1065 50 0 4 1 0 VI sec. a. C.-X d. C. Epigramma Autori vari III Anthologia Graeca Beckby, H., Munich, Heimeran, 1-2:1965; 3-4:1968 1

Anthologia Graeca III

ΕΝ ΚΥΖΙΚΩΙ

εἰς τὸν ναὸν Ἀπολλωνίδος, τῆς μητρὸς Ἀττάλου καὶ Εὐμένους,

ΕΠΙΓΡΑΜΜΑΤΑ,

ἃ εἰς τὰ στυλοπινάκια ἐγέγραπτο περιέχοντα ἀναγλύφους ἱστορίας, ὡς ὑποτέτακται

1 - Εἰς Διόνυσον Σεμέλην τὴν μητέρα εἰς οὐρανὸν ἀνάγοντα, προηγουμένου Ἑρμοῦ, Σατύρων δὲ καὶ Σιληνῶν μετὰ λαμπάδων προπεμπόντων αὐτούς

Τάνδε Διὸς δμαθεῖσαν ἐν ὠδίνεσσι κεραυνῷ,

   καλλίκομον Κάδμου παῖδα καὶ Ἁρμονίης,

ματέρα θυρσοχαρὴς ἀνάγει γόνος ἐξ Ἀχέροντος,

   τὰν ἄθεον Πενθεῦς ὕβριν ἀμειβόμενος.

2 - Ὁ Β κίων ἔχει Τήλεφον ἀνεγνωρισμένον τῇ ἑαυτοῦ μητρί

Τὸν βαθὺν Ἀρκαδίης προλιπὼν πάτον εἵνεκα ματρὸς

   Αὔγης τᾶσδ' ἐπέβην γᾶς Τεϋθραντιάδος,

Τήλεφος, Ἡρακλέους φίλος γόνος αὐτὸς ὑπάρχων,

   ὄφρα μιν ἂψ ἀγάγω ἐς πέδον Ἀρκαδίης.

3 - Ὁ Γ ἔχει τυφλούμενον Φοίνικα ὑπὸ πατρὸς Ἀμύντορος καὶ κωλύουσαν Ἀλκιμέδην τὸν οἰκεῖον ἄνδρα

Ἀλκιμέδη ξύνευνον Ἀμύντορα παιδὸς ἐρύκει,

   Φοίνικος δ' ἐθέλει παῦσαι χόλον γενέτου,

ὅττι περ ἤχθετο πατρὶ σαόφρονος εἵνεκα ματρός,

   παλλακίδος δούλης λέκτρα προσιεμένῳ·

κεῖνος δ' αὖ δολίοις ψιθυρίσμασιν ἤχθετο κούρῳ,

   ἦγε δ' ἐς ὀφθαλμοὺς λαμπάδα παιδολέτιν.

4 - Ὁ Δ ἔχει Πολυμήδην καὶ Κλυτίον, τοὺς υἱοὺς Φινέως τοῦ Θρᾳκός, οἵτινες τὴν Φρυγίαν γυναῖκα τοῦ πατρὸς ἐφόνευσαν, ὅτι τῇ μητρὶ αὐτῶν Κλεοπάτρᾳ αὐτὴν ἐπεισῆγεν

Μητρυιὰν Κλυτίος καὶ Κλυτόνοος Πολυμήδης

   κτείνουσι Φρυγίην ματρὸς ὑπὲρ σφετέρας.

Κλειοπάτρη δ' ἐπὶ τοῖσιν ἀγάλλεται, ἣ πρὶν ἐπεῖδεν

   τὰν Φινέως γαμετὰν δαμναμένην ὁσίως.

5 - Ὁ Ε ἔχει Κρεσφόντην ἀναιροῦντα Πολυφόντην, τοῦ πατρὸς τὸν φονέα· ἔστι δὲ καὶ Μερόπη βάκτρον κατέχουσα καὶ συνεργοῦσα τῷ υἱῷ πρὸς τὴν τοῦ ἀνδρὸς ἐκδημίαν

Κρεσφόντου γενέτην πέφνες τὸ πάρος, Πολυφόντα,

   κουριδίης ἀλόχου λέκτρα θέλων μιάναι·

ὀψὲ δέ οἱ πάις ἧκε φόνῳ γενέτῃ προσαμύνων

   καί σε κατακτείνει ματρὸς ὑπὲρ Μερόπας.

   5τοὔνεκα καὶ δόρυ πῆξε μεταφρένῳ, ἁ δ' ἐπαρήγει,

   βριθὺ κατὰ κροτάφων βάκτρον ἐρειδομένα.

6 - Ὁ Ϛ΄ ἔχει Πυθῶνα ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἀναιρούμενον, καθότι τὴν Λητὼ πορευομένην εἰς Δελφοὺς ἐπὶ τὸ κατασχεῖν μαντεῖον ἐπιφανεὶς διεκώλυσεν

Γηγενέα Πυθῶνα, μεμιγμένον ἑρπετὸν ὁλκοῖς,

   ἐκνεύει Λατὼ πάγχυ μυσαττομένη·

σκυλᾶν γὰρ πινυτὰν ἐθέλει θεόν· ἀλλά γε τόξῳ

   θῆρα καθαιμάσσει Φοῖβος ἀπὸ σκοπιῆς.

Δελφὸν δ' οὖν θήσει τρίπον ἔνθεον· ἐκ δὲ δρακόντων

   πικρότατος πνεύσει ῥοῖζον ὀδυρόμενος.

7 - Ὁ Ζ ἔχει περὶ τὰ ἀρκτῷα μέρη Ἀμφίονος καὶ Ζήθου ἱστορίαν· προσάπτοντες ταύρῳ τὴν Δίρκην, ὅτι τὴν μητέρα αὐτῶν Ἀντιόπην, διὰ τὴν φθορὰν Λύκῳ, τῷ ἀνδρὶ αὐτῆς, ὑπὸ Νυκτέως, τοῦ πατρὸς αὐτῆς, ‹παραδοθεῖσαν›, ὀργῇ ζηλοτύπῳ ἐνεχθεῖσα, ἀμέτρως ἐτιμωρήσατο

Ἀμφίων καὶ Ζῆθε, Διὸς σκυλακεύματα, Δίρκην

   κτείνατε τάνδ' ὀλέτιν ματέρος Ἀντιόπας,

δέσμιον ἣν πάρος εἶχε διὰ ζηλήμονα μῆνιν·

   νῦν δ' ἱκέτις αὐτὴ λίσσετ' ὀδυρομένη·

ᾇ γε καὶ ἐκ ταύροιο καθάπτετε δίπλακα σειρήν,

   ὄφρα δέμας σύρῃ τῆσδε κατὰ ξυλόχου.

8 - Ἐν τῷ Η ἡ τοῦ Ὀδυσσέως νεκυομαντεία· καθέστηκεν τὴν ἰδίαν μητέρα Ἀντίκλειαν περὶ τῶν κατὰ τὸν οἶκον ἀνακρίνων

Μᾶτερ Ὀδυσσῆος πινυτόφρονος, Ἀντίκλεια,

   ζῶσα μὲν εἰς Ἰθάκην οὐχ ὑπέδεξο πάιν·

ἀλλά σε νῦν Ἀχέροντος ἐπὶ ῥηγμῖσι γεγῶσαν

   θαμβεῖ, ἀνὰ γλυκερὰν ματέρα δερκόμενος.

9 - Ἐν τῷ Θ Πελίας καὶ Νηλεὺς ἐλλελάξευνται, οἱ Ποσειδῶνος παῖδες, ἐκ δεσμῶν τὴν ἑαυτῶν μητέρα ῥυόμενοι, ἣν πρώην ὁ πατὴρ μὲν Σαλμωνεὺς διὰ τὴν φθορὰν ἔδησεν, ἡ δὲ μητρυιὰ αὐτῆς Σιδηρὼ τὰς βασάνους αὐτῇ ἐπέτεινεν

Μὴ Τυρὼ τρύχοι σὸν ἔτι σπείρημα, Σιδηροῖ,

   Σαλμωνεῖ γενέτᾳ τῷδ' ὑποτασσομέναν·

οὐκέτι γὰρ δουλώσει ἐν ἕρκεσιν, ἐγγύθι λεύσσων

   Νηλέα καὶ Πελίαν τούσδε καθεζομένους.

10 - Ἐν δὲ τῷ κατὰ δύσιν πλευρῷ ἐστὶν ἐν ἀρχῇ τοῦ Ι πίνακος Εὔνοος γεγλυμμένος καὶ Θόας, οὓς ἐγέννησεν Ὑψιπύλη, ἀναγνωριζόμενοι τῇ μητρὶ καὶ τὴν χρυσῆν δεικνύντες ἄμπελον, ὅπερ ἦν αὐτοῖς τοῦ γένους σύμβολον, καὶ ῥυόμενοι αὐτὴν τῆς διὰ τὸν Ἀρχεμόρου θάνατον παρ' Εὐρυδίκῃ τιμωρίας

Φαῖνε, Θόαν, Βάκχοιο φυτὸν τόδε· ματέρα γάρ σου

   ῥύσῃ τοῦ θανάτου, οἰκέτιν Ὑψιπύλαν·

ἃ τὸν ἀπ' Εὐρυδίκας ἔτλη χόλον, ἦμος ἀφαυρὸν

   ὕδρος ὁ γᾶς γενέτας ὤλεσεν Ἀρχέμορον.

στεῖχε δὲ καὶ σὺ λιπὼν Ἀσωπίδος ἀφνεὸν οὖθαρ,

   γειναμένην ἄξων Λῆμνον ἐς ἠγαθέην.

11 - Ἐν τῷ ΙΑ Πολυδέκτης, ὁ Σεριφίων βασιλεύς, ἀπολιθούμενος ὑπὸ Περσέως τῇ τῆς Γοργόνος κεφαλῇ, διὰ τὸν τῆς μητρὸς αὐτοῦ γάμον ἐκπέμψας τοῦτον ἐπὶ τὴν τῆς Γοργόνος κεφαλήν, καὶ ὃν καθ' ἑτέρου θάνατον ἐπενόει γενέσθαι, τοῦτον αὐτὸς κατὰ τὴν πρόνοιαν τῆς Δίκης ἐδέξατο

Ἔτλης καὶ σὺ λέχη Δανάης, Πολύδεκτα, μιαίνειν,

   δυσφήμοις εὐναῖς τῷ Διὶ μεμψάμενος·

ἀνθ' ὧν ὄμματ' ἔλυσε τὰ Γοργόνος ἐνθάδε Περσεύς,

   γυῖα λιθουργήσας ματρὶ χαριζόμενος.

12 - Ἐν τῷ ΙΒ Ἰξίων Φόρβαντα καὶ Πολύμηλον ἀναιρῶν διὰ τὸν εἰς τὴν μητέρα τὴν ἰδίαν Μεγάραν γεγενημένον φόνον· μηδ' ὁπότερον γὰρ αὐτῶν προελομένη γῆμαι, ἀγανακτήσαντες ἐπὶ τοῦτο ἐφόνευσαν

Φόρβαν καὶ Πολύμηλον ὅδ' Ἰξίων βάλε γαίῃ,

   ποινὰν τᾶς ἰδίας ματρὸς ἀμυνόμενος.

13 - Ὁ δὲ ΙΓ ‹ἔχει› Ἡρακλέα ἄγοντα τὴν μητέρα αὐτοῦ Ἀλκμήνην εἰς τὸ Ἠλύσιον πεδίον, συνοικίζοντα αὐτὴν Ῥαδαμάνθυϊ, αὐτὸν δὲ εἰς θεοὺς δῆθεν ἐγκρινόμενον

Ἀλκίδας ὁ θρασὺς Ῥαδαμάνθυϊ ματέρα τάνδε

   Ἀλκμήναν ὅσιον πρὸς λέχος ἐξέδοτο.

14 - Ἐν δὲ τῷ ΙΔ Τιτυὸς ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος τοξευόμενος, ἐπειδὴ τὴν μητέρα αὐτῶν Λητὼ ἐτόλμησεν ὑβρίσαι

Μάργε καὶ ἀφροσύνῃ μεμεθυσμένε, τίπτε βιαίως

   εἰς εὐνὰς ἐτράπης τᾶς Διὸς εὐνέτιδος;

ὅς σε δὴ αἵματι φῦρσε κατάξια, θηρσὶ δὲ βορρὰν

   καὶ πτανοῖς ἐπὶ γᾷ εἴασε νῦν ὁσίως.

15 - Ἐν δὲ τῷ ΙΕ Βελλεροφόντης ὑπὸ τοῦ παιδὸς Γλαύκου σῳζόμενος, ἡνίκα κατενεχθεὶς ὑπὸ τοῦ Πηγάσου εἰς τὸ Ἀλήιον πεδίον ἔμελλεν ὑπὸ Μεγαπένθους τοῦ Προίτου φονεύεσθαι

Οὔ κέ τι Προίτου ὑπαὶ φόνον ἔσχεθε Βελλεροφόντης

   οὐδ' ἐκ τοῦ παιδὸς τειρόμενος θάνατον,

Γλαῦκ', ἄκραντον, ἀγεννοῦς Ἰοβάτου δ' ὑπαλύξει·

   οὕτως γὰρ Μοιρῶν ‹τῷδ'› ἐπέκλωσε λίνα.

καὶ σὺ πατρὸς φόνον αὐτὸς ἀπήλασας ἐγγύθεν ἐλθών,

   καὶ μύθων ἐσθλῶν μάρτυς ἐπεφράσαο.

16 - Κατὰ δὲ τὰς θύρας τοῦ ναοῦ προσιόντων ἐστὶν Αἴολος καὶ Βοιωτός, Ποσειδῶνος παῖδες, ῥυόμενοι ἐκ δεσμῶν τὴν μητέρα Μελανίππην, τῶν περιτεθέντων αὐτῇ διὰ τὴν φθορὰν ὑπὸ τοῦ πατρὸς αὐτῆς

Αἴολε καὶ Βοιωτέ, σοφὸν φιλομήτορα μῦθον

   πρήξατε, μητέρ' ἑὴν λυόμενοι θανάτου·

τοὔνεκα γὰρ καὶ ‹σφῶι› πεφήνατε ἄλκιμοι ἄνδρες,

   ὃς μὲν ἀπ' Αἰολίης, ὃς δ' ἀπὸ Βοιωτίης.

17 - Ἐν δὲ τῷ ΙΖ Ἄναπις καὶ Ἀμφίνομος, οἳ ἐκραγέντων τῶν κατὰ Σικελίαν κρατήρων διὰ τοῦ πυρὸς οὐδὲν ἕτερον ἢ τοὺς ἑαυτῶν γονεῖς βαστάσαντες ἔσωσαν

Πυρὸς καὶ γαίης ...

18 - Ἐν δὲ τῷ ΙΗ Κλέοβις ἐστὶ καὶ Βίτων· τὴν ἑαυτῶν μητέρα Κυδίππην, ἱερωμένην ἐν Ἄργει Ἥρας, αὐτοὶ ὑποσχόντες τοὺς αὐχένας τῷ ζυγῷ διὰ τὸ βραδῦναι τὸ ζεῦγος τῶν βοῶν, ἱερουργῆσαι [τὴν μητέρα] ἐποίησαν· καὶ ἡσθεῖσα, φασίν, ἐπὶ τούτῳ ἐκείνη ηὔξατο τῇ θεῷ, εἴ τί ἐστι κάλλιστον ἐν ἀνθρώποις, τοῦτο τοῖς παισὶν αὐτῆς ὑπαντῆσαι· καὶ τοῦτο αὐτῆς εὐξαμένης ἐκεῖνοι αὐτονυκτὶ θνῄσκουσιν

Οὐ ψευδὴς ὅδε μῦθος, ἀληθείῃ δὲ κέκασται

   Κυδίππης παίδων εὐσεβίης θυσίη.

ἡδυχαρὴς γὰρ ἔην σκοπὸς ἀνδράσιν ὥριος οἶμος,

   μητρὸς ἐπ' εὐσεβίῃ κλεινὸν ἔθεντο πόνον.

χαίροιτ' οὖν ἱεροῖσιν ἐπ' εὐσεβίῃ, κλυτοὶ ἄνδρες,

   καὶ τὸν ἀπ' αἰώνων μῦθον ἔχοιτε μόνοι.

19 - Ἐν δὲ τῷ ΙΘ Ῥῆμος καὶ Ῥωμύλος ἐκ τῆς Ἀμολίου κολάσεως ῥυόμενοι τὴν μητέρα, Σερβήλειαν ὀνόματι· ταύτην γὰρ ὁ Ἄρης φθείρας ἐξ αὐτῆς ἐγέννησεν, καὶ ἐκτεθέντας αὐτοὺς λύκαινα ἔθρεψεν. ἀνδρωθέντες οὖν τὴν μητέρα τῶν δεσμῶν ἔλυσαν, Ῥώμην δὲ κτίσαντες Νομήτορι τὴν βασιλείαν ἀπεκατέστησαν

Τόνδε σὺ μὲν παίδων κρύφιον γόνον Ἄρεϊ τίκτεις

   Ῥῆμόν τε ξυνῇ καὶ Ῥωμύλον λεχέων,

θὴρ δὲ λύκαιν' ἄνδρωσεν ὑπὸ σπήλυγγι τιθηνός,

   οἵ σε δυσηκέστων ἥρπασαν ἐκ καμάτων.