ΔΑΦΝΙΣ ΚΑΙ ΜΕΝΑΛΚΑΣ
Βουκολιάζεο, Δάφνι· τὺ δ' ᾠδᾶς ἄρχεο πρᾶτος,
ᾠδᾶς ἄρχεο, Δάφνι, ἐφεψάσθω δὲ Μενάλκας,
μόσχως βουσὶν ὑφέντες, ἐπὶ στείραισι δὲ ταύρως.
χοἲ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο
μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ
ἐκ τόθεν, ἄλλοθε δ' αὖτις ὑποκρίνοιτο Μενάλκας.
ΔΑΦΝΙΣ
ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἀ βῶς,
ἁδὺ δὲ χἀ σῦριγξ χὠ βουκόλος, ἁδὺ δὲ κἠγών.
ἔστι δέ μοι παρ' ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται
λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας
λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε.
τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω,
ὅσσον ἐρῶν τὸ πατρὸς μύθων καὶ ματρὸς ἀκούειν.
Οὕτω Δάφνις ἄεισεν ἐμίν, οὕτω δὲ Μενάλκας·
ΜΕΝΑΛΚΑΣ
Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω
κοίλαις ἐν πέτραισιν· ἔχω δέ τοι ὅσσ' ἐν ὀνείρῳ
φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας,
ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται.
ἐν πυρὶ δὲ δρυΐνῳ χόρια ζεῖ, ἐν πυρὶ δ' αὖαι
φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδ' ὅσον ὤραν
χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος.
Τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα,
Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτραφεν ἀγρός,
αὐτοφυῆ, τὰν οὐδ' ἂν ἴσως μωμάσατο τέκτων,
τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτός
σιτήθην πέτραισιν ἐν Ἰκαρίαισι δοκεύσας,
πέντε ταμὼν πέντ' οὖσιν· ὃ δ' ἐγκαναχήσατο κόχλῳ.
Βουκολικαὶ Μοῖσαι, μάλα χαίρετε, φαίνετε δ' ᾠδάν
τάν ποκ' ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι·
μηκέτ' ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω.
'τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ,
ἴρηκες δ' ἴρηξιν, ἐμὶν δ' ἁ Μοῖσα καὶ ᾠδά.
τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος
οὔτ' ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις
ἄνθεα· τόσσον ἐμὶν Μοῖσαι φίλαι. οὓς γὰρ ὁρεῦντι
γαθεῦσαι. τὼς δ' οὔτι ποτῷ δαλήσατο Κίρκα.'