Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατ' ἐφάβω,
τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθ' ὁμοίω·
μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε,
κοὐκ ᾔδει τὸν Ἔρωτα τίς ἦν θεός, ἁλίκα τόξα
χερσὶ κρατεῖ, χὠς πικρὰ βέλη ποτικάρδια βάλλει·
πάντα δὲ κἀν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.
οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα
χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥόδα μάλων,
οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.
οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς,
οὕτως †πάντ' ἐποίει ποτὶ τὸν βροτόν · ἄγρια δ' αὐτῷ
χείλεα καὶ κῶραι δεινὸν †βλέπον εἶχεν ἀνάγκαν ·
τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δ' ἀπὸ χρώς
ὕβριν †τᾶς ὀργᾶς †περικείμενον. ἀλλὰ καὶ οὕτως
ἦν καλός· ἐξ ὀργᾶς δ' ἐρεθίζετο μᾶλλον ἐραστάς.
λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,
ἀλλ' ἐνθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,
καὶ κύσε τὰν φλιάν, οὕτω δ' ἀντέλλετο φωνά·
'ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας,
λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦνθον
λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι γάρ σε,
κῶρε, θέλω λυπεῖν ποχ' ὁρώμενος, ἀλλὰ βαδίζω
ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀτερπέων
ξυνὸν τοῖσιν ἐρῶσι τὸ φάρμακον, ἔνθα τὸ λᾶθος.
ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω,
οὐδ' οὕτως σβέσσω τὸν ἐμὸν πόθον. ἄρτι δὲ χαίρειν
τοῖσι τεοῖς προθύροις ἐπιβάλλομαι. οἶδα τὸ μέλλον.
καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει·
καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ·
[λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτει·
ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα †παχθῇ·]
καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλ' ὀλίγον ζῇ.
ἥξει καιρὸς ἐκεῖνος ὁπανίκα καὶ τὺ φιλάσεις.
ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσεις.
ἀλλὰ τύ, παῖ, καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον·
ὁππόταν ἐξενθὼν ἀρταμένον ἐν προθύροισι
τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς,
στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ
λῦσον τᾶς σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν
εἵματα καὶ κρύψον με, τὸ δ' αὖ πύματόν με φίλασον·
κἂν νεκρῷ χάρισαι τεὰ χείλεα. μή με φοβαθῇς·
οὐ δύναμαι †εἴν †σε· ἀπαλλάξεις με φιλάσας.
χῶμα δέ μοι κοίλανον ὅ μευ κρύψει τὸν ἔρωτα,
κἢν ἀπίῃς, τόδε μοι τρὶς ἐπάυσον· "ὦ φίλε, κεῖσαι·"
ἢν δὲ θέλῃς, καὶ τοῦτο· "καλὸς δέ μοι ὤλεθ' ἑταῖρος."
γράψον καὶ τόδε γράμμα τὸ σοῖς τοίχοισι χαράσσω·
"τοῦτον ἔρως ἔκτεινεν· ὁδοιπόρε, μὴ παροδεύσῃς,
ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον."'
Ὧδ' εἰπὼν λίθον εἷλεν †ἐρεισάμενος δ' ἐπὶ τοίχω
ἄχρι μέσων ὀόδων , φοβερὸν λίθον, ἅπτετ' ἀπ' αὐτῶ
τὰν λεπτὰν σχοινῖδα, βρόχον δ' ἐπίαλλε τραχήλῳ,
τὰν ἕδραν δ' ἐκύλισεν ὑπὲκ ποδός, ἠδ' ἐκρεμάσθη
νεκρός. ὃ δ' αὖτ' ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν
αὐλείας ἰδίας ἀρταμένον, οὐδ' ἐλυγίχθη
τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλ' ἐπὶ νεκρῷ
εἵματα πάντ' ἐμίανεν ἐφαβικά, βαῖνε δ' ἐς ἄθλως
γυμνασίων, καὶ ἕκηλα φίλων ἐπεμαίετο λουτρῶν,
καὶ ποτὶ τὸν θεὸν ἦνθε τὸν ὕβρισε· λαϊνέας δέ
ἵπτατ' ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δ' ἐφύπερθεν
ἅλατο καὶ τὤγαλμα, κακὸν δ' ἔκτεινεν ἔφαβον·
νᾶμα δ' ἐφοινίχθη, παιδὸς δ' ἐπενάχετο φωνά·
'χαίρετε τοὶ φιλέοντες· ὁ γὰρ μισῶν ἐφονεύθη.
στέργετε δ' οἱ μισεῦντες· ὁ γὰρ θεὸς οἶδε δικάζειν.'