- Λῦτο δ' ἀγών· ἐρόεις δὲ νέος φιλοπαίγμονι νίκῃ
κυδιόων σκίρτησεν ὁμέψιος ἥλικι Βάκχῳ
εἱλιπόδην περὶ κύκλον ἀλήμονα ταρσὸν ἀμείβων,
δεξιτερὴν πάνλευκον ἐπικλίνων Διονύσῳ·
καί μιν ἰδὼν Ἰόβακχος ἀγήνορα δίζυγι νίκῃ
ποσσὶ περισκαίροντα φίλῳ μειλίξατο μύθῳ·
- σπεῦδε πάλιν, φίλε κοῦρε, παλαισμοσύνης μετὰ νίκην
καὶ μετὰ πεζὸν ἄεθλον ἔχειν τρίτον ἄλλον ἀγῶνα,
νηχομένῳ δ' ἀκίχητος ὁμήλικι νήχεο Βάκχῳ.
Ἄμπελε, νικήσας με παρὰ ψαμάθοισι παλαίων,
ἔσσο καὶ ἐν προχοῇσιν ἐλαφρότερος Διονύσου,
καὶ Σατύρους παίζοντας ἐνὶ σκαρθμοῖσιν ἐάσσας
εἰς τρίτατον πάλιν ἄλλον ἐπείγεο μοῦνος ἀγῶνα· ...
ἐν χθονὶ νικήσας καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
σοὺς ἐρατοὺς πλοκάμους διδύμοις στέψαιμι κορύμβοις
διπλόα νικηθέντος ἀνικήτοιο Λυαίου.
ἔπρεπέ σοι ῥόος οὗτος ἐπήρατος, ἔπρεπε μούνῳ
κάλλεϊ σῶν μελέων, ἵνα διπλόος Ἄμπελος εἴη
χρυσείῃ παλάμῃ χρυσαυγέα ῥεύματα τέμνων·
καὶ γυμνοῖς μελέεσσι τιταινομένου περὶ νίκης
κοσμήσει σέο κάλλος ὅλον Πακτώλιον ὕδωρ.
δὸς ποταμῷ γέρας ἶσον Ὀλύμπιον, ὅττι καὶ αὐτὸς
Ὠκεανῷ Φαέθων ῥοδέας ἀκτῖνας ἰάλλει·
Πακτωλῷ πόρε καὶ σὺ τεὸν σέλας, ὄφρα φανείη
Ἄμπελος ἀντέλλων ἅτε Φωσφόρος· ἀμφότερον γὰρ
ἀστράπτει ῥόος οὗτος ἐρευθιόωντι μετάλλῳ
ὡς σὺ τεοῖς μελέεσσι· βαθυπλούτῳ δὲ ῥεέθρῳ
σύγχροον εἶδος ἔχοντα καὶ ἡβητῆρα δεχέσθω
μίξας κάλλεϊ κάλλος, ὅπως Σατύροισι βοήσω·
'πῶς ῥόδον εἰς ῥόδον ἦλθε; πόθεν μία κίρναται αἴγλη
καὶ χροῒ φοινίσσοντι καὶ ἀστράπτοντι ῥεέθρῳ;'
αἴθε καὶ ἐνθάδε, κοῦρε, πέλεν ῥόος Ἠριδανοῖο,
Ἡλιάδων ὅθι δάκρυ ῥυηφενές, ὄφρα κεν ἄμφω
καὶ χρυσῷ σέο γυῖα καὶ ἠλέκτροισι λοέσσω.
ἀλλ' ἐπεὶ Ἑσπερίου ποταμοῦ μάλα τηλόθι ναίω,
ἵξομαι εἰς Ἀλύβην ἀγχίπτολιν, ὁππόθι γείτων
Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ,
ὄφρα σε Πακτωλοῖο λελουμένον ἐκ ποταμοῖο,
Ἄμπελε, φαιδρύνοιμι καὶ ἀργυρέοισι ῥεέθροις.
Ἕρμος ἐυρρείτης ἑτέροις Σατύροισι μελέσθω·
οὐ γὰρ ἀπὸ χρυσοῖο φέρει ῥόον· ἀλλὰ σὺ μοῦνος
χρύσεος ἔπλεο κοῦρος, ἔχοις καὶ χρύσεον ὕδωρ.
- ὣς εἰπὼν πεφόρητο δι' ὕδατος· ἐκ δαπέδου δὲ
Ἄμπελος ᾐώρητο καὶ ὡμάρτησε Λυαίῳ·
καὶ γλυκὺς ἀμφοτέροισιν ἔην δρόμος ἄκρον ἀπ' ἄκρου
νηχομένοις ἑλικηδὸν ἐρικτεάνου ποταμοῖο.
καὶ θεὸς ὑδατόεντα φέρων ταχυτῆτος ἀγῶνα
ἔτρεχεν ἀστήρικτος ἐν ὕδασι, γυμνὰ ῥεέθροις
στέρνα βαλών, δονέων δὲ πόδας καὶ χεῖρας ἐρέσσων
ἀφνειῆς ἀτίνακτα κατέγραφε νῶτα γαλήνης,
πῇ μὲν ἔχων ὁμόφοιτον ἑὸν δρόμον ἥλικι κούρῳ,
πῇ δὲ παραΐσσων πεφυλαγμένος, ὅσσον ἐάσσῃ
Ἄμπελον ἀγχικέλευθον ὁμήλυδα γείτονι Βάκχῳ·
ἄλλοτε κυκλώσας παλάμας, ἅτε κύματι κάμνων, ...
ὑγροπόρον ταχύγουνος ἑκούσιος ὤπασε νίκην.
- καὶ ποταμοῦ μετὰ χεῦμα μετήιεν ἔνδια λόχμης
Ἄμπελος αὐχένα γαῦρον ἔχων ποταμηΐδι νίκῃ.
καὶ πλοκάμους μίτρωσεν ἐχιδνήεντι κορύμβῳ
φρικτὸν ἔχων μίμημα δρακοντοκόμοιο Λυαίου·
πολλάκι δ' αἰολόνωτον ἰδὼν Βρομίοιο χιτῶνα,
δαιδαλέην μελέεσσι νόθην ἐσθῆτα καθάψας,
πορφυρέῳ πόδα κοῦφον ἐπεσφήκωσε κοθόρνῳ,
στικτὸν ἔχων χροῒ πέπλον· ὀρεσσαύλῳ δ' ἐνὶ δίφρῳ
πορδαλίων Ἰόβακχον ὀπιπεύων ἐλατῆρα
γαῦρα φιλοσκοπέλων ἐπεδείκνυε παίγνια θηρῶν·
πῇ μὲν ὀρεστιάδος λοφιῆς ἐπιβήμενος ἄρκτου
θηρὸς ἐπειγομένης βλοσυρὴν ἀνεσείρασε χαίτην,
πῇ δὲ λεοντείην λασίην ἐπεμάστιε δειρήν,
ἄλλοτε, δαιδαλέων ἐποχημένος ὑψόθι νώτων,
ἀστεμφὴς ἀχάλινον ἐτέρπετο τίγριν ἐλαύνων.
- καί μιν ἰδὼν Διόνυσος, ἔχων πρηεῖαν ἀπειλήν,
εἶπε παρηγορέων φιλίῳ μαντώδεϊ μύθῳ,
μεμφομένοις στομάτεσσι χέων οἰκτίρμονα φωνήν·
- πῇ φέρεαι, φίλε κοῦρε; τί σοι τόσον εὔαδεν ὕλη;
μίμνε μοι ἀγρώσσοντι συναγρώσσων Διονύσῳ·
εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ
κωμάζων, ὅτε κῶμον ἐγὼ Σατύροισιν ἐγείρω.
πόρδαλις οὐ κλονέει με καὶ ἀγροτέρης γένυς ἄρκτου,
μὴ τρομέοις στόμα λάβρον ὀρεσσινόμοιο λεαίνης·
μοῦνον ἀμειλίκτοιο κεράατα δείδιθι ταύρου.
- ἔννεπεν οἰκτείρων θρασὺν Ἄμπελον· ἠίθεος δὲ
οὔασι μῦθον ἄκουε, νόος δέ οἱ ἔνδοθι παίζων ....
- ἔνθα φάνη μέγα σῆμα φιλοστόργῳ Διονύσῳ
Ἄμπελον ἀγγέλλον μινυώριον· ἐκ σκοπέλου γὰρ
ἀρτιθαλῆ τινα νεβρὸν ὑπὲρ νώτοιο κομίζων
ἀμφιλαφὴς φολίδεσσι δράκων ἀνέτελλε κεράστης,
καί μιν ὑπὲρ βωμοῖο φέρων ἐφύπερθε θεμέθλων
σμερδαλέῃ πρήνιξεν ἀλοιηθέντα κεραίῃ
κύμβαχον αὐτοκύλιστον, ὀρεσσινόμοιο δὲ νεβροῦ
ὀξὺ μέλος κλάγξαντος ἀπέπτατο θυμὸς ἀλήτης·
σπονδῆς δ' ἐσσομένης αὐτάγγελος αἵματος ὁλκῷ
λάινος αἱμαλέαις ἐρυθαίνετο βωμὸς ἐέρσαις,
οἴνου λειβομένοιο φέρων τύπον. εἰσορόων δὲ
Εὔιος ἑρπηστῆρα, κερασφόρον ἅρπαγα νεβροῦ,
ἄφρονος ἠιθέοιο μαθὼν ὀλετῆρα κεράστην
πένθεϊ μῖξε γέλωτα, καὶ ἄστατον εἶχε μενοινὴν
διχθαδίην, κραδίῃ δὲ μερίζετο, γείτονα πότμου
ἡβητὴν στενάχων, γελόων χάριν ἡδέος οἴνου.
ἔμπης δ' ἱμερόεντι συνέμπορος ἤιε κούρῳ
εἰς ὄρος, εἰς πλαταμῶνα, καὶ εἰς δρόμον ἠθάδος ἄγρης.
καί μιν ἰδὼν ἔτι Βάκχος ἐτέρπετο· καὶ γὰρ ὀπωπαὶ
οὔ ποτε δερκομένοισι κόρον τίκτουσιν ἐρώτων.
πολλάκι καὶ Βρομίοιο παρεζομένοιο τραπέζῃ
ἠίθεος σύριζεν ἀήθεα Μοῦσαν ἀμείβων,
καὶ δονάκων συνέχευεν ὅλον μέλος· οἷα δὲ κούρου
καλὰ μελιζομένοιο, καὶ εἰ τόνον ἔκλασε μολπῆς,
Βάκχος ὑπὲρ δαπέδοιο θορὼν ἀνεμώδεϊ παλμῷ
χερσὶ συνεπλατάγησε πολύκροτος, ἠιθέου δὲ
εἰσέτι μελπομένοιο περὶ στόμα χεῖλος ἐρείσας
ἁρμονίης πρόφασιν φιλίῳ προσπτύξατο δεσμῷ·
ὤμοσε καὶ Κρονίδην, ὅτι τηλίκον ὑμνοπόλος Πὰν
οὔ ποτε ῥυθμὸν ἄεισε, καὶ οὐ λιγύφωνος Ἀπόλλων.
- καὶ θρασὺν εἰσορόωσα νέον θανατηφόρος Ἄτη
οὔρεσιν ἀγρώσσοντος ἀποπλαγχθέντα Λυαίου,
ἠιθέου χαρίεντος ὁμοίιος ἥλικι κούρῳ
Ἄμπελον ἠπεροπῆι τόσῳ μειλίξατο μύθῳ,
μητρυιῇ Φρυγίοιο χαριζομένη Διονύσου·
- σὸς φίλος, ἄτρομε κοῦρε, μάτην Διόνυσος ἀκούει·
ποῖον ἑταιρείης γέρας ἔλλαχες; οὐ σὺ Λυαίου
θέσκελον ἅρμα φέρεις, οὐ πόρδαλιν ἡνιοχεύεις.
δίφρα τεοῦ Βρομίοιο Μάρων λάχε, ‹χεῖρα› τιταίνων
θηρονόμῳ μάστιγι καὶ εὐλάιγγι χαλινῷ·
ποῖον ἔχεις τόδε δῶρον ἀπ' εὐθύρσοιο Λυαίου;
πηκτίδα Πᾶνες ἔχουσι καὶ εὐκελάδων θρόον αὐλῶν,
καὶ Σατύροις πόρε κύκλον ἐρισμαράγοιο βοείης
σὸς ταμίης Διόνυσος, ὀρεστιάδες δὲ καὶ αὐταὶ
Βασσαρίδες ῥαχίῃσιν ἐφεδρήσσουσι λεόντων.
ποῖα τεῆς φιλότητος ἐπάξια δῶρα κομίζεις,
πορδαλίων ἐλατῆρι μάτην πεφιλημένε Βάκχῳ;
πολλάκι Φοιβείοιο καθήμενος ὑψόθι δίφρου
ὑψιφανὴς ἤλαυνεν Ἀτύμνιος ἠέρα τέμνων·
ἔκλυες αὐτὸν Ἄβαριν, ὃν εἰς δρόμον ἠεροφοίτην
ἱπταμένῳ πόμπευεν ἀλήμονι Φοῖβος ὀιστῷ.
αἰετὸν ἡνιόχευεν ἐν αἰθέρι καὶ Γανυμήδης
Ζῆνα νόθον πτερόεντα, τεοῦ γενετῆρα Λυαίου·
Ἄμπελον οὔ ποτε Βάκχος ἐκούφισεν ὄρνις Ἐρώτων,
σὸν δέμας ἀδρύπτοισιν ἑοῖς ὀνύχεσσιν ἀείρων.
Τρώιος οἰνοχόος πέλε φέρτερος, ὃς Διὸς αὐλὴν
οἶκον ἔχει. σὺ δέ, κοῦρε, φέρων πόθον εἰσέτι δίφρου
εἰς δρόμον ἀστήρικτον ἀναίνεο πῶλον ἐλαύνειν,
ὅττι πολυστροφάλιγγι ποδῶν δεδονημένος ὁπλῇ
ἵππος ἀελλήεις ἀποσείεται ἡνιοχῆα·
Γλαῦκον ἀπεστυφέλιξαν ἐπὶ χθονὶ λυσσάδες ἵπποι,
καὶ ξυνῆς μεθέπων Ποσιδήιον αἷμα γενέθλης
ἠερόθεν προκάρηνον ἀπόσπορον Ἐννοσιγαίου
Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην.
δεῦρό μοι εἰς ἀγέλην, λιγυηχέες ἧχι νομῆες
καὶ βόες ἱμερόεντες, ἐφεδρήσσοντα δὲ ταύρῳ
ὑψιφανῆ τελέσω σε βοοσσόον ἡνιοχῆα·
σὸς γὰρ ἄναξ πολὺ μᾶλλον ἐπαινήσει σε δοκεύων,
ταυροφυὴς Διόνυσος, ἐφήμενον ἰξύι ταύρου.
νόσφι φόβου δρόμος οὗτος, ἐπεὶ καὶ θῆλυς ἐοῦσα
παρθένος Εὐρώπη βοέων ἐπεβήσατο νώτων,
χερσὶ κέρας κρατέουσα καὶ οὐ χατέουσα χαλινοῦ.
- ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων.
καί τις ἀπὸ σκοπέλοιο κατέδραμε ταῦρος ἀλήτης
ἀπροϊδής, καὶ γλῶσσαν, ἑῆς ἐπιμάρτυρα δίψης,
χείλεσιν οἰγομένοισι προΐσχανεν ἀνθερεῶνος,
καὶ πίεν· ἀμφὶ δὲ κοῦρον, ἅπερ παρεόντα νομῆα,
ἵστατο γινώσκοντι πανείκελος· οὐδὲ μετώπου
λοξὸν ἑὸν κέρας εἶχεν· ἀμαιμακέτοιο δὲ ταύρου
πυκνὸν ἐρευγομένοιο ποτὸν πολυχανδέι λαιμῷ
ἡβητὴν ἐδίηνε κατάρρυτος ἰκμὰς ἐέρσης,
ἐσσομένων ἅτε μάντις, ὅτι χθονίῳ βόες ὁλκῷ
ἀμφὶ μιῇ μογέοντες ἀτέρμονι κυκλάδι νύσσῃ
ὕδασιν ἀμπελόεσσαν ἐπαρδεύουσιν ὀπώρην.
καὶ θρασὺς ἵστατο κοῦρος ὑπὲρ βοέοιο μετώπου
ἀμφαφόων ἐπίκυρτον ἀταρβέι χειρὶ κεραίην·
καὶ βοὸς ὑλονόμοιο τεθηγμένος ἡδέι κέντρῳ
ἤθελεν ἄζυγα ταῦρον ὀρίδρομον ἡνιοχεύειν.
δρεψάμενος δὲ πέτηλα βαθυσχοίνῳ παρὰ ποίῃ
ψευδαλέην χλοεροῖσι λύγοις ἔπλεξεν ἱμάσθλην
μόσχοις ὀξυτέροισι, πολυστρέπτῳ δὲ κορύμβῳ
γνάμψας ἀγκύλα κύκλα τύπον ποίησε χαλινοῦ·
καὶ δροσεροῖς πετάλοισι δέμας διεκόσμεε ταύρου,
καὶ ῥόδα φοινίσσοντα πέριξ ἐπεδήσατο νώτῳ,
καὶ κρίνα καὶ νάρκισσον ἐπῃώρησε μετώπῳ,
αὐχένι πορφύρουσαν ἐπικρεμάσας ἀνεμώνην·
καὶ διδύμην ἑκάτερθε κατεχρύσωσε κεραίην
χερσὶ βαθυνομέναις ξανθόχροα πηλὸν ἀφύσσων
γείτονος ἐκ ποταμοῖο. καὶ αἰόλον ὑψόθι νώτου
δέρμα περιστορέσας ῥαχίης ἐπεβήσατο ταύρου·
καὶ βοέαις πλευρῇσι νόθην μάστιγα τιταίνων,
εὐχαίτην ἅτε πῶλον, ἑὸν μάστιζε φορῆα.
- καὶ θρασὺς ἠύτησεν ἔπος ταυρώπιδι Μήνῃ·
- εἶξον ἐμοί, κερόεσσα βοῶν ἐλάτειρα Σελήνη·
ἄμφω γὰρ κερόεις γενόμην καὶ ταῦρον ἐλαύνω.
- τοῖον ἐπαυχήσας ἔπος ἴαχε κυκλάδι Μήνῃ.
καὶ φθονερῆς σκοπίαζε δι' ἠέρος ὄμμα Σελήνης
Ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ,
καί οἱ πέμπε μύωπα βοοσσόον· αὐτὰρ ὁ πικρῷ
ἄστατα φοιτητῆρι δέμας κεχαραγμένος οἴστρῳ
δύσβατον ἀμφὶ τένοντα κατέτρεχεν εἴκελος ἵππῳ.
- καὶ νέος ἄζυγα ταῦρον ἰδὼν λυσσώδεϊ κέντρῳ
ἴχνος ἀερσιλόφοισιν ἐπιρρήσσοντα κολώναις,
ταρβαλέος πρὸ μόροιο γοήμονι λίσσετο φωνῇ·
- σήμερον ἵστασο, ταῦρε, καὶ αὔριον ὠκὺς ὁδεύσεις·
μή με κατακτείνειας ἐρημάδος ὑψόθι πέτρης,
πότμον ἐμὸν νήπυστον ὅπως μὴ Βάκχος ἀκούσῃ.
μὴ κοτέῃς, ὅτι, ταῦρε, τεὴν χρύσωσα κεραίην·
μὴ φθονέσῃς, ὅτι Βάκχος ἐμὴν φιλότητα φυλάσσει.
εἰ δὲ κατακτείνεις με καὶ οὐκ ἀλέγεις Διονύσου,
οὐδέ τις οἶκτος ἔχει σε γοήμονος ἡνιοχῆος,
ὅττι νέος γενόμην, ὅτι καὶ φίλος εἰμὶ Λυαίου,
εἰς Σατύρους με κόμιζε καὶ αὐτόθι, ταῦρε, δαμάσσεις,
ὄφρα τύχω μετὰ πότμον ἐρικλαύτοιο κονίης·
ναί, λίτομαι, φίλε ταῦρε· παραιφασίην δὲ νοήσω,
πότμον ἐμὸν στενάχοντος ἀδακρύτου Διονύσου.
εἰ τεὸν ἡνιοχῆα κερασφόρον †ἡνιοχεύεις
εἴκελον εἶδος ἔχοντα τεῇ ταυρώπιδι μορφῇ,
γίνεο φωνήεις καὶ ἐμὸν μόρον εἰπὲ Λυαίῳ·
ταῦρε, τεῆς Δήμητρος ἀνάρσιε καὶ Διονύσου,
ἀχνυμένου Βρομίοιο συνάχνυται ὄμπνια Δηώ.
- τοῖον ἔπος ῥοδόεις νέος ἔννεπεν Ἄιδι γείτων
δύσμορος· ἀΐσσων δὲ ποδῶν διδυμάονι χηλῇ
οὔρεος ἄκρα κάρηνα δυσέμβατα λυσσαλέος βοῦς
ἡβητὴν προκάρηνον ἑῶν ἀπεσείσατο νώτων·
ἤριπε δ' αὐτοκύλιστος· ἐπ' ἀστραγάλου δὲ πεσόντος
λεπτὸν ὑποτρίζων ἐδιχάζετο δόχμιος αὐχήν·
καί μιν ὑπὲρ δαπέδοιο παλινδίνητον ἑλίξας
θηγαλέῃ γλωχῖνι κατεπρήνιξε κεραίης.
καὶ νέκυς ἦν ἀκάρηνος· ἀτυμβεύτοιο δὲ νεκροῦ
λευκὸν ἐρευθιόωντι δέμας φοινίσσετο λύθρῳ.
- καί τις ἰδὼν Σατύρων κεκονιμένον ὑψόθι γαίης
Ἄμπελον ἱμερόεντα δυσάγγελος ἤλυθε Βάκχῳ.
καὶ θεὸς εἰσαΐων ταχὺς ἔδραμεν εἴκελος αὔραις·
οὐ τόσον Ἡρακλέης δρόμον ἤνυεν, ὁππότε Νύμφαι
ἁβρὸν Ὕλαν φθονεροῖσι κατεκρύψαντο ῥεέθροις
νυμφίον ἰκμαλέῃ πεφυλαγμένον ἅρπαγι κούρῃ,
ὡς τότε Βάκχος ὄρουσεν ὀρίδρομος· ἐν δὲ κονίῃ
κείμενον ἔστενε κοῦρον ἅτε ζώοντα δοκεύων.
καί μιν ἀνεχλαίνωσε τὸν ἄπνοον, ὑψόθεν ὤμου
νεβρίδα καὶ ψυχροῖσιν ἐπὶ στέρνοισι καθάψας,
καὶ νέκυός περ ἐόντος ἐδήσατο ταρσὰ κοθόρνοις·
καὶ ῥόδα καὶ κρίνα πάσσε κατὰ χροός, ἀμφὶ δὲ χαίταις,
οἷα μινυνθαδίοιο δεδουπότος ὀξέι κέντρῳ,
ἄνθος ἀνῃώρησε ταχυφθιμένης ἀνεμώνης·
καὶ παλάμῃ πόρε θύρσον, ἑῷ δέ μιν ἔσκεπε πέπλῳ
πορφυρέῳ· καὶ δῶρον ἀκερσικόμοιο καρήνου
πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο μάρτυρι νεκρῷ
λοίσθιον· ἀμβροσίην δὲ λαβὼν παρὰ μητέρι Ῥείῃ
ὠτειλαῖς ἐπέχευεν, ὅθεν νέος εἶδος ἀμείψας
ἀμβροσίην εὔοδμον ἑῇ μετέθηκεν ὀπώρῃ.
καὶ νέκυος χαρίεντος ὑπὲρ δαπέδοιο ταθέντος
οὐ χλόος ἀμφεχύθη ῥοδόεν δέμας· ὠκυμόρου δὲ ...
καὶ πλόκαμοι χαρίεντες ἐρωτοτόκοιο καρήνου
αὔραις φειδομένῃσιν ἐπαιθύσσοντο προσώπῳ·
ἦν δέ τις ἱμερόεις κεκονιμένος. ἀμφὶ δὲ νεκρῷ
Σιληνοὶ στενάχιζον, ἐπωδύροντο δὲ Βάκχοι.
οὐδέ ἑ κάλλος ἔλειπε, καὶ εἰ θάνεν· ὡς Σάτυρος δὲ
κεῖτο νέκυς γελόωντι πανείκελος, οἷά περ αἰεὶ
χείλεσιν ἀφθόγγοισι χέων μελιηδέα φωνήν.
- καὶ νέκυν εἰσορόων κινυρὴν ἀνενείκατο φωνὴν
νηπενθὴς Διόνυσος, ἔχων ἀγέλαστον ὀπωπήν·
- Μοιράων πεσέτω φθονερὸν λίνον· ἦ ῥα καὶ αὐτοὶ
ταῦροι ἐπ' ἠιθέοις ζηλήμονες ὥς περ ἀῆται;
τίς Ζέφυρος μετὰ Φοῖβον ἐπέχραε καὶ Διονύσῳ;
ὄλβιος ἔπλετο Φοῖβος Ἀτύμνιος· ἠιθέου γὰρ
ἔλλαχεν οὔνομα τοῦτο· Θεραπναίου δὲ καὶ αὐτοῦ
φάρμακον ἡβητῆρος ἐπώνυμον ἄνθος ἀείρει,
αἴλινον ἐν πετάλοισιν ἐπιγράψας ὑακίνθου·
ποῖον ἔχω πλοκάμοις καὶ ἐγὼ στέφος, ἢ τίνα πάλλω
ἄνθεα φωνήεντα, παρήγορα παιδὸς ἀνίης;
ἀλλὰ τεοῦ θανάτου τιμήορος εἰς φόνον ἕλκων
ἄξομαι εἰς σέο τύμβον, ἀώριε, ταῦρον ἀλήτην.
οὐ μὲν ἐγὼ βουπλῆγι τεὸν κτείνοιμι φονῆα,
ὄφρα λάχῃ μόρον ἶσον ἀρασσομένοιο μετώπου
ταύροις σφαζομένοισιν, ἀναρρήξαιμι δὲ πικροῦ
ταύρου γαστέρα πᾶσαν ἐμῆς γλωχῖνι κεραίης,
ὅττι τανυκραίρῳ σε κατεπρήνιξεν ἀκωκῇ.
ὄλβιος Ἐννοσίγαιος, ἐπεί τινα γείτονα πάτρης
παιδὸς ἐμοῦ Φρύγα κοῦρον ἐφίλατο, τὸν δὲ κομίζων
χρύσεον εἰς Διὸς οἶκον ἀνήγαγεν ἀστὸν Ὀλύμπου,
καί οἱ, ὅτε σπεύδεσκεν ἐς ἱπποσύνην Ἀφροδίτης,
ὤπασεν ἄβροχον ἅρμα γαμοστόλον Ἱπποδαμείης.
μοῦνος ἐγὼ νέον ἔσχον ἀώριον· ἱμερόεις γὰρ
Ἄμπελος οὐ γάμον εἶδε βιοσσόον, οὐδ' ἐπὶ παστῷ
νυμφιδίην νέος οὗτος ἐμὴν ἔζευξεν ἀπήνην,
ἀλλὰ θανὼν λίπε πένθος ἀπενθήτῳ Διονύσῳ.
οὔ πώ μοι, φίλε κοῦρε, τεὸν στόμα κάλλιπε Πειθώ,
ἀλλὰ σέθεν φθιμένοιο καὶ ἄπνοα χείλεα ναίει·
καὶ νέκυός περ ἐόντος ἔτι στίλβουσι παρειαί,
ὀφθαλμοὶ γελόωσι καὶ εἰσέτι, διχθαδίης δὲ
εἰσέτι σῆς παλάμης χιονώδεές εἰσιν ἀγοστοί,
σοὺς δ' ἐρατοὺς πλοκάμους λιγυροὶ δονέουσιν ἀῆται·
οὐ ῥόδα σῶν μελέων θανατηφόρος ἔσβεσεν αὔρη,
ἀλλ' ἔτι σοι τάδε πάντα φυλάσσεται. ὤμοι Ἐρώτων,
τί χρέος ἦν, ἵνα ταῦρον ἀμείλιχον ἡνιοχεύσῃς;
εἴ σε διεπτοίησεν ἀελλοπόδων πόθος ἵππων,
τίπτε μοι οὐκ ἀγόρευες, ὅπως ἀπὸ γείτονος Ἴδης
ἐνθάδε δίφρον ἄγοιμι καὶ ἀρχαίης ἀπὸ φάτνης
Τρώιον εἰς σὲ κόμιζον ἐπουρανίων γένος ἵππων
πατρίδα συλήσας Γανυμήδεος, ὃν τρέφεν Ἴδη
σοὶ δέμας ἶσον ἔχοντα, τὸν ἀνδροφόνων ἀπὸ ταύρων
φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς·
εἰ ἐτεὸν μενέαινες ἐν οὔρεσι θῆρας ἐναίρειν,
τίπτε μοι οὐ κατέλεξας, ὅτι χρέος ἔπλετο δίφρου;
καί κεν ἐμῆς ἤλαυνες ἀπήμονα κύκλον ἀπήνης,
καί κεν ἐμῆς ἄψαυστα δεδεγμένος ἡνία Ῥείης
μειλιχίων ἀδόνητος ἐμάστιες ἅρμα λεόντων.
οὐκέτι σὺν Σατύροισιν ἐποίνιον ὕμνον ἀείδεις,
οὐκέτι Βασσαρίδεσσι φιλοκροτάλοισι κελεύεις,
οὐκέτι θηρεύοντι συναγρώσσεις Διονύσῳ.
ὤμοι, ὅτ' οὐκ Ἀίδης πέλεν ἤπιος, οὐδ' ἐπὶ νεκρῷ
δέχνυται ἀγλαὰ δῶρα βαθυπλούτοιο μετάλλου,
Ἄμπελον ὄφρα θανόντα πάλιν ζώοντα τελέσσω·
ὤμοι, ὅτ' οὐκ Ἀίδης ποτὲ πείθεται· ἢν δ' ἐθελήσῃ,
ὄλβον ὅλον στίλβοντα χαρίζομαι Ἠριδανοῖο
δένδρεα συλήσας ποταμήια, μαρμαρέην δὲ
ἄξομαι ἀστράπτουσαν Ἐρυθραίην λίθον Ἰνδῶν
ἀφνειῆς τ' Ἀλύβης ὅλον ἄργυρον, ἀντὶ δὲ νεκροῦ
παιδὸς ἐμοῦ χρύσειον ὅλον Πακτωλὸν ὀπάσσω.
- ὣς εἰπὼν στενάχιζε νέκυν γλυκύν· ἐν δὲ κονίῃ
κείμενον εἰσορόων πάλιν ἴαχε πενθάδι φωνῇ·
- Ζεῦ πάτερ, εἰ φιλέεις με, καὶ εἰ πόνον οἶδας ἐρώτων,
Ἄμπελον αὐδήεντα τίθει πάλιν εἰς μίαν ὥρην,
ὑστάτιον καὶ μοῦνον ὅπως ἕνα μῦθον ἐνίψῃ·
'τί στενάχεις, Διόνυσε, τὸν οὐ στοναχῇσιν ἐγείρεις;
οὔατά μοι παρέασι, καὶ οὐ βοόωντος ἀκούω,
ὄμματά μοι παρέασι, καὶ οὐ στενάχοντα δοκεύω·
νηπενθὴς Διόνυσος, ἐμοὶ μὴ δάκρυα λείβῃς,
ἀλλὰ τεὸν λίπε πένθος, ἐπεὶ φονίῃ παρὰ πηγῇ
Νηιάδες στενάχουσι καὶ οὐ Νάρκισσος ἀκούει,
Ἡλιάδων Φαέθων κινυρὴν οὐκ οἶδεν ἀνίην.'
ὤμοι, ὅτ' οὔ με φύτευσε πατὴρ βροτόν, ὄφρα κεν εἴην
σύννομος ἠιθέῳ καὶ ἐν Ἄιδι, μηδ' ἐνὶ Λήθῃ
Ἄμπελον ἱμερόεντα δεδουπότα μοῦνον ἐάσσω.
εἰς πόθον ἠιθέοιο μακάρτερός ἐστιν Ἀπόλλων
οὔνομα παιδὸς ἔχων πεφιλημένον· αἴθε καὶ αὐτὸς
εἴην Ἀμπελόεις, Ὑακίνθιος ὥς περ Ἀπόλλων.
ὑπνώεις τέο μέχρι, καὶ οὐκέτι, κοῦρε, χορεύεις;
εἰς προχοὰς ποταμοῖο τί σήμερον οὐκέτι βαίνεις
κάλπιν ἔχων εὔυδρον; ὀρεσσαύλῳ δ' ἐνὶ λόχμῃ
ἠθάδος ὀρχηθμοῖο τεὴ πάλιν ἤλυθεν ὥρη.
εἰ κοτέεις, φίλε κοῦρε, ποθοβλήτῳ Διονύσῳ,
φθέγγεο Σιληνοῖσιν, ὅπως σέο μῦθον ἀκούσω.
εἴ σε λέων ἐδάμασσεν, ἐγὼ ξύμπαντας ὀλέσσω,
πάντας, ὅσους Τμώλοιο φέρει λέπας, οὐδὲ λεόντων
Ῥείης ἡμετέρης ποτὲ φείσομαι, ἀλλὰ δαμάσσω,
εἰ βλοσυραῖς γενύεσσι τεοὶ γεγάασι φονῆες·
πόρδαλις εἰ πρήνιξε τεὸν δέμας, ἄνθος Ἐρώτων,
οὐκέτι πορδαλίων δέμας αἰόλον ἡνιοχεύσω·
ἄλλοι θῆρες ἔασιν, ὅλης δ' ἐπιήρανος ἄγρης
Ἄρτεμις ἐξ ἐλάφων κεραελκέα δίφρον ἐλαύνει·
νεβρίδα πέπλον ἔχων ἐποχήσομαι ἅρματι νεβρῶν·
εἴ σε σύες κατέπεφνον ἀναιδέες, εἰν ἑνὶ μάρψας
πάντας ἐγὼ κτείνοιμι, καὶ οὐχ ἕνα μοῦνον ἐάσσω
κάπρον ἔτι ζώοντα λελειμμένον Ἰοχεαίρῃ·
εἰ δέ σε ταῦρος ἔπεφνεν ἀτάσθαλος, ὀξέι θύρσῳ
ταυρείην προθέλυμνον ἀιστώσαιμι γενέθλην.
- ὣς ὁ μὲν ἐστενάχιζεν. Ἔρως δέ οἱ ἐγγύθεν ἔστη
Σιληνοῦ λασίοιο φέρων κεραελκέα μορφήν,
θύρσον ἔχων, καὶ στικτὸν ἐπὶ χροῒ δέρμα καθάψας
γηροκόμῳ νάρθηκι δέμας στηρίζετο βάκτρῳ·
καὶ Βρομίῳ γοόωντι παρήγορον ἴαχε φωνήν·
- ἄλλῳ λῦσον ἔρωτι τεῶν σπινθῆρας ἐρώτων
εἰς νέον ἡβητῆρα μετάτροπον οἶστρον ἀμείψας,
λησάμενος φθιμένοιο· παλαιοτέροιο γὰρ αἰεὶ
φάρμακόν ἐστιν ἔρωτος ἔρως νέος· οὐ γὰρ ὀλέσσαι
ὁ χρόνος οἶδεν ἔρωτα, καὶ εἰ μάθε πάντα καλύπτειν.
εἰ δὲ τεῆς ἐθέλεις ὀδυνήφατον ἄλκαρ ἀνίης,
φέρτερον ἄμφεπε παῖδα· πόθος πόθον οἶδε μαραίνειν.
καὶ Ζέφυρον κλονέεσκε Λάκων νέος· ἀλλὰ θανόντος
ἡβητὴν Κυπάρισσον ἰδὼν ἐρατεινὸς ἀήτης
εὗρεν Ἀμυκλαίοιο παραιφασίην Ὑακίνθου.
ἢν ἐθέλῃς, ἐρέεινε φυτηκόμον· ἐν δαπέδῳ γὰρ
κείμενον ἀθρήσας κεκονιμένον ἄνθος ἀροτρεὺς
φάρμακον ὀλλυμένοιο νεώτερον ἄλλο φυτεύει.
κλῦθι, παλαιγενέων μερόπων ἵνα μῦθον ἐνίψω·
ἁβρὸς ἕην ποτὲ κοῦρος, ὑπέρτερος ἥλικος ἥβης,
Μαιάνδρου παρὰ χεῦμα πολυσχιδέος ποταμοῖο,
εἴδεϊ λεπταλέῳ ταναὸς πόδας, ὀξὺς ἐθείρας,
ἰθυτενής, ἀνίουλος· ἐπ' ἀμφοτέραις δὲ παρειαῖς
αὐτοφυὴς Χάρις ἦεν ἐπισκαίρουσα προσώπου
ὄμμασιν αἰδομένοισιν, ἀπὸ βλεφάρων δέ οἱ αἰεὶ
κάλλος ὀιστεύοντος ἑκηβόλος ἔρρεεν αἴγλη·
καὶ δέμας εἶχε γάλακτι πανείκελον, ἀμφὶ δὲ λευκῷ
ἀκροφανὲς πόρφυρε ῥόδον διδυμόχροϊ ταρσῷ.
τὸν Κάλαμον καλέεσκε πατὴρ φίλος, ὃς διὰ γαίης
νειόθι κυμαίνων σκολιὸν ῥόον εἰς φάος ἕλκων,
ἑρπύζων ἀίδηλος ὑπὸ χθόνα λοξὸς ὁδίτης,
ὀξὺς ἀναθρῴσκων ὑπερίσχεται αὐχένα γαίης,
ἐνδόμυχος Μαίανδρος ἄγων ὑποκόλπιον ὕδωρ.
τοῖος ἔην ἐρόεις Κάλαμος ταχύς. ἠιθέῳ δὲ
ἱμερτῷ ῥοδόπηχυς ὁμήλικι τέρπετο Καρπῷ,
ὃς τόσον ἔλλαχε κάλλος, ὃ μὴ βροτὸς ἔλλαχεν ἀνήρ·
εἰ γὰρ ἔην νέος οὗτος ἐπὶ προτέρων ποτὲ φωτῶν,
καί κεν ἐυσμήριγγος ἐγίνετο νυμφίος Ἠοῦς,
φέρτερον εἶδος ἔχων, ῥοδέῳ χροῒ μοῦνος ἐλέγξας
ἀγλαΐην Κεφάλοιο καὶ Ὠρίωνος ὀπωπήν·
οὐδέ κεν εὐκάρπῳ παλάμῃ πηχύνατο Δηὼ
νυμφίον Ἰασίωνα, καὶ Ἐνδυμίωνα Σελήνη·
ἀλλὰ νέος τάχα κεῖνος ἀρείονος εἵνεκα μορφῆς
εἷς πόσις ἀμφοτέρων νυμφεύσατο λέκτρα θεάων,
Δηοῦς ξανθοκόμου μεθέπων πολυλήιον εὐνήν,
καὶ ξυνὴν ὁμόλεκτρον ἔχων ζηλήμονα Μήνην.
τοῖος ἔην ἐρόεις Καλάμῳ φίλος, ἄνθος Ἐρώτων,
κάλλος ἔχων· ἄμφω δὲ συνήλικες ὑψόθεν ὄχθης
γείτονος ἑψιόωντο πολυγνάμπτου ποταμοῖο.
τοῖσι μὲν ἔσκε δίαυλος ἕλιξ δρόμος, ἀμφοτέροις δὲ
ἦεν ἔρις· Κάλαμος μὲν ἐπέτρεχεν εἴκελος αὔραις,
καὶ πτελέην βαλβῖδα φέρων καὶ νύσσαν ἐλαίην
ἠιόνας ποταμοῖο διέδραμεν ἄκρον ἀπ' ἄκρου ...
καὶ Κάλαμος ταχύγουνος ἑκούσιος ἤριπε γαίῃ,
καὶ Καρπῷ χαρίεντι θελήμονα κάλλιπε νίκην.
παιδὶ δὲ λουομένῳ συνελούετο κοῦρος ἀθύρων·
καὶ πάλιν εἴκελον ἄλλον ἐν ὕδασιν εἶχον ἀγῶνα·
καὶ βραδὺς ἐν προχοῇσιν ἐνήχετο Καρπὸν ἐάσσας
πρόσθε μολεῖν, ἵνα χερσὶν ὀπίστερος οἴδματα τέμνων
Καρποῦ νηχομένοιο παρὰ σφυρὰ δεύτερος ἔλθῃ
ἠιθέου προθέοντος ἐλεύθερα νῶτα δοκεύων.
καὶ διερῆς βαλβῖδος ἔην δρόμος· ἤρισαν ἄμφω,
τίς τίνα νικήσειεν, ὅπως παλινόστιμος ἔλθῃ
ὄχθης ἀμφοτέρης διδυμάονα νύσσαν ἀμείβων
γαῖαν ἐς ἀντιπέραιαν ἐρεσσομένων παλαμάων·
καὶ προχοὴν ὁδὸν εἶχεν· ἀεὶ δέ οἱ ἐγγὺς ἱκάνων
κοῦρος ἐπειγομένης παλάμης πεφιδημένος ὁρμῆς
νηχομένων σκοπίαζε ῥοδόχροα δάκτυλα χειρῶν·
καὶ Κάλαμος προκέλευθος ἑὴν ἀνεσείρασεν ὁρμήν,
ἠιθέῳ δ' ὑπόειξε· καὶ ἔδραμε χεῖρας ἐρέσσων
κοῦρος ἀελλήεις, ὑπὲρ οἴδματος αὐχένα τείνων·
καί νύ κεν ἐκ ῥοθίων ἐπεβήσατο Καρπὸς ἀρούρης,
καὶ μετὰ χερσαίην ποταμηίδα δύσατο νίκην,
ἀλλά μιν ἀντικέλευθος ἀνεστυφέλιξεν ἀήτης
καὶ γλυκὺν ἔκτανε κοῦρον ἀμείλιχος· ἠιθέου γὰρ
οἰγομένῳ νήριθμον ὕδωρ ἐπεσύρετο λαιμῷ.
καὶ Κάλαμος φθονεροῖο φυγὼν ἀνέμοιο θυέλλας
ἔκτοθεν ἡβητῆρος ἐδύσατο γείτονας ἀκτάς·
καὶ φίλον οὐ παρεόντα καὶ οὐκ ἀίοντα νοήσας
ἱμερόεν στενάχων κινυρῇ βρυχήσατο φωνῇ·
'Νηιάδες, φθέγξασθε, τίς ἥρπασε Καρπὸν ἀήτης;
ναί, λίτομαι, πυμάτην δότε μοι χάριν, ἔλθετε πηγὴν
εἰς ἑτέρην, καὶ πατρὸς ἐμοῦ θανατηφόρον ὕδωρ
φεύγετε, μηδὲ πίητε ῥόον Καρποῖο φονῆα.
οὐ μὲν ἐμὸς γενέτης νέον ἔκτανεν· ἀλλὰ μεγαίρων
καὶ Καλάμῳ μετὰ Φοῖβον ἀπώλεσε Καρπὸν ἀήτης,
καὶ τάχα μιν ποθέων ζηλήμονι τύψεν ἀέλλῃ,
ἠιθέῳ μετὰ δίσκον ἄγων ἀντίπνοον αὔρην.
οὔ πω ἐμὸς προχοῇσι λελουμένος ἄνθορεν ἀστήρ,
οὔ πω ἐμὸς σελάγιζεν Ἑωσφόρος· ἀλλὰ ῥεέθροις
Καρποῦ δυομένοιο, τί μοι φάος εἰσέτι λεύσσειν;
Νηιάδες, φθέγξασθε, τίς ἔσβεσε φέγγος Ἐρώτων;
δηθύνεις ἔτι, κοῦρε; τί σοι τόσον εὔαδεν ὕδωρ;
κρείσσονα μὴ φίλον εὗρες ἐν ὕδασι, τῷ παραμίμνων
δειλαίου Καλάμοιο πόθους ἔρριψας ἀήταις;
εἰ μία Νηιάδων σε δυσίμερος ἥρπασε Νύμφη,
ἔννεπε, καὶ πάσῃσι κορύσσομαι· εἰ δέ σε τέρπει
γνωτῆς ἡμετέρης γαμίων ὑμέναιος Ἐρώτων,
εἰπέ, καὶ ἐν προχοῇσιν ἐγὼ σέο παστὸν ἀνάψω.
- Καρπέ, παραπλώεις με λελασμένος ἠθάδος ὄχθης;
κάμνον ἐγὼ καλέων σε, καὶ οὐ βοόωντος ἀκούεις.
- εἰ Νότος, εἰ θρασὺς Εὖρος ἐπέπνεεν, αὐτὸς ἀλάσθω
νηλειὴς ἀχόρευτος, ἀτάσθαλος ἐχθρὸς Ἐρώτων·
εἰ Βορέης σε δάμασσεν, ἐς Ὠρείθυιαν ἱκάνω.
εἰ δέ σε κῦμα κάλυψε καὶ οὐκ ᾐδέσσατο μορφήν,
καί σε πατὴρ ἐμὸς εἷλεν ἀφειδέι κύματος ὁλκῷ,
ὕδασιν ἀνδροφόνοισιν ἑὸν καὶ παῖδα δεχέσθω,
καὶ Κάλαμον κρύψειεν ὀλωλότος ἐγγύθι Καρποῦ.
ἀλλὰ πεσὼν προκάρηνος, ὅπῃ θάνε Καρπὸς ἀλήτης,
σβέσσω θερμὸν ἔρωτα πιὼν Ἀχερούσιον ὕδωρ.'
εἶπεν ἀναβλύζων βλεφάρων ῥόον· ἀμφὶ δὲ νεκρῷ
κυανέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,
ἣν τρέφεν, ἣν κομέεσκε, καὶ ὤρεγε πενθάδα χαίτην
Μαιάνδρῳ γενετῆρι, καὶ ὑστατίην φάτο φωνήν·
'δέξο μετὰ πλοκάμους καὶ ἐμὸν δέμας· οὐ δύναμαι γὰρ
εἰς μίαν ἠριγένειαν ἰδεῖν φάος ἔκτοθι Καρποῦ·
Καρπῷ καὶ Καλάμῳ βιοτὴ μία, καὶ λάχον ἄμφω
εἴκελον οἶστρον Ἔρωτος ἐπὶ χθονός· ὑδατόεις δὲ
εἷς μόρος ἀμφοτέροισι καὶ ἐν προχοῇσι γενέσθω.
τεύξατε, Νηϊάδες, ποταμηΐδος ὑψόθεν ὄχθης
ἄκριτον ἀμφοτέροισι κενήριον, ἀμφὶ δὲ τύμβῳ
γράμμασι πενθαλέοισιν ἔπος κεχαραγμένον ἔστω·
'Καρποῦ καὶ Καλάμοιο πέλω τάφος, οὓς πάρος ἄμφω
ἀλλήλους ποθέοντας ἀμείλιχον ἔκτανεν ὕδωρ.'
καὶ Καλάμῳ δυσέρωτι, κασιγνήτῳ περ ἐόντι,
βαιὸν ἕνα θνήσκοντι δαΐξατε βότρυν ἐθείρης,
καὶ πλοκάμους ξύμπαντας ὀλωλότι κείρατε Καρπῷ.'
εἶπε, καὶ αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ
πατρὸς ἀναινομένοιο πιὼν παιδοκτόνον ὕδωρ.
καὶ Κάλαμος καλάμοισιν ἐπώνυμον ὤπασε μορφὴν
ἰσοφυῆ, καὶ Καρπὸς ἀέξετο καρπὸς ἀρούρης.
- τοῖα παρηγορέων φιλίῳ μειλίξατο μύθῳ
θοῦρος Ἔρως, γλυκὺ κέντρον ἐλαφρίζων Διονύσῳ.
- καὶ κινυρῇ πολὺ μᾶλλον ἱμάσσετο θυμὸν ἀνίῃ
ἠιθέου διὰ πότμον ἀώριον. ‑ ἀσταθέος δὲ
θυγατέρες λυκάβαντος, ἀελλοπόδοιο τοκῆος,
εἰς δόμον Ἠελίοιο ῥοδώπιδες ἤιον Ὧραι·
ὧν ἡ μὲν νιφόεντι κατάσκιος ἀμφὶ προσώπῳ
λεπταλέον πέμπουσα κελαινεφέος σέλας αἴγλης
ψυχρὰ χαλαζήεντι συνήρμοσε ταρσὰ πεδίλῳ,
καὶ διερῷ πλοκαμῖδας ἐπισφίγξασα καρήνῳ
ὀμβροτόκῳ κρήδεμνον ἐπεσφήκωσε μετώπῳ,
καὶ χλοερὸν στέφος εἶχε καρήατι, χιονέῃ δὲ
στήθεα παχνήεντα κατέσκεπε λευκάδι μίτρῃ·
ἡ δὲ χελιδονίων ἀνέμων τερψίμβροτον αὔρην
ἔπτυε φυσιόωσα, φιλοζεφύρου δὲ καρήνου
εἰαρινὴν δροσόεντι κόμην μιτρώσατο δεσμῷ,
ἀνθεμόεν γελόωσα, διαιθύσσουσα δὲ πέπλου
ὄρθριον οἰγομένοιο ῥόδου δολιχόσκιον ὀδμὴν
διπλόον ἔπλεκε κῶμον Ἀδώνιδι καὶ Κυθερείῃ·
ἄλλη ἅμα γνωτῇσι θαλυσιὰς ἔστιχεν Ὥρη,
καὶ στάχυν ἀκροκόμοισι περιφρίσσοντα κορύμβοις
δεξιτερῇ κούφιζε καὶ ὀξυτόμου γένυν ἅρπης
ἄγγελον ἀμητοῖο, δέμας δ' ἐσφίγγετο κούρη
ἀργενναῖς ὀθόνῃσιν, ἑλισσομένης δὲ χορείῃ
φαίνετο λεπταλέοιο δι' εἵματος ὄργια μηρῶν,
καὶ νοτεροὺς ἱδρῶτας ἀνιεμένοιο προσώπου
θερμοτέρῳ Φαέθοντι καθικμαίνοντο παρειαί·
ἄλλη δ' εὐαρότοιο προηγήτειρα χορείης
θαλλὸν ἐλαιήεντα λιπότριχι δήσατο κόρσῃ
ἑπταπόρου ποταμοῖο διάβροχον ὕδασι Νείλου,
καὶ ψεδνὴν μεθέπουσα μαραινομένην τρίχα κόρσης
καρφαλέον δέμας εἶχεν, ἐπεὶ φθινοπωρὶς ἐοῦσα
φυλλοχόοις ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην·
οὔ πω γὰρ χρυσέων ἑλίκων πλεκτοῖσι κορύμβοις
βότρυες ἀμπελόεντες ἐπέρρεον αὐχένι νύμφης,
οὐδέ μιν οἰνωθεῖσα φιλακρήτῳ παρὰ ληνῷ
πορφυρέης ἐμέθυσσε Μαρωνίδος ἰκμὰς ἐέρσης,
οὐδὲ παλινδίνητος ἀνέδραμε κισσὸς ἀλήτης·
ἀλλὰ τότε χρόνος ἦλθε μεμορμένος, οὗ χάριν αὐταὶ
εἰς δόμον Ἠελίοιο συνήλυδες ἔδραμον Ὧραι.