614 71 0 5 85 13 IV-III a. C. Commedia Menander Heros Sandbach, F.H., Oxford, Clarendon Press, 1972. 17

MENANDER - Heros - ΗΡΩΣ

ΓΕΤΑΣ

κακόν τι Δᾶέ μοι δοκεῖς πεποηκέναι

παμμέγεθες, εἶτα προσδοκῶν ἀγωνιᾶν̣

μυλῶνα σαυτῶι καὶ πέδας· εὔδηλος εἶ.

τί γὰρ σὺ κόπτεις τὴν κεφαλὴν οὕτω πυκνά;

   5τί τὰς τρίχας τίλλεις ἐπιστάς; τί στένεις;

(ΔΑΟΣ)

οἴμοι.

Γετ    τοιοῦτόν ἐστιν, ὦ πόνηρε σύ.

εἶτ' οὐκ ἐχρῆν, κερμάτιον εἰ συνηγμένον

σοὶ τυγχάν]ε̣ι̣ τ̣ι, τοῦτ' ἐμοὶ δοῦναι τέως

  10[         ]τ̣α̣ κατὰ σεαυτὸν πράγματα

[          ς]υνάχθομαί γε σοι

[           ]η̣ρα̣.

Δα    σὺ μὲν οὐκ οἶδ' ὅ τι

ληρεῖς. (8-10 litt.) π]έπλεγμαι πράγματι

[              ] ἔφθαρμαι, Γέτα.

(Γετ) [               .]

  15[Δα]    μὴ καταρῶ, πρὸς ‹τῶν› θεῶν,

[       ἐρῶντι.]

[Γετ]    τί σὺ λέγεις; ἐρᾶις;

Δα    ἐρῶ.

(Γετ) πλέον δυοῖν σοι χοινίκων ὁ δεσπότης

παρέχει. πονηρόν, Δᾶ'· ὑπερδειπνεῖς ἴσως.

Δα πέπονθα τὴν ψυχήν τι παιδίσκην ὁρῶν

συντρεφομένην ἄκακον, κατ' ἐμαυτόν, ὦ Γέτα.

  20Γετ δούλη 'στιν;

(Δα)    οὕτως, ἡσυχῆι, τρόπον τινά.

ποιμὴν γὰρ ἦν Τίβειος οἰκῶν ἐνθαδὶ

Πτελέασι, γεγονὼς οἰκέτης νέος ὤν ποτε.

ἐγένετο τούτωι δίδυμα ταῦτα παιδία,

ὡς ἔλεγεν αὐτός, ἥ τε Πλαγγών, ἧς ἐρῶ ‑

  25(Γετ) νῦν μανθάνω.

Δα    τὸ μειράκιόν θ', ὁ Γοργίας.

‹Γετ› ὁ τῶν προβατίων ἐνθάδ' ἐπιμελούμενος

νυνὶ παρ' ὑμῖν;

Δα    οὗτος. ὢν ἤδη γέρων

ὁ Τίβειος ὁ πατὴρ εἰς τροφήν γε λαμβάνει

  30τούτοις παρὰ τοὐμοῦ δεσπότου μνᾶν, καὶ πάλιν

(λιμὸς γὰρ ἦν) μνᾶν, εἶτ' ἀπέσκλη.

Γετ    τὴν τρίτην

ὡς οὐκ ἀπεδίδου τυχὸν ὁ δεσπότης ὁ σός.

(Δα) ἴσως. τελευτήσαντα δ' αὐτὸν προσλαβὼν

ὁ Γοργίας τι κερμάτιον ἔθαψε καὶ

τὰ νόμιμα ποιήσας πρὸς ἡμᾶς ἐνθάδε

  35ἐλθὼν ἀγαγών τε τὴν ἀδελφὴν ἐπιμένει

τὸ χρέος ἀπεργαζόμενος.

Γετ    ἡ Πλαγγὼν δὲ τί;

Δα μετὰ τῆς ἐμῆς κεκτημένης ἐργάζεται

ἔρια διακονεῖ τε, παιδίσκη πάνυ,

  40Γέτα ‑ καταγελᾶις;

(Γετ)    μὰ τὸν Ἀπόλλω.

Δα    πάνυ, Γέτα,

ἐλευθέριος καὶ κοσμία.

(Γετ)    τί οὖν σύ; τί

πράττεις ὑπὲρ σαυτοῦ;

(Δα)    λάθραι μέν, Ἡράκλεις,

οὐδ' ἐγκεχείρηκ', ἀλλὰ τὠμῶι δεσπότηι

εἴρηχ', ὑπέσχηταί τ' ἐ̣μ̣ο̣ὶ̣ σ̣[υνοικιεῖν

  45αὐτὴν διαλεχθεὶς πρὸς [τὸν ἀδελφόν.

[Γετ    λαμπρὸς εἶ.

(Δα) τί λαμπρός; ἀποδημεῖ τρ[ίμηνον ἐπί τινα

πρᾶξιν ἰδίαν εἰς Λῆμ[νον

ἐχόμεθα τῆς αὐτῆσ.[

σώιζοιτο.

(Γετ)    χρηστὸς [

  50ὄνησις εἴη.

()    πολυπ[

φρονεῖς· ἐγὼ γὰρ κλ̣ι̣[

θύσαιμ' ἀνονητο.[

ὧι ξυλοφορῶ[

[         ]ε̣λοιμ' ω[

[      ]ι[..]σ̣ο̣ι̣ [...] τοῦτο τ[

ΧΟΡ[ΟΥ

  55[ΛΑΧΗΣ]

[ ὦ Ἡρά]κλεις, ἔα μ'· αμαρ[

[       ]δ̣ι̣δ̣ω̣μι νυμφ[

[          ]μ̣α̣[

[       ]ρην[

[    ]ι ὅτι τῆς πολλῆς [

  60[    ]ε̣..[.] ἄσωτο[

[         ]συνδοκ[

[        λε]γει δ' αὐτῶι πόθ[εν

[           ] τινα[

[           ]ο̣ν̣κ̣[

  65[    ]ισι.ο[

τούτωι. () πο̣[

μᾶλλον δι[

τὴν Θρᾶιττα[ν

(Λα) σύ, τάλαινα.

  70‹ΜΥΡΡΙΝΗ›    τί;

(Λα)    φανερῶς γε νὴ Δί', ὦ γύναι ‑

ἐς κόρακας.

‹Μυ›    ἐξέστηκας· οἷα γὰρ λέγεις.

(Λα) ἃ καὶ ποήσω καὶ δέδοκταί μοι πάλαι ‑

ἱδρώς, ἀπορία ‑ νὴ Δί' εὖ γ' ὦ Μυρρίνη

ἐπ' ἐμαυτὸν ἔλαβον ποιμέν' ὃς βληχώμενον

[     ]ον τρ[

  75[    ]ρ ἀνδρια̣[

[Μυ] ὡς οἰκτρόν, ἣ τοιαῦτα δυστυχῶ μόνη

ἃ μηδὲ πιθανὰς τὰς ὑπερβολὰς ἔχει.

[Λα] [          ] πάθος ἡ γνώμη σφό[δρα.

[   ἠδίκηκε]ν ἐκ βίας σέ τις ποτέ;

  80[Μυ] [               γά]ρ.

[Λα]    ὑπονοεῖς ὅσ̣τ̣[ις

[         ]τ̣ι̣γ̣η̣μ̣

[  .. ]ρ[

(Α) ἠισχύνεθ' οὗτο[ς

(Β) Ἀλέας Ἀθάνασ[

  85(Α) .υ δῆτα· κ̣α̣ὶ̣ μ̣[

ἐλθεῖν ἐκει[

(Α) νὴ τὸν Ποσ[ειδῶ

λαβεῖν ο̣δ̣ε̣[

.λθ̣[

  90[                           ]ι γε σύ

[                           ]σ̣ ὅτι

[                           ]ρέστατον

[                          π]ρῶτον λέγε

ἔ]τη 'στιν ὀκτὼ καὶ δέκα.

  95(Μυ)    οὐκ ἔστιν μόνη

[         ]αῦτ'· ἔστω δὲ ταῦτ', εἰ σοὶ δοκεῖ.

(Λα) [    ]σ̣ τὸ πρᾶγμα γίνεται. πῶς λανθάνει

ὁ π]ρ[ος]πεσών σε; πῶς δ' ἀπε̣[...]ε; πηνίκα [

Fragmenta aliunde nota

Fr. 1

   νῦν δὲ τοῖς ἐξ ἄστεως

κυνηγέταις ἥκουσι περιηγήσομαι

τὰς ἀχράδας.

Fr. 2

δέσποιν', ἔρωτος οὐδὲν ἰσχύει πλέον

οὐδ' αὐτὸς ὁ κρατῶν ‹τῶν› ἐν οὐρανῶι θεῶν

Ζεύς, ἀλλ' ἐκείνωι πάντ' ἀναγκασθεὶς ποεῖ.

Fr. 3

ἐχρῆν γὰρ εἶναι τὸ καλὸν εὐγενέστατον,

τὸν ἐλεύθερον δὲ πανταχοῦ φρονεῖν μέγα.

Fr. 4

   χοῦς κεκραμένου

οἴνου· λαβὼν ἔκπιθι τοῦτον.

Fr. 5

ἐπεφαρμάκευσο, γλυκύτατ', ἀναλυθεὶς μόλις.

Fr. 6

εὖ ἴσθι, κἀγὼ τοῦτο συγχωρήσομαι.

Fr. 7

   τῶν δὲ παιδισκῶν τινι

   δούς

παρὰ τῶι Μενάνδρωι ἐν τῶι Ἥρωι.

Fr. 8

ὦ δυστυχής, εἰ μὴ βαδιεῖ.

Fr. 10

   οὐπώποτ' ἠράσθης, Γέτα;

(Γε) οὐ γὰρ ἐνεπλήσθην.