3678 268 2 0 0 0 V d. C. Epica Nonnus V Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 5

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΠΕΜΠΤΟΝ- V

Ept. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48

- Ἀλλ' ὅτε δὴ πολέμων ὀφιώδεα λήια κείρων

Κάδμος ὀδοντοφύτων καλάμην ἤμησε Γιγάντων,

σπένδων λύθρον Ἄρηϊ θαλύσια δηϊοτῆτος,

φαιδρύνας ἑὰ γυῖα δρακοντοβότῳ παρὰ Δίρκῃ

   5Δελφίδα βοῦν ἱέρευσε θεοδμήτων ἐπὶ βωμῶν,

Παλλάδι καλὸν ἄγαλμα. καταρχομένου δὲ θυηλὰς

δίζυγες ἔνθα καὶ ἔνθα περιρραίνοντο κεραῖαι

οὐλοχύταις· ὁ δὲ γυμνὸν ἑλὼν παρὰ γείτονι μηρῷ

φάσγανον Ἀσσυρίοιο παρήορον ἐκ τελαμῶνος

  10ἀκροτάτην τρίχα τάμνε τανυρρίνοιο καρήνου

ἄορι κωπήεντι· Θεοκλύμενος δὲ κεραίης

δραξάμενος μόσχοιο παλίντονον εἴρυσε δειρήν,

αὐχενίους δὲ τένοντας ἀπηλοίησε Θυέστης

ἀμφιτόμῳ βουπλῆγι, καὶ αἱμαλέῳ βοὸς ὁλκῷ

  15λάινος Ὀγκαίης ἐρυθαίνετο βωμὸς Ἀθήνης,

καὶ βοέου κερόεντος ἀρασσομένοιο μετώπου

πρηνὴς μόσχος ἔπιπτε· δαϊζομένης δὲ σιδήρῳ

πλευρὰ διατμήξαντες ἐμιστύλλοντο μαχαίρῃ,

καὶ βοέην τρηχεῖαν ἐγυμνώσαντο καλύπτρην

  20ἐκταδίην· ὁ δὲ φαιδρὸν ἐπὶ χθονὶ φᾶρος ἑλίξας

αὐτὸς ἄναξ πεπόνητο, καὶ εὐφυέων κρέα μηρῶν

ὠμὰ διατμήξας ἐκαλύψατο δίζυγι δημῷ

μιστύλλων κατὰ βαιόν, ἐπ' ἀνθρακιῇ δὲ τανύσσας

σπλάγχνα σιδηρείοισι πεπαρμένα μακρὰ κορύμβοις

  25εἴρυσεν, ὀπτήσας ἁπαλῷ πυρί· μεσσοπαγῆ δὲ

ἀκροπόρῳ στοιχηδὸν ἄγων τετορημένα χαλκῷ

ἀνθοκόμου κατέθηκε χαμαιζήλοιο τραπέζης

δαιτρός, ἐπασσυτέρους ὀβελοὺς ζείοντας ἀείρας.

καὶ θυόεις ἐλέλικτο δι' ἠέρος ἀτμὸς ἀλήτης

  30Ἀσσυρίης λιβάνοιο. τελειομένης δὲ θυηλῆς

δεῖπνον ἔην, καὶ Κάδμος ἑλὼν ἐπένειμεν ἑκάστῳ

κεκριμένης ὀρέγων ἰσοελκέα μοῖραν ἐδωδῆς.

δαιτυμόνων δὲ φάλαγγες ἐπ' εὐκύκλοιο τραπέζης

εἰλαπίνης ἀπέθεντο πόθον κεκορηότι θυμῷ.

  35- οὐδὲ δρακοντοφόνῳ καμάτων τέλος ἔπλετο Κάδμῳ,

ἀλλὰ μεθ' ἑρπηστῆρα, μετ' ἄγρια φῦλα Γιγάντων,

Ἐκτήνων προμάχοισι καὶ Ἄονι μάρνατο λαῷ

βάρβαρον ἀμώων στάχυν Ἄρεος, ἀγχιπόροις δὲ

ἔχραε Τεμμίκεσσι· καλεσσαμένῳ δὲ μαχητὰς

  40ποικίλος ἐσμὸς ἵκανε περικτιόνων ἐπικούρων.

καὶ διδύμαις στρατιῇσιν Ἔρις ξύνωσεν ἐνυὼ

φύλοπιν ὠδίνουσα· συνερχομένων δὲ κυδοιμῷ

τόξον ἐκυκλώθη, δόρυ πάλλετο, σείετο πήληξ,

καὶ βέλος ἐρροίζησεν, ἐπ' ὀμφαλόεντι δὲ κύκλῳ

  45βαλλομένη μυλόεντι λίθῳ σμαράγησε βοείη.

καὶ κταμένων ῥέεν αἷμα· πολὺς δ' ἐπὶ φορβάδι γαίῃ

ἡμιθανὴς προκάρηνος ἀνὴρ κεκύλιστο κονίῃ.

καὶ στρατὸς ἀντιβίων ἱκέτης ἐκλίνετο Κάδμῳ·

λῦτο δ' ἀγών. φονίην δὲ μετὰ στροφάλιγγα κυδοιμοῦ

  50Κάδμος ἀπυργώτοιο θεμείλια πήγνυε Θήβης.

- πολλαὶ δ' ἔνθα καὶ ἔνθα μεριζομένων κενεώνων

αὔλακες ἐτμήγοντο, πολυσχιδέων δὲ κελεύθων

ἕδρανα καρχαρόδοντι βοῶν κεχάρακτο σιδήρῳ·

πολλαὶ δ' ἀντιπόρων ἀνέμων τετράζυγι κόσμῳ

  55γειομόρων σπάρτοισιν ἐμετρήθησαν ἀγυιαί.

καὶ πόλις Ἀονίη Τυρίης ποικίλλετο τέχνης

κάλλεϊ λαϊνέῳ· καὶ ἐποίπνυεν ἄλλος ἐπ' ἄλλῳ

γειοτόμῳ γλωχῖνι ταμὼν ἑτερόχροα πέτρην

ἐργατίνης Βοιωτὸν ὑπὸ κλέτας, ἣν παρὰ λόχμῃ

  60Τευμησσοῦ δρυόεντος ἐμαιώσαντο κολῶναι,

ἣν Ἑλικὼν βλάστησε καὶ ἣν ὤδινε Κιθαιρών.

καὶ νηοὺς ἐτέλεσσε θεῶν καὶ δώματα φωτῶν

τορνώσας κανόνεσσιν· ἐπ' ἀρρήκτοις δὲ δομαίοις

ἑπταπόρῳ πυλεῶνι περίδρομον ἄστυ χαράξας

  65οὐρανὸν ἑπτάζωνον ἑῇ μιμήσατο τέχνῃ,

ἐσσόμενον ναέταις Ἀμφίονι τεῖχος ἐάσσας

πυργοδόμῳ κιθάρῃ πεφυλαγμένον. οὐρανίοις δὲ

ἑπτὰ πύλας ἀνέθηκεν ἰσηρίθμοισιν ἀλήταις

ἰσοτύπους· πρῶτον μὲν ἐς ἑσπέριον κλίμα πήξας

  70Ὀγκαίην ἐπένειμε πύλην γλαυκώπιδι Μήνῃ

ἐκ βοὸς ὀγκηθμοῖο φερώνυμον, ὅττι καὶ αὐτὴ

ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη

τριπλόον εἶδος ἔχουσα πέλει Τριτωνὶς Ἀθήνη·

δεύτερον Ἑρμάωνι διαυγέι γείτονι Μήνης

  75δῶκε γέρας πυλεῶνα· διαγράψας δὲ τετάρτην

Ἠλέκτρην Φαέθοντος ἐπώνυμον, ὅττι φανέντος

σύγχροος ἠλέκτροις ἀμαρύσσεται ὄρθριος αἴγλη,

Ἠελίῳ πυρόεντι πύλην ἀντώπιον Ἠοῦς

μεσσατίην ἀνέθηκεν, ἐπεὶ μέσος ἐστὶ πλανήτων·

  80πέμπτην δ' Ἄρεϊ δῶκε, πόρε τριτάτην Ἀφροδίτῃ,

ἀμφοτέρων ἑκάτερθεν ὅπως Φαέθων μέσος εἴη,

γείτονα θοῦρον Ἄρηα διατμήγων Ἀφροδίτης·

ἕκτην Ζηνὸς ἄγαλμα φαεινοτέρῳ κάμε κόσμῳ

ὑψιφανῆ· πυμάτην δὲ Κρόνου λάχεν ἕβδομος ἀστήρ.

  85τοῖον ἕδος ποίησε· καὶ ἱερὸν ἄστυ πολίσσας

Αἰγυπτίης ἐκάλεσσεν ὁμώνυμον ἄστεϊ Θήβης,

ποικίλον ἀσκήσας χθόνιον τύπον ἶσον Ὀλύμπῳ.

- Ἀονίων δὲ θύγατρες ἀνεκρούσαντο χορείαις

Ἁρμονίης ὑμέναιον· ἐπ' εὐθαλάμῳ δὲ μελάθρῳ

  90Θρηικίης φθέγξαντο χορίτιδες οὔνομα νύμφης.

καὶ Παφίη νεότευκτον ἐκόσμεε παστάδα Κάδμῳ

παιδὸς ἑῆς μέλπουσα θεοκλήτους ὑμεναίους

μήτηρ ἱμερόεσσα· πατὴρ δ' ὑπὸ χάρματι κούρης

γυμνὸς ἄτερ σακέων ὠρχήσατο μείλιχος Ἄρης

  95δεξιτερὴν ἀσίδηρον ἐπικλίνων Ἀφροδίτῃ,

καὶ γαμίῃ σάλπιγγι μελίζετο ῥυθμὸν Ἐρώτων

ἀντίτυπον σύριγγι, σιδηροφόρου δὲ καρήνου

ἠθάδας εὐπολέμοιο λόφους ἀπεσείσατο χαίτης,

μιτρώσας πλοκαμῖδας ἀναιμάκτοισι κορύμβοις,

 100πλέξας κῶμον Ἔρωτι· σὺν ἀθανάτοις δὲ χορεύων

εἰς γάμον Ἁρμονίης Ἰσμήνιος ἦλθεν Ἀπόλλων

ἑπτατόνῳ κιθάρῃ φιλοτήσιον ὕμνον ἀράσσων·

καὶ μέλος ἐκρούσαντο βιοσσόον ἐννέα Μοῦσαι,

καὶ παλάμας ἐλέλιζε Πολύμνια, μαῖα χορείης,

 105μιμηλὴν δ' ἐχάραξεν ἀναυδέος εἰκόνα φωνῆς,

φθεγγομένη παλάμῃσι σοφὸν τύπον ἔμφρονι σιγῇ,

ὄμματα δινεύουσα· πολυστρέπτῳ δὲ πεδίλῳ,

Ζηνὶ χαριζομένη, θαλαμηπόλος ἵστατο Νίκη,

Κάδμον ἀνευάζουσα, Διὸς πρόμον, ἀμφὶ δὲ παστῷ

 110παρθενίοις στομάτεσσι γαμήλιον ἔπλεκε μολπήν,

καὶ ποδὸς ἴχνος ἕλισσεν, ἐπ' εὐκύκλῳ δὲ χορείῃ

αἰδομένη πτερὰ πάλλε παρὰ πτερύγεσσιν Ἐρώτων.

ἐκ δὲ πολυσπερέων δαΐδων ὁμοφεγγέος αἴγλης

ἑσπερίης ἀνέτελλε φάος ψευδήμονος Ἠοῦς.

 115καὶ λιγυροῖς στομάτεσσι φιλοσκάρθμῳ παρὰ παστῷ

πάννυχος ἔπλετο κῶμος ἀκοιμήτοιο χορείης

μελπομένων· σπεύδων γὰρ ἐς ἀγρύπνους ὑμεναίους ...

ἠθάδα ῥάβδον ἔλειπεν, ἐπεὶ ταμίη πέλεν ὕπνου.

καὶ Θήβη χορὸς ἦεν Ὀλύμπιος· ἦν δὲ νοῆσαι

 120Κάδμον ὁμοῦ καὶ Ζῆνα μιῆς ψαύοντα τραπέζης.

- καὶ γαμίοις θαλάμοισι φέρων νυμφοστόλον ὥρην

Ἀρκτῴης ἀνέτελλε Δράκων ὁμόφοιτος Ἁμάξης,

ἄγγελος ἐσσομένων, ὅτι σύννομος ἥλικι νύμφῃ

ἐκ βροτέης ἤμελλεν ἔχειν ὀφιώδεα μορφὴν

 125νυμφίος Ἁρμονίης. μακάρων δέ τις ἄλλος ἐπ' ἄλλῳ

εἰς θαλάμους σπεύδοντι γέρας δωρήσατο Κάδμῳ·

Ζεὺς μὲν πάντα τέλεια· κασιγνήτην δὲ γεραίρων

Ἥρην πασιμέλουσαν, ἐπεὶ πέλεν Ἄρεϊ μήτηρ,

ἵππιος ὤπασε δῶρα θαλάσσια Κυανοχαίτης·

 130Ἑρμῆς σκῆπτρον ἔδωκεν, Ἄρης δόρυ, τόξον Ἀπόλλων,

καὶ στέφανον κομόωντα λίθων ἑτερόχροϊ κόσμῳ

Ἁρμονίης Ἥφαιστος ἐπῃώρησε καρήνῳ,

χρυσείην κροτάφοισιν ἐπικρεμάσας ἀναδέσμην·

καὶ θρόνον εὐλάιγγα πόρε χρυσόθρονος Ἥρη

 135Ἄρεα κυδαίνουσα· πολυφράδμων δ' Ἀφροδίτη

χρύσεον ὅρμον ἔχοντα λίθων πολυδαίδαλον αἴγλην

λευκὸν ἐρευθιόωντι συνήρμοσεν αὐχένι κούρης,

Ἡφαίστου σοφὸν ἔργον, ὅ περ κάμε Κυπρογενείῃ,

τοξευτῆρος Ἔρωτος ὅπως ὀπτήριον εἴη·

 140ἔλπετο γὰρ Κυθέρειαν ἀεὶ βαρύγουνος ἀκοίτης

υἷα τεκεῖν σκάζοντα, ποδῶν μίμημα τοκῆος·

ἀλλὰ μάτην ἐδόκησε, καὶ ἀρτίπον υἷα νοήσας

λαμπόμενον πτερύγεσσιν ὁμοίιον υἱέι· Μαίης

ποικίλον ὅρμον ἔτευξεν, ὃς ἀστεροφεγγέι νώτῳ

 145ὡς ὄφις ἦν ἑλικῶδες ἔχων δέμας· οἷα γὰρ αὐτὴ

δίστομος ἀμφίσβαινα μέσῳ μηρύεται ὁλκῷ

ἰὸν ἀποπτύουσα δι' ἀμφοτέροιο καρήνου,

ἀμφελελιζομένη μελέων ἑτερόζυγι παλμῷ,

ἐς κεφαλὴν δὲ κάρηνον ἐφερπύζουσα συνάπτει,

 150λοξῇ καμπύλα νῶτα περισκαίρουσα πορείῃ·

ὣς ὅ γε ποικίλος ὅρμος ἐαγότα νῶτα τιταίνων

κάμπτετο, κυρτωθεῖσαν ἔχων διδυμάονα δειρήν,

ἀμφιλαφὴς φολίδεσσιν ἐς ὀμφαλὸν ἄχρις ἱκάνων

πλεκτὸς ὄφις δικάρηνος· ὑπὸ στροφάλιγγι δὲ τέχνης

 155χρύσεος ὁλκαίης ἐλελίζετο κύκλος ἀκάνθης,

καί οἱ ἑλισσομένη κεφαλὴ πολυδινέι παλμῷ

ψευδαλέον σύριγμα διήρυγεν ἀνθερεῶνος.

καὶ στομάτων ἑκάτερθεν, ὅπῃ τέλος ἐστὶ καὶ ἀρχή,

αἰετὸς ἦν χρύσειος, ἅτε πλατὺν ἠέρα τέμνων,

 160ὀρθὸς ἐχιδναίων διδύμων μεσσηγὺ καρήνων,

ὑψιφανὴς πτερύγων πισύρων τετράζυγι κόσμῳ·

τῇ μὲν ξανθὸς ἴασπις ἐπέτρεχε, τῇ δὲ Σελήνης

εἶχε λίθον πάνλευκον, ὃς εὐκεράοιο θεαίνης

λειπομένης μινύθει καὶ ἀέξεται, ὁππότε Μήνη

 165ἀρτιφαὴς σέλας ὑγρὸν ἀποστίλβουσα κεραίης

Ἠελίου γενετῆρος ἀμέλγεται αὐτόγονον πῦρ·

ἄλλη μάργαρον εἶχε φαεσφόρον, οὗ χάριν αἴγλης

γλαυκὸν Ἐρυθραίης ἀμαρύσσεται οἶδμα θαλάσσης

λαμπομένης· ἑτέρης δὲ μεσόμφαλος αἴθοπι κόσμῳ

 170λεπτοφαὴς σέλας ὑγρὸν ἀπέπτυεν Ἰνδὸς ἀχάτης.

ἀλλήλαις δ' ἑκάτερθε συναπτομένων κεφαλάων

χάσματα δισσὰ δράκοντος ἀνευρύνοντο καρήνων,

αἰετὸν ἀμφοτέροισι περικλείοντα γενείοις

σύμπλοκον ἔνθα καὶ ἔνθα· δι' εὐφαέος δὲ προσώπου

 175λυχνίδες ἠκόντιζον ἐν ὄμμασι σύμφυτον αἴγλην

ὀξὺ σέλας πέμπουσαν, ὁμοίιον αἴθοπι λύχνῳ

ἁπτομένῳ. κομόων δὲ λίθων πολυειδέι μορφῇ

πόντος ἔην, γλαυκῆς δὲ λίθος χλοάουσα μαράγδου

δεξαμένη κρύσταλλον ὁμόζυγον εἴκελον ἀφρῷ

 180εἶχε φαληριόωντα μελαινομένης τύπον ἅλμης·

τῷ ἔνι δαίδαλα πολλὰ τετεύχατο, τῷ ἔνι πάντα

χρυσοφαῆ μάρμαιρεν ἁλίτροφα πώεα λίμνης,

οἷα περισκαίροντα· πολὺς δέ τις ὑγρὸς ὁδίτης

μεσσοφανὴς ἐχόρευεν ἐπιξύων ἅλα δελφίς,

 185ψευδαλέην δ' ἐλέλιζεν ἑὴν αὐτόσσυτον οὐρήν· ...

καὶ χορὸς ὀρνίθων ἑτερόχροος, ὧν τάχα φαίης

ἱπταμένων πτερύγων ἀνεμώδεα δοῦπον ἀκούειν ...

τοῖον ἐπεὶ Κυθέρεια γέρας δωρήσατο κούρῃ ...

χρύσεον, εὐλάιγγα, παρήορον αὐχένι νύμφης.

 190- καὶ γαμίων ζευχθεῖσα πόθων ἰθύντορι κεστῷ

Ἁρμονίη πολύπαιδα γονὴν μαιώσατο κόλπῳ

τικτομένην κατὰ βαιόν· ἀμοιβαίῃ δὲ λοχείῃ

ἔγκυον ὄγκον ἔλυσε θυγατρογόνου τοκετοῖο,

τετράκις ἐννέα κύκλα διαπλήσασα Σελήνης.

 195πρώτη δ' Αὐτονόη γονίμων ἀνεπήλατο κόλπων

μητέρος ἐννεάμηνον ἀναπτύξασα λοχείην

πρωτοτόκοις ὠδῖσιν· ὁμογνήτῳ δὲ γενέθλῃ

καλλιφυὴς Ἀθάμαντος ἀέξετο σύγγαμος Ἰνώ,

μήτηρ δισσοτόκος· τριτάτη δ' ἀνέτελλεν Ἀγαύη,

 200ἥ ποτε νυμφευθεῖσα Γιγαντείοις ὑμεναίοις

εἴκελον υἷα λόχευσεν ὀδοντοφύτῳ παρακοίτῃ·

καὶ Χαρίτων ἴνδαλμα ποθοβλήτοιο προσώπου

Ζηνὶ φυλασσομένη Σεμέλη βλάστησε τετάρτη

θυγατέρων, μούνῃ δὲ καὶ ὁπλοτέρῃ περ ἐούσῃ

 205δῶκεν ἀνικήτοιο φύσις πρεσβήια μορφῆς.

ἄρσενα δ' ὀψιτέλεστον ὁμόζυγα θήλεϊ φύτλῃ

Ἁρμονίη νέον υἷα γεγηθότι γείνατο Κάδμῳ,

Ἀονίης Πολύδωρον ἑωσφόρον ἀστέρα πάτρης,

ὁπλότερον Σεμέλης ῥοδοειδέος, ὃν παρὰ Θήβαις

 210σκῆπτρα λαβὼν ἀθέμιστος ἄναξ ἀπενόσφισε Πενθεύς.

- καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι·

κεκριμένας δὲ θύγατρας ἐπεκλήισεν ἀκοίταις

Κάδμος ἀμοιβαίοιο γάμου τετράζυγι παστῷ,

καὶ λέχος ἄλλο μετ' ἄλλο συνήρμοσε· δωροφόρος γὰρ

 215πρῶτος Ἀρισταῖος, Νόμιος καὶ ἐπώνυμος Ἀγρεύς,

αἷμα σοφοῦ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,

Αὐτονόην ζυγίων ἀρότων νυμφεύσατο θεσμῷ·

οὐ μὲν Ἀγηνορίδης πολυφερβέος ἴδμονα τέχνης

γαμβρὸν ἔχειν ἀπέειπε, βιοσσόον υἱέα Φοίβου,

 220ἀλλὰ Διιπετέων ἀνέμων ζωαρκέσιν αὔραις

λοίγιον εὐνήσαντι πυρώπιδος ἀστέρα Μαίρης

παῖδα συνεκλήισε περισσονόῳ παρακοίτῃ.

καὶ γάμος ἦν πολύολβος, ἐπεὶ γέρας ἄζυγι κούρῃ

δῶκε βόας, πόρεν αἶγας, ὀρίτροφον ὤπασε ποίμνην·

 225καὶ πολὺς ἀχθοφόρῳ βεβαρημένος ἐσμὸς ἀνάγκῃ

φόρτον ἐλαιήεντος ἐκούφισεν ἀμφιφορῆος,

ἕδνα γάμων, πολλὴν δὲ σοφῆς ἐκόμισσε μελίσσης

δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης.

- κεῖνος ἀνὴρ πρώτιστος ὀρίδρομος ἅλματι ταρσῶν

 230εὗρε φιλοσκοπέλοιο πόνον κεμαδοσσόον ἄγρης,

πῶς νοερῷ μυκτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης

θηρὸς ἀσημάντοιο κύων μαντεύεται ὀδμήν,

ὄρθια λοξοκέλευθον ἐπὶ δρόμον οὔατα τείνων,

καὶ δολίης δεδάηκε πολύπλοκα δίκτυα τέχνης

 235καὶ σταλίκων τύπον ὀρθόν, ὑπὲρ ψαμάθοιο δὲ θηρῶν

πρώιον ἀτρίπτῳ κεχαραγμένον ἴχνος ἀρούρῃ ...

καὶ ποσὶν ἐνδρομίδας θηρήτορα φῶτα διδάξας

ἄσχετον ἀίσσοντα κυνοσσόον εἰς δρόμον ἄγρης ...

πέπλα φαεινομένης ἐπιγουνίδος ἄχρι φορῆσαι,

 240μή ποτε θηρητῆρος ἐπειγομένου ποδὸς ὁρμὴ

ἂψ ἀνασειράζοιτο καθιεμένοιο χιτῶνος.

κεῖνος ἀνὴρ ἐνόησε πολυτρήτων στίχα σίμβλων,

πλαζομένης δ' ἔστησεν ἐρημάδος ἔργα μελίσσης,

ἥ τις ἔσω λειμῶνος ἀπ' ἄνθεος ἄνθος ἀμείβει

 245εἰς φυτὸν ἀγλαόκαρπον, ἐφιπταμένη δὲ κορύμβοις

χείλεσιν ἀκροτάτοισιν ἀμέλγεται ἄκρον ἐέρσης·

καὶ λινέαις ἁψῖσι πολυπλέκτοιο χιτῶνος

γυῖα περισφίγξας ὀνύχων ἄπο μέχρι κομάων ...

καὶ δολίῳ πνιγόεντι πυρὸς τεχνήμονι καπνῷ

 250σινομένην πρήυνεν, ὑπηνέμιον δὲ τινάσσων

πυρσὸν ἀπειλητῆρα φιλοσμήνοιο μελίσσης

δίζυγα χαλκὸν ἄειρεν, ὑπωροφίῃ δὲ λοχείῃ

βομβηδὸν κλονέοντος ἀσιγήτοιο κυδοιμοῦ

χειρὶ πολυκροτάλῳ διδυμάονα δοῦπον ἀράσσων

 255φρικτὰ κορυσσομένης ἐφυλάσσετο κέντρα μελίσσης,

καὶ προταμὼν κηροῖο πολυγλώχινα καλύπτρην

ἔβλισεν αἰόλα δῶρα μελισταγέος τοκετοῖο.

πρῶτος ἐυρραθάμιγγος ἀλείφατος εὗρεν ἐέρσην,

καρπὸν ὅτε βρίθοντι ταμὼν μυλοειδέι πέτρῳ

 260πίονας ὑγροτόκοιο γονὰς ἔθλιψεν ἐλαίης.

καὶ σκιερῆς πολύδενδρον ὑπὸ κλέτας εὔβοτον ὕλης

εἰς ἕλος, εἰς λειμῶνα φέρων ἐδίδαξε βοτῆρας

ἠελίου φαίνοντος ἐς ἕσπερον ἄχρι νομεύειν.

πλαζομένων δ' ἀκίχητον ἀπειθέα φοιτάδι χηλῇ

 265ἑσπομένων βραδὺν οἶμον ὀπισθοπόρων στίχα μήλων

εἰς νομὸν ἀνθεμόεντα μιῇ ξύνωσε κελεύθῳ

αἶγα λαβὼν προκέλευθον ὁμοζήλοιο πορείης.

καὶ νομίην ἐνόησεν ὀρειάδα Πανὸς ἀοιδήν.

καὶ πυρὶ σειριάοντα κατεύνασεν ἀστέρα Μαίρης,

 270καὶ Διὸς Ἰκμαίοιο θυώδεα βωμὸν ἀνάψας

αἵματι ταυρείῳ γλυκερὴν ἐπεχεύατο λοιβὴν

ποικίλα φοιταλέης ἐπιβώμια δῶρα μελίσσης,

πλήσας ἁβρὰ κύπελλα μελικρήτου κυκεῶνος·

Ζεὺς δὲ πατὴρ ἤκουσε καὶ υἱέος υἷα γεραίρων

 275πέμψεν ἀλεξικάκων ἀνέμων ἀντίπνοον αὔρην,

Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο.

εἰσέτι νῦν κήρυκες Ἀρισταίοιο θυηλῆς

γαῖαν ἀναψύχουσιν Ἐτήσιαι ἐκ Διὸς αὖραι,

ὁππότε ποικιλόβοτρυς ἀέξεται οἰνὰς ὀπώρη.

 280- τὸν μὲν Ἔρως πόμπευεν ἐς Ἀονίους ὑμεναίους,

Φοίβου Κήιον υἷα· †βοοστίκτου δὲ θυηλῆς ...

πᾶσα πόλις στεφθεῖσα, καὶ ἰθυτμῆτες ἀγυιαὶ

ὀρχηθμῷ μεμέληντο, παρὰ προπύλαια δὲ παστοῦ

εἱλιπόδην ὑμέναιον ἀνεκρούσαντο πολῖται,

 285καὶ μέλος ἱμερόφωνον ἐπεφθέγξαντο γυναῖκες,

καὶ γαμίῃ σύριγγι συνέκλαγον Ἄονες αὐλοί.

- ἔνθεν Ἀρισταίοιο καὶ Αὐτονόης ἀπὸ λέκτρων

Ἀκταίων ἀνέτελλε· φιλοσκοπέλῳ δὲ μενοινῇ

Ἀγρέος αἷμα φέρων ἀπεμάξατο πάτριον ἄγρην,

 290Ἀρτέμιδος θεράπων ὀρεσίδρομος ‑ οὐ νέμεσις δὲ

δύσμορον Ἀκταίωνα μαθεῖν μελεδήματα θήρης

υἱωνὸν γεγαῶτα λεοντοφόνοιο Κυρήνης ‑ ·

οὔ ποτέ μιν φύγεν ἄρκτος ὀρεστιάς, οὐδέ μιν αὐτῆς

λοίγιον ἐπτοίησε λεχωΐδος ὄμμα λεαίνης·

 295πολλάκι δ' ὑψιπότητον ἐπιθρῴσκοντα δοκεύων

πόρδαλιν ἐπρήνιξεν· ἀεὶ δέ μιν ὑψόθι λόχμης

ὄμμασι θαμβαλέοισιν ἐδέρκετο μηλονόμος Πὰν

ὠκείης ἐλάφοιο παραΐσσοντα πορείην.

ἀλλά οἱ οὐ χραίσμησε ποδῶν δρόμος, οὐδὲ φαρέτρη

 300ἤρκεσεν, οὐ βελέων σκοπὸς ὄρθιος, οὐ δόλος ἄγρης·

ἀλλά μιν ὤλεσε Μοῖρα, κυνοσπάδα νεβρὸν ἀλήτην,

Ἰνδῴην μετὰ δῆριν ἔτι πνείοντα κυδοιμοῦ,

εὖτε τανυπρέμνοιο καθήμενος ὑψόθι φηγοῦ

λουομένης ἐνόησεν ὅλον δέμας Ἰοχεαίρης,

 305θηητὴρ δ' ἀκόρητος ἀθηήτοιο θεαίνης

ἁγνὸν ἀνυμφεύτοιο δέμας διεμέτρεε κούρης

ἀγχιφανής· καὶ τὸν μὲν ἀνείμονος εἶδος ἀνάσσης

ὄμματι λαθριδίῳ δεδοκημένον †ὄμματι λοξῷ

Νηιὰς ἀκρήδεμνος ἀπόπροθεν ἔδρακε Νύμφη,

 310ταρβαλέη δ' ὀλόλυξεν, ἑῇ δ' ἤγγειλεν ἀνάσσῃ

ἀνδρὸς ἐρωμανέος θράσος ἄγριον· ἡμιφανὴς δὲ

Ἄρτεμις ἁρπάξασα σὺν εἵματι κυκλάδα μίτρην

παρθενίῳ ζωστῆρι σαόφρονας ἔσκεπε μαζούς,

καὶ διεροῖς μελέεσσιν ἔσω δύνουσα ῥεέθρων

 315αἰδομένη κατὰ βαιὸν ὅλον δέμας ἔκρυφε κούρη.

- Ἀκταίων βαρύποτμε, σὺ μὲν λίπεν αὐτίκα μορφὴ

ἀνδρομέη, πισύρων δὲ ποδῶν ἐδιχάζετο χηλή,

καὶ τανααὶ γναθμοῖσιν ἐμηκύνοντο παρειαί,

κνῆμαι ἐλεπτύνοντο, καὶ ἀγκύλα δοιὰ μετώπῳ

 320φύετο μακρὰ κόρυμβα τανυπτόρθοιο κεραίης,

καὶ στικτοῖς μελέεσσι νόθη ποικίλλετο μορφή,

καὶ λάσιον δέμας εἶχεν· ἀελλήεντι δὲ νεβρῷ

εἰσέτι μοῦνος ἔην νόος ἔμπεδος· ὠκυπόρῳ δὲ

ἔτρεχεν ἀξείνοιο δι' οὔρεος ἅλματι χηλῆς,

 325θηρητὴρ τρομέων θηρήτορας. ἀλλοφυῆ δὲ

οὐκέτι τὸν πρὶν ἄνακτα κύνες μάθον· ἀχνυμένης γὰρ

νεύμασιν ἀτρέπτοισι βαρύφρονος Ἰοχεαίρης

φοιτάδος οἰστρήεντι μεμηνότες ἄσθματι λύσσης

νεβροφόνων ἐχάραξαν ὁμόζυγον ὄγμον ὀδόντων,

 330ψευδομένῃ δ' ἐλάφοιο παραπλαγχθέντες ὀπωπῇ

στικτὸν ἐθοινήσαντο νόθον δέμας ἄφρονι λύσσῃ.

καὶ θεὸς ἄλλο νόησε, κύνας βραδέεσσι γενείοις

ἔμπνοον Ἀκταίωνα κεκασμένον ἔμφρονι θυμῷ

δαρδάπτειν κατὰ βαιόν, ἵνα φρένα μᾶλλον ἀμύξῃ

 335ὀξυτέραις ὀδύνῃσιν· ὑπὸ βροτέῃ δὲ μενοινῇ

πότμον ἑὸν στενάχων κινυρῇ βρυχήσατο φωνῇ·

- ὄλβιε Τειρεσία, σὺ γὰρ ἔδρακες ἐκτὸς ὀλέθρου

γυμνὸν ἀναινομένης οἰκτίρμονος εἶδος Ἀθήνης·

οὐ θάνες, οὐκ ἐλάφοιο δέμας λάχες, οὐδὲ μετώπῳ

 340ὑμετέρῳ προβλῆτες ἐπῃώρηντο κεραῖαι·

ζώεις σῶν βλεφάρων ὀλέσας φάος· ὑμετέρων δὲ

ὀφθαλμῶν ἀμάρυγμα νόῳ μετέθηκεν Ἀθήνη·

χώεται Ἰοχέαιρα κακώτερα Τριτογενείης.

αἴθε μοι ἄλγος ὄπασσεν ὁμοίιον, αἴθε καὶ αὐτὴ

 345ὄμμασιν ἡμετέροισιν ἐπέχραεν ὥς περ Ἀθήνη,

αἴθε νόον μετάμειψεν, ἅ περ δέμας· ἀλλοφυὴς γὰρ

μορφὴ θηρὸς ἔχει με, καὶ ἀνέρος ἦθος ἀέξω.

σφωϊτέρῳ πότε θῆρες ἐπιστενάχουσιν ὀλέθρῳ;

ἀφραδέες ζώουσι καὶ οὐ νοέουσι τελευτήν.

 350μοῦνος ἐγὼ μεθέπω πινυτὸν νόον· ὀλλύμενος δὲ

ὄμμασι θηρείοισιν ἐχέφρονα δάκρυα λείβω.

ἄγριοι ἄρτι γένεσθε κύνες πλέον· οὔ ποτε τόσσον

ἅλματι λυσσήεντι κατεσσεύεσθε λεόντων.

αἴλινον Ἀκταίωνι, φίλαι, φθέγξασθε, κολῶναι,

 355ναὶ λίτομαι, καὶ θῆρες ὁμοίιοι· εἰπέ, Κιθαιρών,

Αὐτονόῃ, τά περ εἶδες, Ἀρισταίῳ δὲ τοκῆι

δάκρυσι πετραίοισιν ἐμὴν ἀγόρευε τελευτὴν

καὶ κύνας οἰστρηθέντας ἀφειδέας. ὤμοι ἀνάγκης,

αὐτὸς ἐμαῖς παλάμῃσιν ἐμοὺς ἔθρεψα φονῆας.

 360αἴθε λέων με δάμασσεν ὀρίδρομος, αἴθε με σύρων

πόρδαλις αἰολόνωτος ἀνέσχισεν, αἴθε με πικροῖς

ἀμφιπαγεῖς ὀνύχεσσιν ἀφειδέσι λυσσάδες ἄρκτοι

νεβροφανῆ χαροποῖσιν ἐδαιτρεύσαντο γενείοις,

μηδὲ κύνες με δάμασσαν ὁμήθεες· οὐκέτι μορφήν,

 365οὐκέτι γινώσκουσιν ἐμὴν ἑτερόθροον ἠχώ.

- ἡμιθανὴς τάδ' ἔλεξε, καὶ οὐκ ἀίοντα λιτάων

θηρείῃ κύνα μάργον ἐλίσσετο πενθάδι φωνῇ·

μύθους μὲν προέηκεν ἐχέφρονας, ἀντὶ δὲ φωνῆς

ἀνδρομέης κελάδησεν ἀσημάντου θρόος ἠχοῦς.

 370- ἤδη δ' αὐτοδίδακτος ὀρεστιὰς ἵπτατο Φήμη

Αὐτονόῃ βοόωσα κυνοσπάδα παιδὸς ἀνάγκην,

οὐ μὲν ὅπως ἐλάφοιο δασύτριχα δύσατο μορφήν,

ἀλλ' ὅτι μοῦνον ὄλωλε. φιλοστόργῳ δὲ μενοινῇ

νήλιπος ἀκρήδεμνος ἱμάσσετο πένθεϊ μήτηρ·

 375καὶ πλοκάμους ἐδάιξεν, ὅλον δ' ἔρρηξε χιτῶνα,

πενθαλέοις δ' ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειὰς

αἵματι φοινίξασα, κατὰ στέρνοιο δὲ γυμνοῦ

παιδοκόμων ἐρύθηνε φερέσβιον ἄντυγα μαζῶν

μνησαμένη τοκετοῖο· φιλοθρήνου δὲ προσώπου

 380δάκρυσιν ἀενάοισιν ἐλούσατο φάρεα νύμφη.

καὶ κύνες Ἀκταίωνος ἀπὸ σκοπέλοιο μολόντες

μῦθον ἐπιστώσαντο δυσάγγελον· ἠιθέου γὰρ

δάκρυσι σιγαλέοισιν ἐμαντεύοντο τελευτήν.

μυρομένους δ' ὁρόωσα πολὺ πλέον ἔστενε μήτηρ·

 385καὶ πολιὴν πλοκαμῖδα γέρων ἀπεκείρατο Κάδμος,

Ἁρμονίη δ' ἰάχησε· φιλοκλαύτων δὲ γυναικῶν

συμφερτῇ βαρύδουπος ὅλος δόμος ἔβρεμεν ἠχῇ.

- Αὐτονόη δ' ὁμόφοιτος Ἀρισταίῳ παρακοίτῃ

ἤιε μαστεύουσα πολύπλανα λείψανα νεκροῦ·

 390εἶδε καὶ οὐ γίνωσκεν ἑὸν γόνον, ἔδρακε μορφὴν

δαιδαλέης ἐλάφοιο καὶ οὐκ ἴδεν ἀνδρὸς ὀπωπήν,

πολλάκι δ' ἀγνώστοιο παρέστιχεν ὀστέα νεβροῦ

ἐν χθονὶ κεκλιμένοιο καὶ οὐ μάθεν· ὀλλυμένου γὰρ

παιδὸς ἑοῦ δοκέεσκεν ἰδεῖν βροτοειδέα μορφήν.

 395δύσμορον Αὐτονόην οὐ μέμφομαι· ἀλλοφυῆ γὰρ

λείψανα παιδὸς ὄπωπεν, ἀτεκμάρτου δὲ προσώπου

γαμφηλὰς ἐνόησε καὶ οὐκ ἴδε κύκλον ὀπωπῆς,

καὶ κεράων ἔψαυσε καὶ υἱέος οὐ μάθε κόρσην·

λεπταλέους πόδας εἶδε καὶ οὐκ ἐφράσσατο ταρσούς,

 400λεπταλέους πόδας εὗρε καὶ οὐκ ἴδε κύκλα πεδίλων.

δύσμορον Αὐτονόην οὐ μέμφομαι· οἰχομένου γὰρ

ὀφθαλμοὺς βροτέους οὐκ ἔδρακεν, οὐκ ἴδε μορφῆς

ἀνδρομέης ἴνδαλμα, καὶ οὐκ ἐνόησεν ἰούλων

ἄνθεϊ πορφυρέῳ κεχαραγμένον ἀνθερεῶνα.

 405φοιταλέοις δὲ πόδεσσι διερχομένη ῥάχιν ὕλης

τρηχαλέης ἐπάτησε δυσέμβατα νῶτα κολώνης

λυσιχίτων ἀπέδιλος· ὀριπλανέων δ' ἀπὸ μόχθων

νόστιμος εἰς δόμον ἦλθεν· ἐπ' ἀπρήκτῳ δὲ μενοινῇ

ἀχνυμένη μόγις εὗδε σὺν αἰνοτόκῳ παρακοίτῃ.

 410ἄμφω δὲ σκιεροῖσιν ἐφωμίλησαν ὀνείροις,

ὄμμασιν ἁρπάξαντες ἀηδονίου πτερὸν Ὕπνου.

- ψυχὴ δ' ἠιθέοιο κατηφέι πατρὶ παρέστη

στικτὸν ἔχων ἐλάφου σκιόεν δέμας, ἐκ βλεφάρων δὲ

ἔμφρονα δάκρυα χεῦε, καὶ ἀνδρομέῃ φάτο φωνῇ·

 415- ὦ πάτερ, ὑπνώεις, καὶ ἐμὴν οὐκ οἶδας ἀνάγκην·

ἔγρεο καὶ γίνωσκε νόθην ἄγνωστον ὀπωπήν,

ἔγρεο καὶ πήχυνε φίλης ἐλάφοιο κεραίην,

καὶ κύσον ἔμφρονα θῆρα, τὸν Αὐτονόης τέκε γαστήρ.

αὐτὸν ὀπιπεύεις με, τὸν ἔτρεφες· ἀμφότερον γὰρ

 420δέρκεαι Ἀκταίωνα καὶ Ἀκταίωνος ἀκούεις.

εἰ παλάμην ποθέεις καὶ δάκτυλα παιδὸς ἀφάσσειν,

προσθιδίους σκοπίαζε πόδας, καὶ χεῖρα νοήσεις·

εἰ κεφαλὴν ποθέεις, κεφαλὴν ἐλάφοιο δοκεύοις·

εἰ βροτέους κροτάφους, δολιχὰς σκοπίαζε κεραίας·

 425εἰ πόδας Ἀκταίωνος, ὀπισθιδίην ἴδε χηλήν·

εἰ μελέων τρίχας εἶδες, ἐμοὶ γεγάασι χιτῶνες.

υἷα, πάτερ, γίνωσκε, τὸν οὐκ ἐσάωσεν Ἀπόλλων·

υἷα, πάτερ, στενάχιζε, τὸν οὐκ ἐφύλαξε Κιθαιρών.

ἀλλοφυῆ σέο παῖδα κατηφέι κεῦθε κονίῃ·

 430μὴ τεὸν ἀκτερέιστον ὀλωλότα νεβρὸν ἐάσσῃς·

μή σε παραπλάγξειε νόθη καὶ ἄπιστος ὀπωπή.

αἴθε, πάτερ, με φύλαξας ἀήθεα θηροσυνάων·

οὐκ ἂν ἐγὼ πόθον εἶχον ἐρημάδος Ἰοχεαίρης,

οὐκ ἂν ἐγὼ δέμας εἶδον Ὀλύμπιον. αἴθε δὲ κούρης

 435θνητῆς εἶχον ἔρωτα· χαμαιγενέας δὲ γυναῖκας

καλλείψας ἑτέροισι καὶ ὠκυμόρους ὑμεναίους

ἀθανάτην ἐπόθησα· χολωομένης δὲ θεαίνης

δεῖπνον ἐμῶν σκυλάκων γενόμην, πάτερ· εἰσὶ κολῶναι

μάρτυρες· εἰ σκοπέλοις οὐ πείθεαι, εἴρεο Νύμφας

 440Νηιάδας· δεδάασιν Ἁμαδρύες· ἰσοτύπους δὲ

θῆρας ἐμοὺς ἐρέεινε, καὶ οὓς ἐκάλεσσα νομῆας.

ἀλλὰ πάτερ πυμάτην πόρε μοι χάριν, ἀφραδέας δὲ

πένθος ἔχων φιλότεκνον ἐμοὺς μὴ κτεῖνε φονῆας,

παιδοφόνους οἴκτειρον ἀμεμφέας· ἡμετέραις γὰρ

 445θηρείαις ἀέκοντες ἀπεπλάγχθησαν ὀπωπαῖς.

τίς δὲ κύων ἐλάφου ποτὲ φείδεται; ἠὲ τίς ἀνὴρ

νεβροφόνοις σκυλάκεσσι χολώεται; ἆ πόσα δειλοὶ

κυκλάδες ἔνθα καὶ ἔνθα περιτροχόωσι κολώνας

καὶ νέκυν ἰχνεύουσι, τὸν ἔκτανον· ἐκ βλεφάρων δὲ

 450δάκρυα μὲν προχέουσιν ἐχέφρονα καὶ ποσὶν ἄκροις

δίκτυα πηχύνουσι φιλοστόργῳ τινὶ θεσμῷ

ἀνδράσιν ἀχνυμένοισιν ἐοικότες, ἡμετέρῃ δὲ

πενθαλέαις ὑλακῇσιν ἐπικλαίουσι χαμεύνῃ.

ναί, λίτομαι, μὴ κτεῖνε γοήμονας· ἡμετέρου γὰρ

 455δέρματα λαχνήεντος ἐθηήσαντο προσώπου,

οὐδὲ λιταῖς πείθοντο, καὶ οὐκ ἀνέκοψαν ὀδόντας

ἀλλοίης ἀίοντες ἐμῆς μυκήματα φωνῆς·

καὶ κινυροῖς στομάτεσσιν ἐμὴν ἐρέεινον ἐρίπνην·

'σήμερον Ἀκταίωνα τίς ἥρπασεν, εἴπατε, πέτραι,

 460πῇ δρόμον ἀμφιέπει κεμαδοσσόον, εἴπατε, Νύμφαι.'

τοῖα κύνες φθέγξαντο· καὶ ἀντιάχησε κολώνη·

'τίς κεμὰς οὐρεσίφοιτος ἔχει κεμαδοσσόον ἄγρην;

οὐκ ἔλαφον πυθόμην ἐλαφηβόλον· ἀλλοφυὴς δὲ

Ἀκταίων μετάμειπτο καὶ ἔπλετο νεβρὸς ἐχέφρων,

 465ὅς ποτε θῆρας ἔπεφνεν· ὑπ' ἀνδροφόνῳ δὲ καὶ αὐτὸς

Ἀγρέος αἷμα φέρων ἀγρεύεται Ἰοχεαίρῃ'.

τοῖα μὲν ἀχνυμένων σκυλάκων ἐβόησαν ἐρίπναι.

πολλάκι δ' Ἄρτεμις εἶπεν ἐμῷ μαστῆρι φονῆι·

'λῆγε, κύων βαρύμοχθε, πολύπλανον ἴχνος ἑλίσσων·

 470δίζεαι Ἀκταίωνα, τὸν ἔνδοθι γαστρὸς ἀείρεις,

δίζεαι Ἀκταίωνα, τὸν ἔκτανες· ἢν ἐθελήσῃς,

ὄψεαι ὀστέα μοῦνα τεῆς ἔτι λείψανα φορβῆς.'

ἀλλά, πάτερ, κατὰ κόσμον ἐμὸν μόρον εἰς σὲ βοήσω.

θάμνος ἔην τανύφυλλος, ὁ μὲν φυλίης, ὁ δ' ἐλαίης·

 475δειλὸς ἐγώ· φιλίης γὰρ ἐπώνυμον ἔρνος ἐάσσας

πρέμνον ἐς ἀγχικέλευθον ἀνέδραμον ἁγνὸν ἐλαίης

Ἀρτέμιδος χρόα γυμνὸν ἀθηήτοιο δοκεύων.

ἀασάμην· διδύμην γὰρ ἀτάσθαλον ὕβριν ἀέξων

Παλλάδος εἰς φυτὸν ἦλθον, ἰδεῖν δέμας Ἰοχεαίρης

 480τολμηροῖς βλεφάροισιν, ὅθεν βαρύμηνις ἀπειλὴ

ἔχραεν Ἀκταίωνι καὶ Ἀρτέμιδος καὶ Ἀθήνης.

ἄρτι γὰρ ἱδρώουσα πυραυγέι καύματος ἀτμῷ

Ἄρτεμις εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης

λούετο μὲν καθαροῖσιν ἐν ὕδασι, λουομένης δὲ

 485ὀφθαλμοὺς ἀμάρυσσεν ἐμοὺς ἀντώπιος αἴγλη

χιονέας ἀκτῖνας ἀκοντίζουσα ῥεέθροις·

φαίης δ', ὡς παρὰ χεῦμα παλίμπορον Ὠκεανοῖο

ἑσπερίη σελάγιζε δι' ὕδατος ὄμπνια Μήνη.

Νηιάδες δ' ὀλόλυξαν ὁμήλυδες· ἴαχε Λοξὼ

 490σύνθροον Οὖπιν ἔχουσα, γαληναίῳ δὲ ῥεέθρῳ

νηχομένην ἀνέκοψε κασιγνήτην Ἑκαέργην.

καὶ ζόφος ἠερόφοιτος ἐμὰς ἐκάλυψεν ὀπωπάς·

ἐκ δὲ φυτοῦ προκάρηνος ἐπωλίσθησα κονίῃ,

καὶ λάχον ἐξαπίνης δέμας αἰόλον, ἀντὶ δὲ μορφῆς

 495ἀνδρομέης ἄγνωστον ἐμὸν δέμας ἔσκεπε λάχνη,

καὶ κύνες ἀγρευτῆρες ἑοὺς ἐχάραξαν ὀδόντας.

σιγήσω τάδε πάντα· ‑ τί δεύτερον ἄλγος ἐνίψω; ‑

μή σε καὶ ὑπνώοντα πάλιν στοναχῇσι πελάσσω.

πολλάκι δένδρον ἐκεῖνο παρέστιχες, ὁππόθι κεῖται

 500λείψανον Ἀκταίωνος, ὑπὲρ δαπέδου δὲ λυθέντα

πολλάκι δαιδαλέοιο παρήλυθες ὀστέα νεβροῦ

οἰκτρὰ πολυβρώτων μελέων, μεμερισμένα γαίῃ,

ἀλλήλων ἀπάνευθεν. ἐγὼ δέ σοι ἄλλο βοήσω

πιστὸν ἐμοῦ θανάτου σημήιον· ἀρχεκάκου γὰρ

 505ὄψεαι ἰοδόκην καὶ ἐμὸν βέλος ἐγγύθι δένδρου,

εἰ μὴ καὶ πτερόεντες ἐμορφώθησαν ὀιστοί,

εἰ μὴ χωομένη πάλιν Ἄρτεμις εἰς φυτὸν ὕλης

τόξον ἐμὸν μετάμειψεν, ἐμὴν δ' ἤλλαξε φαρέτρην.

ὄλβιος Ὦτος ἔην, ὅτι μὴ πέλε νεβρὸς ἀλήτης·

 510οὐ κύνες Ὠρίωνα κυνοσσόον .... αἴθε καὶ αὐτὸν

σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρῳ.

δειλὸς ἐγώ· κενεὴ γὰρ ἐμὸν νόον ἤπαφε φήμη·

εἰσαΐων δ', ὅτι Φοῖβος, ἀδελφεὸς Ἰοχεαίρης,

Κυρήνῃ παρίαυεν, ἐμὸν δ' ἔσπειρε τοκῆα,

 515Ἄρτεμιν ὠισάμην ἐμφύλιον εἰς γάμον ἕλκειν.

καὶ πάλιν εἰσαΐων, ὅτι νυμφίον ἀργέτις Ἠὼς

ἥρπασεν Ὠρίωνα καὶ Ἐνδυμίωνα Σελήνη,

καὶ βροτὸν Ἰασίωνα πόσιν προσπτύξατο Δηώ,

ὠισάμην, ὅτι τοῖος ἔην νόος Ἰοχεαίρης.

 520ἀλλά, πάτερ, κτερέιζε νόθην κεραελκέα μορφήν,

μηδὲ λίπῃς ἑτέροισι κυσὶν μέλπηθρα γενέσθαι.

ἢν δὲ κατακρύψῃς ἐμὰ λείψανα κοιλάδι γαίῃ,

δῶρον ἐμοὶ καὶ τοῦτο χαρίζεο· τόξα καὶ ἰοὺς

πῆξον ἐμὸν παρὰ τύμβον, ὅ περ γέρας ἐστὶ θανόντων.

 525ἀλλὰ βέλος καὶ τόξον ἔα, πάτερ, ὅττι βελέμνοις

τέρπεται Ἰοχέαιρα καὶ ἀγκύλα τόξα τιταίνει.

ζῳοτύπον δ' ἱκέτευε πολύτροπον, ὄφρα χαράξῃ

στικτὸν ἐμὸν νόθον εἶδος ἀπ' αὐχένος εἰς πόδας ἄκρους·

μοῦνον ἐμοῦ βροτέοιο τύπον τεύξειε προσώπου,

 530πάντες ἵνα γνώωσιν ἐμὴν ψευδήμονα μορφήν.

μὴ δέ, πάτερ, γράψειας ἐμὸν μόρον· οὐ δύναται γὰρ

δακρυχέειν ἐμὸν εἶδος ὁμοῦ καὶ πότμον ὁδίτης

- εἶπεν ὀνειρείη νοερὴ κεμάς, ἀπροϊδὴς δὲ

ᾤχετο πωτήεσσα· καὶ Αὐτονόης παρακοίτης

 535ἄνθορεν ὀμφήεντος ἀπορρίψας πτερὸν Ὕπνου.

ἐκ λεχέων δὲ δάμαρτα πολυπτοίητον ἐγείρας

πέφραδε θηρείην κεραελκέα παιδὸς ὀπωπήν,

καὶ μύθους ἀγόρευεν, ὅσους φάτο νεβρὸς ἐχέφρων.

καὶ γόος ἔπλετο μᾶλλον· Ἀρισταίοιο δὲ νύμφη

 540ἤιε μαστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ

πυκνὰ τανυπρέμνοιο διέστιχεν ἔνδια λόχμης·

καὶ κραναῶν στείβουσα δυσέμβατα κύκλα κελεύθων

κεῖνο μόγις φυτὸν εὗρε μιαιφόνον, εὗρε καὶ αὐτὴν

ἰοδόκην καὶ τόξον ἐρημαίῳ παρὰ δένδρῳ.

 545ὀστέα δ' ἔνθα καὶ ἔνθα χυτῇ μεμερισμένα γαίῃ,

λείψανα πεπτηῶτα, μόγις συνελέξατο μήτηρ,

καὶ φιλίῃ παλάμῃ γλυκερὴν πήχυνε κεραίην,

καὶ κύσεν αἰνομόροιο δασύτριχα χείλεα νεβροῦ.

ὀξὺ δὲ κωκύουσα νέκυν τυμβεύσατο μήτηρ,

 550πάντα δέ οἱ παρὰ τύμβον ἐπέγραφεν, ὅσσα τοκῆι

ἔννυχος Ἀκταίωνος ὀνειρείη φάτο φωνή.

- ὄφρα μὲν ἔβρεμε πένθος Ἀρισταίοιο μελάθρῳ,

τόφρα δὲ καλλίστερνος Ἐχίονι τίκτεν Ἀγαύη

Γηγενέος θρασὺν υἷα θεημάχον· ἀρτιφάτου δὲ

 555πένθεος ἱσταμένοιο φερώνυμος ἔπλετο Πενθεύς.

- καὶ Νεφέλης μετὰ λέκτρα, μετὰ προτέρους ὑμεναίους

εἰς θαλάμους Ἀθάμαντος ἐκώμασε παρθένος Ἰνώ·

αἰνοπαθῆ δὲ Λέαρχον ἐγείνατο καὶ Μελικέρτην

ποντιὰς ἐσσομένη μετανάστιος, οἷα τιθήνη

 560παιδοκόμος Βρομίοιο φερέσβιος· ἀμφοτέροις γὰρ

μαζὸν ἕνα ξύνωσε Παλαίμονι καὶ Διονύσῳ.

- καὶ Σεμέλη πεφύλακτο φαεινοτέροις ὑμεναίοις·

ἤδη γὰρ μενέαινε νέον Διόνυσον ἀέξειν,

ταυροφυὲς μίμημα παλαιγενέος Διονύσου,

 565αἰνομόρου Ζαγρῆος ἔχων πόθον ὑψιμέδων Ζεύς,

ὃν τέκε Περσεφόνεια δρακοντείῃ Διὸς εὐνῇ

σύγγαμος οὐδαίοιο μελαγχλαίνου βασιλῆος,

Ζεὺς ὅτε πουλυέλικτος, ἔχων ψευδήμονα μορφήν,

μείλιχος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ

 570Περσεφόνης σύλησεν ἀνυμφεύτοιο κορείην

κευθομένης, ὅτε πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,

παιδὶ μιῇ θέλγοντο καὶ ἀγχιγάμου περὶ κούρης

Κυπριδίην ἔριν εἶχον ἀσυλήτων ὑμεναίων

δωροφόροι· μή πω δὲ μολὼν ἐπὶ δέμνια Πειθοῦς

 575ῥάβδον ἑὴν ἐτίταινε γέρας θαλαμηπόλον Ἑρμῆς,

ὤρεγε δ' ἕδνα γάμοιο λύρην εὔυμνον Ἀπόλλων,

καὶ δόρυ καὶ θώρηκα γαμήλιον ὤπασεν Ἄρης

ἀσπίδα δῶρον ἄγων νυμφήιον, εὐκελάδου δὲ

Λήμνιος ἀρτιτέλεστον ἔτι πνείοντα καμίνου

 580ποικίλον ὅρμον ἔτεινε πολύχροον ἀμφιγυήεις·

ἤδη γὰρ προτέρην ἀέκων ἠρνήσατο νύμφην

Ἄρεϊ βακχευθεῖσαν ὀπιπεύων Ἀφροδίτην·

δείκνυε καὶ μακάρεσσι γαμοκλόπον ἅρπαγα λέκτρων,

ἀγγελίῃ Φαέθοντος ἀραχναίῳ τινὶ δεσμῷ

 585γυμνῇ γυμνὸν Ἄρηα περισφίγξας Ἀφροδίτῃ.

Ζεὺς δὲ πατὴρ πολὺ μᾶλλον ἐθέλγετο Περσεφονείῃ·

καὶ Διὶ παπταίνοντι φυῆς εὐπάρθενον ἥβην

ὀφθαλμὸς προκέλευθος ἐγίνετο πομπὸς Ἐρώτων,

Περσεφόνης ἀκόρητος· ὑπὸ κραδίην δέ οἱ αἰεὶ

 590λαίλαπες ἐρροίζησαν ἀκοιμήτοιο μερίμνης·

καὶ Παφίης κατὰ βαιὸν ἀνήπτετο μείζονι πυρσῷ

ἐξ ὀλίγου σπινθῆρος· ἐπ' εὐκόλπῳ δὲ θεαίνῃ

Ζηνὸς ἐρωμανέοντος ἐδουλώθησαν ὀπωπαί.

καί ποτε χαλκὸν ἔχουσα διαυγέα τέρπετο κούρη

 595κάλλεος ἀντιτύποιο δικασπόλον, αὐτομάτῳ δὲ

σιγαλέῳ κήρυκι τύπον πιστώσατο μορφῆς

ψευδαλέον σκιόεντι δέμας κρίνουσα κατόπτρῳ,

μιμηλὴν δ' ἐγέλασσεν ἐς εἰκόνα· Περσεφόνη δὲ

αὐτοχάρακτον ἄγαλμα διοπτεύουσα προσώπου

 600ψευδομένης νόθον εἶδος ἐδέρκετο Περσεφονείης.

καί ποτε διψαλέοιο πυραυγέι καύματος ἀτμῷ

καρχαλέης φεύγουσα μεσημβρινὸν ἴχνιον Ὥρης

κερκίδος ἱστοπόνων καμάτων ἀμπαύετο κούρη,

καὶ διεροὺς ἱδρῶτας ἀποσμήξασα προσώπου,

 605σφιγγομένην στέρνοισι σαόφρονα λύσατο μίτρην,

καὶ χρόα λυσιπόνοισι καθικμαίνουσα λοετροῖς

πηγαίῳ πεφόρητο καταψύχοντι ῥεέθρῳ,

νήματα καλλείψασα πεπαρμένα Παλλάδος ἱστῷ.

οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀσκεπέος δὲ

 610λουομένης ὅλον εἶδος ἐδέρκετο Περσεφονείης·

οὐ τόσον ἱμείρων ἐπεμήνατο Κυπρογενείῃ,

ἣν ποθέων ἀκίχητα γονὴν ἔσπειρεν ἀρούρῃ

θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν ἐρώτων,

ἔνθεν ἀεξιτόκοιο Κεραστίδος ἔνδοθι Κύπρου

 615Φηρῶν εὐκεράων διδυμόχροος ἤνθεε φύτλη.

καὶ μεδέων κόσμοιο καὶ οὐρανὸν ἡνιοχεύων

εἰς πόθον αὐχένα κάμψεν ὁ τηλίκος· οὐδὲ κεραυνοί,

οὐ στεροπὴ χραίσμησε κορυσσομένης Ἀφροδίτης·

Ἥρης δ' οἶκον ἔλειπε, λέχος δ' ἀπέειπε Διώνης,

 620Δηοῦς ῥῖψεν ἔρωτα, Θέμιν φύγε, κάλλιπε Λητώ,

μούνης δ' εἰς ὑμέναιον ἐθέλγετο Περσεφονείης.