10623 1124 29 35 33 486 412 a. C. Tragedia Euripides Helena Diggle, J., Oxford, Clarendon Press, 1994. 227

EURIPIDES - Helena - ΕΛΕΝΗ

ΕΛΕΝΗ

Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,

ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον

λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.

Πρωτεὺς δ' ὅτ' ἔζη τῆσδε γῆς τύραννος ἦν,

   5[Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δ' ἄναξ,]

ὃς τῶν κατ' οἶδμα παρθένων μίαν γαμεῖ,

Ψαμάθην, ἐπειδὴ λέκτρ' ἀφῆκεν Αἰακοῦ.

τίκτει δὲ τέκνα δισσὰ τοῖσδ' ἐν δώμασιν,

Θεοκλύμενον ἄρσεν' [ὅτι δὴ†θεοὺς σέβων

  10βίον διήνεγκ'] εὐγενῆ τε παρθένον

Εἰδώ, τὸ μητρὸς ἀγλάισμ', ὅτ' ἦν βρέφος·

ἐπεὶ δ' ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,

καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ

τά τ' ὄντα καὶ μέλλοντα πάντ' ἠπίστατο,

  15προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.

ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος

Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ

λόγος τις ὡς Ζεὺς μητέρ' ἔπτατ' εἰς ἐμὴν

Λήδαν κύκνου μορφώματ' ὄρνιθος λαβών,

  20ὃς δόλιον εὐνὴν ἐξέπραξ' ὑπ' αἰετοῦ

δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·

Ἑλένη δ' ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ

λέγοιμ' ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι

Ἰδαῖον ἐς κευθμῶν' Ἀλέξανδρον πάρα,

  25Ἥρα Κύπρις τε διογενής τε παρθένος,

μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.

τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,

Κύπρις προτείνασ' ὡς Ἀλέξανδρος γαμεῖ,

νικᾶι. λιπὼν δὲ βούσταθμ' Ἰδαῖος Πάρις

  30Σπάρτην ἀφίκεθ' ὡς ἐμὸν σχήσων λέχος.

Ἥρα δὲ μεμφθεῖσ' οὕνεκ' οὐ νικᾶι θεὰς

ἐξηνέμωσε τἄμ' Ἀλεξάνδρωι λέχη,

δίδωσι δ' οὐκ ἔμ' ἀλλ' ὁμοιώσασ' ἐμοὶ

εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσ' ἄπο

  35Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μ' ἔχειν,

κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δ' αὖ Διὸς

βουλεύματ' ἄλλα τοῖσδε συμβαίνει κακοῖς·

πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ

καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν

  40πλήθους τε κουφίσειε μητέρα χθόνα

γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.

Φρυγῶν δ' ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,

τὸ δ' ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.

λαβὼν δέ μ' Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος

  45νεφέληι καλύψας ‑ οὐ γὰρ ἠμέλησέ μου

Ζεύς ‑ τόνδ' ἐς οἶκον Πρωτέως ἱδρύσατο,

πάντων προκρίνας σωφρονέστατον βροτῶν,

ἀκέραιον ὡς σώσαιμι Μενέλεωι λέχος.

κἀγὼ μὲν ἐνθάδ' εἴμ', ὁ δ' ἄθλιος πόσις

  50στράτευμ' ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς

θηρᾶι πορευθεὶς Ἰλίου πυργώματα.

ψυχαὶ δὲ πολλαὶ δι' ἔμ' ἐπὶ Σκαμανδρίοις

ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσ' ἐγὼ

κατάρατός εἰμι καὶ δοκῶ προδοῦσ' ἐμὸν

  55πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.

τί οὖν ἔτι ζῶ; θεοῦ τόδ' εἰσήκουσ' ἔπος

Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον

Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον

οὐκ ἦλθον, ἢν μὴ λέκτρ' ὑποστρώσω τινί.

  60ἕως μὲν οὖν φῶς ἡλίου τόδ' ἔβλεπεν

Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς

σκότωι κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος

θηρᾶι γαμεῖν με. τὸν πάλαι δ' ἐγὼ πόσιν

τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε

  65ἱκέτις, ἵν' ἀνδρὶ τἀμὰ διασώσηι λέχη,

ὡς, εἰ καθ' Ἑλλάδ' ὄνομα δυσκλεὲς φέρω,

μή μοι τὸ σῶμά γ' ἐνθάδ' αἰσχύνην ὄφληι.

ΤΕΥΚΡΟΣ

τίς τῶνδ' ἐρυμνῶν δωμάτων ἔχει κράτος;

Πλούτωι γὰρ οἶκος ἄξιος προσεικάσαι

  70βασίλειά τ' ἀμφιβλήματ' εὔθριγκοί θ' ἕδραι.

ἔα·

ὦ θεοί, τίν' εἶδον ὄψιν; ἐχθίστης ὁρῶ

γυναικὸς εἰκὼ φόνιον, ἥ μ' ἀπώλεσεν

πάντας τ' Ἀχαιούς. θεοί σ', ὅσον μίμημ' ἔχεις

  75Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ 'ν ξένηι

γαίαι πόδ' εἶχον, τῶιδ' ἂν εὐστόχωι πτερῶι

ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.

Ελ. τί δ', ὦ ταλαίπωρ', ὅστις εἶ μ' ἀπεστράφης

καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;

  80Τε. ἥμαρτον· ὀργῆι δ' εἶξα μᾶλλον ἤ μ' ἐχρῆν·

μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.

σύγγνωθι δ' ἡμῖν τοῖς λελεγμένοις, γύναι.

Ελ. τίς δ' εἶ; πόθεν γῆς τῆσδ' ἐπεστράφης πέδον;

Τε. εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων ...

  85Ελ. οὔ τἄρα σ' Ἑλένην εἰ στυγεῖς θαυμαστέον.

[ἀτὰρ τίς εἶ πόθεν; τίνος ἐξαυδᾶν σε χρή;

Τε. ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ

Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.

Ελ. τί δῆτα Νείλου τούσδ' ἐπιστρέφηι γύας;]

  90Τε. φυγὰς πατρώιας ἐξελήλαμαι χθονός.

Ελ. τλήμων ἂν εἴης· τίς δέ σ' ἐκβάλλει πάτρας;

Τε. Τελαμὼν ὁ φύσας· τίν' ἂν ἔχοις μᾶλλον φίλον;

Ελ. ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.

Τε. Αἴας μ' ἀδελφὸς ὤλεσ' ἐν Τροίαι θανών.

  95Ελ. πῶς; οὔ τί που σῶι φασγάνωι βίου στερείς;

Τε. οἰκεῖον αὐτὸν ὤλεσ' ἅλμ' ἐπὶ ξίφος.

Ελ. μανέντ'; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδ' ἄν;

Τε. τὸν Πηλέως τιν' οἶσθ' Ἀχιλλέα γόνον;

Ελ. ναί·

μνηστήρ ποθ' Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.

 100Τε. θανὼν ὅδ' ὅπλων ἔριν ἔθηκε συμμάχοις.

Ελ. καὶ δὴ τί τοῦτ' Αἴαντι γίγνεται κακόν;

Τε. ἄλλου λαβόντος ὅπλ' ἀπηλλάχθη βίου.

Ελ. σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;

Τε. ὁθούνεκ' αὐτῶι ‹γ'› οὐ ξυνωλόμην ὁμοῦ.

 105Ελ. ἦλθες γάρ, ὦ ξέν', Ἰλίου κλεινὴν πόλιν;

Τε. καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.

Ελ. ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;

Τε. ὥστ' οὐδ' ἴχνος γε τειχέων εἶναι σαφές.

Ελ. ὦ τλῆμον Ἑλένη, διὰ σ' ἀπόλλυνται Φρύγες.

 110Τε. καὶ πρός γ' Ἀχαιοί· μεγάλα δ' εἴργασται κακά.

Ελ. πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;

Τε. ἑπτὰ σχεδόν τι καμπίμους ἐτῶν κύκλους.

Ελ. χρόνον δ' ἐμείνατ' ἄλλον ἐν Τροίαι πόσον;

Τε. πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.

 115Ελ. ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;

Τε. Μενέλαος αὐτὴν ἦγ' ἐπισπάσας κόμης.

Ελ. εἶδες σὺ τὴν δύστηνον, ἢ κλυὼν λέγεις;

Τε. ὥσπερ σέ γ', οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.

Ελ. σκόπει δὲ μὴ δόκησιν εἴχετ' ἐκ θεῶν.

 120Τε. ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.

[Ελ. οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;

Τε. αὐτὸς γὰρ ὄσσοις εἰδόμην, καὶ νοῦς ὁρᾶι.]

Ελ. ἤδη δ' ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;

Τε. οὔκουν ἐν Ἄργει ‹γ'› οὐδ' ἐπ' Εὐρώτα ῥοαῖς.

 125Ελ. αἰαῖ· κακὸν τόδ' εἶπας οἷς κακὸν λέγεις.

Τε. ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλήιζεται.

Ελ. οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;

Τε. ἦν, ἀλλὰ χειμὼν ἄλλοσ' ἄλλον ὥρισεν.

Ελ. ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;

 130Τε. μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.

Ελ. κἀκ τοῦδε Μενέλεων οὔτις οἶδ' ἀφιγμένον;

Τε. οὐδείς· θανὼν δὲ κλήιζεται καθ' Ἑλλάδα.

Ελ. ἀπωλόμεσθα· Θεστιὰς δ' ἔστιν κόρη;

Τε. Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.

 135Ελ. οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;

Τε. φασίν, βρόχωι γ' ἅψασαν εὐγενῆ δέρην.

Ελ. οἱ Τυνδάρειοι δ' εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;

Τε. τεθνᾶσι κοὐ τεθνᾶσι· δύο δ' ἐστὸν λόγω.

Ελ. πότερος ὁ κρείσσων; ὦ τάλαιν' ἐγὼ κακῶν.

 140Τε. ἄστροις σφ' ὁμοιωθέντε φάσ' εἶναι θεώ.

Ελ. καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;

Τε. σφαγαῖς ἀδελφῆς οὕνεκ' ἐκπνεῦσαι βίον.

ἅλις δὲ μύθων· οὐ διπλᾶ χρήιζω στένειν.

ὧν δ' οὕνεκ' ἦλθον τούσδε βασιλείους δόμους,

 145τὴν θεσπιωιδὸν Θεονόην χρήιζων ἰδεῖν,

σὺ προξένησον, ὡς τύχω μαντευμάτων

ὅπηι νεὼς στείλαιμ' ἂν οὔριον πτερὸν

ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μ' ἐθέσπισεν

οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν

 150Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.

Ελ. πλοῦς, ὦ ξέν', αὐτὸς σημανεῖ· σὺ δ' ἐκλιπὼν

γῆν τήνδε φεῦγε, πρίν σε παῖδα Πρωτέως

ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ

κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·

 155κτείνει γὰρ Ἕλλην' ὅντιν' ἂν λάβηι ξένον.

ὅτου δ' ἕκατι μήτε σὺ ζήτει μαθεῖν

ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;

Τε. καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι

ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.

 160Ἑλένηι δ' ὅμοιον σῶμ' ἔχουσ' οὐ τὰς φρένας

ἔχεις ὁμοίας ἀλλὰ διαφόρους πολύ.

κακῶς ὄλοιτο μηδ' ἐπ' Εὐρώτα ῥοὰς

ἔλθοι· σὺ δ' εἴης εὐτυχὴς ἀεί, γύναι.

Ελ. ὦ μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον

 165ποῖον ἁμιλλαθῶ γόον ἢ τίνα μοῦσαν ἐπέλθω

δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.

πτεροφόροι νεάνιδες,

παρθένοι Χθονὸς κόραι,

Σειρῆνες, εἴθ' ἐμοῖς

 170γόοις μόλοιτ' ἔχουσαι Λίβυν

λωτὸν ἢ σύριγγας ἢ

φόρμιγγας αἰλίνοις κακοῖς†

τοῖς ἐμοῖσι σύνοχα δάκρυα,

πάθεσι πάθεα, μέλεσι μέλεα,

μουσεῖα θρηνήμα-

σι ξυνωιδά, πέμψαιτε

 175Φερσέφασσα φονία χάριτας†

ἵν' ἐπὶ δάκρυσι παρ' ἐμέθεν ὑπὸ

μέλαθρα νύχια παιᾶνα

νέκυσιν ὀλομένοις λάβηι.

ΧΟΡΟΣ

κυανοειδὲς ἀμφ' ὕδωρ

 180ἔτυχον ἕλικά τ' ἀνὰ χλόαν

φοίνικας ἁλίωι

πέπλους χρυσέαισιν αὐγαῖς

θάλπουσ'†

ἀμφὶ δόνακος ἔρνεσιν·

ἔνθεν οἰκτρὸν ὅμαδον ἔκλυον,

 185ἄλυρον ἔλεγον, ὅτι ποτ' ἔλακεν

‹ ˉˉ˘› αἰάγμα-

σι στένουσα νύμφα τις

οἷα Ναῒς ὄρεσι φυγάδα

γάμων†ἱεῖσα γοερόν, ὑπὸ δὲ

πέτρινα γύαλα κλαγγαῖσι

 190Πανὸς ἀναβοᾶι γάμους.

Ελ. ὦ θήραμα βαρβάρου πλάτας,

Ἑλλανίδες κόραι,

ναύτας Ἀχαιῶν τις

 195ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων·

Ἰλίου κατασκαφαὶ

πυρὶ μέλουσι δαΐωι

δι' ἐμὲ τὰν πολυκτόνον,

δι' ἐμὸν ὄνομα πολύπονον,

 200Λήδα δ' ἐν ἀγχόναις

θάνατον ἔλαβεν αἰσχύ-

νας ἐμᾶς ὑπ' ἀλγέων,

ὁ δ' ἐμὸς ἐν ἁλὶ πολυπλανὴς

πόσις ὀλόμενος οἴχεται,

 205Κάστορός τε συγγόνου τε

διδυμογενὲς ἄγαλμα πατρίδος

ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-

λοιπε δάπεδα γυμνάσιά τε

δονακόεντος Εὐρώ-

 210τα, νεανιᾶν πόνον.

Χο. αἰαῖ δαίμονος πολυστόνου

μοίρας τε σᾶς, γύναι.

αἰὼν δυσαίων τις

ἔλαχεν ἔλαχεν, ὅτε σ' ἐτέκετο ματρόθεν

 215χιονόχρωι κύκνου πτερῶι

Ζεὺς πρέπων δι' αἰθέρος.

τί γὰρ ἄπεστί σοι κακῶν;

τί δ' ἀνὰ βίοτον οὐκ ἔτλας;

μάτηρ μὲν οἴχεται,

 220δίδυμά τε Διὸς οὐκ εὐ-

δαιμονεῖ τέκεα φίλα,

χθόνα δὲ πάτριον οὐχ ὁρᾶις,

διὰ δὲ πόλιας ἔρχεται

βάξις ἅ σε βαρβάροισι,

 225πότνια, παραδίδωσι λέχεσιν,

ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-

λοιπε βίοτον, οὐδέ ποτ' ἔτι

πάτρια μέλαθρα καὶ τὰν

Χαλκίοικον ὀλβιεῖ.

Ελ. φεῦ φεῦ, τίς ἢ Φρυγῶν

 230ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς

ἔτεμε τὰν δακρυόεσσαν

Ἰλίωι πεύκαν;

ἔνθεν ὀλόμενον σκάφος

συναρμόσας ὁ Πριαμίδας

ἔπλευσε βαρβάρωι πλάται

 235τὰν ἐμὰν ἐφ' ἑστίαν

[ἐπὶ τὸ δυστυχέστατον

κάλλος ὡς ἕλοι γάμων ἐμῶν]

ἅ τε δόλιος ἁ πολυκτόνος Κύπρις

Δαναΐδαις ἄγουσα θάνατον [Πριαμίδαις]·

 240ὦ τάλαινα συμφορᾶς.

ἁ δὲ χρυσέοις θρόνοισι

Διὸς ὑπαγκάλισμα σεμνὸν

Ἥρα τὸν ὠκύπουν

ἔπεμψε Μαιάδος γόνον·

ὅς με χλοερὰ δρεπομέναν ἔσω πέπλων

 245ῥόδεα πέταλα Χαλκίοικον

ὡς Ἀθάναν μόλοιμ'

ἀναρπάσας δι' αἰθέρος

τάνδε γαῖαν εἰς ἄνολβον

ἔριν ἔριν τάλαιναν ἔθετο

Πριαμίδαισιν Ἑλλάδος.

 250τὸ δ' ἐμὸν ὄνομα παρὰ Σιμουντίοις ῥοαῖσι

μαψίδιον ἔχει φάτιν.

Χο. ἔχεις μὲν ἀλγείν', οἶδα· σύμφορον δέ τοι

ὡς ῥᾶιστα τἀναγκαῖα τοῦ βίου φέρειν.

 255Ελ. φίλαι γυναῖκες, τίνι πότμωι συνεζύγην;

ἆρ' ἡ τεκοῦσά μ' ἔτεκεν ἀνθρώποις τέρας;

[γυνὴ γὰρ οὔθ' Ἑλληνὶς οὔτε βάρβαρος

τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,

ἐν ὧι με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.]

 260τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματ' ἐστί μου,

τὰ μὲν δι' Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.

εἴθ' ἐξαλειφθεῖσ' ὡς ἄγαλμ' αὖθις πάλιν

αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,

καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω

 265Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς

ἔσωιζον ὥσπερ τὰς κακὰς σώιζουσί μου.

ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην

πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δ' ὅμως·

ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.

 270πρῶτον μὲν οὐκ οὖσ' ἄδικός εἰμι δυσκλεής·

καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,

ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.

ἔπειτα πατρίδος θεοί μ' ἀφιδρύσαντο γῆς

ἐς βάρβαρ' ἤθη, καὶ φίλων τητωμένη

 275δούλη καθέστηκ' οὖσ' ἐλευθέρων ἄπο·

τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.

ἄγκυρα δ' ἥ μου τὰς τύχας ὤχει μόνη,

πόσιν ποθ' ἥξειν καί μ' ἀπαλλάξειν κακῶν,

ἐπεὶ τέθνηκεν οὗτος, οὐκέτ' ἔστι δή.

 280μήτηρ δ' ὄλωλε καὶ φονεὺς αὐτῆς ἐγώ,

ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτ' ἔστ' ἐμόν.

ἣ δ' ἀγλάισμα δωμάτων ἐμόν τ' ἔφυ,

θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται.

τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω

 285οὐκ ἐστόν. ἀλλὰ πάντ' ἔχουσα δυστυχῆ

τοῖς πράγμασιν τέθνηκα, τοῖς δ' ἔργοισιν οὔ.

[τὸ δ' ἔσχατον τοῦτ', εἰ μόλοιμεν ἐς πάτραν,

κλήιθροις ἂν εἰργοίμεσθα, τὴν ὑπ' Ἰλίωι

δοκοῦντες Ἑλένην Μενέλεώ μ' ἐλθεῖν μέτα.

 290εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἄν,

εἰς ξύμβολ' ἐλθόντες ἃ φανερὰ μόνοις ἂν ἦν.

νῦν δ' οὔτε τοῦτ' ἔστ' οὔτε μὴ σωθῆι ποτε.]

τί δῆτ' ἔτι ζῶ; τίν' ὑπολείπομαι τύχην;

γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγὰς

 295μετ' ἀνδρὸς οἰκεῖν βαρβάρου, πρὸς πλουσίαν

τράπεζαν ἵζουσ'; ἀλλ' ὅταν πόσις πικρὸς

ξυνῆι γυναικί, καὶ τὸ σῶμ' ἐστὶν πικρόν.

[θανεῖν κράτιστον· πῶς θάνοιμ' ἂν οὖν καλῶς;

ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,

 300κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·

σφαγαὶ δ' ἔχουσιν εὐγενές τι καὶ καλόν,

σμικρὸν δ' ὁ καιρὸς ἄρτ'†ἀπαλλάξαι βίου.]

ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·

αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς

 305γυναῖκες, ἡμᾶς δ' αὐτὸ τοῦτ' ἀπώλεσεν.

Χο. Ἑλένη, τὸν ἐλθόνθ', ὅστις ἐστὶν ὁ ξένος,

μὴ πάντ' ἀληθῆ δοξάσηις εἰρηκέναι.

Ελ. καὶ μὴν σαφῶς γ' ἔλεξ' ὀλωλέναι πόσιν.

Χο. πόλλ' ἂν λέγοιτο καὶ διὰ ψευδῶν σαφῆ.

 310Ελ. καὶ τἄμπαλίν γε τῶνδ' ἀληθείας ἔπι.

Χο. ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρηι.

Ελ. φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μ' ἄγει.

Χο. πῶς δ' εὐμενείας τοισίδ' ἐν δόμοις ἔχεις;

Ελ. πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.

 315Χο. οἶσθ' οὖν ὃ δρᾶσον· μνήματος λιποῦσ' ἕδραν ...

Ελ. ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;

Χο. ἐλθοῦσ' ἐς οἴκους, ἣ τὰ πάντ' ἐπίσταται

τῆς ποντίας Νηρῆιδος ἐκγόνου κόρης

πυθοῦ πόσιν σὸν Θεονόης, εἴτ' ἔστ' ἔτι

 320εἴτ' ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δ' εὖ

πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τ' ἔχε.

πρὶν δ' οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον

λυπουμένηι γένοιτ' ἄν; ἀλλ' ἐμοὶ πιθοῦ.

[τάφον λιποῦσα τόνδε σύμμειξον κόρηι,

 325ὅθενπερ εἴσηι πάντα· τἀληθῆ φράσαι

ἔχουσ' ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;]

θέλω δὲ κἀγώ σοι συνεισελθεῖν δόμους

καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·

γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.

 330Ελ. φίλαι, λόγους ἐδεξάμαν·

βᾶτε βᾶτε δ' ἐς δόμους,

ἀγῶνας ἐντὸς οἴκων

ὡς πύθησθε τοὺς ἐμούς.

Χο. θέλουσαν οὔ με δὶς καλεῖς.

 335Ελ. ἰὼ μέλεος ἁμέρα.

τίν' ἄρα τάλαινα τίνα λόγον

δακρυόεντ' ἀκούσομαι;

Χο. μὴ πρόμαντις ἀλγέων

προλάμβαν', ὦ φίλα, γόους.

 340Ελ. τί μοι πόσις μέλεος ἔτλα;

πότερα δέρκεται φάος τέ-

θριππά θ' ἁλίου κέλευθά τ' ἀστέρων

ἢ 'ν νέκυσι κατὰ χθονὸς

 345τὰν χρόνιον ἔχει τύχαν;

Χο. ἐς τὸ φέρτερον τίθει

τὸ μέλλον ὅτι γενήσεται.

Ελ. σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα

τὸν ὑδρόεντι δόνακι χλωρὸν

 350Εὐρώταν, θανόντος

εἰ βάξις ἔτυμος ἀνδρὸς

ἅδε μοι τί τάδ' ἀσύνετα,

φόνιον αἰώρημα

διὰ δέρας ὀρέξομαι,

ἢ ξιφοκτόνον διωγμὸν

 355αἱμορρύτου σφαγᾶς

αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,

θῦμα τριζύγοις θεαῖσι

τῶι τε σήραγγας Ἴ-

δας ἐνίζοντι Πριαμί-

δαι ποτ' ἀμφὶ βουστάθμους.

 360Χο. ἄλλοσ' ἀποτροπὰ κακῶν

γένοιτο, τὸ δὲ σὸν εὐτυχές.

Ελ. ἰὼ τάλαινα Τροία,

δι' ἔργ' ἄνεργ' ὄλλυσαι μέλεά τ' ἔτλας.

τὰ δ' ἐμὰ δῶρα Κύπριδος ἔτεκε

 365πολὺ μὲν αἷμα, πολὺ δὲ δάκρυον

ἄχεά τ' ἄχεσι δάκρυα δάκρυσιν ἔλαβε πάθεα,

ματέρες τε παῖδας ὄλεσαν,

ἀπὸ δὲ παρθένοι κόμας ἔ-

θεντο σύγγονοι νεκρῶν Σκαμάνδριον

ἀμφὶ Φρύγιον οἶδμα.

 370βοὰν βοὰν δ' Ἑλλὰς ‹αἶ'›

ἐκελάδησεν ἀνοτότυξεν,

ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,

ὄνυχι δ' ἁπαλόχροα γένυν

ἔδευσεν φοινίαισι πλαγαῖς.

 375ὦ μάκαρ Ἀρκαδίαι ποτὲ παρθένε

Καλλιστοῖ, Διὸς ἃ λεχέων ἀπέ-

βας τετραβάμοσι γυίοις,

ὡς πολὺ κηρὸς ἐμᾶς ἔλαχες πλέον,

ἁ μορφᾶι θηρῶν λαχνογυίων

ὄμματι λάβρωι σχῆμα λεαίνης†

 380ἐξαλλάξασ' ἄχθεα λύπας·

ἅν τέ ποτ' Ἄρτεμις ἐξεχορεύσατο

χρυσοκέρατ' ἔλαφον Μέροπος Τιτανίδα κούραν

καλλοσύνας ἕνεκεν· τὸ δ' ἐμὸν δέμας

ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας

 385ὀλομένους τ' Ἀχαιούς.

ΜΕΝΕΛΑΟΣ

ὦ τὰς τεθρίππους Οἰνομάωι Πῖσαν κάτα

Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,

εἴθ' ὤφελες τόθ' [ἡνίκ' ἔρανον εἰς θεοὺς

πεισθεὶς ἐποίεις] ἐν θεοῖς†λιπεῖν βίον,

 390πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,

ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο

Ἀγαμέμνον' ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν.

πλεῖστον γὰρ οἶμαι ‑ καὶ τόδ' οὐ κόμπωι λέγω ‑

στράτευμα κώπηι διορίσαι Τροίαν ἔπι,

 395τύραννος οὐδὲ πρὸς βίαν στρατηλατῶν,

ἑκοῦσι δ' ἄρξας Ἑλλάδος νεανίαις.

καὶ τοὺς μὲν οὐκέτ' ὄντας ἀριθμῆσαι πάρα,

τοὺς δ' ἐκ θαλάσσης ἀσμένους πεφευγότας,

νεκρῶν φέροντας ὀνόματ' εἰς οἴκους πάλιν.

 400ἐγὼ δ' ἐπ' οἶδμα πόντιον γλαυκῆς ἁλὸς

τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου

πύργους ἔπερσα, κἀς πάτραν χρήιζων μολεῖν

οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.

Λιβύης δ' ἐρήμους ἀξένους τ' ἐπιδρομὰς

 405πέπλευκα πάσας· χὤταν ἐγγὺς ὦ πάτρας,

πάλιν μ' ἀπωθεῖ πνεῦμα κοὔποτ' οὔριον

ἐσῆλθε λαῖφος ὥστε μ' ἐς πάτραν μολεῖν.

καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους

ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτραις

 410πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.

τρόπις δ' ἐλείφθη ποικίλων ἁρμοσμάτων,

ἐφ' ἧς ἐσώθην μόλις ἀνελπίστωι τύχηι

Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.

ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼ

 415οὐκ οἶδ'· ὄχλον γὰρ ἐσπεσεῖν ἠισχυνόμην,

[ὥσθ' ἱστορῆσαι τὰς ἐμὰς δυσχλαινίας]

κρύπτων ὑπ' αἰδοῦς τὰς τύχας. ὅταν δ' ἀνὴρ

πράξηι κακῶς ὑψηλός, εἰς ἀηθίαν

πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.

 420χρεία δὲ τείρει μ'· οὔτε γὰρ σῖτος πάρα

οὔτ' ἀμφὶ χρῶτ' ἐσθῆτες· αὐτὰ δ' εἰκάσαι

πάρεστι ναὸς ἐκβόλοις ἁμπίσχομαι.

πέπλους δὲ τοὺς πρὶν λαμπρά τ' ἀμφιβλήματα

χλιδάς τε πόντος ἥρπασ'· ἐν δ' ἄντρου μυχοῖς

 425κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ

ἄρξασαν ἥκω, τούς γε περιλελειμμένους

φίλων φυλάσσειν τἄμ' ἀναγκάσας λέχη.

μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις

τὰ πρόσφορ' ἤν πως ἐξερευνήσας λάβω.

 430ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε

πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινὸς

προσῆλθον· ἐλπὶς δ' ἔκ γε πλουσίων δόμων

λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ 'χόντων βίον

οὐδ' εἰ θέλοιεν ὠφελεῖν ἔχοιμεν ἄν.

 435ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,

ὅστις διαγγείλειε τἄμ' ἔσω κακά;

ΓΡΑΥΣ

τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξηι δόμων

καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις

ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῆι

 440Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.

Με. ὦ γραῖα, ταῦτα ταῦτ' ἔπη καλῶς λέγεις†

ἔξεστι, πείσομαι γάρ· ἀλλ' ἄνες χόλου.

Γρ. ἄπελθ'· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,

μηδένα πελάζειν τοισίδ' Ἑλλήνων δόμοις.

 445Με. ἆ, μὴ πρόσειε χεῖρα μηδ' ὤθει βίαι.

Γρ. πείθηι γὰρ οὐδὲν ὧν λέγω, σὺ δ' αἴτιος.

Με. ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς ...

Γρ. πικρῶς ἂν οἶμαί γ' ἀγγελεῖν†τοὺς σοὺς λόγους.

Με. ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.

 450Γρ. οἶκον πρὸς ἄλλον νύν τιν' ἀντὶ τοῦδ' ἴθι.

Με. οὔκ, ἀλλ' ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.

Γρ. ὀχληρὸς ἴσθ' ὤν· καὶ τάχ' ὠσθήσηι βίαι.

Με. αἰαῖ· τὰ κλεινὰ ποῦ 'στί μοι στρατεύματα;

Γρ. οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθ', οὐκ ἐνθάδε.

 455Με. ὦ δαῖμον, ὡς ἀνάξι' ἠτιμώμεθα.

Γρ. τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίν' οἰκτρὸς εἶ;

Με. πρὸς τὰς πάροιθε συμφορὰς εὐδαίμονας.

Γρ. οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;

Με. τίς δ' ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;

 460Γρ. Πρωτέως τάδ' ἐστὶ δώματ', Αἴγυπτος δὲ γῆ.

Με. Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκ' ἄρα.

Γρ. τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;

Με. οὐ τοῦτ' ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.

Γρ. πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.

 465Με. ἔστ' οὖν ἐν οἴκοις ὅντιν' ὀνομάζεις ἄναξ;

Γρ. τόδ' ἐστὶν αὐτοῦ μνῆμα, παῖς δ' ἄρχει χθονός.

Με. ποῦ δῆτ' ἂν εἴη; πότερον ἐκτὸς ἢ 'ν δόμοις;

Γρ. οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.

Με. τίν' αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;

 470Γρ. Ἑλένη κατ' οἴκους ἐστὶ τούσδ' ἡ τοῦ Διός.

Με. πῶς φήις; τίν' εἶπας μῦθον; αὖθίς μοι φράσον.

Γρ. ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτ' ἦν.

Με. πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμ' ἔχει λόγον;

Γρ. Λακεδαίμονος γῆς δεῦρο νοστήσασ' ἄπο.

 475Με. πότ'; οὔ τί που λελήισμεθ' ἐξ ἄντρων λέχος;

Γρ. πρὶν τοὺς Ἀχαιούς, ὦ ξέν', ἐς Τροίαν μολεῖν.

ἀλλ' ἕρπ' ἀπ' οἴκων· ἔστι γάρ τις ἐν δόμοις

τύχη, τύραννος ἧι ταράσσεται δόμος.

καιρὸν γὰρ οὐδέν' ἦλθες· ἢν δὲ δεσπότης

 480λάβηι σε, θάνατος ξένιά σοι γενήσεται.

εὔνους γάρ εἰμ' Ἕλλησιν, οὐχ ὅσον πικροὺς

λόγους ἔδωκα δεσπότην φοβουμένη.

Με. τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας

ἐκ τῶν πάροιθε τὰς παρεστώσας κλύω,

 485εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων

ἥκω δάμαρτα καὶ κατ' ἄντρα σώιζεται,

ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις

δάμαρτος ἄλλη τοισίδ' ἐνναίει δόμοις.

Διὸς δ' ἔλεξε παῖδά νιν πεφυκέναι·

 490ἀλλ' ἦ τις ἔστι Ζηνὸς ὄνομ' ἔχων ἀνὴρ

Νείλου παρ' ὄχθας; εἶς γὰρ ὅ γε κατ' οὐρανόν.

Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ

τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;

διπλοῦν δὲ Τυνδάρειον ὄνομα κλήιζεται,

 495Λακεδαίμονος δὲ γαῖά τις ξυνώνυμος

Τροίας τ'; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.

πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῆι χθονὶ

ὀνόματα ταὔτ' ἔχουσι καὶ πόλις πόλει

γυνὴ γυναικί τ'· οὐδὲν οὖν θαυμαστέον.

 500οὐδ' αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·

ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας

ὃς ὄνομ' ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.

[κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θ' ὃς ἧψά νιν,

Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσηι χθονί.

 505δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι

ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ἦι,

κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·

ἢν δ' ἐνδιδῶι τι μαλθακόν, τὰ πρόσφορα

τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.]

 510κακῶν τόδ' ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,

ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα

βίον προσαιτεῖν· ἀλλ' ἀναγκαίως ἔχει.

λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφῶν δέ του,

δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.

 515Χο. ἤκουσα τᾶς θεσπιωιδοῦ κόρας

ἃ χρήιζουσ' ἐπλάθην τυράννοις δόμοισιν,

ὡς Μενέλαος οὔ-

πω μελαμφαὲς οἴχεται

δι' ἔρεβος χθονὶ κρυφθείς,

 520ἀλλ' ἔτι κατ' οἶδμ' ἅλιον

τρυχόμενος οὔπω λιμένων

ψαύσειεν πατρίας γᾶς,

ἀλατείαι βιότου

ταλαίφρων, ἄφιλος φίλων,

 525παντοδαπᾶς ἐπὶ γᾶς πέδον

χριμπτόμενος εἰναλίωι

κώπαι Τρωιάδος ἐκ γᾶς.

Ελ. ἥδ' αὖ τάφου τοῦδ' εἰς ἕδρας ἐγὼ πάλιν

στείχω, μαθοῦσα Θεονόης φίλους λόγους.

 530[ἣ πάντ' ἀληθῶς οἶδε· φησὶ δ' ἐν φάει

πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,

πορθμοὺς δ' ἀλᾶσθαι μυρίους πεπλωκότα

ἐκεῖσε κἀκεῖσ' οὐδ' ἀγύμναστον πλάνοις,

ἥξειν ‹δ'› ὅταν δὴ πημάτων λάβηι τέλος.

 535ἓν δ' οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.

ἐγὼ δ' ἀπέστην τοῦτ' ἐρωτῆσαι σαφῶς,

ἡσθεῖσ' ἐπεί νιν εἶπέ μοι σεσωμένον.

ἐγγὺς δέ νίν που τῆσδ' ἔφασκ' εἶναι χθονός,

ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.

 540ὤμοι, πόθ' ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις.]

ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι

Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;

οὐχ ὡς δρομαία πῶλος ἢ βάκχη θεοῦ

τάφωι ξυνάψω κῶλον; ἄγριος δέ τις

 545μορφὴν ὅδ' ἐστὶν ὅς με θηρᾶται λαβεῖν.

Με. σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην

τύμβου 'πὶ κρηπῖδ' ἐμπύρους τ' ὀρθοστάτας,

μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸν

ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.

 550Ελ. ἀδικούμεθ', ὦ γυναῖκες· εἰργόμεσθα γὰρ

τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μ' ἑλὼν θέλει

δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.

Με. οὐ κλῶπές ἐσμεν οὐδ' ὑπηρέται κακῶν.

Ελ. καὶ μὴν στολήν γ' ἄμορφον ἀμφὶ σῶμ' ἔχεις.

 555Με. στῆσον, φόβον μεθεῖσα, λαιψηρὸν πόδα.

Ελ. ἵστημ', ἐπεί γε τοῦδ' ἐφάπτομαι τάφου.

Με. τίς εἶ; τίν' ὄψιν σήν, γύναι, προσδέρκομαι;

Ελ. σὺ δ' εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμ' ἔχει λόγος.

Με. οὐπώποτ' εἶδον προσφερέστερον δέμας.

 560Ελ. ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.

‹Με. Ἑλληνὶς εἶ τις ἢ 'πιχωρία γυνή;›

Ελ. Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.

Με. Ἑλένηι σ' ὁμοίαν δὴ μάλιστ' εἶδον, γύναι.

Ελ. ἐγὼ δὲ Μενέλεώι γε σ'· οὐδ' ἔχω τί φῶ.

 565Με. ἔγνως ἄρ' ὀρθῶς ἄνδρα δυστυχέστατον.

Ελ. ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.

Με. ποίας δάμαρτος; μὴ θίγηις ἐμῶν πέπλων.

Ελ. ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.

Με. ὦ φωσφόρ' Ἑκάτη, πέμπε φάσματ' εὐμενῆ.

 570Ελ. οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μ' ὁρᾶις.

Με. οὐ μὴν γυναικῶν γ' εἷς δυοῖν ἔφυν πόσις.

Ελ. ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;

Με. ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.

Ελ. οὐκ ἔστιν ἄλλη σή τις ἀντ' ἐμοῦ γυνή.

 575Με. οὔ που φρονῶ μὲν εὖ, τὸ δ' ὄμμα μου νοσεῖ;

Ελ. οὐ γάρ με λεύσσων σὴν δάμαρθ' ὁρᾶν δοκεῖς;

Με. τὸ σῶμ' ὅμοιον, τὸ δὲ σαφές γ' ἀποστατεῖ.

Ελ. σκέψαι· τί σοι δεῖ πίστεως σαφεστέρας;

Με. ἔοικας· οὔτοι τοῦτό γ' ἐξαρνήσομαι.

 580Ελ. τίς οὖν διδάξει σ' ἄλλος ἢ τὰ σ' ὄμματα;

Με. ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτ' ἄλλην ἔχω.

Ελ. οὐκ ἦλθον ἐς γῆν Τρωιάδ', ἀλλ' εἴδωλον ἦν.

Με. καὶ τίς βλέποντα σώματ' ἐξεργάζεται;

Ελ. αἰθήρ, ὅθεν σὺ θεοπόνητ' ἔχεις λέχη.

 585Με. τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.

Ελ. Ἥρας, διάλλαγμ', ὡς Πάρις με μὴ λάβοι.

Με. πῶς οὖν; ἅμ' ἐνθάδ' ἦσθ' ‹ἄρ'› ἐν Τροίαι θ' ἅμα;

Ελ. τοὔνομα γένοιτ' ἂν πολλαχοῦ, τὸ σῶμα δ' οὔ.

Με. μέθες με· λύπης ἅλις ἔχων ἐλήλυθα.

 590Ελ. λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κέν' ἐξάξεις λέχη;

Με. καὶ χαῖρέ γ', Ἑλένηι προσφερὴς ὁθούνεκ' εἶ.

Ελ. ἀπωλόμην· λαβοῦσά σ' οὐχ ἕξω πόσιν.

Με. τοὐκεῖ με μέγεθος τῶν κακῶν πείθει, σὺ δ' οὔ.

Ελ. οἲ 'γώ· τίς ἡμῶν ἐγένετ' ἀθλιωτέρα;

 595οἱ φίλτατοι λείπουσί μ' οὐδ' ἀφίξομαι

Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.

ΘΕΡΑΠΩΝ

Μενέλαε, μαστεύων σε κιγχάνω μόλις,

πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,

πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.

 600Με. τί δ' ἔστιν; οὔ που βαρβάρων συλᾶσθ' ὕπο;

Θε. θαυμάστ', ἔλασσον τοὔνομ' ἢ τὸ πρᾶγμ' ἔχον.

Με. λέγ'· ὡς φέρεις τι τῆιδε τῆι σπουδῆι νέον.

Θε. λέγω πόνους σε μυρίους τλῆναι μάτην.

Με. παλαιὰ θρηνεῖς πήματ'· ἀγγέλλεις δὲ τί;

 605Θε. βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς

ἀρθεῖσ' ἄφαντος· οὐρανῶι δὲ κρύπτεται

λιποῦσα σεμνὸν ἄντρον οὗ σφ' ἐσώιζομεν,

τοσόνδε λέξασ'· Ὦ ταλαίπωροι Φρύγες

πάντες τ' Ἀχαιοί, δι' ἔμ' ἐπὶ Σκαμανδρίοις

 610ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνήισκετε,

δοκοῦντες Ἑλένην οὐκ ἔχοντ' ἔχειν Πάριν.

ἐγὼ δ', ἐπειδὴ χρόνον ἔμειν' ὅσον μ' ἐχρῆν,

τὸ μόρσιμον σώσασα πατέρ' ἐς οὐρανὸν

ἄπειμι· φήμας δ' ἡ τάλαινα Τυνδαρὶς

 615ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.

ὦ χαῖρε, Λήδας θύγατερ· ἐνθάδ' ἦσθ' ἄρα.

ἐγὼ δέ σ' ἄστρων ὡς βεβηκυῖαν μυχοὺς

ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον

δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν

 620ἡμᾶς τόδ' αὖθις, ὡς ἅδην ἐν Ἰλίωι

πόνους παρεῖχες σῶι πόσει καὶ συμμάχοις.

Με. τοῦτ' ἔστ' ἐκεῖνο· ξυμβεβᾶσί μοι λόγοι

οἱ τῆσδ' ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα,

ἥ σ' εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.

 625Ελ. ὦ φίλτατ' ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος

παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.

ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,

περί τ' ἐπέτασα χέρα φίλιον ἐν μακρᾶι

φλογὶ φαεσφόρωι.

 630Με. κἀγὼ σέ· πολλοὺς δ' ἐν μέσωι λόγους ἔχων

οὐκ οἶδ' ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.

Ελ. γέγηθα, κρατὶ δ' ὀρθίους ἐθείρας

ἀνεπτέρωσα καὶ δάκρυ σταλάσσω,

περὶ δὲ γυῖα χέρας ἔβαλον ἡδονάν,

 635ὦ πόσις, ὡς λάβω.

Με. ὦ φιλτάτα πρόσοψις, οὐκ ἐμέμφθην·

ἔχω τὰ τοῦ Διὸς λέκτρα Λήδας τε.†

Ελ. ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι

ξυνομαίμονες ὤλβισαν ὤλβισαν ...

Με. τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σ' ἐμοῦ

πρὸς ἄλλαν ἐλαύνει

θεὸς συμφορὰν τᾶσδε κρείσσω.

Ελ. τὸ κακὸν δ' ἀγαθὸν σέ τε κἀμὲ συνάγαγεν, ὦ πόσι,

 645χρόνιον, ἀλλ' ὅμως· ὀναίμαν τύχας.

Με. ὄναιο δῆτα· ταὐτὰ δὲ ξυνεύχομαι·

δυοῖν γὰρ ὄντοιν οὐχ ὁ μὲν τλήμων, ὁ δ' οὔ.

Ελ. φίλαι φίλαι,

τὰ πάρος οὐκέτι στένομεν οὐδ' ἀλγῶ.

 650πόσιν ἔχομεν ἔχομεν ἐμὸν ‹ἐμὸν› ὃν ἔμενον

ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.

Με. ἔχεις, ἔχω τε σ'· ἡλίους δὲ μυρίους

μόλις διελθὼν ἠισθόμην τὰ τῆς θεοῦ.

Ελ. ἐμὰ δὲ χαρμονᾶι δάκρυα πλέον ἔχει

 655χάριτος ἢ λύπας.

Με. τί φῶ; τίς ἂν τάδ' ἤλπισεν βροτῶν ποτε;

Ελ. ἀδόκητον ἔχω σε πρὸς στέρνοις.

Με. κἀγὼ σέ, τὴν δοκοῦσαν Ἰδαίαν πόλιν

μολεῖν Ἰλίου τε μελέους πύργους.

 660πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;

Ελ. ἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις·

ἒ ἔ· πικρὰν δ' ἐρευνᾶις φάτιν.

Με. λέγ', ὡς ἀκουστά· πάντα δῶρα δαιμόνων.

Ελ. ἀπέπτυσα μὲν λόγον οἶον

οἷον ἐσοισόμεθα.

 665Με. ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.

Ελ. οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία

πετομένας κώπας, πετομένου δ' ἔρω-

τος ἀδίκων γάμων ...

Με. τίς ‹ ‑ › σε δαίμων ἢ πότμος συλᾶι πάτρας;

 670Ελ. ὁ Διὸς ὁ Διὸς ὦ πόσι με παῖς ‹Μαίας τ'›

ἐπέλασεν Νείλωι.

Με. θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.

Ελ. κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω

δάκρυσιν· ἁ Διός μ' ἄλοχος ὤλεσεν.

 675Με. Ἥρα; τί νῶιν χρήιζουσα προσθεῖναι κακόν;

Ελ. ὤμοι ἐγὼ κείνων λουτρῶν καὶ κρηνᾶν,

ἵνα θεαὶ μορφὰν ἐφαίδρυναν, εὖτ'

ἔμολον ἐς κρίσιν.

Με. τὰ δ' εἰς κρίσιν σοι τῶνδ' ἔθηχ' Ἥρα κακῶν;†

 680Ελ. Πάριν ὡς ἀφέλοιτο ... Με. πῶς; αὔδα.

Ελ. Κύπρις ὧι μ' ἐπένευσεν ... Με. ὦ τλᾶμον.

Ελ. τλάμονα τλάμον' ὧδ' ἐπέλασ' Αἰγύπτωι.

Με. εἶτ' ἀντέδωκ' εἴδωλον, ὡς σέθεν κλύω.

Ελ. τὰ δὲ ‹σὰ› κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-

 685τερ, οἲ 'γώ. Με. τί φήις;

Ελ. οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον

δι' ἐμὰν κατεδήσατο δύσγαμον αἰσχύναν.

Με. ὤμοι· θυγατρὸς δ' Ἑρμιόνης ἔστιν λόγος;

Ελ. ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει

 690γάμον ἄγαμον αἰσχύνα.

Με. ὦ πᾶν κατ' ἄκρας δῶμ' ἐμὸν πέρσας Πάρις.

Ελ. τάδε καὶ σὲ διώλεσε μυριάδας τε

χαλκεόπλων Δαναῶν.

ἐμὲ δὲ πατρίδος ἀπο‹πρὸ› κακόποτμον ἀραῖ-

 695ον ἔβαλε θεὸς ἀπὸ πόλεος ἀπό τε σέθεν,

ὅτε μέλαθρα λέχεά τ' ἔλιπον οὐ λιποῦσ'

ἐπ' αἰσχροῖς γάμοις.

Χο. εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος

τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.

 700Θε. Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,

ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δ' ἔχω.

Με. ἀλλ', ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.

Θε. οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίωι βραβεύς;

Με. οὐχ ἥδε· πρὸς θεῶν δ' ἦμεν ἠπατημένοι

 705[νεφέλης ἄγαλμ' ἔχοντες ἐν χεροῖν λυγρόν].

Θε. [τί φήις;]

νεφέλης ἄρ' ἄλλως εἴχομεν πόνους πέρι;

Με. Ἥρας τάδ' ἔργα καὶ θεῶν τρισσῶν ἔρις.

Θε. τί δ'; ὡς ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;

 710Με. αὕτη· λόγοις ἐμοῖσι πίστευσον τάδε.

Θε. ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον

καὶ δυστέκμαρτον, εὖ δέ πως πάντα στρέφει

[ἐκεῖσε κἀκεῖσ' ἀναφέρων· ὁ μὲν πονεῖ,

ὁ δ' οὐ πονήσας αὖθις ὄλλυται κακῶς,

 715βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.

σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,

σὺ μὲν λόγοισιν, ὁ δὲ δορὸς προθυμίαι.

σπεύδων δ' ὅτ' ἔσπευδ' οὐδὲν εἶχε· νῦν δ' ἔχει

αὐτόματα πράξας τἀγάθ' εὐτυχέστατα].

 720οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω

ἤισχυνας οὐδ' ἔδρασας οἷα κλήιζεται.

νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν

καὶ λαμπάδων μεμνήμεθ' ἃς τετραόροις

ἵπποις τροχάζων παρέφερον· σὺ δ' ἐν δίφροις

 725σὺν τῶιδε νύμφη δῶμ' ἔλειπες ὄλβιον.

κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν

καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.

[ἐγὼ μὲν εἴην, κεἰ πέφυχ' ὅμως λάτρις,

ἐν τοῖσι γενναίοισιν ἠριθμημένος

 730δούλοισι, τοὔνομ' οὐκ ἔχων ἐλεύθερον,

τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδ' ἢ δυοῖν κακοῖν

ἕν' ὄντα χρῆσθαι, τὰς φρένας τ' ἔχειν κακὰς

ἄλλων τ' ἀκούειν δοῦλον ὄντα τῶν πέλας.]

Με. ἄγ', ὦ γεραιέ, πολλὰ μὲν παρ' ἀσπίδα

 735μοχθήματ' ἐξέπλησας ἐκπονῶν ἐμοί,

καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας

ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις

τάδ' ὡς ἔχονθ' ηὕρηκας οὗ τ' ἐσμὲν τύχης,

μένειν τ' ἐπ' ἀκταῖς τούς τ' ἐμοὺς καραδοκεῖν

 740ἀγῶνας οἳ μένουσί μ', ὡς ἐλπίζομεν,

εἰ τήνδε πως δυναίμεθ' ἐκκλέψαι χθονός,

φρουρεῖν ‹θ'› ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης

ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.

Θε. ἔσται τάδ', ὦναξ, ἀλλά τοι τὰ μάντεων

 745ἐσεῖδον ὡς φαῦλ' ἐστὶ καὶ ψευδῶν πλέα.

[οὐδ' ἦν ἄρ' ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς

οὐδὲ πτερωτῶν φθέγματ'· εὔηθες δέ τοι

τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.]

Κάλχας γὰρ οὐκ εἶπ' οὐδ' ἐσήμηνε στρατῶι

 750νεφέλης ὑπερθνήισκοντας εἰσορῶν φίλους

οὐδ' Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.

[εἴποις ἄν, οὕνεχ' ὁ θεὸς οὐκ ἠβούλετο.

τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ

θύοντας αἰτεῖν ἀγαθά, μαντείας δ' ἐᾶν·

 755βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,

κοὐδεὶς ἐπλούτησ' ἐμπύροισιν ἀργὸς ὤν·

γνώμη δ' ἀρίστη μάντις ἥ τ' εὐβουλία.]

Χο. ἐς ταὐτὸ κἀμοὶ δόξα μάντεων πέρι

χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν

 760φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.

Ελ. εἶἑν· τὰ μὲν δὴ δεῦρ' ἀεὶ καλῶς ἔχει.

ὅπως δ' ἐσώθης, ὦ τάλας, Τροίας ἄπο

κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις

[τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά].

 765Με. ἦ πόλλ' ἀνήρου μ' ἑνὶ λόγωι μιᾶι θ' ὁδῶι.

τί σοι λέγοιμ' ἂν τὰς ἐν Αἰγαίωι φθορὰς

τὰ Ναυπλίου τ' Εὐβοικὰ πυρπολήματα

Κρήτης τε Λιβύης θ' ἃς ἐπεστράφην πόλεις

σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σ' ἂν

 770μύθοις, λέγων δ' ἄν σοι κάκ' ἀλγοίην ἔτι

[πάσχων τ' ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν].

Ελ. καὶ πλείον' εἶπας ἤ σ' ἀνηρόμην ἐγώ.

ἓν δ' εἰπὲ τἄλλα παραλιπών· πόσον χρόνον

πόντου 'πὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;

 775Με. ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίαι δέκα

ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.

Ελ. φεῦ φεῦ· μακρόν γ' ἔλεξας, ὦ τάλας, χρόνον·

σωθεὶς δ' ἐκεῖθεν ἐνθάδ' ἦλθες ἐς σφαγάς.

Με. πῶς φήις; τί λέξεις; ὥς μ' ἀπώλεσας, γύναι.

 780Ελ. [φεῦγ' ὡς τάχιστα τῆσδ' ἀπαλλαχθεὶς χθονός.]

θανῆι πρὸς ἀνδρὸς οὗ τάδ' ἐστὶ δώματα.

Με. τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;

Ελ. ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.

Με. ἦ γὰρ γαμεῖν τις τἄμ' ἐβουλήθη λέχη;

 785Ελ. ὕβριν γ' ὑβρίζων ἐς ἐμέ, κἂν ἔτλην ἐγώ.

Με. ἰδίαι σθένων τις ἢ τυραννεύων χθονός;

Ελ. ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.

Με. τόδ' ἔστ' ἐκεῖν' αἴνιγμ' ὃ προσπόλου κλύω.

Ελ. ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;

 790Με. τοῖσδ', ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.

Ελ. οὔ που προσήιτεις βίοτον; ὦ τάλαιν' ἐγώ.

Με. τοὔργον μὲν ἦν τοῦτ', ὄνομα δ' οὐκ εἶχεν τόδε.

Ελ. πάντ' οἶσθ' ἄρ', ὡς ἔοικας, ἀμφ' ἐμῶν γάμων.

Με. οἶδ'· εἰ δὲ λέκτρα διέφυγες, τόδ' οὐκ ἔχω.

 795Ελ. ἄθικτον εὐνὴν ἴσθι σοι σεσωμένην.

Με. τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.

Ελ. ὁρᾶις τάφου τοῦδ' ἀθλίους ἕδρας ἐμάς;

Με. ὁρῶ, τάλαινα, στιβάδας· ὧν τί σοι μέτα;

Ελ. ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.

 800Με. βωμοῦ σπανίζουσ' ἢ νόμοισι βαρβάροις;

Ελ. ἐρρύεθ' ἡμᾶς τοῦτ' ἴσον ναοῖς θεῶν.

Με. οὐδ' ἄρα πρὸς οἴκους ναυστολεῖν ‹σ'› ἔξεστί μοι;

Ελ. ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.

Με. οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.

 805Ελ. μή νυν καταιδοῦ, φεῦγε δ' ἐκ τῆσδε χθονός.

Με. λιπὼν σέ; Τροίαν ἐξέπερσα σὴν χάριν.

Ελ. κρεῖσσον γὰρ ἤ σε τἄμ' ἀποκτεῖναι λέχη.

Με. ἄνανδρά γ' εἶπας Ἰλίου τ' οὐκ ἄξια.

Ελ. οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.

 810Με. οὕτω σιδήρωι τρωτὸν οὐκ ἔχει δέμας;

Ελ. εἴσηι· τὸ τολμᾶν δ' ἀδύνατ' ἀνδρὸς οὐ σοφοῦ.

Με. σιγῆι παράσχω δῆτ' ἐμὰς δῆσαι χέρας;

Ελ. ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.

Με. δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.

 815Ελ. μί' ἔστιν ἐλπὶς ἦι μόνηι σωθεῖμεν ἄν.

Με. ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;

Ελ. εἰ μὴ τύραννός ‹σ'› ἐκπύθοιτ' ἀφιγμένον.

Με. οὐ γνώσεταί μ' ὅς εἰμ', ἐγὦιδ'· ἐρεῖ δὲ τίς;

Ελ. ἔστ' ἔνδον αὐτῶι ξύμμαχος θεοῖς ἴση.

 820Με. φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;

Ελ. οὔκ, ἀλλ' ἀδελφή· Θεονόην καλοῦσί νιν.

Με. χρηστήριον μὲν τοὔνομ'· ὅτι δὲ δρᾶι φράσον.

Ελ. πάντ' οἶδ', ἐρεῖ τε συγγόνωι παρόντα σε.

Με. θνήισκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.

 825Ελ. ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν ...

Με. τί χρῆμα δρᾶσαι; τίν' ὑπάγεις μ' ἐς ἐλπίδα;

Ελ. παρόντα γαίαι μὴ φράσαι σε συγγόνωι.

Με. πείσαντε δ' ἐκ γῆς διορίσαιμεν ἂν πόδα;

Ελ. κοινῆι γ' ἐκείνηι ῥαιδίως, λάθραι δ' ἂν οὔ.

 830Με. σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.

Ελ. ὡς οὐκ ἄχρωστα γόνατ' ἐμῶν ἕξει χερῶν.

Με. φέρ', ἢν δὲ δὴ νῶιν μὴ ἀποδέξηται λόγους;

Ελ. θανῆι· γαμοῦμαι δ' ἡ τάλαιν' ἐγὼ βίαι.

Με. προδότις ἂν εἴης· τὴν βίαν σκήψασ' ἔχεις.

 835Ελ. ἀλλ' ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα ...

Με. τί φήις; θανεῖσθαι; κοὔποτ' ἀλλάξεις λέχη;

Ελ. ταὐτῶι ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.

Με. ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.

Ελ. ψαύω, θανόντος σοῦ τόδ' ἐκλείψειν φάος.

 840Με. κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.

Ελ. πῶς οὖν θανούμεθ' ὥστε καὶ δόξαν λαβεῖν;

Με. τύμβου 'πὶ νώτοις σὲ κτανὼν ἐμὲ κτενῶ.

πρῶτον δ' ἀγῶνα μέγαν ἀγωνιούμεθα

λέκτρων ὑπὲρ σῶν· ὁ δὲ θέλων ἴτω πέλας.

 845τὸ Τρωϊκὸν γὰρ οὐ καταισχυνῶ κλέος

οὐδ' Ἑλλάδ' ἐλθὼν λήψομαι πολὺν ψόγον,

ὅστις Θέτιν μὲν ἐστέρησ' Ἀχιλλέως,

Τελαμωνίου δ' Αἴαντος εἰσεῖδον σφαγὰς

τὸν Νηλέως τ' ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν

 850οὐκ ἀξιώσω κατθανεῖν δάμαρτ' ἐγώ;

μάλιστά γ'· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,

εὔψυχον ἄνδρα πολεμίων θανόνθ' ὕπο

κούφηι καταμπίσχουσιν ἐν τύμβωι χθονί,

κακοὺς δ' ἐφ' ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.

 855Χο. ὦ θεοί, γενέσθω δή ποτ' εὐτυχὲς γένος

τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.

Ελ. οἲ 'γὼ τάλαινα· τῆς τύχης γὰρ ὧδ' ἔχω·

Μενέλαε, διαπεπράγμεθ'· ἐκβαίνει δόμων

ἡ θεσπιωιδὸς Θεονόη· κτυπεῖ δόμος

 860κλήιθρων λυθέντων. φεῦγ'· ἀτὰρ τί φευκτέον;

ἀποῦσα γάρ σε καὶ παροῦσ' ἀφιγμένον

δεῦρ' οἶδεν. ὦ δύστηνος, ὡς ἀπωλόμην.

Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς

ἐς βάρβαρ' ἐλθὼν φάσγαν' αὖθις ἐμπεσῆι.

 865ΘΕΟΝΟΗ

ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας

θείου τε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,

ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·

σὺ δ' αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ

στείβων ἀνοσίωι, δὸς καθαρσίωι φλογί,

 870κροῦσόν τε πεύκην, ἵνα διεξέλθω, πάρος·

νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάλιν

ἐφέστιον φλόγ' ἐς δόμους κομίζετε.

Ἑλένη, τί τἀμά ‑ πῶς ἔχει; ‑ θεσπίσματα;

ἥκει πόσις σὸς Μενέλεως ὅδ' ἐμφανής,

 875νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.

ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,

οὐδ' οἶσθα νόστον οἴκαδ' εἴτ' αὐτοῦ μενεῖς·

ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι

ἔσται πάρεδρος Ζηνὶ τῶιδ' ἐν ἤματι.

 880Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,

νῦν ἐστιν εὔνους κἀς πάτραν σῶσαι θέλει

ξὺν τῆιδ', ἵν' Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους

δώρημα Κύπριδος ψευδονύμφευτον μάθηι·

Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,

 885ὡς μὴ 'ξελεγχθῆι μηδὲ πριαμένη φανῆι

τὸ κάλλος Ἑλένης οὕνεκ' ἀνονήτοις γάμοις.

τέλος δ' ἐφ' ἡμῖν εἴθ', ἃ βούλεται Κύπρις,

λέξασ' ἀδελφῶι ‹σ'› ἐνθάδ' ὄντα διολέσω

εἴτ' αὖ μεθ' Ἥρας στᾶσα σὸν σώσω βίον,

 890κρύψασ' ὅμαιμον, ὅς με προστάσσει τάδε

εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχηις.

[τίς εἶσ' ἀδελφῶι τόνδε σημανῶν ἐμῶι

παρόνθ', ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχηι;]

Ελ. ὦ παρθέν', ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ

 895καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα

ὑπέρ τ' ἐμαυτῆς τοῦδέ θ', ὃν μόλις ποτὲ

λαβοῦσ' ἐπ' ἀκμῆς εἰμι κατθανόντ' ἰδεῖν·

μή μοι κατείπηις σῶι κασιγνήτωι πόσιν

τόνδ' εἰς ἐμὰς ἥκοντα φίλτατον χέρας,

 900σῶσον δέ, λίσσομαί σε· συγγόνωι δὲ σῶι

τὴν εὐσέβειαν μὴ προδῶις τὴν σήν ποτε,

χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.

μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ

κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.

 905[ἐατέος δ' ὁ πλοῦτος ἄδικός τις ὤν·

κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς

καὶ γαῖ', ἐν ἧι χρὴ δώματ' ἀναπληρουμένους

τἀλλότρια μὴ σχεῖν μηδ' ἀφαιρεῖσθαι βίαι.]

ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δ' ἐμοὶ

 910Ἑρμῆς ἔδωκε πατρὶ σῶι σώιζειν πόσει

τῶιδ' ὃς πάρεστι κἀπολάζυσθαι θέλει.

[πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς

τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτ' ἄν;

ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·]

 915πότερον ὁ δαίμων χὠ θανὼν τὰ τῶν πέλας

βούλοιντ' ἂν ἢ ‹οὐ› βούλοιντ' ἂν ἀποδοῦναι πάλιν;

δοκῶ μέν. οὔκουν χρή σε συγγόνωι πλέον

νέμειν ματαίωι μᾶλλον ἢ χρηστῶι πατρί.

εἰ δ' οὖσα μάντις καὶ τὰ θεῖ' ἡγουμένη

 920τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,

τῶι δ' οὐ δικαίωι συγγόνωι δώσεις χάριν,

αἰσχρὸν τὰ μέν σε θεῖα πάντ' ἐξειδέναι

τά τ' ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.

τὴν δ' ἀθλίαν ἔμ', οἷσιν ἔγκειμαι κακοῖς,

 925ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς δίκης.

Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·

ἣ κλήιζομαι καθ' Ἑλλάδ' ὡς προδοῦσ' ἐμὸν

πόσιν Φρυγῶν ὤικησα πολυχρύσους δόμους.

ἢν δ' Ἑλλάδ' ἔλθω κἀπιβῶ Σπάρτης ‹πάλιν›,

 930κλυόντες εἰσιδόντες ὡς τέχναις θεῶν

ὤλοντ', ἐγὼ δὲ προδότις οὐκ ἄρ' ἦ φίλων,

πάλιν μ' ἀνάξουσ' ἐπὶ τὸ σῶφρον αὖθις αὖ,

ἐδνώσομαί τε θυγατέρ', ἣν οὐδεὶς γαμεῖ,

τὴν δ' ἐνθάδ' ἐκλιποῦσ' ἀλητείαν πικρὰν

 935ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.

κεἰ μὲν θανὼν ὅδ' ἐν πυρᾶι κατεσφάγη,

πρόσω σφ' ἀπόντα δακρύοις ἂν ἠγάπων·

νῦν δ' ὄντα καὶ σωθέντ' ἀφαιρεθήσομαι;

μὴ δῆτα, παρθέν', ἀλλά σ' ἱκετεύω τόδε·

 940δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους

πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε

κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς

ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.

Χο. οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσωι λόγοι,

 945οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ

λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.

Με. ἐγὼ σὸν οὔτ' ἂν προσπεσεῖν τλαίην γόνυ

οὔτ' ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν

δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.

 950καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς

ἐν ξυμφοραῖσι δάκρυ' ἀπ' ὀφθαλμῶν βαλεῖν.

ἀλλ' οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,

αἱρήσομαι 'γὼ πρόσθε τῆς εὐψυχίας.

ἀλλ', εἰ μὲν ἄνδρα σοι δοκεῖ σῶσαι ξένον

 955ζητοῦντά γ' ὀρθῶς ἀπολαβεῖν δάμαρτ' ἐμήν,

ἀπόδος τε καὶ πρὸς σῶσον· εἰ δὲ μὴ δοκεῖ,

ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις

ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῆι.

ἃ δ' ἄξι' ἡμῶν καὶ δίκαι' ἡγούμεθα

 960καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,

λέξω τάδ' ἀμφὶ μνῆμα σοῦ πατρὸς πεσών·

Ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,

ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,

ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σώιζειν ἐμοί.

 965οἶδ' οὕνεχ' ἡμῖν οὔποτ' ἀποδώσεις θανών·

ἀλλ' ἥδε πατέρα νέρθεν ἀνακαλούμενον

οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον

κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.

ὦ νέρτερ' Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,

 970ὃς πόλλ' ἐδέξω τῆσδ' ἕκατι σώματα

πεσόντα τὠμῶι φασγάνωι, μισθὸν δ' ἔχεις·

ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν

ἢ τήνδ' ἀνάγκασόν γ' ἔτ' εὐσεβοῦς πατρὸς

κρείσσω φανεῖσαν τἄμ' ἀποδοῦναι†λέχη.

 975εἰ δ' ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,

ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων φράσω.

ὅρκοις κεκλήιμεθ', ὡς μάθηις, ὦ παρθένε,

πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῶι συγγόνωι,

κἀκεῖνον ἢ 'μὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.

 980ἢν δ' ἐς μὲν ἀλκὴν μὴ πόδ' ἀντιθῆι ποδί,

λιμῶι δὲ θηρᾶι τύμβον ἱκετεύοντε νώ,

κτανεῖν δέδοκται τήνδε μοι κἄπειτ' ἐμὸν

πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε

τύμβου 'πὶ νώτοις τοῦδ', ἵν' αἵματος ῥοαὶ

 985τάφου καταστάζωσι· κεισόμεσθα δὲ

νεκρὼ δύ' ἑξῆς τῶιδ' ἐπὶ ξεστῶι τάφωι,

ἀθάνατον ἄλγος σοί, ψόγον δὲ σῶι πατρί.

οὐ γὰρ γαμεῖ τήνδ' οὔτε σύγγονος σέθεν

οὔτ' ἄλλος οὐδείς· ἀλλ' ἐγώ σφ' ἀπάξομαι

 990εἰ μὴ πρὸς οἴκους δυνάμεθ' ἀλλὰ πρὸς νεκρούς.

[τί ταῦτα; δακρύοις εἰς τὸ θῆλυ τρεπόμενος

ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.

κτεῖν', εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·

μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,

 995ἵν' ἦις δικαία καὶ δάμαρτ' ἐμὴν λάβω.]

Χο. ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·

οὕτω δὲ κρῖνον ὡς ἅπασιν ἁνδάνηις.

Θε. ἐγὼ πέφυκά τ' εὐσεβεῖν καὶ βούλομαι

φιλῶ τ' ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς

1000οὐκ ἂν μιάναιμ', οὐδὲ συγγόνωι χάριν

δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.

ἔνεστι δ' ἱερὸν τῆς δίκης ἐμοὶ μέγα

ἐν τῆι φύσει· καὶ τοῦτο Νηρέως πάρα

ἔχουσα σώιζειν, Μενέλεως, πειράσομαι.

1005Ἥραι δ', ἐπείπερ βούλεταί σ' εὐεργετεῖν,

ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δέ μοι

ἵλεως μὲν εἴη, συμβέβηκε δ' οὐδαμοῦ.

[πειράσομαι δὲ παρθένος μένειν ἀεί.]

ἃ δ' ἀμφὶ τύμβωι τῶιδ' ὀνειδίζεις πατρός,

1010ἡμῖν ὅδ' αὑτὸς μῦθος· ἀδικοίημεν ἄν,

εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων

ἀπέδωκεν ἂν σοὶ τήνδ' ἔχειν, ταύτηι δὲ σέ.

καὶ γὰρ τίσις τῶνδ' ἐστὶ τοῖς τε νερτέροις

καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς

1015τῶν κατθανόντων ζῆι μὲν οὔ, γνώμην δ' ἔχει

ἀθάνατον εἰς ἀθάνατον αἰθέρ' ἐμπεσών.

ὡς οὖν περαίνω μὴ μακράν, σιγήσομαι

ἅ μου καθικετεύσατ' οὐδὲ μωρίαι

ξύμβουλος ἔσομαι τῆι κασιγνήτου ποτέ.

1020εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσ' ὅμως,

ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.

αὐτοὶ μὲν οὖν ὁδόν τιν' ἐξευρίσκετε,

ἐγὼ δ' ἀποστᾶσ' ἐκποδὼν σιγήσομαι.

ἐκ τῶν θεῶν δ' ἄρχεσθε χἰκετεύετε

1025τὴν μέν σ' ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,

Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῶι μένειν

ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.

σὺ δ', ὦ θανών μοι πάτερ, ὅσον γ' ἐγὼ σθένω,

οὔποτε κεκλήσηι δυσσεβὴς ἀντ' εὐσεβοῦς.

1030Χο. οὐδείς ποτ' ηὐτύχησεν ἔκδικος γεγώς,

ἐν τῶι δικαίωι δ' ἐλπίδες σωτηρίας.

Ελ. Μενέλαε, πρὸς μὲν παρθένου σεσώμεθα·

τοὐνθένδε δ' εἰς ἓν τοὺς λόγους φέροντε χρὴ

κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.

1035Με. ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας

καὶ συντέθραψαι προσπόλοισι βασιλέως.

Ελ. τί τοῦτ' ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας

ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῶιν.

Με. πείσειας ἄν τιν' οἵτινες τετραζύγων

1040ὄχων ἀνάσσουσ' ὥστε νῶιν δοῦναι δίφρους;

Ελ. πείσαιμ' ‹ἄν›· ἀλλὰ τίνα φυγὴν φευξούμεθα

πεδίων ἄπειροι βαρβάρου γ' ὄντες χθονός;

Με. ἀδύνατον εἶπας. φέρε, τί δ' εἰ κρυφθεὶς δόμοις

κτάνοιμ' ἄνακτα τῶιδε διστόμωι ξίφει;

1045Ελ. οὐκ ἄν ‹σ'› ἀνάσχοιτ' οὐδὲ σιγήσειεν ἂν

μέλλοντ' ἀδελφὴ σύγγονον κατακτανεῖν.

Με. ἀλλ' οὐδὲ μὴν ναῦς ἔστιν ἧι σωθεῖμεν ἂν

φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσ' ἔχει.

Ελ. ἄκουσον, ἤν τι καὶ γυνὴ λέξηι σοφόν.

1050βούληι λέγεσθαι μὴ θανὼν λόγωι θανεῖν;

Με. κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγε.

ἕτοιμός εἰμι μὴ θανὼν λόγωι θανεῖν.

Ελ. καὶ μὴν γυναικείοις ‹σ'› ἂν οἰκτισαίμεθα

κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.

1055Με. σωτηρίας δὲ τοῦτ' ἔχει τί νῶιν ἄκος;

παλαιότης γὰρ τῶι λόγωι γ' ἔνεστί τις.

Ελ. ὡς δὴ θανόντα σ' ἐνάλιον κενῶι τάφωι

θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.

Με. καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς

1060σωθησόμεσθα κενοταφοῦντ' ἐμὸν δέμας;

Ελ. δοῦναι κελεύσω πορθμίδ', ἧι καθήσομεν

κόσμον τάφωι σῶι πελαγίους ἐς ἀγκάλας.

Με. ὡς εὖ τόδ' εἶπας πλὴν ἕν· εἰ χέρσωι ταφὰς

θεῖναι κελεύσει σ', οὐδὲν ἡ σκῆψις φέρει.

1065Ελ. ἀλλ' οὐ νομίζειν φήσομεν καθ' Ἑλλάδα

χέρσωι καλύπτειν τοὺς θανόντας ἐναλίους.

Με. τοῦτ' αὖ κατορθοῖς· εἶτ' ἐγὼ συμπλεύσομαι

καὶ συγκαθήσω κόσμον ἐν ταὐτῶι σκάφει.

Ελ. σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς

1070πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.

Με. καὶ μὴν ἐάνπερ ναῦν ἐπ' ἀγκύρας λάβω,

ἀνὴρ παρ' ἄνδρα στήσεται ξιφηφόρος.

Ελ. σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον

λαίφει πνοαὶ γένοιντο χἴλεως δρόμος.

1075Με. ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.

ἀτὰρ θανόντα τοῦ μ' ἐρεῖς πεπυσμένη;

Ελ. σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον

Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθ' ὁρᾶν.

Με. καὶ μὴν τάδ' ἀμφίβληστρα σώματος ῥάκη

1080ξυμμάρτυρές σοι ναυτικῶν ἐρειπίων.

Ελ. ἐς καιρὸν ἦλθε, τότε δ' ἄκαιρ' ἀπώλλυτο·

τὸ δ' ἄθλιον κεῖν' εὐτυχὲς τάχ' ἂν πέσοι.

Με. πότερα δ' ἐς οἴκους σοι συνεισελθεῖν με χρὴ

ἢ πρὸς τάφωι τῶιδ' ἥσυχοι καθώμεθα;

1085Ελ. αὐτοῦ μέν'· ἢν γὰρ καί τι πλημμελές σε δρᾶι,

τάφος σ' ὅδ' ἂν ῥύσαιτο φάσγανόν τε σόν.

ἐγὼ δ' ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ

πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι

παρῆιδί τ' ὄνυχα φόνιον ἐμβαλῶ χροός.

1090μέγας γὰρ ἁγὼν καὶ βλέπω δύο ῥοπάς·

ἢ γὰρ θανεῖν δεῖ μ', ἢν ἁλῶ τεχνωμένη,

ἢ πατρίδα τ' ἐλθεῖν καὶ σὸν ἐκσῶσαι δέμας.

ὦ πότνι' ἣ Δίοισιν ἐν λέκτροις πίτνεις

Ἥρα, δύ' οἰκτρὼ φῶτ' ἀνάψυξον πόνων,

1095αἰτούμεθ' ὀρθὰς ὠλένας πρὸς οὐρανὸν

ῥίπτονθ', ἵν' οἰκεῖς ἀστέρων ποικίλματα.

σύ θ', ἣ 'πὶ τὠμῶι κάλλος ἐκτήσω γάμωι,

κόρη Διώνης Κύπρι, μή μ' ἐξεργάσηι.

ἅλις δὲ λύμης ἥν μ' ἐλυμήνω πάρος

1100τοὔνομα παρασχοῦσ', οὐ τὸ σῶμ', ἐν βαρβάροις.

θανεῖν δ' ἔασόν μ', εἰ κατακτεῖναι θέλεις,

ἐν γῆι πατρώιαι. τί ποτ' ἄπληστος εἶ κακῶν,

ἔρωτας ἀπάτας δόλιά τ' ἐξευρήματα

ἀσκοῦσα φίλτρα θ' αἱματηρὰ σωμάτων;

1105εἰ δ' ἦσθα μετρία, τἄλλα γ' ἡδίστη θεῶν

πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.

Χο. σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις

μουσεῖα καὶ θάκους ἐνί-

ζουσαν ἀναβοάσω,

τὰν ἀοιδοτάταν

ὄρνιθα μελωιδὸν

1110ἀηδόνα δακρυόεσσαν,

ἔλθ' ὦ διὰ ξουθᾶν γενύων ἐλελιζομένα

θρήνων ἐμοὶ ξυνεργός,

Ἑλένας μελέους πόνους

τὸν Ἰλιάδων τ' ἀει-

1115δούσαι δακρυόεντα πότμον

Ἀχαιῶν ὑπὸ λόγχαις,

ὅτ' ἔδραμε ῥόθια πολιὰ βαρβάρωι πλάται

ὃς ἔμολεν ἔμολε μέλεα Πριαμίδαις ἄγων

Λακεδαίμονος ἄπο λέχεα

1120σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος

πομπαῖσιν Ἀφροδίτας.

πολλοὶ δ' Ἀχαιῶν δορὶ καὶ πετρίναις

ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι-

δαν μέλεον ἔχουσιν,

ταλαινᾶν ἀλόχων

κείραντες ἔθειραν,

1125ἄνυμφα δὲ μέλαθρα κεῖται·

πολλοὺς δὲ πυρσεύσας φλογερὸν σέλας ἀμφιρύταν

Εὔβοιαν εἷλ' Ἀχαιῶν

μονόκωπος ἀνὴρ πέτραις

Καφηρίσιν ἐμβαλών,

1130Αἰγαίαις ἐνάλοις δόλιον

ἀκταῖς ἀστέρα λάμψας·

ἀλίμενα δ' ὅρια μέλεα βαρβάρου στολᾶς

τότ' ἔσυτο πατρίδος ἀποπρὸ χειμάτων πνοᾶι

γέρας οὐ γέρας ἀλλ' ἔριν

1135Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων

εἴδωλον ἱερὸν Ἥρας.

ὅτι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον

τίς φησ' ἐρευνάσας βροτῶν;

1140μακρότατον πέρας ηὗρεν ὃς τὰ θεῶν ἐσορᾶι

δεῦρο καὶ αὖθις ἐκεῖσε καὶ πάλιν ἀμφιλόγοις

πηδῶντ' ἀνελπίστοις τύχαις.

σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ·

1145πτανὸς γὰρ ἐν κόλποις σε Λή-

δας ἐτέκνωσε πατήρ·

κἆιτ' ἰαχήθης καθ' Ἑλλανίαν

προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδ' ἔχω

τί τὸ σαφὲς ὅτι ποτ' ἐν βροτοῖς τὸ τῶν θεῶν

1150ἔπος ἀλαθὲς εὗρον.

ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμωι

λόγχαισί τ' ἀλκαίου δορὸς

κτᾶσθ', ἀμαθῶς θανάτωι πόνους καταλυόμενοι.

εἰ γὰρ ἅμιλλα κρινεῖ νιν αἵματος, οὔποτ' ἔρις

λείψει κατ' ἀνθρώπων πόλεις·

αἳ Πριαμίδος γᾶς ἔλιπον θαλάμους,

ἐξὸν διορθῶσαι λόγοις

1160σὰν ἔριν, ὦ Ἑλένα.

νῦν δ' οἱ μὲν Ἅιδαι μέλονται κάτω,

τείχεα δὲ φλογερὸς†ὥστε Διὸς ἐπέσυτο φλόξ,

ἐπὶ δὲ πάθεα πάθεσι φέρεις ἀθλίοις

συμφοραῖς αἰλίνοις.

1165ΘΕΟΚΛΥΜΕΝΟΣ

ὦ χαῖρε, πατρὸς μνῆμ'· ἐπ' ἐξόδοισι γὰρ

ἔθαψα Πρωτεῦ σ' ἕνεκ' ἐμῆς προσρήσεως·

ἀεὶ δέ σ' ἐξιών τε κἀσιὼν δόμους

Θεοκλύμενος παῖς ὅδε προσεννέπω, πάτερ.

ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους,

1170δμῶες, κομίζετ' ἐς δόμους τυραννικούς.

ἐγὼ δ' ἐμαυτὸν πόλλ' ἐλοιδόρησα δή·

οὐ γάρ τι θανάτωι τοὺς κακοὺς κολάζομεν.

καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ

ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,

1175ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον

Ἑλένην· θανεῖται δ', ἤν γε δὴ ληφθῆι μόνον.

ἔα·

ἀλλ', ὡς ἔοικε, πάντα διαπεπραγμένα

ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσ' ἕδρας

ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.

1180ὠή, χαλᾶτε κλῆιθρα, λύεθ' ἱππικὰς

φάτνας, ὀπαδοί, κἀκκομίζεθ' ἅρματα,

ὡς ἂν πόνου γ' ἕκατι μὴ λάθηι με γῆς

τῆσδ' ἐκκομισθεῖσ' ἄλοχος ἧς ἐφίεμαι.

ἐπίσχετ'· εἰσορῶ γὰρ οὓς διώκομεν

1185παρόντας ἐν δόμοισι κοὐ πεφευγότας.

αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς

λευκῶν ἀμείψασ' ἔκ τε κρατὸς εὐγενοῦς

κόμας σίδηρον ἐμβαλοῦσ' ἀπέθρισας

χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα

1190κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη

στένεις ὀνείροις ἢ φάτιν τιν' οἴκοθεν

κλυοῦσα λύπηι σὰς διέφθαρσαι φρένας;

Ελ. ὦ δέσποτ' ‑ ἤδη γὰρ τόδ' ὀνομάζω σ' ἔπος ‑

ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμ' ἔτι.

1195Θε. ἐν τῶι δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη;

Ελ. Μενέλαος ‑ οἴμοι, πῶς φράσω; ‑ τέθνηκέ μοι.

Θε. [οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δ' εὐτυχῶ.]

πῶς οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε;

Ελ. κείνη τε φησὶν ὅ τε παρὼν ὅτ' ὤλλυτο.

1200Θε. ἥκει γὰρ ὅστις καὶ τάδ' ἀγγέλλει σαφῆ;

Ελ. ἥκει· μόλοι γὰρ οἷ σφ' ἐγὼ χρήιζω μολεῖν.

Θε. τίς ἐστι; ποῦ 'στιν; ἵνα σαφέστερον μάθω.

Ελ. ὅδ' ὃς κάθηται τῶιδ' ὑποπτήξας τάφωι.

Θε. Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφωι πρέπει.

1205Ελ. οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδ' ἔχειν πόσιν.

Θε. ποδαπὸς δ' ὅδ' ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;

Ελ. Ἕλλην, Ἀχαιῶν εἷς ἐμῶι σύμπλους πόσει.

Θε. θανάτωι δὲ ποίωι φησὶ Μενέλεων θανεῖν;

Ελ. οἰκτρόταθ', ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.

1210Θε. ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον;

Ελ. Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.

Θε. καὶ πῶς ὅδ' οὐκ ὄλωλε κοινωνῶν πλάτης;

Ελ. ἐσθλῶν κακίους ἐνίοτ' εὐτυχέστεροι.

Θε. λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;

1215Ελ. ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.

Θε. ὄλωλ' ἐκεῖνος. ἦλθε δ' ἐν ποίωι σκάφει;

Ελ. ναῦταί σφ' ἀνείλοντ' ἐντυχόντες, ὡς λέγει.

Θε. ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίαι κακόν;

Ελ. νεφέλης λέγεις ἄγαλμ'; ἐς αἰθέρ' οἴχεται.

1220Θε. ὦ Πρίαμε καὶ γῆ Τρωιάς, ‹ὡς› ἔρρεις μάτην.

Ελ. κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.

Θε. πόσιν δ' ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί;

Ελ. ἄθαπτον· οἲ 'γὼ τῶν ἐμῶν τλήμων κακῶν.

Θε. τῶνδ' οὕνεκ' ἔτεμες βοστρύχους ξανθῆς κόμης;

1225Ελ. φίλος γάρ ἐστιν ὅς ποτ' ἐστὶν ἐνθάδ' ὤν.

Θε. ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται.

‹Ελ.                                       ›

‹Θε.                                       ›

Ελ. ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.

Θε. οὐ δῆτα. πῶς οὖν; τόνδ' ἐτ' οἰκήσεις τάφον;

1230Ελ. πιστὴ γάρ εἰμι τῶι πόσει φεύγουσα σέ.

Θε. τί κερτομεῖς με, τὸν θανόντα δ' οὐκ ἐᾶις;

Ελ. ἀλλ' οὐκέτ'· ἤδη δ' ἄρχε τῶν ἐμῶν γάμων.

Θε. χρόνια μὲν ἦλθεν, ἀλλ' ὅμως αἰνῶ τάδε.

Ελ. οἶσθ' οὖν ὃ δρᾶσον· τῶν πάρος λαθώμεθα.

Θε. ἐπὶ τῶι; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.

1235Ελ. σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι.

Θε. μεθίημι νεῖκος τὸ σόν, ἴτω δ' ὑπόπτερον.

Ελ. πρός νύν σε γονάτων τῶνδ', ἐπείπερ εἶ φίλος ...

Θε. τί χρῆμα θηρῶσ' ἱκέτις ὠρέχθης ἐμοῦ;

Ελ. τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω.

1240Θε. τί δ'; ἔστ' ἀπόντων τύμβος; ἢ θάψεις σκιάν;

Ελ. Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντωι θάνηι ...

Θε. τί δρᾶν; σοφοί τοι Πελοπίδαι τὰ τοιάδε.

Ελ. κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.

Θε. κτέριζ'· ἀνίστη τύμβον οὗ χρήιζεις χθονός.

1245Ελ. οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν.

Θε. πῶς δαί; λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων.

Ελ. ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν.

Θε. τί σοι παράσχω δῆτα τῶι τεθνηκότι;

Ελ. ὅδ' οἶδ', ἐγὼ δ' ἄπειρος, εὐτυχοῦσα πρίν.

1250Θε. ὦ ξένε, λόγων μὲν κληδόν' ἤνεγκας φίλην.

Με. οὔκουν ἐμαυτῶι γ' οὐδὲ τῶι τεθνηκότι.

Θε. πῶς τοὺς θανόντας θάπτετ' ἐν πόντωι νεκρούς;

Με. ὡς ἂν παρούσης οὐσίας ἕκαστος ἦι.

Θε. πλούτου λέγ' οὕνεχ' ὅτι θέλεις ταύτης χάριν.

1255Με. προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις.

Θε. τίνος; σύ μοι σήμαινε, πείσομαι δ' ἐγώ.

Με. αὐτὸς σὺ γίγνωσκ'· ἀρκέσει γὰρ ἃν διδῶις.

Θε. ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος.

Με. διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου.

1260Θε. οὐ τῶνδ' ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν.

Με. καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.

Θε. ἔσται· τί δ' ἄλλο προσφέρειν νομίζεται;

Με. χαλκήλαθ' ὅπλα· καὶ γὰρ ἦν φίλος δορί.

Θε. ἄξια τάδ' ἔσται Πελοπιδῶν ἃ δώσομεν.

1265Με. καὶ τἄλλ' ὅσα χθὼν καλὰ φέρει βλαστήματα.

Θε. πῶς οὖν; ἐς οἶδμα τίνι τρόπωι καθίετε;

Με. ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας.

Θε. πόσον δ' ἀπείργειν μῆκος ἐκ γαίας δόρυ;

Με. ὥστ' ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις.

1270Θε. τί δή; τόδ' Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει;

Με. ὡς μὴ πάλιν γῆι λύματ' ἐκβάληι κλύδων.

Θε. Φοίνισσα κώπη ταχύπορος γενήσεται.

Με. καλῶς ἂν εἴη Μενέλεώι τε πρὸς χάριν.

Θε. οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε;

1275Με. μητρὸς τόδ' ἔργον ἢ γυναικὸς ἢ τέκνων.

Θε. ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν.

Με. ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν.

Θε. ἴτω· πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν.

ἐλθὼν δ' ἐς οἴκους, ἐξελὼν κόσμον νεκρῶι

‹                                     ›

1280καί σ' οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ,

δράσαντα τῆιδε πρὸς χάριν· φήμας δ' ἐμοὶ

ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας

ἐσθῆτα λήψηι σῖτά θ', ὥστε σ' ἐς πάτραν

ἐλθεῖν, ἐπεὶ νῦν γ' ἀθλίως ‹σ'› ἔχονθ' ὁρῶ.

1285σὺ δ', ὦ τάλαινα, μὴ 'πὶ τοῖς ἀνηνύτοις

τρύχουσα σαυτήν ‹

                 › Μενέλεως δ' ἔχει πότμον,

κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν γόοις.

Με. σὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲν

στέργειν πόσιν χρή, τὸν δὲ μηκέτ' ὄντ' ἐᾶν·

1290ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον.

ἢν δ' Ἑλλάδ' ἔλθω καὶ τύχω σωτηρίας,

παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένηι

οἵαν γενέσθαι χρή σε σῶι ξυνευνέτηι.

Ελ. ἔσται τάδ'· οὐδὲ μέμψεται πόσις ποτὲ

1295ἡμῖν· σὺ δ' αὐτὸς ἐγγὺς ὢν εἴσηι τάδε.

ἀλλ', ὦ τάλας, ἔσελθε καὶ λουτρῶν τύχε

ἐσθῆτά τ' ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς

εὐεργετήσω σ'· εὐμενέστερον γὰρ ἂν

τῶι φιλτάτωι μοι Μενέλεωι τὰ πρόσφορα

1300δρώιης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή.

Χο. ὀρεία ποτὲ δρομάδι κώ-

λωι Μάτηρ ἐσύθη θεῶν

ἀν' ὑλᾶντα νάπη

ποτάμιόν τε χεῦμ' ὑδάτων

1305βαρύβρομόν τε κῦμ' ἅλιον

πόθωι τᾶς ἀποιχομένας

ἀρρήτου κούρας.

κρόταλα δὲ βρόμια διαπρύσιον

ἱέντα κέλαδον ἀνεβόα,

1310θηρῶν ὅτε ζυγίους

ζεύξασα θεὰ σατίνας

τὰν ἁρπασθεῖσαν κυκλίων

χορῶν ἔξω παρθενίων

μετὰ κουρᾶν δ'†

‹˘˘ˉ˘› ἀελλόποδες,

1315ἁ μὲν τόξοις Ἄρτεμις, ἁ δ'

ἔγχει Γοργῶπις πάνοπλος.

αὐγάζων δ' ἐξ οὐρανίων

‹ˉˉˉ˘˘ˉ›

ἄλλαν μοῖραν ἔκραινεν.

δρομαῖον δ' ὅτε πολυπλάνη-

1320τον μάτηρ ἔπαυσε πόνον

ματεύουσα πόνους†

θυγατρὸς ἁρπαγὰς δολίους,

χιονοθρέμμονάς τ' ἐπέρασ'

Ἰδαιᾶν Νυμφᾶν σκοπιὰς

1325ῥίπτει τ' ἐν πένθει

πέτρινα κατὰ δρία πολυνιφέα.

βροτοῖσι δ' ἄχλοα πεδία γᾶς

‹ˉˉ˘˘ˉ›

οὐ καρπίζουσ' ἀρότοις,

λαῶν δὲ φθείρει γενεάν,

1330ποίμναις δ' οὐχ ἵει θαλερὰς

βοσκὰς εὐφύλλων ἑλίκων·

πόλεων δ' ἀπέλειπε βίος,

οὐδ' ἦσαν θεῶν θυσίαι,

βωμοῖς δ' ἄφλεκτοι πελανοί·

1335παγὰς δ' ἀμπαύει δροσερὰς

λευκῶν ἐκβάλλειν ὑδάτων

πένθει παιδὸς ἀλάστωι.

ἐπεὶ δ' ἔπαυσ' εἰλαπίνας

θεοῖς βροτείωι τε γένει,

Ζεὺς μειλίσσων στυγίους

1340Ματρὸς ὀργὰς ἐνέπει·

Βᾶτε, σεμναὶ Χάριτες,

ἴτε, τὰν περὶ παρθένωι

Δηὼ θυμωσαμέναν

λύπαν ἐξαλλάξατ'†ἀλαλᾶι

1345Μοῦσαί θ' ὕμνοισι χορῶν.

χαλκοῦ δ' αὐδὰν χθονίαν

τύπανά τ' ἔλαβε βυρσοτενῆ

καλλίστα τότε πρῶτα μακά-

ρων Κύπρις· γέλασεν δὲ θεὰ

1350δέξατό τ' ἐς χέρας

βαρύβρομον αὐλὸν

τερφθεῖσ' ἀλαλαγμῶι.

ὧν οὐ θέμις οὔθ' ὅσια

ἐπύρωσας ἐν θαλάμοις,†

1355μῆνιν δ' ἔχεις μεγάλας

Ματρός, ὦ παῖ, θυσίας

οὐ σεβίζουσα θεᾶς.

μέγα τοι δύναται νεβρῶν

παμποίκιλοι στολίδες

1360κισσοῦ τε στεφθεῖσα χλόα

νάρθηκας εἰς ἱεροὺς

ῥόμβου θ' εἱλισσομένα

κύκλιος ἔνοσις αἰθερία

βακχεύουσά τ' ἔθειρα Βρομί-

1365ωι καὶ παννυχίδες θεᾶς.

εὖ δέ νιν ἄμασιν

ὑπέρβαλε σελάνα

μορφᾶ μόνον ηὔχεις.†

Ελ. τὰ μὲν κατ' οἴκους εὐτυχοῦμεν, ὦ φίλαι·

1370ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη

πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη

[οὐκ εἶπ' ἀδελφῶι· κατθανόντα δ' ἐν χθονὶ]

οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.

κάλλιστα δῆτ' ἀνήρπασεν ἐν τύχη†πόσις·

1375ἃ γὰρ καθήσειν ὅπλ' ἔμελλεν εἰς ἅλα,

ταῦτ' ἐμβαλὼν πόρπακι γενναίαν χέρα

αὐτὸς κομίζει δόρυ τε δεξιᾶι λαβών,

ὡς τῶι θανόντι χάριτα δὴ συνεκπονῶν.

προύργου δ' ἐς ἀλκὴν σῶμ' ὅπλοις ἠσκήσατο,

1380ὡς βαρβάρων τροπαῖα μυρίων χερὶ

θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος.

πέπλους δ' ἀμείψασ' ἀντὶ ναυφθόρου στολῆς

ἐγώ νιν ἐξήσκησα καὶ λουτροῖς χρόα

ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.

1385ἀλλ', ἐκπερᾶι γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς

γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν,

σιγητέον μοι· καὶ σὲ προσποιούμεθα

‹                                    ›

εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα

σωθέντες αὐτοὶ καὶ σὲ συσσῶσαί ποτε.

1390Θε. χωρεῖτ' ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος,

δμῶες, φέροντες ἐνάλια κτερίσματα.

Ἑλένη, σὺ δ', ἤν σοι μὴ κακῶς δόξω λέγειν,

πείθου, μέν' αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε

πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῆις.

1395δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος

πείσηι μεθεῖναι σῶμ' ἐς οἶδμα πόντιον

τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην·

ἄγαν γὰρ αὐτὸν οὐ παρόνθ' ὅμως στένεις.

Ελ. ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει

1400τὰ πρῶτα λέκτρα νυμφικάς θ' ὁμιλίας

τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν

καὶ ξυνθάνοιμ' ἄν· ἀλλὰ τίς κείνωι χάρις

ξὺν κατθανόντι κατθανεῖν ‹μ'›; ἔα δέ με

αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῶι.

1405θεοὶ δέ σοί τε δοῖεν οἷ' ἐγὼ θέλω

καὶ τῶι ξένωι τῶιδ', ὅτι συνεκπονεῖ τάδε.

ἕξεις δέ μ' οἵαν χρή σ' ἔχειν ἐν δώμασιν

γυναῖκ', ἐπειδὴ Μενέλεων εὐεργετεῖς

κἄμ'· ἔρχεται γὰρ δή τιν' ἐς τύχην τάδε.

1410ὅστις δὲ δώσει ναῦν ἐν ἧι τάδ' ἄξομεν,

πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.

Θε. χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντερον

Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.

Ελ. οὔκουν ὅδ' ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;

1415Θε. μάλιστ'· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.

Ελ. αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.

Θε. αὖθις κελεύω καὶ τρίτον ‹γ'›, εἴ σοι φίλον.

Ελ. ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων.

Θε. μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξηις χρόα.

1420Ελ. ἥδ' ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.

Θε. τὰ τῶν θανόντων οὐδὲν ἀλλ' ἄλλως πόνος.

Ελ. ἔστιν τι κἀκεῖ κἀνθάδ' ὧν ἐγὼ λέγω.†

Θε. οὐδὲν κακίω Μενέλεώ μ' ἕξεις πόσιν.

Ελ. οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.

1425Θε. ἐν σοὶ τόδ', ἢν σὴν εἰς ἔμ' εὔνοιαν διδῶις.

Ελ. οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.

Θε. βούληι ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;

Ελ. ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ.

Θε. ἀλλ' εἷα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·

1430καθαρὰ γὰρ ἡμῖν δώματ'· οὐ γὰρ ἐνθάδε

ψυχὴν ἀφῆκε Μενέλεως. ἴτω δέ τις

φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων

ἀγάλματ' οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ

γαῖαν βοᾶσθαι μακαρίαις ὑμνωιδίαις,

1435ὑμέναιος Ἑλένης κἀμὸς ὡς ζηλωτὸς ἦι.

σὺ δ', ὦ ξέν', ἐλθὼν πελαγίους ἐς ἀγκάλας

τῶι τῆσδε πρίν ποτ' ὄντι δοὺς πόσει τάδε

πάλιν πρὸς οἴκους σπεῦδ' ἐμὴν δάμαρτ' ἔχων,

ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ

1440στέλληι πρὸς οἴκους ἢ μένων εὐδαιμονῆις.

Με. ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλήιζηι θεός,

βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.

ἕλκουσι δ' ἡμῖν πρὸς λέπας τὰς συμφορὰς

σπουδῆι σύναψαι· κἂν ἄκραι θίγηις χερί,

1445ἥξομεν ἵν' ἐλθεῖν βουλόμεσθα τῆς τύχης.

ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.

κέκλησθέ τοι, θεοί, πόλλ' ἄχρηστ' ἐμοῦ κλύειν

καὶ λύπρ'· ὀφείλω δ' οὐκ ἀεὶ πράσσειν κακῶς,

ὀρθῶι δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν

1450δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.

Χο. Φοίνισσα Σιδωνιὰς ὦ

ταχεῖα κώπα, ῥοθίοισι Νηρέως

εἰρεσία φίλα,

χοραγὲ τῶν καλλιχόρων

1455δελφίνων, ὅταν αὐ-

ρᾶν πέλαγος ἀνήνεμον ἦι,

γλαυκὰ δὲ Πόντου θυγάτηρ

Γαλάνεια τάδ' εἴπηι·

Κατὰ μὲν ἱστία πετάσατ', αὔ-

1460ρας λιπόντες εἰναλίας,

λάβετε δ' εἰλατίνας πλάτας,

ὦ ναῦται ναῦται,

πέμποντες εὐλιμένους

Περσείων οἴκων Ἑλέναν ἐπ' ἀκτάς.

1465ἦ που κόρας ἂν ποταμοῦ

παρ' οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ

Παλλάδος ἂν λάβοι

χρόνωι ξυνελθοῦσα χοροῖς

ἢ κώμοις Ὑακίν-

1470θου νύχιον ἐς εὐφροσύναν,

ὃν ἐξαμιλλασάμενος

τροχῶ τέρμονι δίσκου†

ἔκανε Φοῖβος, τᾶ†Λακαί-

ναι γᾶι βούθυτον ἁμέραν

1475ὁ Διὸς εἶπε σέβειν γόνος·

μόσχον θ' ἃν λίποιτ' οἴκοις†

‹ˉˉ˘˘ˉ›

ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.

δι' αἰθέρος εἴθε ποτανοὶ

γενοίμεθ' ὅπαι Λιβύας

1480οἰωνῶν στιχάδες

ὄμβρον χειμέριον λιποῦ-

σαι νίσονται πρεσβυτάτου

σύριγγι πειθόμεναι

ποιμένος, ἄβροχά θ' ὃς

1485πεδία καρποφόρα τε γᾶς

ἐπιπετόμενος ἰαχεῖ.

ὧ πταναὶ δολιχαύχενες,

σύννομοι νεφέων δρόμωι,

βᾶτε Πλειάδας ὑπὸ μέσας

1490Ὠρίωνά τ' ἐννύχιον,

καρύξατ' ἀγγελίαν

Εὐρώταν ἐφεζόμεναι,

Μενέλεως ὅτι Δαρδάνου

πόλιν ἑλὼν δόμον ἥξει.

1495μόλοιτέ ποθ' ἵππιον οἶμον

δι' αἰθέρος ἱέμενοι,

παῖδες Τυνδαρίδαι,

λαμπρῶν ἀστέρων ὑπ' ἀέλ-

λαις οἳ ναίετ' οὐράνιοι,

1500σωτῆρε τᾶς Ἑλένας,

γλαυκὸν ἐπ' οἶδμ' ἅλιον

κυανόχροά τε κυμάτων

ῥόθια πολιὰ θαλάσσας,

ναύταις εὐαεῖς ἀνέμων

1505πέμποντες Διόθεν πνοάς,

δύσκλειαν δ' ἀπὸ συγγόνου

βάλετε βαρβάρων λεχέων,

ἃν Ἰδαιᾶν ἐρίδων

ποιναθεῖσ' ἐκτήσατο, γᾶν

1510οὐκ ἐλθοῦσά ποτ' Ἰλίου

Φοιβείους ἐπὶ πύργους.

ΑΓΓΕΛΟΣ

ἄναξ, τὰ κάκιστ' ἐν δόμοις ηὑρήκαμεν·†

ὡς καίν' ἀκούσηι πήματ' ἐξ ἐμοῦ τάχα.

Θε. τί δ' ἔστιν; Αγ. ἄλλης ἐκπόνει μνηστεύματα

1515γυναικός· Ἑλένη γὰρ βέβηκ' ἔξω χθονός.

Θε. πτεροῖσιν ἀρθεῖσ' ἢ πεδοστιβεῖ ποδί;

Αγ. Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός,

ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.

Θε. ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρία

1520ἐκ τῆσδ' ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις.

Αγ. ἥν γε ξένωι δίδως σύ· τοὺς δὲ σοὺς ἑλὼν

ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθηις.

Θε. πῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων

ἔσω βέβηκε μίαν ὑπερδραμεῖν χέρα

1525τοσούσδε ναύτας ὧν ἀπεστάλης μέτα.

Αγ. ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους

ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη,

σοφώταθ' ἁβρὸν πόδα τιθεῖσ' ἀνέστενεν

πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.

1530ὡς δ' ἤλθομεν σῶν περίβολον νεωρίων,

Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν

ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα

ἔχουσαν. ἔργου δ' ἔργον ἐξημείβετο·

ὁ μὲν γὰρ ἱστόν, ὁ δὲ πλάτην καθίστατο

1535ταρσόν τε χειρὶ†λευκά θ' ἱστί' εἰς ἓν ἦν†

πηδάλιά τε ζεύγλαισι παρακαθίετο.

κἀν τῶιδε μόχθωι, τοῦτ' ἄρα σκοπούμενοι,

Ἕλληνες ἄνδρες Μενέλεωι ξυνέμποροι

προσῆλθον ἀκτὰς ναυφθόροις ἠσκημένοι

1540πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δ' ὁρᾶν.

ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος

προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·

Ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε

Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;

1545ἀλλ' Ἀτρέως παῖδ' ὀλόμενον συνθάπτετε,

ὃν Τυνδαρὶς παῖς ἥδ' ἀπόντα κενοταφεῖ.

οἱ δ' ἐκβαλόντες δάκρυα ποιητῶι τρόπωι

ἐς ναῦν ἐχώρουν Μενέλεωι ποντίσματα

φέροντες. ἡμῖν δ' ἦν μὲν ἥδ' ὑποψία

1550λόγος τ' ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν

ὡς πλῆθος εἴη· διεσιωπῶμεν δ' ὅμως

τοὺς σοὺς λόγους σώιζοντες· ἄρχειν γὰρ νεὼς

ξένον κελεύσας πάντα συνέχεας τάδε.

καὶ τἄλλα μὲν δὴ ῥαιδίως ἔσω νεὼς

1555ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς

οὐκ ἤθελ' ὀρθὸς σανίδα προσβῆναι κάτα,

ἀλλ' ἐξεβρυχᾶτ' ὄμμ' ἀναστρέφων κύκλωι,

κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων

μὴ θιγγάνειν ἀπεῖργεν. ὁ δ' Ἑλένης πόσις

1560ἐκάλεσεν· Ὦ πέρσαντες Ἰλίου πόλιν,

οὐχ εἷ' ἀναρπάσαντες Ἑλλήνων νόμωι

νεανίαις ὤμοισι ταύρειον δέμας

ἐς πρῶιραν ἐμβαλεῖτε φάσγανόν θ' ἅμα

πρόχειρον ὤσει†σφάγια τῶι τεθνηκότι;

1565οἱ δ' ἐς κέλευσμ' ἐλθόντες ἐξανήρπασαν

ταῦρον φέροντές τ' εἰσέθεντο σέλματα.

μονάμπυκος δὲ Μενέλεως ψήχων δέρην

μέτωπά τ' ἐξέπεισεν ἐσβῆναι δόρυ.

τέλος δ', ἐπειδὴ ναῦς τὰ πάντ' ἐδέξατο,

1570πλήσασα κλιμακτῆρας εὐσφύρωι ποδὶ

Ἑλένη καθέζετ' ἐν μέσοις ἑδωλίοις

ὅ τ' οὐκέτ' ὢν λόγοισι Μενέλεως πέλας·

ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τ' ἴσοι

ἀνὴρ παρ' ἄνδρ' ἕζονθ', ὑφ' εἵμασι ξίφη

1575λαθραῖ' ἔχοντες, ῥόθιά τ' ἐξεπίμπλατο

βοῆς, κελευστοῦ φθέγμαθ' ὡς ἠκούσαμεν.

ἐπεὶ δὲ γαίας ἦμεν οὔτ' ἄγαν πρόσω

οὔτ' ἐγγύς, οὕτως ἤρετ' οἰάκων φύλαξ·

Ἔτ', ὦ ξέν', ἐς τὸ πρόσθεν ‑ ἢ καλῶς ἔχει; ‑

1580πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.

ὁ δ' εἶφ'· Ἅλις μοι. δεξιᾶι δ' ἑλὼν ξίφος

ἐς πρῶιραν εἷρπε κἀπὶ ταυρείωι σφαγῆι

σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,

τέμνων δὲ λαιμὸν ηὔχετ'· Ὦ ναίων ἅλα

1585πόντιε Πόσειδον Νηρέως θ' ἁγναὶ κόραι,

σώσατέ μ' ἐπ' ἀκτὰς Ναυπλίας δάμαρτά τε

ἄσυλον ἐκ γῆς· αἵματος δ' ἀπορροαὶ

ἐς οἶδμ' ἐσηκόντιζον οὔριαι ξένωι.

καί τις τόδ' εἶπε· Δόλιος ἡ ναυκληρία·

1590πάλιν πλέωμεν ἀξίαν†κέλευε σύ,

σὺ δὲ στρέφ' οἴακ'. ἐκ δὲ ταυρείου φόνου

Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους·

Τί μέλλετ', ὦ γῆς Ἑλλάδος λωτίσματα,

σφάζειν φονεύειν βαρβάρους νεώς τ' ἄπο

1595ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς

βοᾶι κελευστὴς τὴν ἐναντίαν ὄπα·

οὐχ εἷ' ὁ μέν τις λοῖσθον ἀρεῖται δόρυ,

ὁ δὲ ζύγ' ἄξας, ὁ δ' ἀφελὼν σκαλμοῦ πλάτην

καθαιματώσει κρᾶτα πολεμίων ξένων;

1600ὀρθοὶ δ' ἀνῆιξαν πάντες, οἱ μὲν ἐν χεροῖν

κορμοὺς ἔχοντες ναυτικούς, οἱ δὲ ξίφη·

φόνωι δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δ' ἦν

πρύμνηθεν Ἑλένης· Ποῦ τὸ Τρωϊκὸν κλέος;

δείξατε πρὸς ἄνδρας βαρβάρους. σπουδῆς δ' ὕπο

1605ἔπιπτον, οἱ δ' ὠρθοῦντο, τοὺς δὲ κειμένους

νεκροὺς ἂν εἶδες. Μενέλεως δ' ἔχων ὅπλα,

ὅπηι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,

ταύτηι προσῆγε χειρὶ δεξιᾶι ξίφος,

ὥστ' ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ

1610σῶν ναυβατῶν ἐρέτμ'· ἐπ' οἰάκων δὲ βὰς

ἄνακτ' ἐς Ἑλλάδ' εἶπεν εὐθύνειν δόρυ.

οἱ δ' ἱστὸν ἦραν, οὔριαι δ' ἧκον πνοαί·

βεβᾶσι δ' ἐκ γῆς. διαφυγὼν δ' ἐγὼ φόνον

καθῆκ' ἐμαυτὸν εἰς ἅλ' ἄγκυραν πάρα·

1615ἤδη δὲ κάμνονθ' ὁρμιατόνων μέ τις

ἀνείλετ', ἐς δὲ γαῖαν ἐξέβησέ σοι

τάδ' ἀγγελοῦντα. σώφρονος δ' ἀπιστίας

οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.

Χο. οὐκ ἄν ποτ' ηὔχουν οὔτε σ' οὔθ' ἡμᾶς λαθεῖν

1620Μενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών.

Θε. ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας·

ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμος

ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους·

νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον,

1625ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι.

τοιγὰρ οὔποτ' ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.

ΘΕΡΑΠΩΝΒ

οὗτος, ὦ, ποῖ σὸν πόδ' αἴρεις, δέσποτ', ἐς ποῖον φόνον;

Θε. οἷπερ ἡ δίκη κελεύει μ'· ἀλλ' ἀφίστασ' ἐκποδών.

Θε.β οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα ‹γὰρ› σπεύδεις κακά.

1630Θε. ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν; Θε.β φρονῶ

γὰρ εὖ.

Θε. οὐκ ἔμοιγ', εἰ μή μ' ἐάσεις ... Θε.β οὐ μὲν οὖν σ'

ἐάσομεν.

Θε. σύγγονον κτανεῖν κακίστην ... Θε.β εὐσεβεστάτην

μὲν οὖν.

Θε. ἥ με προύδωκεν ... Θε.β καλήν γε προδοσίαν, δίκαια

δρᾶν.

Θε. τἀμὰ λέκτρ' ἄλλωι διδοῦσα. Θε.β τοῖς γε κυριωτέροις.

1635Θε. κύριος δὲ τῶν ἐμῶν τίς; Θε.β ὃς ἔλαβεν πατρὸς πάρα.

Θε. ἀλλ' ἔδωκεν ἡ τύχη μοι. Θε.β τὸ δὲ χρεὼν ἀφείλετο.

Θε. οὐ σὲ τἀμὰ χρὴ δικάζειν. Θε.β ἤν γε βελτίω λέγω.

Θε. ἀρχόμεσθ' ἄρ', οὐ κρατοῦμεν. Θε.β ὅσια δρᾶν, τὰ δ'

ἔκδικ' οὔ.

Θε. κατθανεῖν ἐρᾶν ἔοικας. Θε.β κτεῖνε· σύγγονον δὲ σὴν

1640οὐ κτενεῖς ἡμῶν ἑκόντων ἀλλ' ἔμ'· ὡς πρὸ δεσποτῶν

τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.

ΚΑΣΤΩΡ

ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρηι,

Θεοκλύμενε, γαίας τῆσδ' ἄναξ· δισσοὶ δέ σε

Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ

1645ἔτικτεν Ἑλένην θ', ἣ πέφευγε σοὺς δόμους.

οὐ γὰρ πεπρωμένοισιν ὀργίζηι γάμοις,

οὐδ' ἡ θεᾶς Νηρῆιδος ἔκγονος κόρη

ἀδικεῖ σ' ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν

τιμῶσα πατρός τ' ἐνδίκους ἐπιστολάς.

1650[εἰς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον

κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν·

ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα

καὶ τοῖς θεοῖς παρέσχε τοὔνομ', οὐκέτι·

ἐν τοῖσι δ' αὐτοῖς δεῖ νιν ἐζεῦχθαι γάμοις

1655ἐλθεῖν τ' ἐς οἴκους καὶ συνοικῆσαι πόσει.]

ἀλλ' ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,

νόμιζε δ' αὐτὴν σωφρόνως πράσσειν τάδε.

πάλαι δ' ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,

ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς·

1660ἀλλ' ἥσσον' ἦμεν τοῦ πεπρωμένου θ' ἅμα

καὶ τῶν θεῶν, οἷς ταῦτ' ἔδοξεν ὧδ' ἔχειν.

σοὶ μὲν τάδ' αὐδῶ, συγγόνωι δ' ἐμῆι λέγω·

πλεῖ ξὺν πόσει σῶι· πνεῦμα δ' ἕξετ' οὔριον·

σωτῆρε δ' ἡμεῖς σὼ κασιγνήτω διπλῶ

1665πόντον παριππεύοντε πέμψομεν πάτραν.

ὅταν δὲ κάμψηις καὶ τελευτήσηις βίον,

θεὸς κεκλήσηι [καὶ Διοσκόρων μέτα

σπονδῶν μεθέξεις] ξένιά τ' ἀνθρώπων πάρα

ἕξεις μεθ' ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται.

1670οὗ δ' ὥρμισέν σε πρῶτα Μαιάδος τόκος

Σπάρτης ἀπάρας τὸν κατ' οὐρανὸν δρόμον,

κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,

φρουρὸν παρ' Ἀκτὴν τεταμένην νῆσον λέγω,

Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται,

1675ἐπεὶ κλοπαίαν σ' ἐκ δόμων ἐδέξατο.

καὶ τῶι πλανήτηι Μενέλεωι θεῶν πάρα

μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον·

τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες,

τῶν δ' ἀναριθμήτων μᾶλλον εἰσιν οἱ πόνοι.

1680Θε. ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος

νείκη μεθήσω σφῶιν κασιγνήτης πέρι·

κείνη δ' ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ,

ἐγὼ δ' ἀδελφὴν οὐκέτ' ἂν κτάνοιμ' ἐμήν.

ἴστον δ' ἀρίστης σωφρονεστάτης θ' ἅμα

1685γεγῶτ' ἀδελφῆς ὁμογενοῦς ἀφ' αἵματος.

καὶ χαίρεθ' Ἑλένης οὕνεκ' εὐγενεστάτης

γνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι.

[Χο. πολλαὶ μορφαὶ τῶν δαιμονίων,

πολλὰ δ' ἀέλπτως κραίνουσι θεοί·

1690καὶ τὰ δοκηθέντ' οὐκ ἐτελέσθη,

τῶν δ' ἀδοκήτων πόρον ηὗρε θεός.

τοιόνδ' ἀπέβη τόδε πρᾶγμα.]