Ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ' ἀείδειν
υἱὸν Ἀπόλλωνος τὸν ἐγείνατο δῖα Κορωνὶς
Δωτίῳ ἐν πεδίῳ κούρη Φλεγύου βασιλῆος,
χάρμα μέγ' ἀνθρώποισι, κακῶν θελκτῆρ' ὀδυνάων.
Καὶ σὺ μὲν οὕτω χαῖρε ἄναξ· λίτομαι δέ σ' ἀοιδῇ.