10560 1158 0 0 2 510 422 a. C. Commedia Aristophanes Vespae MacDowell, D.M., Oxford, Clarendon Press, 1971. 200

ARISTOPHANES - Vespae

ΣΩΣΙΑΣ

Οὗτος, τί πάσχεις, ὦ κακόδαιμον Ξανθία;

ΞΑΝΘΙΑΣ

φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.

Σω. κακὸν ἄρα ταῖς πλευραῖς τι προυφείλεις μέγα.

ἆρ' οἶσθά γ' οἷον κνώδαλον φυλάττομεν;

   5Ξα. οἶδ', ἀλλ' ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.

Σω. σὺ δ' οὖν παρακινδύνευ', ἐπεὶ καὐτοῦ γ' ἐμοῦ

κατὰ τοῖν κόραιν ἤδη τι καταχεῖται γλυκύ.

Ξα. ἀλλ' ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;

Σω. οὔκ, ἀλλ' ὕπνος μ' ἔχει τις ἐκ Σαβαζίου.

  10Ξα. τὸν αὐτὸν ἄρ' ἐμοὶ βουκολεῖς Σαβάζιον.

κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο

Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος.

καὶ δῆτ' ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.

Σω. κἄγωγ' ἀληθῶς οἷον οὐδεπώποτε.

  15ἀτὰρ σὺ λέξον πρότερος.

Ξα.            ἐδόκουν αἰετὸν

καταπτάμενον εἰς τὴν ἀγορὰν μέγαν πάνυ

ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα

φέρειν ἐπίχαλκον ἀνεκὰς εἰς τὸν οὐρανόν,

κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.

  20Σω. οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.

Ξα. πῶς δή;

Σω. προερεῖ τις τοῖσι συμπόταις, λέγων

ὅτι "ταὐτὸν ἐν γῇ τ' ἀπέβαλεν κἀν οὐρανῷ

κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα."

Ξα. οἴμοι, τί δῆτά μοι κακὸν γενήσεται

  25ἰδόντι τοιοῦτον ἐνύπνιον;

Σω.              μὴ φροντίσῃς·

οὐδὲν γὰρ ἔσται δεινόν, οὐ μὰ τοὺς θεούς.

Ξα. δεινόν γέ πού 'στ' ἄνθρωπος ἀποβαλὼν ὅπλα.

ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.

Σω.             ἀλλ' ἔστιν μέγα.

περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.

  30Ξα. λέγε νυν ἁνύσας τι τὴν τρόπιν τοῦ πράγματος.

Σω. ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ Πυκνὶ

ἐκκλησιάζειν πρόβατα συγκαθήμενα,

βακτηρίας ἔχοντα καὶ τριβώνια.

κἄπειτα τούτοις τοῖσι προβάτοις μοὐδόκει

  35δημηγορεῖν φάλλαινα πανδοκεύτρια,

ἔχουσα φωνὴν ἐμπεπρημένης ὑός.

Ξα. αἰβοῖ.

Σω. τί ἐστι;

Ξα.     παῦε παῦε, μὴ λέγε·

ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.

Σω. εἶθ' ἡ μιαρὰ φάλλαιν' ἔχουσα τρυτάνην

  40ἵστη βόειον δημόν.

Ξα.        οἴμοι δείλαιος·

τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.

Σω. ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον

χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.

εἶτ' Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας·

  45"ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει."

Ξα. ὀρθῶς γε τοῦτ' Ἀλκιβιάδης ἐτραύλισεν.

Σω. οὔκουν ἐκεῖν' ἀλλόκοτον, ὁ Θέωρος κόραξ

γιγνόμενος;

Ξα.   ἥκιστ', ἀλλ' ἄριστον.

Σω.                    πῶς;

Ξα.                       ὅπως;

ἄνθρωπος ὢν εἶτ' ἐγένετ' ἐξαίφνης κόραξ·

  50οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι

ἀρθεὶς ἀφ' ἡμῶν ἐς κόρακας οἰχήσεται;

Σω. εἶτ' οὐκ ἐγὼ δοὺς δύ' ὀβολὼ μισθώσομαι

οὕτως ὑποκρινόμενον σαφῶς ὀνείρατα;

Ξα. φέρε νυν, κατείπω τοῖς θεαταῖς τὸν λόγον,

  55ὀλίγ' ἄτθ' ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί,

μηδὲν παρ' ἡμῶν προσδοκᾶν λίαν μέγα,

μηδ' αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.

ἡμῖν γὰρ οὐκ ἔστ' οὔτε κάρυ' ἐκ φορμίδος

δούλω διαρριπτοῦντε τοῖς θεωμένοις,

  60οὔθ' Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος,

οὐδ' αὖθις ἀνασελγαινόμενος Εὐριπίδης·

οὐδ' εἰ Κλέων γ' ἔλαμψε τῆς τύχης χάριν,

αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.

ἀλλ' ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,

  65ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον,

κωμῳδίας δὲ φορτικῆς σοφώτερον.

ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ

ἄνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους.

οὗτος φυλάττειν τὸν πατέρ' ἐπέταξε νῷν,

  70ἔνδον καθείρξας, ἵνα θύραζε μὴ 'ξίῃ.

νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ,

ἣν οὐδ' ἂν εἷς γνοίη ποτ' οὐδὲ ξυμβάλοι,

εἰ μὴ πύθοιθ' ἡμῶν· ἐπεὶ τοπάζετε.

Σω. Ἀμυνίας μὲν ὁ Προνάπους φήσ' οὑτοσὶ

  75εἶναι φιλόκυβον αὐτόν.

Ξα.            ἀλλ' οὐδὲν λέγει,

μὰ Δί', ἀλλ' ἀφ' αὑτοῦ τὴν νόσον τεκμαίρεται.

Σω. .   .   .   .   .   .   .   .   .   .

Ξα. οὔκ, ἀλλὰ "φιλο ‑ " μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.

Σω. ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον

εἶναι φιλοπότην αὐτόν.

Ξα.            οὐδαμῶς γ', ἐπεὶ

  80αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.

Σω. Νικόστρατος δ' αὖ φησιν ὁ Σκαμβωνίδης

εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.

Ξα. μὰ τὸν κύν', ὦ Νικόστρατ', οὐ φιλόξενος,

ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.

  85ἄλλως φλυαρεῖτ'· οὐ γὰρ ἐξευρήσετε.

εἰ δὴ 'πιθυμεῖτ' εἰδέναι, σιγᾶτέ νυν·

φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου.

φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ·

ἐρᾷ τε τούτου τοῦ δικάζειν, καὶ στένει

  90ἢν μὴ 'πὶ τοῦ πρώτου καθίζηται ξύλου.

ὕπνου δ' ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην·

ἢν δ' οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ

ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν.

ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γ' ἔχειν εἰωθέναι

  95τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται,

ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ.

καὶ νὴ Δί' ἢν ἴδῃ γέ που γεγραμμένον

υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν,

ἰὼν παρέγραψε πλησίον "κημὸς καλός".

 100τὸν ἀλεκτρυόνα δ', ὃς ᾖδ' ἀφ' ἑσπέρας, ἔφη

ὄψ' ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον,

παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα·

εὐθὺς δ' ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας,

κἄπειτ' ἐκεῖσ' ἐλθὼν προκαθεύδει πρῲ πάνυ,

 105ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.

ὑπὸ δυσκολίας δ' ἅπασι τιμῶν τὴν μακρὰν

ὥσπερ μέλιττ' ἢ βομβυλιὸς εἰσέρχεται

ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος.

ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,

 110ἵν' ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει.

τοιαῦτ' ἀλύει· νουθετούμενος δ' ἀεὶ

μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν

μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ 'ξίῃ.

ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.

 115καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος

ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον

μηδ' ἐξιέναι θύραζ'· ὁ δ' οὐκ ἐπείθετο.

εἶτ' αὐτὸν ἀπέλου κἀκάθαιρ'· ὁ δ' οὐ μάλα.

μετὰ τοῦτ' ἐκορυβάντιζ'· ὁ δ' αὐτῷ τυμπάνῳ

 120ᾄξας ἐδίκαζεν εἰς τὸ Καινὸν ἐμπεσών.

ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει,

διέπλευσεν εἰς Αἴγιναν· εἶτα ξυλλαβὼν

νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ·

ὁ δ' ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.

 125ἐντεῦθεν οὐκέτ' αὐτὸν ἐξεφρίομεν·

ὁ δ' ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν

καὶ τῶν ὀπῶν· ἡμεῖς δ' ὅσ' ἦν τετρημένα

ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν·

ὁ δ' ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους

 130ἐνέκρουεν εἰς τὸν τοῖχον, εἶτ' ἐξήλλετο·

ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις

καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν.

ἔστιν δ' ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων,

ναὶ μὰ Δία, τῷ δ' υἱεῖ γε τῳδὶ Βδελυκλέων,

 135ἔχων τρόπους φρυαγμοσεμνάκους τινάς.

ΒΔΕΛΥΚΛΕΩΝ

ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;

Ξα. οἴμοι.

Σω. τί ἐστι;

Ξα.     Βδελυκλέων ἀνίσταται.

Βδ. οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρ' ἅτερος;

ὁ γὰρ πατὴρ εἰς τὸν ἰπνὸν ἐξελήλυθεν,

 140καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλ' ἄθρει

κατὰ τῆς πυέλου τὸ τρῆμ' ὅπως μὴ 'κδύσεται.

σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.

Ξα.             ταῦτ', ὦ δέσποτα.

Βδ. ἄναξ Πόσειδον, τί ποτ' ἄρ' ἡ κάπνη ψοφεῖ;

οὗτος, τίς εἶ σύ;

ΦΙΛΟΚΛΕΩΝ

       καπνὸς ἔγωγ' ἐξέρχομαι.

 145Βδ. καπνός; φέρ' ἴδω, ξύλου τίνος σύ;

Φι.                    συκίνου.

Βδ. νὴ τὸν Δί', ὅσπερ γ' ἐστὶ δριμύτατος καπνῶν.

ἀτὰρ οὐκ ἐσερρήσεις γε; ποῦ 'σθ' ἡ τηλία;

δύου πάλιν. φέρ', ἐπαναθῶ σοι καὶ ξύλον.

ἐνταῦθά νυν ζήτει τιν' ἄλλην μηχανήν.

 150ἀτὰρ ἄθλιός γ' εἴμ' ὡς ἕτερος οὐδεὶς ἀνήρ,

ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.

Φι. παῖ.

Ξα. τὴν θύραν ὠθεῖ.

Βδ.         πίεζέ νυν σφόδρα,

εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθ' ἔρχομαι.

καὶ τῆς κατάκλειδος ἐπιμελοῦ καὶ τοῦ μοχλοῦ,

 155φύλαττέ θ' ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.

Φι. τί δράσετ'; οὐκ ἐκφρήσετ', ὦ μιαρώτατοι,

δικάσοντά μ', ἀλλ' ἐκφεύξεται Δρακοντίδης;

Ξα. σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;

Φι.                 ὁ γὰρ θεὸς

μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτε,

 160ὅταν τις ἐκφύγῃ μ', ἀποσκλῆναι τότε.

Ξα. Ἄπολλον ἀποτρόπαιε, τοῦ μαντεύματος.

Φι. ἴθ', ἀντιβολῶ σ', ἔκφρες με, μὴ διαρραγῶ.

Ξα. μὰ τὸν Ποσειδῶ, Φιλοκλέων, οὐδέποτέ γε.

Φι. διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.

 165Ξα. ἀλλ' οὐκ ἔχεις ὀδόντας.

Φι.            οἴμοι δείλαιος.

πῶς ἄν σ' ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος

ὅπως τάχιστ', ἢ πινάκιον τιμητικόν.

Βδ. ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.

Φι. μὰ τὸν Δί' οὐ δῆτ', ἀλλ' ἀποδόσθαι βούλομαι

 170τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις·

νουμηνία γάρ ἐστιν.

Βδ.         οὔκουν κἂν ἐγὼ

αὐτὸν ἀποδοίμην δῆτ' ἄν;

Φι.             οὐχ ὥσπερ γ' ἐγώ.

Βδ. μὰ Δί', ἀλλ' ἄμεινον.

Φι.           ἀλλὰ τὸν ὄνον ἔξαγε.

Ξα. οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,

 175ἵν' αὐτὸν ἐκπέμψειας.

Βδ.           ἀλλ' οὐκ ἔσπασεν

ταύτῃ γ'· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.

ἀλλ' εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ,

ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν.

κάνθων, τί κλάεις; ὅτι πεπράσει τήμερον;

 180βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις

Ὀδυσσέα τιν';

Ξα.     ἀλλὰ ναὶ μὰ Δία φέρει

κάτω γε τουτονί τιν' ὑποδεδυκότα.

Βδ. ποῖον; φέρ' ἴδωμαι.

Ξα.         τουτονί.

Βδ.                τουτὶ τί ἦν;

τίς εἶ ποτ', ὦ 'νθρωπ', ἐτεόν;

Φι.                  Οὖτις, νὴ Δία.

 185Βδ. Οὖτις σύ; ποδαπός;

Φι.         Ἴθακος Ἀποδρασιππίδου.

Βδ. Οὖτις μὰ τὸν Δί' οὔτι χαιρήσων γε σύ.

ὕφελκε θᾶττον αὐτόν. ὢ μιαρώτατος,

ἵν' ὑποδέδυκεν· ὥστ' ἔμοιγ' ἰνδάλλεται

ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.

 190Φι. εἰ μή μ' ἐάσεθ' ἥσυχον, μαχούμεθα.

Βδ. περὶ τοῦ μαχεῖ νῷν δῆτα;

Φι.             περὶ ὄνου σκιᾶς.

Βδ. πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.

Φι. ἐγὼ πονηρός; οὐ μὰ Δί', ἀλλ' οὐκ οἶσθα σὺ

νῦν μ' ὄντ' ἄριστον; ἀλλ' ἴσως, ὅταν φάγῃς

 195ὑπογάστριον γέροντος ἠλιαστικοῦ.

Βδ. ὤθει τὸν ὄνον καὶ σαυτὸν εἰς τὴν οἰκίαν.

Φι. ὦ ξυνδικασταὶ καὶ Κλέων, ἀμύνατε.

Βδ. ἔνδον κέκραχθι τῆς θύρας κεκλεισμένης.

ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,

 200καὶ τὴν βάλανον ἔμβαλλε πάλιν εἰς τὸν μοχλόν,

καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν

ἁνύσας τι προσκύλισον.

Ξα.            οἴμοι δείλαιος·

πόθεν ποτ' ἐμπέπτωκέ μοι τὸ βωλίον;

Βδ. ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.

 205Ξα. μῦς; οὐ μὰ Δί', ἀλλ' ὑποδυόμενός τις οὑτοσὶ

ὑπὸ τῶν κεραμίδων ἠλιαστὴς ὀροφίας.

Βδ. οἴμοι κακοδαίμων· στροῦθος ἁνὴρ γίγνεται·

ἐκπτήσεται. ποῦ ποῦ 'στί μοι τὸ δίκτυον;

σοῦ, σοῦ, πάλιν, σοῦ. νὴ Δί' ἦ μοι κρεῖττον ἦν

 210τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.

Ξα. ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,

κοὐκ ἔσθ' ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,

τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;

Βδ. ἀλλ', ὦ πόνηρ', ἥξουσιν ὀλίγον ὕστερον

 215οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ

τὸν πατέρα.

Ξα.   τί λέγεις; ἀλλὰ νῦν γ' ὄρθρος βαθύς.

Βδ. νὴ τὸν Δί', ὀψὲ γοῦν ἀνεστήκασι νῦν.

ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσ' ἀεί,

λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη

 220ἀρχαιομελισιδωνοφρυνιχήρατα,

οἷς ἐκκαλοῦνται τοῦτον.

Ξα.            οὐκοῦν, ἢν δέῃ,

ἤδη ποτ' αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.

Βδ. ἀλλ', ὦ πόνηρε, τὸ γένος ἤν τις ὀργίσῃ

τὸ τῶν γερόντων, ἔσθ' ὅμοιον σφηκιᾷ.

 225ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος

ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες

πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.

Ξα. μὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω,

πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.

 230ΧΟΡΟΣ

χώρει, πρόβαιν' ἐρρωμένως. ὦ Κωμία, βραδύνεις.

μὰ τὸν Δί' οὐ μέντοι πρὸ τοῦ γ', ἀλλ' ἦσθ' ἱμὰς κύνειος·

νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.

ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν,

Εὐεργίδης ἆρ' ἐστί που 'νταῦθ', ἢ Χάβης ὁ Φλυεύς;

 235πάρεσθ' ὃ δὴ λοιπόν γ' ἔτ' ἐστίν, ἀππαπαῖ παπαιάξ,

ἥβης ἐκείνης, ἡνίκ' ἐν Βυζαντίῳ ξυνῆμεν

φρουροῦντ' ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ

τῆς ἀρτοπώλιδος λαθόντ' ἐκλέψαμεν τὸν ὅλμον·

κᾆθ' ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.

 240ἀλλ' ἐγκονῶμεν, ὦ 'νδρες, ὡς ἔσται Λάχητι νυνί·

σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν

χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτ' ἐν ὥρᾳ

ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν

ἐπ' αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ

 245σπεύσωμεν, ὦ 'νδρες ἥλικες, πρὶν ἡμέραν γενέσθαι.

χωρῶμεν, ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν,

μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.

ΠΑΙΣ

ὤ.

τὸν πηλόν, ὦ πάτερ πάτερ, τουτονὶ φύλαξαι.

Χο. κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόβυσον.

 250Πα. οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.

Χο. τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδ' ὠθεῖς,

καὶ ταῦτα τοῦ 'λαίου σπανίζοντος, ὦ 'νόητε;

οὐ γὰρ δάκνει σ', ὅταν δέῃ τίμιον πρίασθαι.

Πα. εἰ νὴ Δί' αὖθις κονδύλοις νουθετήσεθ' ἡμᾶς,

 255ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδ' αὐτοί.

κἄπειτ' ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς

τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.

Χο. ἦ μὴν ἐγώ σου χἀτέρους μείζονας κολάζω.

ἀλλ' οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι.

 260κοὐκ ἔσθ' ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον

ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.

ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες·

φιλεῖ δ', ὅταν τοῦτ' ᾖ, ποιεῖν ὑετὸν μάλιστα.

δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή 'στι πρῷα

 265ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.

τί χρῆμ' ἄρ' οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς

πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;

οὐ μὴν πρὸ τοῦ γ' ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν

ἡγεῖτ' ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ

 270φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδ', ὦ 'νδρες,

ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας

τοῦ 'μοῦ μέλους ὑφ' ἡδονῆς ἑρπύσῃ θύραζε.

 

τί ποτ' οὐ πρὸ θυρῶν φαίνετ' ἄρ' ἡμῖν                  στρ.

ὁ γέρων οὐδ' ὑπακούει;

μῶν ἀπολώλεκε τὰς ἐμβάδας; ἢ προσέκοψ' ἐν

 275bτῷ σκότῳ τὸν δάκτυλόν που,

εἶτ' ἐφλέγμηνεν αὐτοῦ

τὸ σφυρὸν γέροντος ὄντος;

καὶ τάχ' ἂν βουβωνιῴη.

ἦ μὴν πολὺ δριμύτατός γ' ἦν τῶν παρ' ἡμῖν,

καὶ μόνος οὐκ ἀνεπείθετ',

ἀλλ' ὁπότ' ἀντιβολοίη

τις, κάτω κύπτων ἂν οὕτω

 280"λίθον ἕψεις" ἔλεγεν.

τάχα δ' ἂν διὰ τὸν χθεσινὸν ἄνθρω-                    ἀντ.

πον, ὃς ἡμᾶς διεδύετ'

ἐξαπατῶν καὶ λέγων ὡς φιλαθήναιος ἦν καὶ

τἀν Σάμῳ πρῶτος κατείποι,

διὰ τοῦτ' ὀδυνηθεὶς

εἶτ' ἴσως κεῖται πυρέττων.

 285ἔστι γὰρ τοιοῦτος ἁνήρ.

ἀλλ', ὦ 'γάθ', ἀνίστασο, μηδ' οὕτω σεαυτὸν

ἔσθιε, μηδ' ἀγανάκτει.

καὶ γὰρ ἀνὴρ παχὺς ἥκει

τῶν προδόντων τἀπὶ Θρᾴκης·

ὃν ὅπως ἐγχυτριεῖς.

 

 290ὕπαγ', ὦ παῖ, ὕπαγε.

 

Πα. ἐθελήσεις τί μοι οὖν, ὦ                       στρ.

πάτερ, ἤν σού τι δεηθῶ;

Χο. πάνυ γ', ὦ παιδίον. ἀλλ' εἰ-

πέ, τί βούλει με πρίασθαι

 295καλόν; οἶμαι δέ σ' ἐρεῖν ἀσ-

τραγάλους δήπουθεν, ὦ παῖ.

Πα. μὰ Δί', ἀλλ' ἰσχάδας, ὦ παπία· ἥδιον γάρ ‑

Χο.                            οὐκ ἂν

μὰ Δί', εἰ κρέμαισθέ γ' ὑμεῖς.

Πα. μὰ Δί' οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.

 300Χο. ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου

τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον·

σὺ δὲ σῦκά μ' αἰτεῖς.

Πα. ἄγε νυν, ὦ πάτερ, ἢν μὴ                      ἀντ.

τὸ δικαστήριον ἅρχων

 305καθίσῃ νῦν, πόθεν ὠνη-

σόμεθ' ἄριστον; ἔχεις ἐλ-

πίδα χρηστήν τινα νῷν ἢ

πόρον Ἕλλας ἱερόν;

Χο. ἀπαπαῖ φεῦ. μὰ Δί' οὐκ ἔγωγε νῷν οἶδ'

ὁπόθεν γε δεῖπνον ἔσται.

Πα. τί με δῆτ', ὦ μελέα μῆτερ, ἔτικτες;

Χο. ἵν' ἐμοὶ πράγματα βόσκειν παρέχῃς.

Πα. ἀνόνητον ἄρα σ', ὦ θυλάκιον, γ' εἶχον ἄγαλμα.

 315ἐέ.

πάρα νῷν στενάζειν.

 

Φι. φίλοι, τήκομαι μὲν

πάλαι διὰ τῆς ὀπῆς

ὑμῶν ὑπακούων.

ἀλλὰ γὰρ οὐχ οἷός τ' εἴμ'

ᾄδειν, τί ποιήσω;

τηροῦμαι δ' ὑπὸ τῶνδ', ἐπεὶ

 320βούλομαί γε πάλαι μεθ' ὑ-

μῶν ἐλθὼν ἐπὶ τοὺς καδίσ-

κους κακόν τι ποιῆσαι.

ἀλλ', ὦ Ζεῦ μεγαβρόντα,

 

ἤ με ποίησον καπνὸν ἐξαίφνης

 325ἢ Προξενίδην ἢ τὸν Σέλλου

τοῦτον τὸν ψευδαμάμαξυν.

τόλμησον, ἄναξ, χαρίσασθαί μοι,

πάθος οἰκτίρας· ἤ με κεραυνῷ

διατινθαλέῳ σπόδισον ταχέως,

 330κἄπειτ' ἀνελών μ' ἀποφυσήσας

εἰς ὀξάλμην ἔμβαλε θερμήν·

ἢ δῆτα λίθον με ποίησον, ἐφ' οὗ

τὰς χοιρίνας ἀριθμοῦσιν.

 

Χο. τίς γάρ ἐσθ' ὁ ταῦτά σ' εἵργων κἀποκλείων                   στρ.

 335τῇ θύρᾳ; λέξον· πρὸς εὔνους γὰρ φράσεις.

Φι. οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει

οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλ' ὕφεσθε τοῦ τόνου.

Χο. τοῦ δ' ἔφεξιν, ὦ μάταιε, ταῦτα δρᾶν σε βούλεται;

τίνα πρόφασιν ἔχων;

 340Φι. οὐκ ἐᾷ μ', ὦ 'νδρες, δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν·

ἀλλά μ' εὐωχεῖν ἕτοιμός ἐστ', ἐγὼ δ' οὐ βούλομαι.

Χο. τοῦτ' ἐτόλμησ' ὁ μιαρὸς χα-

νεῖν, ὁ Δημολογοκλέων, ὅτι λέγεις τι

περὶ τῶν νεῶν ἀληθές;

οὐ γὰρ ἄν ποθ' οὗτος ἁνὴρ

τοῦτ' ἐτόλμησεν λέγειν, εἰ

 345μὴ ξυνωμότης τις ἦν.

 

ἀλλ' ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,

ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.

Φι. τίς ἂν οὖν εἴη; ζητεῖθ' ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην·

οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.

 350Χο. ἔστιν ὀπὴ δῆθ' ἥντιν' ἂν ἔνδοθεν οἷός τ' εἴης διορύξαι,

εἶτ' ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;

Φι. πάντα πέφρακται κοὐκ ἔστιν ὀπῆς οὐδ' εἰ σέρφῳ διαδῦναι.

ἀλλ' ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν δ' οὐκ ἔστι γενέσθαι.

Χο. μέμνησαι δῆθ' ὅτ' ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους

 355ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω;

Φι. οἶδ'· ἀλλὰ τί τοῦτ'; οὐδὲν γὰρ τοῦτ' ἔστιν ἐκείνῳ προσόμοιον.

ἥβων γάρ, κἀδυνάμην κλέπτειν, ἴσχυόν τ' αὐτὸς ἐμαυτοῦ,

κοὐδείς μ' ἐφύλαττ', ἀλλ' ἐξῆν μοι

φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις

 360ἄνδρες ὁπλῖται διαταξάμενοι

κατὰ τὰς διόδους σκοπιωροῦνται,

τὼ δὲ δύ' αὐτῶν ἐπὶ ταῖσι θύραις

ὥσπερ με γαλῆν κρέα κλέψασαν

τηροῦσιν ἔχοντ' ὀβελίσκους.

 

 365Χο. ἀλλὰ καὶ νῦν ἐκπόριζε μηχανὴν ὅ-                  ἀντ.

πως τάχισθ'· ἕως γάρ, ὦ μελίττιον.

Φι. διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.

ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.

Χο. ταῦτα μὲν πρὸς ἀνδρός ἐστ' ἄνοντος ἐς σωτηρίαν.

 370ἀλλ' ἔπαγε τὴν γνάθον.

Φι. διατέτρωκται τοῦτό γ'. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,

ἀλλὰ τηρώμεσθ' ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.

Χο. μηδέν, ὦ τᾶν, δέδιθι, μηδέν·

ὡς ἐγὼ τοῦτόν γ', ἐὰν γρύξῃ τι, ποιή-

 375σω δακεῖν τὴν καρδίαν καὶ

τὸν περὶ ψυχῆς δρόμον δρα-

μεῖν, ἵν' εἰδῇ μὴ πατεῖν τὰ

τῶν θεῶν ψηφίσματα.

 

ἀλλ' ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα

 380δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.

 

Φι. ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μ' ἐσκαλαμᾶσθαι

κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.

Χο. ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες

ὥστ' οὐ δυνατόν σ' εἴργειν ἔσται· τοιαῦτα ποιήσομεν ἡμεῖς.

 385Φι. δράσω τοίνυν ὑμῖν πίσυνος. καὶ μανθάνετ', ἤν τι πάθω

'γώ,

ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μ' ὑπὸ τοῖσι δρυφάκ-

τοις.

Χο. οὐδὲν πείσει· μηδὲν δείσῃς. ἀλλ', ὦ βέλτιστε, καθίει

σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.

Φι. ὦ Λύκε δέσποτα, γείτων ἥρως (σὺ γὰρ οἷσπερ ἐγὼ

κεχάρησαι,

 390τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς·

ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθ' ἵνα ταῦτ' ἀκροῷο,

κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι),

ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον,

κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδ' ἀπο-

πάρδω.

 395Βδ. οὗτος, ἐγείρου.

Ξα. τί τὸ πρᾶγμ';

Βδ.        ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.

μῶν ὁ γέρων πῃ διαδύεται αὖ;

Ξα.                μὰ Δί' οὐ δῆτ', ἀλλὰ καθιμᾷ

αὑτὸν δήσας.

Βδ.    ὦ μιαρώτατε, τί ποιεῖς; οὐ μὴ καταβήσει.

ἀνάβαιν' ἁνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,

ἤν πως πρύμναν ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.

 400Φι. οὐ ξυλλήψεσθ', ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι,

ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;

πότε δ', εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μ' εἴσω μᾶλλον

ἄγεσθαι;

 

Χο. εἰπέ μοι, τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν,

ἥνπερ ἡνίκ' ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;

 405νῦν ἐκεῖνο νῦν ἐκεῖνο

τοὐξύθυμον, ᾧ κολαζό-

μεσθα, κέντρον ἐντέτατ' ὀξύ.

ἀλλὰ θαἰμάτια λαβόντες ὡς τάχιστα, παιδία,

θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτ' ἀγγέλλετε,

 410καὶ κελεύετ' αὐτὸν ἥκειν

ὡς ἐπ' ἄνδρα μισόπολιν

ὄντα κἀπολούμενον, ὅτι

τόνδε λόγον εἰσφέρει,

μὴ δικάζειν δίκας.

 

 415Βδ. ὦ 'γαθοί, τὸ πρᾶγμ' ἀκούσατ', ἀλλὰ μὴ κεκράγατε.

Χο. νὴ Δί', εἰς τὸν οὐρανόν γ'.

Βδ.                ὡς τόνδ' ἐγὼ οὐ μεθήσομαι.

Χο. ταῦτα δῆτ' οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;

ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,

κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.

 420Ξα. Ἡράκλεις, καὶ κέντρ' ἔχουσιν. οὐχ ὁρᾷς, ὦ δέσποτα;

Βδ. οἷς γ' ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.

Χο. καὶ σέ γ' αὐτοῖς ἐξολοῦμεν. ἀλλ' ἅπας ἐπίστρεφε

δεῦρο κἀξείρας τὸ κέντρον εἶτ' ἐπ' αὐτὸν ἵεσο,

ξυσταλείς, εὔτακτος, ὀργῆς καὶ μένους ἐμπλήμενος,

 425ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.

Ξα. τοῦτο μέντοι δεινὸν ἤδη, νὴ Δί', εἰ μαχούμεθα.

ὡς ἔγωγ' αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.

Χο. ἀλλ' ἀφίει τὸν ἄνδρ'· εἰ δὲ μή, φήμ' ἐγὼ

τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.

 430Φι. εἶά νυν, ὦ ξυνδικασταί, σφῆκες ὀξυκάρδιοι,

οἱ μὲν εἰς τὸν πρωκτὸν αὐτῶν εἰσπέτεσθ' ὠργισμένοι,

οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.

Βδ. ὦ Μίδα καὶ Φρύξ, βοήθει δεῦρο, καὶ Μασυντία,

καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί·

 435εἰ δὲ μή, 'ν πέδαις παχείαις οὐδὲν ἀριστήσετε,

ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.

Χο. εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.

Φι. ὦ Κέκροψ ἥρως ἄναξ, τὰ πρὸς ποδῶν Δρακοντίδη,

περιορᾷς οὕτω μ' ὑπ' ἀνδρῶν βαρβάρων χειρούμενον,

 440οὓς ἐγὼ 'δίδαξα κλάειν τέτταρ' ἐς τὴν χοίνικα;

Χο. εἶτα δῆτ' οὐ πόλλ' ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;

δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην

πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι

διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,

 445καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει,

ὥστε μὴ ῥιγῶν γ' ἑκάστοτ'· ἀλλὰ τούτοις γ' οὐκ ἔνι

οὐδὲν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.

Φι. οὐκ ἀφήσεις οὐδὲ νυνί μ', ὦ κάκιστον θηρίον,

οὐδ' ἀναμνησθεὶς ὅθ' εὑρὼν τοὺς βότρυς κλέπτοντά σε

 450προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρ' εὖ κἀνδρικῶς,

ὥστε σε ζηλωτὸν εἶναι; σὺ δ' ἀχάριστος ἦσθ' ἄρα.

ἀλλ' ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.

Χο. ἀλλὰ τούτων μὲν τάχ' ἡμῖν δώσετον καλὴν δίκην,

οὐκέτ' ἐς μακράν, ἵν' εἰδῆθ' οἷός ἐστ' ἀνδρῶν τρόπος

 455ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.

Βδ. παῖε, παῖ', ὦ Ξανθία, τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.

Ξα. ἀλλὰ δρῶ τοῦτ'.

Βδ.      ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.

Ξα. οὐχὶ σοῦσθ'; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε;

Βδ.                         παῖε τῷ ξύλῳ.

καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.

 460Ξα. ἆρ' ἐμέλλομέν ποθ' ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.

Βδ. ἀλλὰ μὰ Δί' οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,

εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.

 

Χο. ἆρα δῆτ' οὐκ αὐτὰ δῆλα τοῖς πένησιν,

ἡ τυραννὶς ὡς λάθρᾳ γ' ἐ-

 465λάμβαν' ὑπιοῦσά με,

εἰ σύ γ', ὦ πόνῳ πόνηρε καὶ Κομηταμυνία,

τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,

οὔτε τιν' ἔχων πρόφασιν

οὔτε λόγον εὐτράπελον,

 470αὐτὸς ἄρχων μόνος;

 

Βδ. ἔσθ' ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς

ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;

Χο. σοὶ λόγους, ὦ μισόδημε

καὶ μοναρχίας ἐραστὰ

 475καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα

στεμμάτων τήν θ' ὑπήνην ἄκουρον τρέφων;

Βδ. νὴ Δί' ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς

μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.

 480Χο. οὐδὲ μὴν οὐδ' ἐν σελίνῳ σοὐστὶν οὐδ' ἐν πηγάνῳ·

τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.

ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλ' ὅταν ξυνήγορος

ταὐτὰ ταῦτά σου καταντλῇ καὶ ξυνωμότας καλῇ.

Βδ. ἆρ' ἄν, ὦ πρὸς τῶν θεῶν, ὑμεῖς ἀπαλλαχθεῖτέ μου;

 485ἢ δέδοκται καὶ δέρεσθαι καὶ δέρειν δι' ἡμέρας;

Χο. οὐδέποτέ γ', οὔχ, ἕως ἄν τί μου λοιπὸν ᾖ ‑

ὅστις ἡμῶν ἐπὶ τυραννίδ' ἐξεστάλης.

Βδ. ὡς ἅπανθ' ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται,

ἤν τε μεῖζον ἤν τ' ἔλαττον πρᾶγμά τις κατηγορῇ.

 490ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομ' οὐδὲ πεντήκοντ' ἐτῶν·

νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,

ὥστε καὶ δὴ τοὔνομ' αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.

ἢν μὲν ὠνῆταί τις ὀρφῶς, μεμβράδας δὲ μὴ 'θέλῃ,

εὐθέως εἴρηχ' ὁ πωλῶν πλησίον τὰς μεμβράδας·

 495"οὗτος ὀψωνεῖν ἔοιχ' ἅνθρωπος ἐπὶ τυραννίδι."

ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι,

ἡ λαχανόπωλις παραβλέψασά φησι θἀτέρῳ·

"εἰπέ μοι· γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι;

ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;"

 500Ξα. κἀμέ γ' ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,

ὅτι κελητίσαι 'κέλευον, ὀξυθυμηθεῖσά μοι

ἤρετ' εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.

Βδ. ταῦτα γὰρ τούτοις ἀκούειν ἡδέ', εἰ καὶ νῦν ἐγώ,

τὸν πατέρ' ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν

 505ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων

ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω

ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.

Φι. νὴ Δί', ἐν δίκῃ γ'· ἐγὼ γὰρ οὐδ' ἂν ὀρνίθων γάλα

ἀντὶ τοῦ βίου λάβοιμ' ἂν οὗ με νῦν ἀποστερεῖς.

 510οὐδὲ χαίρω βατίσιν οὐδ' ἐγχέλεσιν, ἀλλ' ἥδιον ἂν

δικίδιον σμικρὸν φάγοιμ' ἂν ἐν λοπάδι πεπνιγμένον.

Βδ. νὴ Δί', εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν.

ἀλλ' ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,

ἀναδιδάξειν οἴομαί σ' ὡς πάντα ταῦθ' ἁμαρτάνεις.

 515Φι. ἐξαμαρτάνω δικάζων;

Βδ.         καταγελώμενος μὲν οὖν

οὐκ ἐπαΐεις ὑπ' ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.

ἀλλὰ δουλεύων λέληθας.

Φι.            παῦε δουλείαν λέγων ‑

ὅστις ἄρχω τῶν ἁπάντων.

Βδ.            οὐ σύ γ', ἀλλ' ὑπηρετεῖς

οἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς, ὦ πάτερ,

 520ἥτις ἡ τιμή 'στί σοι καρπουμένῳ τὴν Ἑλλάδα.

Φι. πάνυ γε· καὶ τούτοισί γ' ἐπιτρέψαι 'θέλω.

Βδ.                           καὶ μὴν ἐγώ.

ἄφετέ νυν ἅπαντες αὐτόν.

Φι.             καὶ ξίφος γέ μοι δότε·

ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.

Βδ. εἰπέ μοι, τί δ', ἤν ‑ τὸ δεῖνα ‑ τῇ διαίτῃ μὴ 'μμένῃς;

 525Φι. μηδέποτε πίοιμ' ἄκρατον μισθὸν ἀγαθοῦ δαίμονος.

 

Χο. νῦν δὴ τὸν ἐκ θἠμετέρου                        στρ.

γυμνασίου λέγειν τι δεῖ καινόν, ὅπως φανήσει ‑

Βδ. ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.

ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;

Χο. ‑ μὴ κατὰ τὸν νεανίαν

τόνδε λέγειν. ὁρᾷς γὰρ ὥς σοι μέγας ἐστὶν ἁγὼν

 535καὶ περὶ τῶν ἁπάντων,

εἴπερ ‑ ὃ μὴ γένοιτο ‑

νῦν ἐθέλει κρατῆσαι.

Βδ. καὶ μὴν ὅσ' ἂν λέξῃ γ' ἁπλῶς μνημόσυνα γράψομαι 'γώ.

Φι. τί γάρ φαθ' ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;

 540Χο. οὐκέτι πρεσβυτῶν ὄχλος

χρήσιμος ἔστ' οὐδ' ἀκαρῆ·

σκωπτόμενοι δ' ἐν ταῖς ὁδοῖς θαλλοφόροι

καλούμεθ', ἀντωμοσιῶν κελύφη.

 

ἀλλ', ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν

τῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε.

 

Φι. καὶ μὴν εὐθύς γ' ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω

τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.

 550τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστι δικαστοῦ,

ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος;

ὃν πρῶτα μὲν ἕρποντ' ἐξ εὐνῆς τηροῦσ' ἐπὶ τοῖσι δρυφάκτοις

ἄνδρες μεγάλοι καὶ τετραπήχεις· κἄπειτ' εὐθὺς προσιόντι

ἐμβάλλει μοι τὴν χεῖρ' ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν.

 555ἱκετεύουσίν θ' ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες·

"οἴκτιρόν μ', ὦ πάτερ, αἰτοῦμαί σ', εἰ καὐτὸς πώποθ' ὑφείλου

ἀρχὴν ἄρξας ἢ 'πὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων."

ὃς ἔμ' οὐδ' ἂν ζῶντ' ᾔδειν, εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν.

Βδ. τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.

 560Φι. εἶτ' εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς

ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα,

ἀλλ' ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφευξιν.

φέρ' ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμ' ἐνταῦθα δικαστῇ;

οἱ μέν γ' ἀποκλάονται πενίαν αὑτῶν, καὶ προστιθέασιν

 565κακὰ πρὸς τοῖς οὖσιν, ἕως ἂν ἰὼν ἀνισώσῃ τοῖσιν ἐμοῖσιν·

οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δ' Αἰσώπου τι γέλοιον·

οἱ δὲ σκώπτουσ', ἵν' ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι.

κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάρι' εὐθὺς ἀνέλκει

τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δ' ἀκροῶμαι,

 570τὰ δὲ συγκύψανθ' ἅμα βληχᾶται, κἄπειθ' ὁ πατὴρ ὑπὲρ αὐτῶν

ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι·

"εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις·"

εἰ δ' αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι.

χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπ' ἀνεῖμεν.

 575ἆρ' οὐ μεγάλη τοῦτ' ἔστ' ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;

Βδ. δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην.

καὶ τἀγαθά μοι μέμνησ' ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν.

Φι. παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι.

κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν

 580ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας.

κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα

ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησ' ἀπιοῦσιν.

κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδ' ἐπίκληρον,

κλαίειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ

 585καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ,

ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ.

καὶ ταῦτ' ἀνυπεύθυνοι δρῶμεν· τῶν δ' ἄλλων οὐδεμί' ἀρχή.

Βδ. τουτὶ γάρ τοι σεμνόν· τούτων ὧν εἴρηκας μακαρίζω.

τῆς δ' ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.

 590Φι. ἔτι δ' ἡ βουλὴ χὠ δῆμος, ὅταν κρῖναι μέγα πρᾶγμ' ἀπορήσῃ,

ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι·

εἶτ' Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος, ἁσπιδαποβλής,

οὐχὶ προδώσειν ἡμᾶς φασιν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι.

κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτ' ἐνίκησεν, ἐὰν μὴ

 595εἴπῃ τὰ δικαστήρι' ἀφεῖναι πρώτιστα μίαν δικάσαντας.

αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει,

ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει·

σὺ δὲ τὸν πατέρ' οὐδ' ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτ' ἔδρασας.

ἀλλὰ Θέωρος ‑ καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων ‑

 600τὸν σπόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδι' ἡμῶν περικωνεῖ.

σκέψαι μ' ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλείεις καὶ κατερύκεις,

ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.

Βδ. ἔμπλησο λέγων· πάντως γάρ τοι παύσει ποτέ, κἀναφανήσει

πρωκτὸς λουτροῦ περιγιγνόμενος, τῆς ἀρχῆς τῆς περισέμνου.

 605Φι. ὃ δέ γ' ἥδιστον τούτων ἐστὶν πάντων, οὗ 'γὼ 'πελελήσμην,

ὅταν οἴκαδ' ἴω τὸν μισθὸν ἔχων, κἄπειθ' ἥκονθ' ἅμα πάντες

ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με

ἀπονίζῃ καὶ τὼ πόδ' ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ

καὶ παππίζουσ' ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται,

 610καὶ τὸ γύναιόν μ' ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ,

κἄπειτα καθεζομένη παρ' ἐμοὶ προσαναγκάζῃ· "φάγε τουτί,

ἔντραγε τουτί." τούτοισιν ἐγὼ γάνυμαι· κοὐ μή με δεήσῃ

εἰς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότ' ἄριστον παραθήσει

καταρασάμενος καὶ τονθορύσας, ἀλλ' ἢν μή μοι ταχὺ μάξῃ,

 615τάδε κέκτημαι πρόβλημα κακῶν, "σκευὴν βελέων ἀλεωρήν".

κἂν οἶνόν μοι μὴ 'γχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδ' ἐσκεκόμισμαι

οἴνου μεστόν, κᾆτ' ἐγχέομαι κλίνας· οὗτος δὲ κεχηνὼς

βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν.

ἆρ' οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω,

 620ὅστις ἀκούω ταὔθ' ἅπερ ὁ Ζεύς;

ἢν γοῦν ἡμεῖς θορυβήσωμεν,

πᾶς τίς φησιν τῶν παριόντων·

"οἷον βροντᾷ τὸ δικαστήριον,

ὦ Ζεῦ βασιλεῦ."

 625κἂν ἀστράψω, ποππύζουσιν

κἀγκεχόδασίν μ' οἱ πλουτοῦντες

καὶ πάνυ σεμνοί.

καὶ σὺ δέδοικάς με μάλιστ' αὐτός·

νὴ τὴν Δήμητρα, δέδοικας. ἐγὼ δ'

 630ἀπολοίμην εἰ σὲ δέδοικα.

 

Χο. οὐπώποθ' οὕτω καθαρῶς                        ἀντ.

οὐδενὸς ἠκούσαμεν οὐδὲ ξυνετῶς λέγοντος.

Φι. οὔκ, ἀλλ' ἐρήμας ᾤεθ' οὕτω ῥᾳδίως τρυγήσειν·

 635καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.

Χο. ὡς δὲ πάντ' ἐπελήλυθεν

κοὐδὲν παρῆλθεν, ὥστ' ἔγωγ' ηὐξανόμην ἀκούων,

κἀν μακάρων δικάζειν

 640αὐτὸς ἔδοξα νήσοις,

ἡδόμενος λέγοντι.

Φι. ὥσθ' οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.

ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.

Χο. δεῖ δέ σε παντοίας πλέκειν

 645εἰς ἀπόφευξιν παλάμας

τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι χαλεπὸν

μὴ πρὸς ἐμοῦ λέγοντι.

 

πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,

ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.

 

 650Βδ. χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ 'πὶ

τρυγῳδοῖς

ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.

ἀτάρ, ὦ πάτερ ἡμέτερε Κρονίδη ‑

Φι.                   παῦσαι καὶ μὴ πατέριζε.

εἰ μὴ γάρ, ὅπως δουλεύω 'γώ, τουτὶ ταχέως με διδάξεις,

οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήσει, κἂν χρῇ σπλάγχνων μ' ἀπέχεσθαι.

 655Βδ. ἀκρόασαί νυν, ὦ παπίδιον, χαλάσας ὀλίγον τὸ μέτωπον.

καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλ' ἀπὸ χειρός,

τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα,

κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,

πρυτανεῖα, μέταλλ', ἀγοράς, λιμένας, μισθώσεις, δημιόπρατα·

 660τούτων πλήρωμα τάλαντ' ἐγγὺς δισχίλια γίγνεται ἡμῖν.

ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ,

ἓξ χιλιάσιν ‑ "κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν".

γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.

Φι. οὐδ' ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρ' ἐγίγνεθ' ὁ μισθός.

 665Βδ. μὰ Δί' οὐ μέντοι.

Φι. καὶ ποῖ τρέπεται δὴ 'πειτα τὰ χρήματα τἄλλα;

Βδ. ἐς τούτους τοὺς "οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν,

ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί". σὺ γάρ, ὦ πάτερ, αὐτοὺς

ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς.

κᾆθ' οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα

 670ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες·

"δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω."

σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων.

οἱ δὲ ξύμμαχοι, ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον

ἐκ κηθαρίου λαγαριζόμενον καὶ τραγαλίζοντα τὸ μηδέν,

 675σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν

ὕρχας, οἶνον, δάπιδας, τυρόν, μέλι, σήσαμα, προσκεφάλαια,

φιάλας, χλανίδας, στεφάνους, ὅρμους, ἐκπώματα, πλουθυγιείαν.

σοὶ δ', ὧν ἄρχεις "πολλὰ μὲν ἐν γῇ, πολλὰ δ' ἐφ' ὑγρᾷ πιτυλεύσας",

οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.

 680Φι. μὰ Δί', ἀλλὰ παρ' Εὐχαρίδου καὐτὸς τρεῖς ἄγλιθας μετέπεμψα.

ἀλλ' αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.

Βδ. οὐ γὰρ μεγάλη δουλεία 'στὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς

αὐτούς τ' εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας;

σοὶ δ' ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς, οὓς αὐτὸς ἐλαύνων

 685καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήσας.

καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μ' ἀπάγχει,

ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός,

ὡδὶ διαβάς, διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς,

ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθ'· "ὡς ὅστις ἂν ὑμῶν

 690ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται."

αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ·

καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθ' ἑαυτοῦ,

ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύ' ὄντε

ἐσπουδάκατον, κᾆθ' ὡς πρίονθ' ὁ μὲν ἕλκει, ὁ δ' ἀντενέδωκεν·

 695σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.

Φι. ταυτί με ποιοῦσ'; οἴμοι, τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις,

καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδ' ὅ τι χρῆμά με ποιεῖς.

Βδ. σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν

ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδ' ὅπῃ ἐγκεκύκλησαι,

 700ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς

οὐκ ἀπολαύεις πλὴν τοῦθ' ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτ' ἐρίῳ σοι

ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχ' ὥσπερ ἔλαιον.

βούλονται γάρ σε πένητ' εἶναι, καὶ τοῦθ' ὧν εἵνεκ' ἐρῶ σοι·

ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθ' ὅταν οὗτός γ' ἐπισίξῃ

 705ἐπὶ τῶν ἐχθρῶν τιν' ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς.

εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν.

εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσιν·

τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ,

δύο μυριάδ' ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις

 710καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυῷ καὶ πυριάτῃ,

ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ 'ν Μαραθῶνι τροπαίου.

νῦν δ' ὥσπερ ἐλαολόγοι χωρεῖθ' ἅμα τῷ τὸν μισθὸν ἔχοντι.

Φι. οἴμοι, τί ποθ' ὥσπερ νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται;

καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλ' ἤδη μαλθακός εἰμι.

 715Βδ. ἀλλ' ὁπόταν μὲν δείσωσ' αὐτοί, τὴν Εὔβοιαν διδόασιν

ὑμῖν, καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους

ποριεῖν. ἔδοσαν δ' οὐπώποτέ σοι· πλὴν πρώην πέντε μεδίμνους,

καὶ ταῦτα μόλις ξενίας φεύγων, ἔλαβες κατὰ χοίνικα κριθῶν.

ὧν εἵνεκ' ἐγώ σ' ἀπέκλειον ἀεὶ

 720βόσκειν ἐθέλων καὶ μὴ τούτους

ἐγχάσκειν σοι στομφάζοντας.

καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν

ὅ τι βούλει σοι,

πλὴν κωλακρέτου γάλα πίνειν.

 725Χο. ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν· "πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς,

οὐκ ἂν δικάσαις." σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι·

ὥστ' ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω

ἀλλ', ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,

 

πιθοῦ πιθοῦ λόγοισι, μηδ' ἄφρων γένῃ                  στρ.

 730μηδ' ἀτενὴς ἄγαν ἀτεράμων τ' ἀνήρ.

εἴθ' ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς

εἶναί τις ὅστις τοιαῦτ' ἐνουθέτει.

σοὶ δὲ νῦν τις θεῶν

παρὼν ἐμφανὴς

ξυλλαμβάνει τοῦ πράγματος, καὶ δῆλός ἐστιν εὖ ποιῶν·

 735σὺ δὲ παρὼν δέχου.

 

Βδ. καὶ μὴν θρέψω γ' αὐτὸν παρέχων

ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον

λείχειν, χλαῖναν μαλακήν, σισύραν,

πόρνην, ἥτις τὸ πέος τρίψει

 740καὶ τὴν ὀσφῦν.

ἀλλ' ὅτι σιγᾷ κοὐδὲν γρύζει,

τοῦτ' οὐ δύναταί με προσέσθαι.

 

Χο. νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθ', οἷς             ἀντ.

τότ' ἐπεμαίνετ'. ἔγνωκε γὰρ ἀρτίως,

 745λογίζεταί τ' ἐκεῖνα πάνθ' ἁμαρτίας

ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.

νῦν δ' ἴσως τοῖσι σοῖς

λόγοις πείθεται,

καὶ σωφρονεῖ μέντοι μεθιστὰς ἐς τὸ λοιπὸν τὸν τρόπον

πειθόμενός τέ σοι.

 

 750Φι. ἰώ μοί μοι.

Βδ. οὗτος, τί βοᾷς;

Φι. μή μοι τούτων μηδὲν ὑπισχνοῦ.

κείνων ἔραμαι, κεῖθι γενοίμαν,

ἵν' ὁ κῆρύξ φησι· "τίς ἀψήφιστος; ἀνιστάσθω."

 755κἀπισταίην ἐπὶ τοῖς κημοῖς

ψηφιζομένων ὁ τελευταῖος.

"σπεῦδ', ὦ ψυχή ‑ ". ποῦ μοι ψυχή; "πάρες, ὦ σκιερά ‑ ".

μὰ τὸν Ἡρακλέα μή νυν ἔτ' ἐγὼ 'ν τοῖσι δικασταῖς

κλέπτοντα Κλέωνα λάβοιμι.

 

 760Βδ. ἴθ', ὦ πάτερ, πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.

Φι. τί σοι πίθωμαι; λέγ' ὅ τι βούλει πλὴν ἑνός.

Βδ. ποίου; φέρ' ἴδω.

Φι.       τοῦ μὴ δικάζειν. τοῦτο δὲ

Ἅιδης διακρινεῖ πρότερον ἢ 'γὼ πείσομαι.

Βδ. σὺ δ' οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,

 765ἐκεῖσε μὲν μηκέτι βάδιζ', ἀλλ' ἐνθάδε

αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.

Φι. περὶ τοῦ; τί ληρεῖς;

Βδ.          ταὔθ' ἅπερ ἐκεῖ πράττεται.

ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,

ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην·

 770πάντως δὲ κἀκεῖ ταῦτ' ἔδρας ἑκάστοτε.

καὶ ταῦτα μὲν νῦν εὐλόγως, ἢν ἐξέχῃ

εἴλη κατ' ὄρθρον, ἠλιάσει πρὸς ἥλιον·

ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος·

ὕοντος εἴσει· κἂν ἔγρῃ μεσημβρινός,

 775οὐδείς σ' ἀποκλείσει θεσμοθέτης τῇ κιγκλίδι.

Φι. τουτί μ' ἀρέσκει.

Βδ.        πρὸς δὲ τούτοις γ', ἢν δίκην

λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς

δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.

Φι. πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι

 780ὥσπερ πρότερον τὰ πράγματ' ἔτι μασώμενος;

Βδ. πολλῷ γ' ἄμεινον· καὶ λέγεται γὰρ τουτογί,

ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων

μόλις τὸ πρᾶγμ' ἔγνωσαν ἀναμασώμενοι.

Φι. ἀνά τοί με πείθεις. ἀλλ' ἐκεῖν' οὔπω λέγεις,

 785τὸν μισθὸν ὁπόθεν λήψομαι.

Βδ.               παρ' ἐμοῦ.

Φι.                       καλῶς,

ὁτιὴ κατ' ἐμαυτὸν κοὐ μεθ' ἑτέρου λήψομαι.

αἴσχιστα γάρ τοί μ' ἠργάσατο Λυσίστρατος

ὁ σκωπτόλης. δραχμὴν μετ' ἐμοῦ πρώην λαβὼν

ἐλθὼν διεκερματίζετ' ἐν τοῖς ἰχθύσιν,

 790κἄπειτ' ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων,

κἀγὼ 'νέκαψ'· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν.

κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα·

κᾆθ' εἷλκον αὐτόν.

Βδ.        ὁ δὲ τί πρὸς ταῦτ' εἶφ';

Φι.                            ὅ τι;

ἀλεκτρυόνος μ' ἔφασκε κοιλίαν ἔχειν.

 795"ταχὺ γοῦν καθέψεις τἀργύριον," ἦ δ' ὃς λέγων.

Βδ. ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.

Φι. οὐ πάνυ τι μικρόν. ἀλλ' ὅπερ μέλλεις ποίει.

Βδ. ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθ' ἥξω φέρων.

Φι. ὅρα τὸ χρῆμα, τὰ λόγι' ὡς περαίνεται.

 800ἠκηκόειν γὰρ ὡς Ἀθηναῖοί ποτε

δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,

κἀν τοῖς προθύροις ἐνοικοδομήσει πᾶς ἀνὴρ

αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,

ὥσπερ Ἑκαταῖον πανταχοῦ πρὸ τῶν θυρῶν.

 805Βδ. ἰδού. τί ἔτ' ἐρεῖς; ὡς ἅπαντ' ἐγὼ φέρω,

ὅσαπέρ γ' ἔφασκον κἄτι πολλῷ πλείονα.

ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ

παρὰ σοὶ κρεμήσετ' ἐγγὺς ἐπὶ τοῦ παττάλου.

Φι. σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον

 810ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.

Βδ. καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ

ῥοφεῖν, ἐὰν δέῃ τι.

Φι.         τοῦτ' αὖ δεξιόν.

κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι·

αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.

 815ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμ' ἐξηνέγκατε;

Βδ. ἵνα γ', ἢν καθεύδῃς ἀπολογουμένου τινός,

ᾄδων ἄνωθεν ἐξεγείρῃ σ' οὑτοσί.

Φι. ἓν ἔτι ποθῶ, τὰ δ' ἄλλ' ἀρέσκει μοι.

Βδ.                       τὸ τί;

Φι. θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.

 820Βδ. πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.

Φι. ὦ δέσποθ' ἥρως, ὡς χαλεπὸν ἄρ' ἦν σ' ἰδεῖν.

Βδ. οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.

Φι. οὔκουν ἔχει γ' οὐδ' αὐτὸς ἥρως ὢν ὅπλα.

Βδ. εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην

 825ἐκάλουν.

Φι. κάλει νυν, ὡς κάθημ' ἐγὼ πάλαι.

Βδ. φέρε νυν, τίν' αὐτῷ πρῶτον εἰσαγάγω δίκην;

τί τις κακὸν δέδρακε τῶν ἐν τῇ οἰκίᾳ;

ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν ‑

Φι. ἐπίσχες, οὗτος· ὡς ὀλίγου μ' ἀπώλεσας.

 830ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,

ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;

Βδ. μὰ τὸν Δί' οὐ πάρεστιν.

Φι.             ἀλλ' ἐγὼ δραμὼν

αὐτὸς κομιοῦμαι τό γε παραυτίκ' ἔνδοθεν.

Βδ. τί ποτε τὸ χρῆμ'; ὡς δεινὸν ἡ φιλοχωρία.

 835Ξα. βάλλ' ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.

Βδ. τί δ' ἐστὶν ἐτεόν;

Ξα.        οὐ γὰρ ὁ Λάβης ἀρτίως,

ὁ κύων, παρᾴξας εἰς τὸν ἰπνὸν ἁρπάσας

τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;

Βδ. τοῦτ' ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ

 840εἰσακτέον μοι. σὺ δὲ κατηγόρει παρών.

Ξα. μὰ Δί' οὐκ ἔγωγ', ἀλλ' ἅτερός φησιν κύων

κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.

Βδ. ἴθι νυν, ἄγ' αὐτὼ δεῦρο.

Ξα.             ταῦτα χρὴ ποιεῖν.

Βδ. τουτὶ τί ἐστι;

Φι.     χοιροκομεῖον Ἑστίας.

 845Βδ. εἶθ' ἱεροσυλήσας φέρεις;

Φι.             οὔκ, ἀλλ' ἵνα

ἀφ' Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.

ἀλλ' εἴσαγ' ἁνύσας, ὡς ἐγὼ τιμᾶν βλέπω.

Βδ. φέρε νυν, ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.

Φι. οἴμοι, διατρίβεις κἀπολεῖς τριψημερῶν.

 850ἐγὼ δ' ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.

Βδ. ἰδού.

Φι. κάλει νυν.

Βδ.      ταῦτα δή.

Φι.             τίς οὑτοσὶ

ὁ πρῶτός ἐστιν;

Βδ.      ἐς κόρακας. ὡς ἄχθομαι,

ὁτιὴ 'πελαθόμην τοὺς καδίσκους ἐκφέρειν.

Φι. οὗτος σύ, ποῖ θεῖς;

Βδ.         ἐπὶ καδίσκους.

Φι.                    μηδαμῶς·

 855ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.

Βδ. κάλλιστα τοίνυν. πάντα γὰρ πάρεστι νῷν

ὅσων δεόμεθα ‑ πλήν γε δὴ τῆς κλεψύδρας.

Φι. ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα;

Βδ. εὖ γ' ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.

 860ἀλλ' ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω

καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν,

ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.

 

Χο. καὶ μὴν ἡμεῖς

ἐπὶ ταῖς σπονδαῖς καὶ ταῖς εὐχαῖς

 865φήμην ἀγαθὴν λέξομεν ὑμῖν,

ὅτι γενναίως ἐκ τοῦ πολέμου

καὶ τοῦ νείκους ξυνέβητον.

 

Βδ. εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.

Χο. ὦ Φοῖβ' Ἄπολλον Πύθι', ἐπ' ἀγαθῇ τύχῃ

 

 870τὸ πρᾶγμ', ὃ μηχανᾶται                     στρ.

ἔμπροσθεν οὗτος τῶν θυρῶν,

ἅπασιν ἡμῖν ἁρμόσαι

παυσαμένοις πλάνων.

 

ἰήιε Παιάν.

 875Βδ. ὦ δέσποτ' ἄναξ γεῖτον Ἀγυιεῦ, τοῦ 'μοῦ προθύρου προπύλαιε,

δέξαι τελετὴν καινήν, ὦ 'ναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν.

παῦσόν τ' αὐτοῦ τουτὶ τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος,

ἀντὶ σιραίου μέλιτος σμικρὸν τῷ θυμιδίῳ παραμείξας.

ἤδη δ' εἶναι τοῖς ἀνθρώποις ἤπιον αὐτόν,

 880τοὺς φεύγοντάς τ' ἐλεεῖν μᾶλλον τῶν γραψαμένων,

κἀπιδακρύειν ἀντιβολούντων,

καὶ παυσάμενον τῆς δυσκολίας

ἀπὸ τῆς ὀργῆς

τὴν ἀκαλήφην ἀφελέσθαι.

 

 885Χο. ξυνευχόμεσθα ταῦτά σοι κἀπᾴδομεν

νέαισιν ἀρχαῖς εἵνεκα τῶν προλελεγμένων.

 

εὖνοι γάρ ἐσμεν ἐξ οὗ                   ἀντ.

τὸν δῆμον ᾐσθόμεσθά σου

φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ

 890τῶν γε νεωτέρων.

 

Βδ. εἴ τις θύρασιν ἠλιαστής, εἰσίτω·

ὡς ἡνίκ' ἂν λέγωσιν, οὐκ ἐσφρήσομεν.

Φι. τίς ἆρ' ὁ φεύγων οὗτος; ὅσον ἁλώσεται.

Βδ. ἀκούετ' ἤδη τῆς γραφῆς. "ἐγράψατο

 895Κύων Κυδαθηναιεὺς Λάβητ' Αἰξωνέα

τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν

τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος."

Φι. θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.

Βδ. καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.

 900Φι. ὢ μιαρὸς οὗτος. ὡς δὲ καὶ κλέπτον βλέπει.

οἷον σεσηρὼς ἐξαπατήσειν μ' οἴεται.

ποῦ δ' ὅ γε διώκων, ὁ Κυδαθηναιεὺς κύων;

ΚΥΩΝ

αὖ αὖ.

Βδ. πάρεστιν.

Φι.      ἕτερος οὗτος αὖ Λάβης,

ἀγαθός γ' ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.

 905Βδ. σίγα, κάθιζε. σὺ δ' ἀναβὰς κατηγόρει.

Φι. φέρε νυν, ἅμα τήνδ' ἐγχεάμενος κἀγὼ ῥοφῶ.

Κυ. τῆς μὲν γραφῆς ἠκούσαθ' ἣν ἐγραψάμην,

ἄνδρες δικασταί, τουτονί. δεινότατα γὰρ

ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.

 910ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν

κατεσικέλιζε κἀνέπλητ' ἐν τῷ σκότῳ.

Φι. νὴ τὸν Δί', ἀλλὰ δῆλός ἐστ'· ἔμοιγέ τοι

τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν

ὁ βδελυρὸς οὗτος.

Κυ.        κοὐ μετέδωκ' αἰτοῦντί μοι.

 915καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται,

ἢν μή τι κἀμοί τις προβάλλῃ, τῷ κυνί;

Φι. οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γ', ἐμοί.

θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.

Βδ. πρὸς τῶν θεῶν, μὴ προκαταγίγνωσκ', ὦ πάτερ,

 920πρὶν ἄν γ' ἀκούσῃς ἀμφοτέρων.

Φι.                 ἀλλ', ὦ 'γαθέ,

τὸ πρᾶγμα φανερόν ἐστιν· αὐτὸ γὰρ βοᾷ.

Κυ. μή νυν ἀφῆτέ γ' αὐτόν, ὡς ὄντ' αὖ πολὺ

κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον,

ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ

 925ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.

Φι. ἐμοὶ δέ γ' οὐκ ἔστ' οὐδὲ τὴν ὑδρίαν πλάσαι.

Κυ. πρὸς ταῦτα τοῦτον κολάσατ' (οὐ γὰρ ἄν ποτε

τρέφειν δύναιτ' ἂν μία λόχμη κλέπτα δύο),

ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·

 930ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.

Φι. ἰοὺ ἰού.

ὅσας κατηγόρησε τὰς πανουργίας.

κλέπτον τὸ χρῆμα τἀνδρός. οὐ καὶ σοὶ δοκεῖ,

ὦ 'λεκτρυών; νὴ τὸν Δί' ἐπιμύει γέ τοι.

 935ὁ θεσμοθέτης· ποῦ 'σθ' οὗτος; ἀμίδα μοι δότω.

Βδ. αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.

Λάβητι μάρτυρας παρεῖναι τρύβλιον,

δοίδυκα, τυρόκνηστιν, ἐσχάραν, χύτραν,

καὶ τἄλλα τὰ σκεύη τὰ προσκεκαυμένα.

 940ἀλλ' ἔτι σύ γ' οὐρεῖς καὶ καθίζεις οὐδέπω;

Φι. τοῦτον δέ γ' οἶμ' ἐγὼ χεσεῖσθαι τήμερον.

Βδ. οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,

καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλ' ὀδὰξ ἔχει;

ἀνάβαιν', ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.

 945Φι. ἀλλ' οὐκ ἔχειν οὗτός γ' ἔοικεν ὅ τι λέγῃ.

Βδ. οὔκ, ἀλλ' ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,

ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης·

ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.

πάρεχ' ἐκποδών· ἐγὼ γὰρ ἀπολογήσομαι.

 950χαλεπὸν μέν, ὦ 'νδρες, ἐστὶ διαβεβλημένου

ὑπεραποκρίνεσθαι κυνός, λέξω δ' ὅμως.

ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.

Φι. κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.

Βδ. μὰ Δί', ἀλλ' ἄριστός ἐστι τῶν νυνὶ κυνῶν,

 955οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.

Φι. τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;

Βδ. ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν,

καὶ τἄλλ' ἄριστός ἐστιν. εἰ δ' ὑφείλετο,

σύγγνωθι· κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.

 960Φι. ἐγὼ δ' ἐβουλόμην ἂν οὐδὲ γράμματα,

ἵνα μὴ κακουργῶν ἐνέγραφ' ἡμῖν τὸν λόγον.

Βδ. ἄκουσον, ὦ δαιμόνιε, μου τῶν μαρτύρων.

ἀνάβηθι, τυρόκνηστι, καὶ λέξον μέγα·

σὺ γὰρ ταμιεύουσ' ἔτυχες. ἀπόκριναι σαφῶς,

 965εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.

φησὶ κατακνῆσαι.

Φι.       νὴ Δί', ἀλλὰ ψεύδεται.

Βδ. ὦ δαιμόνι', ἐλέει τοὺς ταλαιπωρουμένους.

οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλι' ἐσθίει

καὶ τὰς ἀκάνθας, κοὐδέποτ' ἐν ταὐτῷ μένει.

 970ὁ δ' ἕτερος οἷός ἐστιν. οἰκουρὸς μόνον·

αὐτοῦ μένων γάρ, ἅττ' ἂν εἴσω τις φέρῃ,

τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.

Φι. αἰβοῖ, τί τόδε ποτ' ἔσθ' ὅτῳ μαλάττομαι;

κακόν τι περιβαίνει με, κἀναπείθομαι.

 975Βδ. ἴθ', ἀντιβολῶ σ', οἰκτίρατ' αὐτόν, ὦ πάτερ,

καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;

ἀναβαίνετ', ὦ πόνηρα, καὶ κνυζούμενα

αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.

Φι. κατάβα, κατάβα, κατάβα, κατάβα.

Βδ.                   καταβήσομαι.

 980καίτοι τὸ "κατάβα" τοῦτο πολλοὺς δὴ πάνυ

ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.

Φι. ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.

ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν

οὐδέν ποτέ γ' ἀλλ' ἢ τῆς φακῆς ἐμπλήμενος.

 985Βδ. οὔκουν ἀποφεύγει δῆτα;

Φι.            χαλεπὸν εἰδέναι.

Βδ. ἴθ', ὦ πατρίδιον, ἐπὶ τὰ βελτίω τρέπου.

τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον

μύσας παρᾷξον κἀπόλυσον, ὦ πάτερ.

Φι. οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.

 990Βδ. φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.

Φι. ὅδ' ἔσθ' ὁ πρότερος;

Βδ.          οὗτος.

Φι.               αὕτη 'ντευθενί.

Βδ. ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.

φέρ' ἐξεράσω.

Φι.    πῶς ἄρ' ἠγωνίσμεθα;

Βδ. δείξειν ἔοικεν. ἐκπέφευγας, ὦ Λάβης.

 995πάτερ πάτερ, τί πέπονθας; οἴμοι. ποῦ 'σθ' ὕδωρ;

ἔπαιρε σαυτόν.

Φι.     εἰπέ νυν ἐκεῖνό μοι·

ὄντως ἀπέφυγε;

Βδ.     νὴ Δί'.

Φι.           οὐδέν εἰμ' ἄρα.

Βδ. μὴ φροντίσῃς, ὦ δαιμόνι', ἀλλ' ἀνίστασο.

Φι. πῶς οὖν ἐμαυτῷ τοῦτ' ἐγὼ ξυνείσομαι,

1000φεύγοντ' ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;

ἀλλ', ὦ πολυτίμητοι θεοί, ξύγγνωτέ μοι·

ἄκων γὰρ αὔτ' ἔδρασα κοὐ τοῦ 'μοῦ τρόπου.

Βδ. καὶ μηδὲν ἀγανάκτει γ'. ἐγὼ γάρ σ', ὦ πάτερ,

θρέψω καλῶς, ἄγων μετ' ἐμαυτοῦ πανταχοῖ,

1005ἐπὶ δεῖπνον, εἰς ξυμπόσιον, ἐπὶ θεωρίαν,

ὥσθ' ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον·

κοὐκ ἐγχανεῖταί σ' ἐξαπατῶν Ὑπέρβολος.

ἀλλ' εἰσίωμεν.

Φι.     ταῦτά νυν, εἴπερ δοκεῖ.

 

Χο. ἀλλ' ἴτε χαίροντες ὅποι βούλεσθ'. ὑμεῖς δὲ τέως,

1010ὦ μυριάδες ἀναρίθμητοι,

νῦν μὲν τὰ μέλλοντ' εὖ λέγεσ-

θαι μὴ πέσῃ φαύλως χαμᾶζ',

εὐλαβεῖσθε. τοῦτο γὰρ σκαιῶν θεατῶν

ἐστι πάσχειν, κοὐ πρὸς ὑμῶν.

 

1015νῦν αὖτε, λεῴ, προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε.

μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ.

ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλ' αὐτοὺς εὖ πεποιηκώς·

τὰ μὲν οὐ φανερῶς ἀλλ' ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς,

μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,

1020εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι,

μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθ' ἑαυτόν,

οὐκ ἀλλοτρίων ἀλλ' οἰκείων μουσῶν στόμαθ' ἡνιοχήσας.

ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτ' ἐν ὑμῖν,

οὐκ ἐκτελέσαι φησὶν ἐπαρθείς, οὐδ' ὀγκῶσαι τὸ φρόνημα,

1025οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν· οὐδ', εἴ τις ἐραστὴς

κωμῳδεῖσθαι παιδίχ' ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν,

οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τιν' ἔχων ἐπιεικῆ,

ἵνα τὰς μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ·

οὐδ', ὅτε πρῶτόν γ' ἦρξε διδάσκειν, ἀνθρώποις φήσ' ἐπιθέσθαι,

1030ἀλλ' Ἡρακλέους ὀργήν τιν' ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν,

θρασέως ξυστὰς εὐθὺς ἀπ' ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι,

οὗ δεινόταται μὲν ἀπ' ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,

ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο

περὶ τὴν κεφαλήν, φωνὴν δ' εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,

1035φώκης δ' ὀσμήν, Λαμίας δ' ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.

τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι,

ἀλλ' ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ. φησίν τε μετ' αὐτοῦ

τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν,

οἳ τοὺς πατέρας τ' ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον,

1040κατακλινόμενοί τ' ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν

ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων,

ὥστ' ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον.

τοιόνδ' εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτὴν

πέρυσιν καταπρούδοτε καινοτάτας σπείραντ' αὐτὸν διανοίας,

1045ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατ' ἀναλδεῖς.

καίτοι σπένδων πόλλ' ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον

μὴ πώποτ' ἀμείνον' ἔπη τούτων κωμῳδικὰ μηδέν' ἀκοῦσαι.

τοῦτο μὲν οὖν ἐσθ' ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα·

ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,

1050εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν.

ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν,

ὦ δαιμόνιοι, τοὺς ζητοῦντας

καινόν τι λέγειν κἀξευρίσκειν

στέργετε μᾶλλον καὶ θεραπεύετε,

1055καὶ τὰ νοήματα σῴζεσθ' αὐτῶν,

ἐσβάλλετέ τ' εἰς τὰς κιβωτοὺς μετὰ τῶν μήλων.

κἂν ταῦτα ποιῆθ', ὑμῖν δι' ἔτους

τῶν ἱματίων

ὀζήσει δεξιότητος.

 

1060ὢ πάλαι ποτ' ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς,      στρ.

ἄλκιμοι δ' ἐν μάχαις,

καὶ κατ' αὐτὸ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι.

πρίν ποτ' ἦν πρὶν ταῦτα, νῦν

δ' οἴχεται, κύκνου τε πολιώτεραι δὴ

1065αἵδ' ἐπανθοῦσιν τρίχες.

ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ τῶνδε ῥώμην

νεανικὴν σχεῖν· ὡς ἐγὼ τοὐμὸν νομίζω

γῆρας εἶναι κρεῖττον ἢ πολλῶν κικίννους

1070νεανιῶν καὶ σχῆμα κεὐρυπρωκτίαν.

 

εἴ τις ὑμῶν, ὦ θεαταί, τὴν ἐμὴν ἰδὼν φύσιν

εἶτα θαυμάζει μ' ὁρῶν μέσον διεσφηκωμένον,

ἥτις ἡμῶν ἐστιν ἡ 'πίνοια τῆς ἐγκεντρίδος,

ῥᾳδίως ἐγὼ διδάξω "κἂν ἄμουσος ᾖ τὸ πρίν".

1075ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον,

Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες,

ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν

ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκ' ἦλθ' ὁ βάρβαρος,

τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,

1080ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια.

εὐθέως γὰρ ἐκδραμόντες "ξὺν δορὶ ξὺν ἀσπίδι"

ἐμαχόμεσθ' αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες,

στὰς ἀνὴρ παρ' ἄνδρ', ὑπ' ὀργῆς τὴν χελύνην ἐσθίων.

ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.

1085ἀλλ' ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν·

γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτατο.

εἶτα δ' εἱπόμεσθα θυννάζοντες εἰς τοὺς θυλάκους,

οἱ δ' ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι,

ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι

1090μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.

 

ἆρα δεινὸς ἦ τόθ', ὥστε πάντα μὴ δεδοικέναι,             ἀντ.

καὶ κατεστρεψάμην

τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν.

οὐ γὰρ ἦν ἡμῖν ὅπως

1095ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότ' οὐδὲ

συκοφαντήσειν τινὰ

φροντίς, ἀλλ' ὅστις ἐρέτης ἔσοιτ' ἄριστος.

τοιγαροῦν πολλὰς πόλεις Μήδων ἑλόντες

αἰτιώτατοι φέρεσθαι τὸν φόρον δεῦρ'

ἐσμέν, ὃν κλέπτουσιν οἱ νεώτεροι.

 

πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθ' εὑρήσετε

τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους.

πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον

1105μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον.

εἶτα τἄλλ' ὅμοια πάντα σφηξὶ μηχανώμεθα.

ξυλλεγέντες γὰρ καθ' ἑσμοὺς ὥσπερ εἰς ἀνθρήνια

οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα,

οἱ δ' ἐν Ὠιδείῳ δικάζουσ', ὧδε πρὸς τοῖς τειχίοις

1110ξυμβεβυσμένοι πυκνόν, νεύοντες εἰς τὴν γῆν, μόλις

ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.

ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι·

πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον.

ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι

1115οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου

τὸν γόνον κατεσθίουσιν οὐ ταλαιπωρούμενοι.

τοῦτο δ' ἔστ' ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν

ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ

μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.

1120ἀλλά μοι δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ

ὅστις ἂν μὴ 'χῃ τὸ κέντρον μὴ φέρειν τριώβολον.

 

Φι. οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,

ἐπεὶ μόνος μ' ἔσωσε παρατεταγμένον,

ὅθ' ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.

1125Βδ. ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.

Φι. μὰ τὸν Δί', οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.

καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος

ἀπέδωκ' ὀφείλων τῷ γναφεῖ τριώβολον.

Βδ. ἀλλ' οὖν πεπειράσθω γ', ἐπειδήπερ γ' ἅπαξ

1130ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.

Φι. τί οὖν κελεύεις δρᾶν με;

Βδ.             τὸν τρίβων' ἄφες,

τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.

Φι. ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,

ὅθ' οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;

1135Βδ. ἔχ', ἀναβαλοῦ τηνδὶ λαβών, καὶ μὴ λάλει.

Φι. τουτὶ τὸ κακὸν τί ἐστι, πρὸς πάντων θεῶν;

Βδ. οἱ μὲν καλοῦσι Περσίδ', οἱ δὲ καυνάκην.

Φι. ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.

Βδ. κοὐ θαῦμά γ'· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.

1140ἔγνως γὰρ ἄν· νῦν δ' οὐχὶ γιγνώσκεις.

Φι.                        ἐγὼ

μὰ τὸν Δί' οὐ τοίνυν, ἀτὰρ δοκεῖ γέ μοι

ἐοικέναι μάλιστα Μορύχου σάγματι.

Βδ. οὔκ, ἀλλ' ἐν Ἐκβατάνοισι ταῦθ' ὑφαίνεται.

Φι. ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;

1145Βδ. πόθεν, ὦ 'γάθ'; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις

ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι

ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.

Φι. οὔκουν ἐριώλην δῆτ' ἐχρῆν αὐτὴν καλεῖν

δικαιότερόν γ' ἢ καυνάκην;

Βδ.               ἔχ', ὦ 'γαθέ,

1150καὶ στῆθ' ἀναμπισχόμενος.

Φι.              οἴμοι δείλαιος.

ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν.

Βδ. οὐκ ἀναβαλεῖ;

Φι.    μὰ Δί' οὐκ ἔγωγ'.

Βδ.                   ἀλλ', ὦ 'γαθέ ‑

Φι. εἴπερ γ' ἀνάγκη, κρίβανόν μ' ἀμπίσχετε.

Βδ. φέρ', ἀλλ' ἐγώ σε περιβάλω. σὺ δ' οὖν ἴθι.

1155Φι. παράθου γε μέντοι καὶ κρεάγραν.

Βδ.                   τιὴ τί δή;

Φι. ἵν' ἐξέλῃς με πρὶν διερρυηκέναι.

Βδ. ἄγε νυν, ὑπολύου τὰς καταράτους ἐμβάδας,

τασδὶ δ' ἁνύσας ὑπόδυθι τὰς Λακωνικάς.

Φι. ἐγὼ γὰρ ἂν τλαίην ὑποδύσασθαί ποτε

1160ἐχθρῶν παρ' ἀνδρῶν δυσμενῆ καττύματα;

Βδ. ἔνθες ποτ', ὦ τᾶν, κἀπόβαιν' ἐρρωμένως

ἐς τὴν Λακωνικὴν ἁνύσας.

Φι.              ἀδικεῖς γέ με

εἰς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.

Βδ. φέρε, καὶ τὸν ἕτερον.

Φι.           μηδαμῶς τοῦτόν γ', ἐπεὶ

1165πάνυ μισολάκων αὐτοῦ 'στιν εἷς τῶν δακτύλων.

Βδ. οὐκ ἔστι παρὰ ταῦτ' ἄλλα.

Φι.              κακοδαίμων ἐγώ,

ὅστις ἐπὶ γήρᾳ χίμετλον οὐδὲν λήψομαι.

Βδ. ἅνυσόν ποθ' ὑποδυσάμενος. εἶτα πλουσίως

ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.

1170Φι. ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μ' ὅτῳ

μάλιστ' ἔοικα τὴν βάδισιν τῶν πλουσίων.

Βδ. ὅτῳ; δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.

Φι. καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.

Βδ. ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν

1175ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;

Φι. ἔγωγε.

Βδ. τίνα δῆτ' ἂν λέγοις;

Φι.               πολλοὺς πάνυ.

πρῶτον μὲν ὡς ἡ Λάμι' ἁλοῦσ' ἐπέρδετο,

ἔπειτα δ' ὡς ὁ Καρδοπίων τὴν μητέρα ‑

Βδ. μὴ 'μοιγε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,

1180οἵους λέγομεν μάλιστα, τοὺς κατ' οἰκίαν.

Φι. ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατ' οἰκίαν

ἐκεῖνον ὡς "οὕτω ποτ' ἦν μῦς καὶ γαλῆ ‑ "

Βδ. ὦ σκαιὲ κἀπαίδευτε ‑ Θεογένης ἔφη

τῷ κοπρολόγῳ, καὶ ταῦτα λοιδορούμενος·

1185μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;

Φι. ποίους τινὰς δὲ χρὴ λέγειν;

Βδ.                μεγαλοπρεπεῖς·

ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.

Φι. ἐγὼ δὲ τεθεώρηκα πώποτ'; οὐδαμοῖ,

πλὴν ἐς Πάρον, καὶ ταῦτα δύ' ὀβολὼ φέρων.

1190Βδ. ἀλλ' οὖν λέγειν χρή σ' ὡς ἐμάχετό γ' αὐτίκα

Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,

ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι

πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ

θώρακ' ἄριστον.

Φι.      παῦε παῦ', οὐδὲν λέγεις.

1195πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακ' ἔχων;

Βδ. οὕτως διηγεῖσθαι νομίζουσ' οἱ σοφοί.

ἀλλ' ἕτερον εἰπέ μοι· παρ' ἀνδράσι ξένοις

πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς

ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;

1200Φι. ἐκεῖν' ἐκεῖν' ἀνδρειότατόν γε τῶν ἐμῶν,

ὅτ' Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.

Βδ. ἀπολεῖς με. ποίας χάρακας; ἀλλ' ὡς ἢ κάπρον

ἐδιώκαθές ποτ' ἢ λαγών, ἢ λαμπάδα

ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.

1205Φι. ἐγᾦδα τοίνυν τό γε νεανικώτατον·

ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι

εἷλον διώκων λοιδορίας ψήφοιν δυοῖν.

Βδ. παῦ'· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε

ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.

1210Φι. πῶς οὖν κατακλινῶ; φράζ' ἁνύσας.

Βδ.                    εὐσχημόνως.

Φι. ὡδὶ κελεύεις κατακλινῆναι;

Βδ.               μηδαμῶς.

Φι. πῶς δαί;

Βδ. τὰ γόνατ' ἔκτεινε, καὶ γυμναστικῶς

ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.

ἔπειτ' ἐπαίνεσόν τι τῶν χαλκωμάτων,

1215ὀροφὴν θέασαι, κρεκάδι' αὐλῆς θαύμασον.

ὕδωρ κατὰ χειρός· τὰς τραπέζας εἰσφέρειν·

δειπνοῦμεν· ἀπονενίμμεθ'· ἤδη σπένδομεν.

Φι. πρὸς τῶν θεῶν, ἐνύπνιον ἑστιώμεθα;

Βδ. αὑλητρὶς ἐνεφύσησεν· οἱ δὲ συμπόται

1220εἰσὶν Θέωρος, Αἰσχίνης, Φᾶνος, Κλέων,

ξένος τις ἕτερος πρὸς κεφαλῆς, Ἁκέστορος.

τούτοις ξυνὼν τὰ σκόλι' ὅπως δέξει καλῶς.

Φι. ἄληθες; ὡς οὐδείς γε διακρίων ἐγώ.

Βδ. ἐγὼ εἴσομαι. καὶ δὴ γάρ εἰμ' ἐγὼ Κλέων,

1225ᾄδω δὲ πρῶτος Ἁρμοδίου, δέξει δὲ σύ.

"οὐδεὶς πώποτ' ἀνὴρ ἔγεντ' Ἀθήναις ‑ "

Φι. " ‑ οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης."

Βδ. τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος·

φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν

1230καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.

Φι.              ἐγὼ δέ γε,

ἐὰν ἀπειλῇ, νὴ Δί' ἑτέραν ᾄσομαι.

"ὦ 'νθρωφ', οὗτος ὁ μαιόμενος τὸ μέγα κράτος,

ἀντρέψεις ἔτι τὰν πόλιν· ἁ δ' ἔχεται ῥοπᾶς."

Βδ. τί δ', ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος

ᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς·

"Ἀδμήτου λόγον, ὦ 'ταῖρε, μαθὼν τοὺς ἀγαθοὺς

φίλει ‑ "

1240τούτῳ τί λέξεις σκόλιον;

Φι.             ᾠδικῶς ἐγώ.

"οὐκ ἔστιν ἀλωπεκίζειν,

οὐδ' ἀμφοτέροισι γίγνεσθαι φίλον."

Βδ. μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται,

ἀνὴρ σοφὸς καὶ μουσικός, κᾆτ' ᾄσεται·

1245"χρήματα καὶ βίαν

Κλειταγόρᾳ τε κἀ-

μοὶ μετὰ Θετταλῶν ‑ "

Φι. " ‑ πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ."

Βδ. τουτὶ μὲν ἐπιεικῶς σύ γ' ἐξεπίστασαι.

1250ὅπως δ' ἐπὶ δεῖπνον εἰς Φιλοκτήμονος ἴμεν.

παῖ παῖ· τὸ δεῖπνον, Χρυσέ, συσκεύαζε νῷν

‑ ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.

Φι.                    μηδαμῶς.

κακὸν τὸ πίνειν. ἀπὸ γὰρ οἴνου γίγνεται

καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,

1255κἄπειτ' ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.

Βδ. οὔκ, ἢν ξυνῇς γ' ἀνδράσι καλοῖς τε κἀγαθοῖς.

ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,

ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,

Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,

1260ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτ' ἐς γέλων

τὸ πρᾶγμ' ἔτρεψας, ὥστ' ἀφείς σ' ἀποίχεται.

Φι. μαθητέον τἄρ' ἐστὶ πολλοὺς τῶν λόγων,

εἴπερ γ' ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.

ἄγε νυν, ἴωμεν· μηδὲν ἡμᾶς ἰσχέτω.

 

Χο. πολλάκις δὴ 'δοξ' ἐμαυτῷ                  στρ.

1265bδεξιὸς πεφυκέναι καὶ

σκαιὸς οὐδεπώποτε,

ἀλλ' Ἀμυνίας ὁ Σέλλου

μᾶλλον, οὑκ τῶν Κρωβύλου,

οὗτος ὅν γ' ἐγώ ποτ' εἶδον

ἀντὶ μήλου καὶ ῥοᾶς δειπ-

νοῦντα μετὰ Λεωγόρου· πει-

1270νῇ γὰρ ᾗπερ Ἀντιφῶν.

ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετ'·

εἶτ' ἐκεῖ μόνος μόνοισι

τοῖς Πενέσταισι ξυνῆν τοῖς

Θετταλῶν, αὐτὸς πενέστης

ὢν ἐλάττων οὐδενός.

 

1275ὦ μακάρι' Αὐτόμενες, ὥς σε μακαρίζομεν.

παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους·

πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,

τὸν κιθαραοιδότατον, ᾧ χάρις ἐφέσπετο·

τὸν δ' ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν·

1280εἶτ' Ἀριφράδην πολύ τι θυμοσοφικώτατον,

ὅντινά ποτ' ὤμοσε μαθόντα παρὰ μηδενὸς

[ἀλλ' ἀπὸ σοφῆς φύσεως αὐτόματον ἐκμαθεῖν]

γλωττοποιεῖν εἰς τὰ πορνεῖ' εἰσιόνθ' ἑκάστοτε.

 

.   .   .   .   .   .   .   .   .                 ἀντ.

 

εἰσί τινες οἵ μ' ἔλεγον ὡς καταδιηλλάγην,

1285ἡνίκα Κλέων μ' ὑπετάραττεν ἐπικείμενος

καί με κακίσας ἔκνισε, κᾆθ', ὅτ' ἀπεδειρόμην,

οἱ 'κτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι,

οὐδὲν ἄρ' ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι

σκωμμάτιον εἴ ποτέ τι θλιβόμενος ἐκβαλῶ.

1290ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα·

εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.

 

Ξα. ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος

[καὶ τρισμακάριαι τοῦ 'πὶ ταῖς πλευραῖς]·

ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς

1295κεράμῳ τὸ νῶτον, ὥστε τὰς πλευρὰς στέγειν.

ἐγὼ δ' ἀπόλωλα στιζόμενος βακτηρίᾳ.

Χο. τί δ' ἐστίν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,

καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.

Ξα. οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρ' ἦν κακὸν

1300καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος;

καίτοι παρῆν Ἵππυλλος, Ἀντιφῶν, Λύκων,

Λυσίστρατος, Θούφραστος, οἱ περὶ Φρύνιχον.

τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ.

εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,

1305ἀνήλατ', ἐσκίρτα, 'πεπόρδει, κατεγέλα,

ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον·

κἄτυπτε δή με νεανικῶς "παῖ παῖ" καλῶν.

εἶτ' αὐτόν, ὡς εἶδ', ᾔκασεν Λυσίστρατος·

"ἔοικας, ὦ πρεσβῦτα, νεοπλούτῳ τρυγὶ

1310κλητῆρί τ' εἰς ἀχυρὸν ἀποδεδρακότι."

ὁ δ' ἀνακραγὼν ἀντῄκασ' αὐτὸν πάρνοπι

τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι,

Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ.

οἱ δ' ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου·

1315οὗτος δὲ διεμύλλαινεν, ὡς δὴ δεξιός.

ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετ'· "εἰπέ μοι,

ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ,

κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ' ἀεί;"

τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει,

1320σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων

ἀμαθέστατ' οὐδὲν εἰκότας τῷ πράγματι.

ἔπειτ', ἐπειδὴ 'μέθυεν, οἴκαδ' ἔρχεται

τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.

ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται.

1325ἀλλ' ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.

Φι. ἄνεχε, πάρεχε.

κλαύσεταί τις τῶν ὄπισθεν

ἐπακολουθούντων ἐμοί.

οἷον, εἰ μὴ 'ρρήσεθ', ὑμᾶς,

1330ὦ πόνηροι, ταυτῃὶ τῇ

δᾳδὶ φρυκτοὺς σκευάσω.

ΑΝΗΡ

ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην

ἡμῖν ἅπασιν, κεἰ σφόδρ' εἶ νεανίας.

ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.

1335Φι. ἰὴ ἰεῦ, "καλούμενοι".

ἀρχαῖά γ' ὑμῶν. ἆρά γ' ἴσθ'

ὡς οὐδ' ἀκούων ἀνέχομαι

δικῶν; ἰαιβοῖ αἰβοῖ.

τάδε μ' ἀρέσκει· βάλλε κημούς.

1340οὐκ ἄπει; ποῦ 'στ' ἠλιαστής; ἐκποδών.

ἀνάβαινε δεῦρο, χρυσομηλολόνθιον,

τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου.

ἔχου· φυλάττου δ', ὡς σαπρὸν τὸ σχοινίον·

ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.

1345ὁρᾷς ἐγώ σ' ὡς δεξιῶς ὑφειλόμην

μέλλουσαν ἤδη λεσβιεῖν τοὺς ξυμπότας·

ὧν εἵνεκ' ἀπόδος τῷ πέει τῳδὶ χάριν.

ἀλλ' οὐκ ἀποδώσεις οὐδ' ἐφιαλεῖς, οἶδ' ὅτι,

ἀλλ' ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα·

1350πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτ' ἠργάσω.

ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή,

ἐγώ σ', ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ,

λυσάμενος ἕξω παλλακήν, ὦ χοιρίον.

νῦν δ' οὐ κρατῶ 'γὼ τῶν ἐμαυτοῦ χρημάτων·

1355νέος γάρ εἰμι. καὶ φυλάττομαι σφόδρα·

τὸ γὰρ ὑίδιον τηρεῖ με, κἄστι δύσκολον

κἄλλως κυμινοπριστοκαρδαμογλύφον.

ταῦτ' οὖν περί μου δέδοικε μὴ διαφθαρῶ·

πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ.

1360ὁδὶ δὲ καὐτός. ἐπὶ σὲ κἄμ' ἔοικε θεῖν.

ἀλλ' ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς

λαβοῦσ', ἵν' αὐτὸν τωθάσω νεανικῶς,

οἵοις ποθ' οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.

Βδ. ὦ οὗτος οὗτος, τυφεδανὲ καὶ χοιρόθλιψ,

1365ποθεῖν ἐρᾶν τ' ἔοικας ὡραίας σοροῦ.

οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.

Φι. ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.

Βδ. οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα

τῶν ξυμποτῶν κλέψαντα;

Φι.            ποίαν αὐλητρίδα;

1370τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών;

Βδ. νὴ τὸν Δί', αὕτη πού 'στί σοί γ' ἡ Δαρδανίς.

Φι. οὔκ, ἀλλ' ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.

Βδ. δᾲς ἥδε;

Φι. δᾲς δῆτ'. οὐχ ὁρᾷς ἐσχισμένην;

Βδ. τί δὲ τὸ μέλαν τοῦτ' ἐστὶν αὐτῆς τοὐν μέσῳ;

1375Φι. ἡ πίττα δήπου καομένης ἐξέρχεται.

Βδ. ὁ δ' ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;

Φι. ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.

Βδ. τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;

Φι. ἆ ἆ, τί μέλλεις δρᾶν;

Βδ.           ἄγειν ταύτην λαβὼν

1380ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν

κοὐδὲν δύνασθαι δρᾶν.

Φι.           ἄκουσόν νυν ἐμοῦ.

Ὀλυμπίασιν, ἡνίκ' ἐθεώρουν ἐγώ,

Ἐφουδίων ἐμαχέσατ' Ἀσκώνδᾳ καλῶς

ἤδη γέρων ὤν· εἶτα τῇ πυγμῇ θενὼν

1385ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον.

πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.

Βδ. νὴ τὸν Δί', ἐξέμαθές γε τὴν Ὀλυμπίαν.

ΑΡΤΟΠΩΛΙΣ

ἴθι μοι, παράστηθ', ἀντιβολῶ, πρὸς τῶν θεῶν.

ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μ' ἀπώλεσεν

1390τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ

ἄρτους δέκ' ὀβολῶν κἀπιθήκην τέτταρας.

Βδ. ὁρᾷς ἃ δέδρακας; πράγματ' αὖ δεῖ καὶ δίκας

ἔχειν διὰ τὸν σὸν οἶνον.

Φι.             οὐδαμῶς γ', ἐπεὶ

λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·

1395ὥστ' οἶδ' ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.

Αρ. οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας

τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης

οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.

Φι. ἄκουσον, ὦ γύναι· λόγον σοι βούλομαι

1400λέξαι χαρίεντα.

Αρ.      μὰ Δία μὴ 'μοιγ', ὦ μέλε.

Φι. Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ' ἑσπέρας

θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.

κἄπειτ' ἐκεῖνος εἶπεν· "ὦ κύον κύον,

εἰ νὴ Δί' ἀντὶ τῆς κακῆς γλώττης ποθὲν

1405πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς."

Αρ. καὶ καταγελᾷς μου; προσκαλοῦμαί σ', ὅστις εἶ,

πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων,

κλητῆρ' ἔχουσα Χαιρεφῶντα τουτονί.

Φι. μὰ Δί', ἀλλ' ἄκουσον, ἤν τί σοι δόξω λέγειν.

1410Λᾶσός ποτ' ἀντεδίδασκε καὶ Σιμωνίδης·

ἔπειθ' ὁ Λᾶσος εἶπεν· "ὀλίγον μοι μέλει."

Αρ. ἄληθες, οὗτος;

Φι.     καὶ σὺ δή μοι, Χαιρεφῶν,

γυναικὶ κλητεύεις ἐοικὼς θαψίνῃ

Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου;

1415Βδ. ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται

καλούμενός σε· τόν γέ τοι κλητῆρ' ἔχει.

ΚΑΤΗΓΟΡΟΣ

οἴμοι κακοδαίμων. προσκαλοῦμαί σ', ὦ γέρον,

ὕβρεως.

Βδ. ὕβρεως; μὴ μὴ καλέσῃς, πρὸς τῶν θεῶν.

ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι,

1420ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.

Φι. ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι

ἑκών· ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.

ἀλλ' ἐλθὲ δευρί. πότερον ἐπιτρέπεις ἐμοὶ

ὅ τι χρή μ' ἀποτείσαντ' ἀργύριον τοῦ πράγματος

1425εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις;

Κα. σὺ λέγε. δικῶν γὰρ οὐ δέομ' οὐδὲ πραγμάτων.

Φι. ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,

καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα·

ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.

1430κἄπειτ' ἐπιστὰς εἶπ' ἀνὴρ αὐτῷ φίλος·

"ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην."

οὕτω δὲ καὶ σὺ παράτρεχ' εἰς τὰ Πιττάλου.

Βδ. ὅμοιά σοι καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.

Κα. ἀλλ' οὖν σὺ μέμνησ' αὐτὸς ἁπεκρίνατο.

1435Φι. ἄκουε, μὴ φεῦγ'. ἐν Συβάρει γυνή ποτε

κατέαξ' ἐχῖνον.

Κα.      ταῦτ' ἐγὼ μαρτύρομαι.

Φι. οὑχῖνος οὖν ἔχων τιν' ἐπεμαρτύρατο.

εἶθ' ἡ Συβαρῖτις εἶπεν· "εἰ ναὶ τὰν Κόραν

τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει

1440ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα."

Κα. ὕβριζ', ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.

Βδ. οὔτοι μὰ τὴν Δήμητρ' ἔτ' ἐνταυθοῖ μενεῖς,

ἀλλ' ἀράμενος οἴσω σε ‑

Φι.            τί ποιεῖς;

Βδ.                    ὅ τι ποιῶ;

εἴσω φέρω σ' ἐντεῦθεν· εἰ δὲ μή, τάχα

1445κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.

Φι. Αἴσωπον οἱ Δελφοί ποτ' ‑

Βδ.              ὀλίγον μοι μέλει.

Φι. ‑ φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ.

ὁ δ' ἔλεξεν αὐτοῖς ὡς ὁ κάνθαρός ποτε ‑

Βδ. οἴμ', ὡς ἀπολεῖς αὐτοῖσι τοῖσι κανθάροις.

 

1450Χο. ζηλῶ γε τῆς εὐτυχίας                  στρ.

τὸν πρέσβυν, οἷ μετέστη

ξηρῶν τρόπων καὶ βιοτῆς.

ἕτερα δὲ νῦν ἀντιμαθὼν

ἦ μέγα τι μεταπεσεῖται

1455ἐπὶ τὸ τρυφῶν καὶ μαλακόν.

τάχα δ' ἂν ἴσως οὐκ ἐθέλοι·

τὸ γὰρ ἀποστῆναι χαλεπὸν

φύσεως, ἣν ἔχοι τις, ἀεί.

καίτοι πολλοὶ ταῦτ' ἔπαθον·

1460ξυνόντες γνώμαις ἑτέρων

μετεβάλοντο τοὺς τρόπους.

 

πολλοῦ δ' ἐπαίνου παρ' ἐμοὶ                 ἀντ.

καὶ τοῖσιν εὖ φρονοῦσιν

τυχὼν ἄπεισιν διὰ τὴν

1465φιλοπατρίαν καὶ σοφίαν

ὁ παῖς ὁ Φιλοκλέωνος.

οὐδενὶ γὰρ οὕτως ἀγανῷ

ξυνεγενόμην, οὐδὲ τρόποις

ἐπεμάνην οὐδ' ἐξεχύθην.

1470τί γὰρ ἐκεῖνος ἀντιλέγων

οὐ κρείττων ἦν, βουλόμενος

τὸν φύσαντα σεμνοτέροις

κατακοσμῆσαι πράγμασιν;

 

Ξα. νὴ τὸν Διόνυσον, ἄπορά γ' ἡμῖν πράγματα

1475δαίμων τις εἰσκεκύκληκεν εἰς τὴν οἰκίαν.

ὁ γὰρ γέρων, ὡς ἔπιε διὰ πολλοῦ χρόνου

ἤκουσέ τ' αὐλοῦ, περιχαρὴς τῷ πράγματι

ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται

τἀρχαῖ' ἐκεῖν' οἷς Θέσπις ἠγωνίζετο·

1480καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους

τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.

Φι. τίς ἐπ' αὐλείοισι θύραις θάσσει;

Ξα. τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.

Φι. κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ

1485σχήματος ἀρχὴ ‑

Ξα. μᾶλλον δέ γ' ἴσως μανίας ἀρχή.

Φι. ‑ πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης.

οἷον μυκτὴρ μυκᾶται καὶ σφόνδυλος ἀχεῖ

Ξα. πῖθ' ἑλλέβορον.

1490Φι. πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ ‑

Ξα. τάχα βαλλήσει.

Φι. ‑ σκέλος οὐρανίαν ἐκλακτίζων.

πρωκτὸς χάσκει· ‑

Ξα.        κατὰ σαυτὸν ὅρα.

Φι. ‑ νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις

1495στρέφεται χαλαρὰ κοτυληδών.

οὐκ εὖ;

Ξα. μὰ Δί' οὐ δῆτ', ἀλλὰ μανικὰ πράγματα.

Φι. φέρε νυν, ἀνείπω κἀνταγωνιστὰς καλῶ.

εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,

ἐμοὶ διορχησόμενος ἐνθάδ' εἰσίτω.

1500φησίν τις, ἢ οὐδείς;

Ξα.          εἷς γ' ἐκεινοσὶ μόνος.

Φι. τίς ὁ κακοδαίμων ἐστίν;

Ξα.            υἱὸς Καρκίνου

ὁ μέσατος.

Φι.  ἀλλ' οὗτός γε καταποθήσεται·

ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.

ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστ'.

Ξα.                ἀλλ', ᾠζυρέ,

1505ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,

ἀδελφὸς αὐτοῦ.

Φι.     νὴ Δί' ὠψώνηκ' ἄρα.

Ξα. μὰ τὸν Δί' οὐδέν γ' ἄλλο πλήν γε καρκίνους.

προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.

Φι. τουτὶ τί ἦν τὸ προσέρπον; ὦτος ἢ σφάλαξ;

1510Ξα. ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους,

ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.

Φι. ὦ Καρκίν', ὦ μακάριε τῆς εὐπαιδίας,

ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.

ἀτὰρ καταβατέον γ' ἐπ' αὐτούς μοι· σὺ δὲ

1515ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.

 

Χο. φέρε νυν, ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες,

ἵν' ἐφ' ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς.

 

ἄγ', ὦ μεγαλώνυμα τέκνα τοῦ θαλασσίοιο,

1520πηδᾶτε παρὰ ψάμαθον

καὶ θῖν' ἁλὸς ἀτρυγέτοιο, καρίδων ἀδελφοί·

ταχὺν πόδα κυκλοσοβεῖτε, καὶ τὸ Φρυνίχειον

1525ἐκλακτισάτω τις, ὅπως

ἰδόντες ἄνω σκέλος ὤζωσιν οἱ θεαταί.

στρόβει· παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν·

ῥῖπτε σκέλος οὐράνιον· βέμβικες ἐγγενέσθων.

καὐτὸς γὰρ ὁ ποντομέδων ἄναξ πατὴρ προσέρπει

ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισί, τοῖς τριόρχοις.

1535ἀλλ' ἐξάγετ', εἴ τι φιλεῖτ', ὀρχούμενοι θύραζε

ἡμᾶς ταχύ· τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,

ὀρχούμενος ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.