248 13 0 0 0 IV-III a. C. Bucolico Theocritus Idyllia 0

THEOCRITUS - Idyllia XII - ΑΙΤΗΣ

Ἤλυθες, ὦ φίλε κοῦρε· τρίτῃ σὺν νυκτὶ καὶ ἠοῖ

ἤλυθες· οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.

ὅσσον ἔαρ χειμῶνος, ὅσον μῆλον βραβίλοιο

ἥδιον, ὅσσον ὄις σφετέρης λασιωτέρη ἀρνός,

ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός,

ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδών

συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν,

τόσσον ἔμ' εὔφρηνας σὺ φανείς, σκιερὴν δ' ὑπὸ φηγόν

ἠελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις.

εἴθ' ὁμαλοὶ πνεύσειαν ἐπ' ἀμφοτέροισιν Ἔρωτες

νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδή·

'δίω δή τινε τώδε μετὰ προτέροισι γενέσθην

φῶθ', ὃ μὲν εἴσπνηλος, φαίη χ' Ὡμυκλαϊάζων,

τὸν δ' ἕτερον πάλιν, ὥς κεν ὁ Θεσσαλὸς εἴποι, ἀίτην.

ἀλλήλους δ' ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότ' ἦσαν

χρύσειοι πάλιν ἄνδρες, ὅτ' ἀντεφίλησ' ὁ φιληθείς.'

εἰ γὰρ τοῦτο, πάτερ Κρονίδη, πέλοι, εἰ γάρ, ἀγήρῳ

ἀθάνατοι, γενεῇς δὲ διηκοσίῃσιν ἔπειτα

ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα·

'ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω

πᾶσι διὰ στόματος, μετὰ δ' ἠιθέοισι μάλιστα.'

ἀλλ' ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες·

ἔσσεται ὡς ἐθέλουσιν. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων

ψεύδεα ῥινὸς ὕπερθεν ἀραιῆς οὐκ ἀναφύσω.

ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας,

διπλάσιον δ' ὤνησας, ἔχων δ' ἐπίμετρον ἀπῆλθον.

Νισαῖοι Μεγαρῆες, ἀριστεύοντες ἐρετμοῖς,

ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα

ξεῖνον ἐτιμήσασθε, Διοκλέα τὸν φιλόπαιδα.

αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πρώτῳ

κοῦροι ἐριδμαίνουσι φιλήματος ἄκρα φέρεσθαι·

ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη,

βριθόμενος στεφάνοισιν ἑὴν ἐς μητέρ' ἀπῆλθεν.

ὄλβιος ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ.

ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλ' ἐπιβῶται

Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ

πεύθονται, μὴ φαῦλος, ἐτήτυμον ἀργυραμοιβοί.