˘˘˘˘˘˘ˉ˘ˉ˘ˉ˘˘˘˘ˉ
˘˘˘ˉ˘˘˘ˉˉˉˉ˘˘ˉ˘ˉˉˉ˘˘ˉ˘ˉ
ˉˉ˘˘ˉ˘˘ˉ˘˘ˉˉ˘ˉ
˘˘ˉ˘˘ˉ˘˘ˉ˘ˉ˘˘ˉ˘˘ˉ˘ˉ
ˉˉ˘˘˘˘ˉ˘ˉ˘˘ˉ
ˉˉ˘˘˘˘ˉ˘ˉ˘˘ˉ˘˘ˉ
˘˘˘ˉ˘˘ˉ˘˘˘ˉˉ˘ˉ
ˉˉ˘˘ˉ˘ˉˉ˘ˉ˘ˉ˘ˉ˘˘ˉ˘ˉˉ
˘˘˘ˉ˘˘ˉ˘ˉˉ˘ˉ˘˘ˉ˘ˉˉ˘˘ˉ˘ˉˉ˘ˉ˘˘ˉ
˘ˉˉ˘˘ˉ˘ˉ˘˘˘ˉ˘˘ˉ
˘ˉˉ˘˘ˉ˘ˉ˘˘˘ˉ˘˘ˉˉ˘ˉ˘ˉ
˘˘˘ˉ˘˘ˉ˘ˉˉ˘ˉ
ˉ˘ˉ˘ˉˉˉ˘ˉ˘˘ˉ˘ˉˉ˘ˉ
˘ˉˉ˘˘ˉˉ˘ˉ
ˉˉ˘ˉ˘˘ˉ
˘ˉˉ˘ˉ˘˘ˉ˘ˉˉ˘ˉ˘˘ˉ˘ˉˉ
Α΄ )+-/12µ8º=¿EGIKÌΜεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου
)+-023·»¾ÁGJÊNÎÑÖZ]Üdãτέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί,
¨«/1´8:¼ACÄÆLÌὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων
)+®14¶9;¼BÃFHÇLNÎSÓμέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος,
5©ª-/23µ8»ACÂεὐάρματος Ἱέρων ἐν ᾇ κρατέων
©¬.035·9¼ACÂIKÌτηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις,
)+-®13¶9;?ÁÅJÊποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ
ª¬/1´6¹½BÄHÈLÌQSÓXÙÜκείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.
(*-013µ7º?¿EGJLÌἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ
10(-/±34·º¾ÂGJÊNÏÒ×]aßgæὅ τ' ἐναγώνιος Ἑρμᾶς αἰγλάεντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον
¨®13·9;½ADÄÇLËἔν θ' ἅρματα πεισιχάλινα καταζευγνύῃ
*,¯23·:?¿CÅIKÊPRÑWÖσθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.
¨¬0368º?ÀEHÈἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνήρ
©ª,-02µ7º?BÃIKËεὐαχέα βασιλεῦσιν ὕμνον ἄποιν' ἀρετᾶς.
15)+-®14·:?AÁÅJÊκελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις
©¬/2³8»¿CÄHÊOÏTVÖ]Üßφᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησ' Ἀπόλλων,
()+¬02µ8º¼BÃHKËQÑÖ[^Þeãæmëqsñἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποί τινος ἀντὶ ἔργων ὀπιζομένα·
)¯³57º;¿EGIÈNQÑσὲ δ', ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων
)¬°35¸:¼BDFÅKMÍÐUÕYÙΛοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων
20)*-®24¶;¾ÂGÇδιὰ τεὰν δύναμιν δρακεῖσ' ἀσφαλές·
)ª0²¶¹»=@ÁFÈÊPÑθεῶν δ' ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς
)¬¯46·º@Àλέγειν ἐν πτερόεντι τροχῷ
©¬/±46¸παντᾷ κυλινδόμενον·
)®1³68»@ÁÄIÊNPÑW×Ûτὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.
Β΄ (*,/24¹;½BÃIKOQÒἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις
26*,/±56¸½ÀÄIKÌPÑÔÚ_bájèγλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασίν
¨ª-1³68¼BCÅÈMÍἭρας ὅτ' ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον
)+/0´7:½BÄJKËPRÒVÖπολυγαθέες· ἀλλά νιν ὕβρις εἰς αὐάταν ὑπεράφανον
¨«0258º?¿CGÇὦρσεν· τάχα δὲ παθὼν ἐοικότ' ἀνήρ
30¨«-/24·:¿DEÈNPÐἐξαίρετον ἕλε μόχθον. αἱ δύο δ' ἀμπλακίαι
)+-°35·:@CÄÆKËφερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι
¨«-.²4¸º?ÁFÆLÍRTÕYÛÞἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμειξε θνατοῖς,
(*-024·9º?ÀFHKMÎὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις
)*-°25¸º¼ÁFIÌPÒÔ×]aßgæΔιὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατ' αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον.
35©¬/2´7:¼BDÄÈMÌεὐναὶ δὲ παράτροποι ἐς κακότατ' ἀθρόαν
(*¬13·:?¿GÈMOÏTVÖZÚἔβαλον· ποτὶ καὶ τὸν ἵκοντ'· ἐπεὶ νεφέλᾳ παρελέξατο
ª¬1368º?¾CFÆψεῦδος γλυκὺ μεθέπων ἄϊδρις ἀνήρ
©«/246¸:¼BDÆJLËεἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν Οὐρανιᾶν
)+-¯36¹=ACÅÇLÌθυγατέρι Κρόνου· ἅντε δόλον αὐτῷ θέσαν
40©«/1´8º¾BÄJËPÑUXÙ^ÞáΖηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν
(),®14¹AÁÅIËNPÑW×Ûceäjéìròy{øἑὸν ὄλεθρον ὅγ'· ἐν δ' ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατ' ἀγγελίαν.
(«®13µ9»ACFÆKLÌἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον
)«¯24¸=¿EGJÊOQÓ×^Üdãμόνα καὶ μόνον οὔτ' ἐν ἀνδράσι γερασφόρον οὔτ' ἐν θεῶν νόμοις·
),.°26¹;¾ÂFÈτὸν ὀνύμαζε τράφοισα Κένταυρον, ὅς
45¨¬.±´6¸;@ÁFÈÌPÐἵπποισι Μαγνητίδεσσιν ἐμείγνυτ' ἐν Παλίου
*±79»¾EÅσφυροῖς, ἐκ δ' ἐγένοντο στρατός
ª¬/³68»θαυμαστός, ἀμφοτέροις
(«0³59¼AÁÅKËQVÖ[Üßὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δ' ὕπερθε πατρός.
Γ΄ )*-/24¶9»@ÁFIKLÍθεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται,
50)*.²68¹¿ÀÂHJÍRÒÖ×^aàfåθεός, ὃ καὶ πτερόεντ' αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται
©¬.3µ7:¼BFÆÉOÏδελφῖνα, καὶ ὑψιφρόνων τιν' ἔκαμψε βροτῶν,
(*/2µ7:¼@¿EGÇNPÑWÖἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκ'· ἐμὲ δὲ χρεών
ª1368º@ÀDFÅφεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.
©«/247¸=¿FIÉMOÎεἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλ' ἐν ἀμαχανίᾳ
55)+-°35·;?AÂÅJÊψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν
©«-/±6»¾DÅKËPÒWYØ^Ýàπιαινόμενον· τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.
),/147º?ÀDÄJLOQÒτὺ δὲ σάφα νιν ἔχεις ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,
*,.±34·º¾ÂGIÉNÏÐÕ]aáhçπρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις
¨ª./±47»@BÃÅJËἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει
60(*¬04¸;?ÀFÇKNÎTVÖ[Ûἕτερόν τιν' ἀν' Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον,
ª¬0247º=¿DFÅχαύνᾳ πραπίδι παλαιμονεῖ κενεά.
©ª-.35·9¼BDÅLNÎεὐανθέα δ' ἀναβάσομαι στόλον ἀμφ' ἀρετᾷ
)+-®34¶8;@ÀÃIÉκελαδέων. νεότατι μὲν ἀρήγει θράσος
ª¬02´8º¾BÄIÊOÐTV×[Ýàδεινῶν πολέμων· ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν,
65),/²57¹;¾ÂGÈMOÏVÙÝceäjëîuõ|~ýτὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δ' ἐν πεζομάχαισι· βουλαὶ δὲ πρεσβύτεραι
(ª/2µ7¹@DFÇLOÏἀκίνδυνον ἐμοὶ ἔπος ‹σὲ› ποτὶ πάντα λόγον
(«®24¶9¾BFHÉOQÓÕZÛbàἐπαινεῖν παρέχοντι. χαῖρε· τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολάν
)+.°46·:¼ÀEÆμέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται·
)¬/²³¹½@BÂGÈÌRÒτὸ Καστόρειον δ' ἐν Αἰολίδεσσι χορδαῖς θέλων
70(«13¶¹=¿ἄθρησον χάριν ἑπτακτύπου
©¬/²57¹φόρμιγγος ἀντόμενος.
)¬±2µ8;½DÄÉNÎTVØ]ßáγένοι', οἷος ἐσσὶ μαθών. καλός τοι πίθων παρὰ παισίν, αἰεί
Δ΄ )+/257¹=ÀEÆJNPTÔκαλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν
(*,¯25·¹»ÀFHÉMÎÐÔY]Ücáἔλαχε καρπὸν ἀμώμητον, οὐδ' ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν,
75©ª-/±57º?AÄÆLÌοἷα ψιθύρων παλάμαις ἕπετ' αἰεὶ βροτῷ.
(*¬02µ8:½CÂFHÇLNÎRÑἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες,
¨¬/136¸:¼ACÄὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.
©0368¼@ÁFHÇMOÐκέρδει δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;
(*-°35¶:=AÂÄJÊἅτε γὰρ ἐννάλιον πόνον ἐχοίσας βαθύν
80«¬/1³7¹¼AÃGÈMÎSUÖ[Üßσκευᾶς ἑτέρας, ἀβάπτιστος εἶμι φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.
(*,.35¸;¾EÆILOQÒἀδύνατα δ' ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς
)+,¯26¸¼ÁÃIKÌQÒÔØ^bßfåδόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας ἄταν πάγχυ διαπλέκει.
©¬/1³79ºACÅÆKÌοὔ οἱ μετέχω θράσεος. φίλον εἴη φιλεῖν·
)+°47»ADÃIÊMPÐUWØ]Ýποτὶ δ' ἐχθρὸν ἅτ' ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι,
85¨0257¸;¾EGÇἄλλ' ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.
¨¬/257»?ÀEHÈOQÒἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,
)+.°35¹;?BÃÆNÎπαρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός,
©«/1µ8»¾BÁFÉNÐVWÙ_Þáχὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,
(+-°35¸=ÀÂIÌRTÕZÚÜdfåkëñw÷}¢ýὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότ' αὖθ' ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλ' οὐδὲ ταῦτα νόον
90(ª13µ;¾DGIÊOQÒἰαίνει φθονερῶν· στάθμας δέ τινες ἑλκόμενοι
)«®13µ7º?BDÄHKÊÎSÔYØπερισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,
*-/³68»?¾ÂGÈπρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
)¬2´·:½ACÂHÈËPÐφέρειν δ' ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγόν
(ª13¶º@Âἀρήγει· ποτὶ κέντρον δέ τοι
95©¬.°46¹λακτιζέμεν τελέθει
(ª/³59»@ÄÅJÌQSÔYÙÜὀλισθηρὸς οἶμος· ἁδόντα δ' εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.