˘ˉˉ˘˘ˉ˘ˉˉ˘ˉ˘˘ˉˉ
˘˘˘ˉ˘ˉˉ˘˘ˉ˘˘ˉ˘˘ˉˉ
ˉ˘ˉ˘ˉ˘ˉ
ˉ˘ˉ˘˘ˉˉ
ˉ˘ˉ˘ˉ˘ˉ
ˉ˘ˉ˘˘˘˘ˉ˘ˉ˘ˉ˘ˉ˘˘ˉˉ˘ˉ˘ˉ
ˉ˘ˉ˘ˉ˘ˉ˘ˉ˘˘ˉˉ˘ˉ
˘˘˘˘˘˘˘ˉ˘ˉ˘ˉ˘ˉ
˘ˉˉ˘ˉ˘˘˘ˉ
˘ˉˉ˘ˉ˘ˉ˘˘˘ˉ
˘ˉ˘˘˘ˉ˘ˉ˘ˉ
˘ˉ˘˘˘ˉ˘ˉˉ˘˘ˉ˘ˉˉ˘ˉ˘ˉ
˘ˉˉ˘˘ˉˉ˘˘˘˘ˉ˘ˉ
ˉ˘ˉ˘ˉ˘ˉ˘˘ˉˉ˘ˉ
˘ˉˉ˘ˉˉ˘˘ˉ˘ˉ˘ˉ˘˘ˉˉ
˘˘ˉ˘ˉ˘˘ˉˉ˘ˉ˘ˉ
ˉˉ˘˘ˉ˘ˉˉ˘ˉ˘ˉ
˘˘˘ˉ˘˘ˉˉ˘ˉ
˘ˉˉ˘ˉˉ˘˘ˉ˘ˉˉ˘˘ˉ˘ˉˉ
Α΄ (ª14¶:½ÁEÇKMÍÑἌριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ
(*-®1´·:?¿CEÆJLÏÒἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου·
©.¯2µ7¸εἰ δ' ἄεθλα γαρύεν
¨+13¶¸ἔλδεαι, φίλον ἦτορ,
5©+¯1³7ºμηκέτ' ἀλίου σκόπει
¨+®2469¼@ÀEÄIÊPSÓÕ[Ýcáἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας δι' αἰθέρος,
©-¯2³6¸:½BDÆÈLÌμηδ' Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν·
(*-0246¹=¿DÄIÊὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται
)«¯1²59;¾σοφῶν μητίεσσι, κελαδεῖν
10*±5¸;¼ACEÆΚρόνου παῖδ' ἐς ἀφνεὰν ἱκομένους
)¬.12´6¹=½μάκαιραν Ἱέρωνος ἑστίαν,
)«¯03¶9¼ÀEÆLNÎÐθεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμήλῳ
)+-®2´¸=@ÀEGÇLNÏÑΣικελίᾳ δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν,
¨+¬.±4¸ἀγλαΐζεται δὲ καί
15ª,®14µ·μουσικᾶς ἐν ἀώτῳ,
©*®0²6¸οἷα παίζομεν φίλαν
¨,¯257;½AÃHÉMÌQSÔ×]Ýdãἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου
©,²5¹=¾DÆKMÍÐUÕλάμβαν', εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις
)*-/357º?¿CÅJÊνόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,
20(ª1µ8:?¿ὅτε παρ' Ἀλφεῷ σύτο δέμας
(ª/²7º=ACÃἀκέντητον ἐν δρόμοισι παρέχων,
*046¹;¾CÃκράτει δὲ προσέμειξε δεσπόταν,
)«-/0³6¸»ACÃFÈÌQÒX×Συρακόσιον ἱπποχάρμαν βασιλῆα· λάμπει δέ οἱ κλέος
(¬/1´·:=@CÄHÇἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ·
25ª-¯2´7¹=@ÂÃFÆτοῦ μεγασθενὴς ἐράσσατο Γαιάοχος
)¬®2µ¸=@ÁFÆJËOQÓÕΠοσειδάν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθώ,
(*¬/³57º¼BÂGÇἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.
¨¬.0³6»¿DÆLÌἦ θαύματα πολλά, καί πού τι καὶ βροτῶν
)+.°47¹»@Àφάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον
)¬®1´¸:=ÀDÅÈLNÎSÔ×δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι.
Β΄ )«²47¹=ÀÃHÊNPÒÕΧάρις δ', ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς,
31(*,¯1´¶;?¿DGÇKMÎÑἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστόν
¨+®1´7¹ἔμμεναι τὸ πολλάκις·
¨*24·ºἁμέραι δ' ἐπίλοιποι
©,®2´6¹μάρτυρες σοφώτατοι.
35¨+°479=¾BÃHÊNÎTVÙÚbâhåἔστι δ' ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά· μείων γὰρ αἰτία.
©*0³7¼AÀFHÈÍRÓυἱὲ Ταντάλου, σὲ δ' ἀντία προτέρων φθέγξομαι,
(*.0247¹?ÁEÅIÉὁπότ' ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον
(+-¯3µ9=@Àἐς ἔρανον φίλαν τε Σίπυλον,
(«®/´6º?BDÄἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων,
40)014¶8»@Áτότ' Ἀγλαοτρίαιναν ἁρπάσαι,
)«®24·9»ÀDÄHMÏÓδαμέντα φρένας ἱμέρῳ, χρυσέαισί τ' ἀν' ἵπποις
(*,°2´·:=¿CFÅKMÍÐὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι·
¨+¯1³7¹ἔνθα δευτέρῳ χρόνῳ
¨+¯24¶¸ἦλθε καὶ Γανυμήδης
45©+¯3µ9ºΖηνὶ τωὔτ' ἐπὶ χρέος.
¨.°368:¿CÄIÊOÑTV×Ú_ßeãὡς δ' ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον,
¨+1³6º=¾DFÆËOÏἔννεπε κρυφᾷ τις αὐτίκα φθονερῶν γειτόνων,
(*,/147¹=¾BÄIÊὕδατος ὅτι τε πυρὶ ζέοισαν εἰς ἀκμάν
)¬®1³79=¾μαχαίρᾳ τάμον κατὰ μέλη,
50*¬¯1¶9½ACGÆτραπέζαισί τ' ἀμφὶ δεύτατα κρεῶν
)«/02´7»@Àσέθεν διεδάσαντο καὶ φάγον.
(«024·;½ÀFHÈNÑÔZÚaàἐμοὶ δ' ἄπορα γαστρίμαργον μακάρων τιν' εἰπεῖν· ἀφίσταμαι·
(ª®/2´·;?ADÄHÉἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους.
©,¯2¶:¾BEÅÉOÐεἰ δὲ δή τιν' ἄνδρα θνατὸν Ὀλύμπου σκοποί
55(ª¬.²¶9;¿CÅJËQSÓÖἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλλὰ γὰρ καταπέψαι
)+®1µ8:¼¿EÅLÌμέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δ' ἕλεν
¨ª-/±4¸½BÂGÇἄταν ὑπέροπλον, ἅν τοι πατὴρ ὕπερ
*,.±46º¼AÁκρέμασε καρτερὸν αὐτῷ λίθον,
)¯2µ·;?¿EÆÊOQÑVÖÙτὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται.
Γ΄ («°24¶:»ÀDÅJLÌÏἔχει δ' ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον
60)+/°4¶¹?AÃGIÊOQÓÖμετὰ τριῶν τέταρτον πόνον, ἀθανάτους ὅτι κλέψαις
¨*¬/²5¸ἁλίκεσσι συμπόταις
©,¯35¶ºνέκταρ ἀμβροσίαν τε
©+°2µ8ºδῶκεν, οἷσιν ἄφθιτον
©-²589=¾DÅJËQÓWYÚÝeãjéθέν νιν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί ‹τι› λαθέμεν ἔρδων, ἁμαρτάνει.
65ª,®7¸:¾AÂFHÉÍSÓτοὔνεκα {οἱ} προῆκαν υἱὸν ἀθάνατοί ‹οἱ› πάλιν
)+.1358¼@ÁEÅJËμετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.
*®¯2´:=AÀπρὸς εὐάνθεμον δ' ὅτε φυάν
)°4¶:½@CEÅλάχναι νιν μέλαν γένειον ἔρεφον,
(«-02µ8º@Àἑτοῖμον ἀνεφρόντισεν γάμον
70)«02µ8¼¾BÃHJËÌΠισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν
*,.²5½ÀFHÇLNÐSV×Ûσχεθέμεν. ἐγγὺς {δ'} ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ
¨*«/±4¶ἄπυεν βαρύκτυπον
©,®04º¼Εὐτρίαιναν· ὁ δ' αὐτῷ
©-¯3µ9»πὰρ ποδὶ σχεδὸν φάνη.
75©,°279:½AÂGÆKÎSWØÚ^ßgåτῷ μὲν εἶπε· 'Φίλια δῶρα Κυπρίας ἄγ' εἴ τι, Ποσείδαον, ἐς χάριν
©,¯3µ7º?ÁEGÇÊOÎτέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον,
(*/1468º@ÁEÆKËἐμὲ δ' ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων
(«3¶9=@Àἐς Ἆλιν, κράτει δὲ πέλασον.
(«°4¸;¿EHJËἐπεὶ τρεῖς τε καὶ δέκ' ἄνδρας ὀλέσαις
80*/24¶9¼AÁμναστῆρας ἀναβάλλεται γάμον
)«.25·;¾ÂFIÉNÐÓWØ^Þθυγατρός. ὁ μέγας δὲ κίν δυνος ἄναλκιν οὐ φῶτα λαμβάνει.
)¬³58º½CFILÌPÐθανεῖν δ' οἷσιν ἀνάγκα, τά κέ τις ἀνώνυμον
©+®3µ8º=@ÁÄIÉγῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν,
(ª1³¶9;¿FÇLÎRUÔ×ἁπάντων καλῶν ἄμμορος; ἀλλ' ἐμοὶ μὲν οὗτος ἄεθλος
85(*/²69½¿EÅKÌὑποκείσεται· τὺ δὲ πρᾶξιν φίλαν δίδοι.'
¨«.0µ9¼ÀEÅIÉὣς ἔννεπεν· οὐδ' ἀκράντοις ἐφάψατο
(*,°47¹¼BÁἔπεσι. τὸν μὲν ἀγάλλων θεός
(ª¬0³·;?¾EÆÈPRÒWØÜἔδωκεν δίφρον τε χρύσεον πτεροῖσίν τ' ἀκάμαντας ἵππους.
Δ΄ (ª±35·:»¿DÄJMÎÐἕλεν δ' Οἰνομάου βίαν παρθένον τε σύνευνον·
(*,¯1³¶9;¾BEÅHJÌÎἔτεκε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.
90©/³5¸:¼νῦν δ' ἐν αἱμακουρίαις
¨+/2´¸ἀγλααῖσι μέμικται,
¨+0²6¹Ἀλφεοῦ πόρῳ κλιθείς,
©,¯2469»AÁEÅIÉNPÑÓYÚbßτύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῷ· τὸ δὲ κλέος
©+1³6¹=¾CDÄÇNÏτηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις
95)+-1368º@ÀEÅIÊΠέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται
(¬±4µ:=@Áἀκμαί τ' ἰσχύος θρασύπονοι·
(«1µ7º?BCÃὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον
(«.02³6º=½ἔχει μελιτόεσσαν εὐδίαν
(©¬24¶;ÁÃHÈLNÏÒἀέθλων γ' ἕνεκεν· τὸ δ' αἰεὶ παράμερον ἐσλόν
100(*,¯2µ¸;AÁGIÊPRÒÕὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι
ª,¯2³6¸κεῖνον ἱππίῳ νόμῳ
©*¬-/²µΑἰοληΐδι μολπᾷ
ª.±3¶9»χρή· πέποιθα δὲ ξένον
©,°357:¼BÂGÈLÎSUÕÙ^Übàμή τιν' ἀμφότερα καλῶν τε ἴδριν ἅμα καὶ δύναμιν κυριώτερον
105©-°5¸:¾BÂFHÉÌSÔτῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς.
)*-/247¸=¾BÃGÈθεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται
(ª¯1´6:;½ἔχων τοῦτο κᾶδος, Ἱέρων,
)«¯1¶9¼ACFÇμερίμναισιν· εἰ δὲ μὴ ταχὺ λίποι,
(ª.02´8»@Áἔτι γλυκυτέραν κεν ἔλπομαι
110)¬/14µ9º½BDÅIËÍRÒXØσὺν ἅρματι θοῷ κλεΐξειν ἐπίκουρον εὑρὼν ὁδὸν λόγων
)®±24·ºACDHÉNÏπαρ' εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦν
ª,¯2´6¸=@ÁÄJËΜοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει·
(«¯1¶º?AÂHËPÐVXÙÜἐν ἄλλοισι δ' ἄλλοι μεγάλοι· τὸ δ' ἔσχατον κορυφοῦται
)+®0´68»¿CÄIÈβασιλεῦσι. μηκέτι πάπταινε πόρσιον.
115©ª-0´6¹¼BÂHÉεἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν,
(*-°35¸º=¿ἐμέ τε τοσσάδε νικαφόροις
(ª2´·;?¾CÅÈLOÎSÔ×ὁμιλεῖν πρόφαντον σοφίᾳ καθ' Ἕλλανας ἐόντα παντᾷ.