤκουσε δι' αἰθέρος ὑψιμέδων Ζεύς,
καὶ Βερόης ὑμέναιον ἐπέτρεπεν Ἐννοσιγαίῳ
καὶ μόθον ἐπρήυνε γαμοστόλον· οὐρανόθεν γὰρ
νυμφιδίην ἀτέλεστον ἀναστέλλοντες ἐνυὼ
Βάκχον ἀπειλητῆρες ἐκυκλώσαντο κεραυνοί.
καὶ θεὸς ἀμπελόεις γαμίῳ δεδονημένος ἰῷ
κούρην μὲν μενέαινε· πατὴρ δέ μιν ὑψιμέδων Ζεὺς
βρονταίης ἀνέκοπτε μέλος σάλπιγγος ἀράσσων,
καὶ πόθον ὑσμίνης ἀνεσείρασε πάτριος ἠχώ.
ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς ὁδίτης,
στυγνὸς ὀπισθοβόλῳ δεδοκημένος ὄμματι κούρην·
οὔασι δ' αἰδομένοισιν ἀειδομένων ἐνὶ πόντῳ
ζῆλον ἔχων ἤκουεν Ἀμυμώνης ὑμεναίων.
καὶ γάμον ὀψιτέλεστον ἁλίβρομος ἤπυε σύριγξ,
καὶ δονέων ἄσβεστον ἐν ὕδασι νυμφίδιον πῦρ
παστὸν Ἀμυμώνης θαλαμηπόλος †ἤπυε Νηρεύς,
καὶ μέλος ἔπλεκε Φόρκυς· ὁμοζήλῳ δὲ πορείῃ
Γλαῦκος ἀνεσκίρτησεν, ἐβακχεύθη Μελικέρτης·
καὶ ζυγίην Γαλάτεια διακρούουσα χορείην
ἄστατος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,
καὶ γάμιον μέλος εἶπεν, ἐπεὶ μάθε καλὰ λιγαίνειν
ποιμενίῃ σύριγγι διδασκομένη Πολυφήμου.
- καὶ Βερόης διεροῖσιν ὁμιλήσας ὑμεναίοις
νυμφίος Ἐννοσίγαιος ἐφίλατο πατρίδα νύμφης·
καὶ Βερόης ναέτῃσιν ἑῆς κειμήλιον εὐνῆς
ἄρεος εἰναλίοιο θαλασσαίην πόρε νίκην.
καὶ γάμος ὄλβιος ἦεν, ἐπεὶ βυθίῳ παρὰ παστῷ
ἄξιον ἕδνον ἔρωτος Ἄραψ ἐκομίσσατο Νηρεύς,
Ἡφαίστου σοφὸν ἔργον, Ὀλύμπια δαίδαλα, νύμφῃ,
ὅρμον ἄγων κάλυκάς τε φέρων ἕλικάς τε τιταίνων,
ὁππόσα Νηρεΐδεσσιν [ἀμιμήτῳ κά]με τέχνῃ
Λήμνιος ἐργοπόνος πα[ρὰ Κύπρι]δι· καὶ μέσον ἅλμης
ἔμπυρον ἄκμονα π[άλλεν] ὑποβρυχίην τε πυράγρην,
φυσαλέου χοάνοιο περίδρομον ἄσθμα τιταίνων
ποιητοῖς ἀνέμοισιν, ἀναπτομένης δὲ καμίνου
ἐν ῥοθίοις ἄσβεστον ἐβόμβεεν ἐνδόμυχον πῦρ.
Νηρεὺς μὲν τάδε δῶρα πολύτροπα, δῶκε δὲ κούρῃ
Περσικὸς Εὐφρήτης πολυδαίδαλον εἶδος Ἀράχνης·
χρυσὸν Ἴβηρ πόρε Ῥῆνος· ἐχεκτεάνων δὲ μετάλλων
ἤλυθεν εἴκελα δῶρα γέρων Πακτωλὸς ἀείρων
χερσὶ φυλασσομένῃσιν, ὅτι πρόμον ἔτρεμε Λυδῶν
Βάκχον ἑὸν βασιλῆα, καὶ ἔτρεμε γείτονα Ῥείην
Μυγδονίης πολιοῦχον ἑῆς χθονός· Ἠριδανὸς δὲ
Ἡλιάδων ἤλεκτρα ῥυηφενέων ἀπὸ δένδρων
δῶρα πόρε στίλβοντα· καὶ ἀργυρέης ἀπὸ πέτρης
Στρυμὼν ὅσσα μέταλλα καὶ ὁππόσα Γεῦδις ἀείρει,
ἕδνον Ἀμυμώνῃ δωρήσατο Κυανοχαίτης.
- ὣς ὁ μὲν ἀρτιχόρευτος ὑποβρυχίῳ παρὰ παστῷ
γήθεεν Ἐννοσίγαιος· ἀμειδήτῳ δὲ Λυαίῳ
γνωτὸς Ἔρως φθονέοντι παρήγορον ἴαχε φωνήν·
- νυμφοκόμῳ, Διόνυσε, τί μέμφεαι εἰσέτι κεστῷ;
οὐ Βρομίῳ Βερόης γάμος ἔπρεπεν, ἀλλὰ θαλάσσῃ
ἅρμενος ἦν γάμος οὗτος, ὅτι βρυχίης Ἀφροδίτης
παῖδα λαβὼν ἔζευξα θαλασσοπόρῳ παρακοίτῃ·
ἁβροτέρην δ' ἐφύλαξα τεοῖς θαλάμοις Ἀριάδνην,
ἐκ γενεῆς Μίνωος ὁμόγνιον· οὐτιδανὴν δὲ
πόντιον αἷμα φέρουσαν Ἀμυμώνην λίπε πόντῳ.
ἀλλὰ ῥίον Λιβάνοιο λιπὼν καὶ Ἀδώνιδος ὕδωρ
ἵξεαι εἰς Φρυγίην εὐπάρθενον, ἧχί σε μίμνει
ἄβροχον †ἠελίοιο λέχος Τιτηνίδος Αὔρης·
καὶ στέφος ἀσκήσασα μάχης καὶ παστάδα κούρης
Θρῄκη νυμφοκόμος σε δεδέξεται, ἧχι καὶ αὐτὴ
Παλλήνη καλέει σε δορυσσόος, ἧς παρὰ παστῷ
ἀθλοφόρον γαμίοισι περιστέψω σε κορύμβοις
ἱμερτὴν τελέσαντα παλαισμοσύνην Ἀφροδίτης.
- τοῖα γυναιμανέοντι κασιγνήτῳ φάτο Βάκχῳ
θοῦρος Ἔρως· πτερύγων δὲ πυρώδεα βόμβον ἰάλλων
ἠερίῃ νόθος ὄρνις ἀνῃώρητο πορείῃ,
καὶ Διὸς εἰς δόμον ἦλθεν. ἀπ' Ἀσσυρίοιο δὲ κόλπου
ἁβροχίτων Διόνυσος ἀνήιεν εἰς χθόνα Λυδῶν
Πακτωλοῦ παρὰ πέζαν, ὅπῃ χρυσαυγέι πηλῷ
ἀφνειαῖς λιβάδεσσι μέλαν φοινίσσεται ὕδωρ·
Μαιονίης δ' ἐπέβαινε, καὶ ἵστατο μητέρι Ῥείῃ
Ἰνδῴης ὀρέγων βασιλήια δῶρα θαλάσσης.
καλλείψας δὲ ῥέεθρα βαθυπλούτου ποταμοῖο
καὶ Φρύγιον κενεῶνα καὶ ἁβροβίων γένος ἀνδρῶν
Ἀρκτῴην παρὰ πέζαν ἑὴν ἐφύτευσεν ὀπώρην,
Εὐρώπης πτολίεθρα μετ' Ἀσίδος ἄστεα βαίνων.