- Οὐδὲ μὲν Ἱππολόχοιο δαΐφρονος ὄβριμον υἷα
Τρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ
Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα
πυρκαϊῆς καθύπερθε βάλον. Τὸν δ' αὐτὸς Ἀπόλλων
ἐκ πυρὸς αἰθομένοιο μάλ' ἐσσυμένως ἀναείρας
δῶκε θοοῖς Ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης·
οἳ δέ μιν αἶψ' ἀπένεικαν ὑπ' ἄγκεα Τηλάνδροιο
χῶρον ἐς ἱμερόεντα, πέτρην δ' ἐφύπερθε βάλοντο
ἄρρηκτον· Νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρ
ἀενάου ποταμοῖο τὸν εἰσέτι φῦλ' ἀνθρώπων
Γλαῦκον ἐπικλείουσιν ἐύρροον· ἀλλὰ τὰ μέν που
ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι.
- Ἀργεῖοι δ' ἐρίθυμον ἀνεστενάχοντ' Ἀχιλῆα
νηυσὶ παρ' ὠκυπόροισιν· ἔτειρε δὲ πάντας ἀνίη
λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἑὸν υἷα
δίζοντ', οὐδέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς.
Τρῶες δ' αὖ‹τ'› ἀλίαστον ἐγήθεον εἰσορόωντες
τοὺς μὲν ἀκηχεμένους, τὸν δ' ἐν πυρὶ δῃωθέντα·
καί τις ἐπευχόμενος τοῖον ποτὶ μῦθον ἔειπε·
- "Νῦν πάντεσσιν ἄελπτον ἀπ' Οὐλύμποιο Κρονίων
ἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι
ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα. Ἦ γὰρ ὀίω
βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα
αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὑσμίνης.
Αἰεὶ γάρ οἱ χερσὶν ἐμαίνετο λοίγιον ἔγχος
λύθρῳ ὑπ' ἀργαλέῳ πεπαλαγμένον· οὐδέ τις ἡμέων
κείνῳ ἐσάντα μολὼν ἔτ' ἐσέδρακεν ἠριγένειαν.
Νῦν δ' ὀίω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα
νηυσὶν ἐυπρώροισι δαϊκταμένου Ἀχιλῆος.
Ὡς ὄφελον μένος ἦεν ἔθ' Ἕκτορος, ὄφρ' ἅμα πάντας
Ἀργείους σφετέρῃσιν ἐνὶ κλισίῃσιν ὄλεσσεν."
- Ὣς ἄρ' ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς·
ἄλλος δ' αὖθ' ἑτέρωθε πύκα φρονέων φάτο μῦθον·
- "Φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν
πόντον ἐπ' ἠερόεντα πεφυζότας αἶψα νέεσθαι·
ἀλλ' οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης.
Εἰσὶ‹ν› γὰρ κρατεροί τε καὶ ὄβριμοι ἀνέρες ἄλλοι,
Τυδείδης Αἴας τε καὶ Ἀτρέος ὄβριμοι υἷες,
τοὺς ἔτ' ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος·
τοὺς εἴθ' ἀργυρότοξος ἀναιρήσειεν Ἀπόλλων,
καί κεν ἀνάπνευσις πολέμου καὶ ἀεικέος οἴτου
ἡμῖν εὐχομένοισιν ἐλεύσεται ἤματι κείνῳ."
- Ὣς ἔφατ'. Ἀθάνατοι δὲ κατ' οὐρανὸν ἐστενάχοντο
ὅσσοι ἔσαν Δαναοῖσιν ἐυσθενέεσσιν ἀρωγοί,
ἀμφὶ δὲ κρᾶτ' ἐκάλυψαν ἀπειρεσίοις νεφέεσσι
θυμὸν ἀκηχέμενοι· ἑτέρω‹θε› δὲ γήθεον ἄλλοι
εὐχόμενοι Τρώεσσι πέρας θυμηδὲς ὀρέξαι.
Καὶ τότε δὴ Κρονίωνα κλυτὴ προσεφώνεεν Ἥρη·
- "Ζεῦ πάτερ ἀργικέραυνε, τί ἢ Τρώεσσιν ἀρήγεις
κούρης ἠυκόμοιο λελασμένος, ἥν ῥα πάροιθεν
ἀντιθέῳ Πηλῆι πόρες θυμήρε' ἄκοιτιν
Πηλίου ἐν βήσσῃσι; Γάμον δέ οἱ αὐτὸς ἔτευξας
ἄμβροτον, οἳ δέ νυ πάντες ἐδαινύμεθ' ἤματι κείνῳ
ἀθάνατοι καὶ πολλὰ δόμεν περικαλλέα δῶρα·
ἀλλὰ τά γ' ἐξελάθου, μέγα δ' Ἑλλάδι μήσαο πένθος."
- Ὣς ἄρ' ἔφη· τὴν δ' οὔ τι προσέννεπεν ἀκάματος Ζεύς.
Ἧστο γὰρ ἀχνύμενος κραδίην καὶ πολλὰ μενοινῶν,
οὕνεκεν ἤμελλον Πριάμου πόλιν ἐξαλαπάξειν
Ἀργεῖοι, τοῖς αἰνὸν ἐμήδετο λοιγὸν ὀπάσσαι
ἐν πολέμῳ στονόεντι καὶ ἐν βαρυηχέι πόντῳ·
καὶ τὰ μὲν ὣς ὥρμαινε τὰ δὴ μετόπισθε τέλεσσεν.
- Ἠὼς δ' Ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε,
κυανέην δ' ἄρα γαῖαν ἐπήιεν ἄσπετος ὄρφνη,
ἦμος ἀναπνείουσι βροτοὶ βαιὸν καμάτοιο.
Ἀργεῖοι δ' ἐπὶ νηυσὶν ἐδόρπεον ἀχνύμενοί περ·
οὐ γὰρ νηδύος ἔστιν ἀπωσέμεναι μεμαυίης
λιμὸν ἀταρτηρήν, ὁπόταν στέρνοισιν ἵκηται·
ἀλλ' εἶθαρ θοὰ γυῖα βαρύνεται, οὐδέ τι μῆχος
γίνεται, ἢν μή τις κορέσῃ θυμαλγέα νηδύν.
Τοὔνεκα δαῖτ' ἐπάσαντο καὶ ἀχνύμενοι Ἀχιλῆος·
αἰνὴ γὰρ μάλα πάντας ἐποτρύνεσκεν ἀνάγκη.
Τοῖσι δὲ πασσαμένοισιν ἐπήλυθε νήδυμος ὕπνος,
λῦσε δ' ἀπὸ μελέων ὀδύνας, ἐπὶ δὲ σθένος ὦρσεν.
- Ἀλλ' ὅτε δὴ κεφαλὰς μὲν ἐπ' ἀντολίην ἔχον ἄρκτοι
δέγμεναι ἠελίοιο θοὸν φάος, ἔγρετο δ' Ἠώς,
δὴ τότ' ἀνέγρετο λαὸς ἐυσθενέων Ἀργείων
πορφύρων Τρώεσσι φόνον καὶ κῆρ' ἀίδηλον.
Κίνυτο δ' ἠύτε πόντος ἀπείριτος Ἰκαρίοιο
ἠὲ καὶ αὐαλέον βαθὺ λήιον, ὁππόθ' ἵκηται
ῥιπὴ ἀπειρεσίη νεφεληγερέος Ζεφύροιο·
ὣς ἄρα κίνυτο λαὸς ἐπ' ᾐόσιν Ἑλλησπόντου.
Καὶ τότε Τυδέος υἱὸς ἐελδομένοισιν ἔειπεν·
- "Ὦ φίλοι, εἰ ἐτεόν γε μενεπτόλεμοι πελόμεσθα,
νῦν μᾶλλον στυγεροῖσι μαχώμεθα δυσμενέεσσι,
μή πως θαρσήσωσιν, Ἀχιλλέος οὐκέτ' ἐόντος,
καὶ Τελαμωνιάδαο μέγα σθένος ἔκτοθι μίμνειν.
Ἀλλ' ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις
ἴομεν ἀμφὶ πόληα· πόνος δ' ἄρα κῦδος ὀρέξει."
- Ὣς ἔφατ' ἐν Δαναοῖσιν· ἀμείβετο δ' ὄβριμος Αἴας·
- "Τυδείδη, σὺ μὲν ἐσθλὰ καὶ οὐκ ἀνεμώλια βάζεις
ὀτρύνων Τρώεσσιν ἐυπτολέμοισι μάχεσθαι
ἀγχεμάχους Δαναούς, οἵ περ μεμάασι καὶ αὐτοί.
Ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ
δῖα Θέτις· μάλα γάρ ‹οἱ› ἐνὶ φρεσὶ μήδεται ἦτορ
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα·
ὣς χθιζή μοι ἔειπεν, ὅτ' εἰς ἁλὸς ἤιε βένθος,
νόσφ' ἄλλων Δαναῶν· καί μιν σχεδὸν ἔλπομαι εἶναι
ἐσσυμένην. Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός,
οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο
καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο."
- Ὣς ἄρ' ἔφη Τελαμῶνος ἐὺς πάις, οὐδέ τι ᾔδη
ὅττι ῥά οἱ μετ' ἄεθλα κακὸν μόρον ἔντυε δαίμων
ἀργαλέον· τὸν δ' αὖτις ἀμείβετο Τυδέος υἱός·
- "Ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,
πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους.
Καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε·
καὶ δ' ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι
αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν."
- Ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ.
Καὶ τότ' ἄρ' ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις
αὔρῃ ὑπηώῃ ἐναλίγκιος· αἶψα δ' ἵκανεν
Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον,
οἳ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι,
οἳ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.
Τοῖσι δ' ἅμ' ἀγρομένοισι Θέτις κυανοκρήδεμνος
θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς
αὐτίκ' ἀεθλεύειν· τοὶ δ' ἀθανάτῃ πεπίθοντο.
- Πρῶτος δ' ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός,
οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι
οὔτε παλαισμοσύνῃ πολυτειρέι· τοῦ γὰρ ὕπερθε
γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας.
Ἀλλά οἱ ἐν στέρνοισιν ἔτ' ἔμπεδος ἔπλετο θυμὸς
καὶ νόος, οὐδέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν
κείνῳ, ὅτ' εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτύχθη·
τῷ καὶ Λαέρταο κλυτὸς πάις εἵνεκα μύθων
εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν
πάντων Ἀργείων, μέγ' ἐυμμελίης Ἀγαμέμνων.
Τοὔνεκ' ἐν‹ὶ› μέσσοισιν ἐύφρονα Νηρηΐνην
ὕμνεεν, ὡς πάσῃσι μετέπρεπεν εἰναλίῃσιν
εἵνεκ' ἐυφροσύνης καὶ εἴδεος· ἣ δ' ἀίουσα
τέρπεθ'. Ὃ δ' ἱμερόεντα γάμον Πηλῆος ἔνισπε,
τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο
Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντο
δαῖτα παρ' εἰλαπίνῃσιν, ὅτ' εἴδατα θεῖα φέρουσαι
χερσὶν ὑπ' ἀμβροσίῃσι θοαὶ παρενήνεον Ὧραι
χρυσείοις κανέοισι, Θέμις δ' ἄρα καγχαλόωσα
ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας,
πῦρ δ' Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι
ἀμβροσίην ἐκέραιον ἐνὶ χρυσέοισ‹ι› κυπέλλοις,
αἳ δ' ἄρ' ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα,
Μοῦσαι δ' ἐς μολπήν, ἐπετέρπετο δ' οὔρεα πάντα
καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δ' ἄφθιτος αἰθὴρ
ἄντρά τε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί.
- Καὶ τὰ μὲν ἂρ Νηλῆος ἐὺς πάις Ἀργείοισι
πάντα μάλ' ἱεμένοις κατελέξατο· τοὶ δ' ἀίοντες
τέρπονθ'. Ὃς ‹δ'› Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργα
μέλπε μέσῳ ἐν ἀγῶνι, πολὺς δ' ἀμφίαχε λαὸς
ἀσπασίως· ὃ δ' ἄρ' ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα
ἐκπάγλως κύδαινεν ἀρηρεμένοις ἐπέεσσι,
δώδεχ' ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν,
ἕνδεκα δ' αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς ‹δ'› ἐδάιξε
Τήλεφον ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος
Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ
υἷα Ποσειδάωνος ἰδ' ἀντίθεον Πολύδωρον
καὶ Τρωίλον θηητὸν ἀμύμονά τ' Ἀστεροπαῖον,
αἵματι δ' ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα
Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε
πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν
νοσφίσατ' ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος,
Ἕκτορά θ' ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν
ἠδὲ καὶ υἱ‹έ›α δῖον ἐυθρόνου Ἠριγενείης.
Καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς
μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥς τέ οἱ οὔ τις
ἔσθενε δηριάασθαι ἐναντίον, οὔτ' ἐν ἀέθλοις
αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται,
οὐδὲ μὲν ἱππασίῃ οὐδὲ σταδίῃ ἐνὶ χάρμῃ,
κάλλεΐ θ' ὡς Δαναοὺς μέγ' ὑπείρεχεν, ὥς τέ οἱ ἀλκὴ
ἔπλετ' ἀπειρεσίη, ὁπότ' Ἄρεος ἔσσυτο δῆρις.
Εὔχετο δ' ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι
κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα.
- Ἀργεῖοι δ' ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν
αὐτή τ' ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους
ὠκύποδας, τοὺς πρόσθεν ἐυμμελίῃ Ἀχιλῆι
Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου,
εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸν
ἠκέσατ' ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα
αὐτὸς ἔσω μηροῖο, διήλασε δ' ὄβριμον αἰχμήν.
Καὶ τοὺς μὲν Νέστωρ Νηλήιος οἷς ἑτάροισιν
ὤπασεν· οἳ δ' ἐς νῆας ἄγον μέγα κυδαίνοντες
ἀντίθεον βασιλῆα. Θέτις δ' ἐς μέσσον ἀγῶνα
θῆκεν ἄρ' ἀμφὶ δρόμοιο βόας δέκα· τῇσι δὲ πάσῃς
καλαὶ πόρτιες ἦσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι·
τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο
ἤλασεν ἐξ Ἴδης μεγάλῳ περὶ δουρὶ πεποιθώς.
- Τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης,
Τεῦκρος μὲν πρῶτος Τελαμώνιος ἠδὲ καὶ Αἴας,
Αἴας ὅς τε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν.
Ἀμφὶ δ' ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ
φάρεα, πάντα δ' ἔνερθεν ἅ περ θέμις ἐκρύψαντο
αἰδόμενοι Πηλῆος ἐυσθενέος παράκοιτιν
ἄλλάς τ' εἰναλίας Νηρηίδας, ὅσσαι ἅμ' αὐτῇ
ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους.
Τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο
Ἀτρείδης ὃς πᾶσι μετ' Ἀργείοισιν ἄνασσε.
Τοὺς δ' Ἔρις ὀτρύνεσκεν ἐπήρατος· οἳ δ' ἀπὸ νύσσης
καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι·
τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος· οἳ δ' ἑκάτερθεν
Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος.
Ἀλλ' ὅτε τέρματ' ἔμελλον ἱκανέμεναι μεμαῶτες,
δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν
ἀθάνατοι· τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη
ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης.
Τῷ δ' ἄρ' ἐν‹ι›χριμφθεὶς χαμάδις πέσε· τοῦ δ' ἀλεγεινῶς
ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἳ δ' ὑπανέσταν
οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. Οἳ δ' ἰάχησαν
Ἀργεῖοι κατ' ἀγῶνα. Παρήιξε‹ν› δέ μιν Αἴας
γηθόσυνος· λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο,
Λοκροί, αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων·
ἐκ δ' ἔλασαν μετὰ νῆας ἄγειν βόας, ὄφρα νέμωνται.
Τεῦκρον δ' ἐσσυμένως ἕταροι περιποιπνύοντες
ἦγον ἐπισκάζοντα. Θοῶς δέ οἱ ἰητῆρες
ἐκ ποδὸς αἷμ' ἀφέλοντο· θέσαν δ' ἐφύπερθε τομάων
εἴρια συνδεύσαντες ἀλείφασιν, ἀμφὶ δὲ μίτρῃ
δήσαντ' ἐνδυκέως· ὀλοὰς δ' ἐκέδασσαν ἀνίας.
- Ἄλλοι δ' αὖθ' ἑτέρωθε παλαισμοσύνης ὑπερόπλου
καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε,
Τυδέος ἱπποδάμοιο πάις καὶ ὑπέρβιος Αἴας,
οἵ ῥ' ἴσαν ἐς μέσσον. Θάμβος δ' ἔχεν ἀθρήσαντας
Ἀργείους· ἄμφω γὰρ ἔσαν μακάρεσσιν ὁμοῖοι.
Σὺν δ' ἔβαλον θήρεσσιν ἐοικότες, οἵ τ' ἐν ὄρεσσιν
ἀμφ' ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες,
ἶσον δ' ἀμφοτέροισι πέλει σθένος, οὐδέ τις αὐτῶν
λείπεται οὐδ' ἠβαιὸν ἀταρτηρῶν μάλ' ἐόντων·
ὣς οἵ γ' ἶσον ἔχον κρατερὸν μένος. Ὀψὲ δ' ἄρ' Αἴας
Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν
ἆξαι ἐπειγόμενος· ὃ δ' ἄρ' ἰδρείῃ τε καὶ ἀλκῇ
πλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα
ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας
ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλήξας ἑτέρωσε
κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός, ἀμφὶ δ' ἄρ' αὐτῷ
ἕζετο· τοὶ δ' ὁμάδησαν. Ὃ δ' ἀσχαλόων ἐνὶ θυμῷ
Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖτις
ὁρμαίνων ἐς δῆριν ἀμείλιχον· αἶψα δὲ χερσὶ
σμερδαλέῃσι κόνιν κατεχεύατο καὶ μέγα θύων
Τυδείδην ἐς μέσσον ἀύτεεν. Ὃς δέ μιν οὔ τι
ταρβήσας οἴμησε καταντίον· ἀμφὶ δὲ πολλὴ
ποσσὶν ὑπ' ἀμφοτέρων κόνις ὤρνυτο. Τοὶ δ' ἑκάτερθε
ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵ τ' ἐν ὄρεσσι
θαρσαλέου μένεος πειρώμενοι εἰς ἓν ἵκωνται
ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι
βρυχμῇ ὑπ' ἀμφοτέρων, τοὶ δ' ἄσχετα μαιμώωντες
κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος
‹δηρ›ὸν ἐπ' ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο
λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δη‹ρ›ιόωνται,
πουλὺς δ' ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός·
ὣς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν·
ἀμφοτέρων δ' ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντες
χερσὶ περικτυπέοντο τετριγότες, εὖτ' ἐν ὄρεσσι
δένδρε' ἐπ' ἀλλήλοισι βαλόντ' ἐριθηλέας ὄζους.
Πολλάκι δ' Αἴαντος μεγάλου στιβαροὺς ὑπὸ μηροὺς
κάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔ τι
ἂψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα·
τὸν δ' Αἴας καθύπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν
ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων·
ἄλλοτε δ' ἀλλοίως ὑπὸ χείρεσι δη‹ρ›ιόωντο.
Λαοὶ δ' ἔνθα καὶ ἔνθα μέγ' ἴαχον εἰσορόωντες,
οἳ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες,
οἳ δὲ βίην Αἴαντος. Ὃ δ' ἄλκιμον ἄνδρα τινάξας
ἐξ ὤμων ἑκάτερθε, βαλὼν δ' ὑπὸ νηδύα χεῖρας,
ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠύτε πέτρην
ἀλκῇ ὑπὸ σθεναρῇ· μέγα δ' ἴαχε Τρώϊον οὖδας
Τυδείδαο πεσόντος, ἐπηΰτησε δὲ λαός.
Ἀλλὰ καὶ ὧς ἀνόρουσεν ἐελδόμενος πονέεσθαι
τὸ τρίτον ἀμφ' Αἴαντα πελώριον· ἀλλ' ἄρα Νέστωρ
ἔστη ἐν‹ὶ› μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα·
- "Ἴσχεσθ', ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου·
ἴδμεν γὰρ δὴ πάντες ὅσον προφερέστατοί ἐστε
Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος."
- Ὣς φάτο· τοὶ δ' ἔσχοντο πονεύμενοι. Ἐκ δὲ μετώπων
χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα·
κύσσαν δ' ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο.
Τοῖς δ' ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων,
δῖα Θέτις· τὰς δ' αὐτοὶ ἐθηήσαντο ἰδόντες
ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων
ληιάδων προφέρεσκον ἐυφροσύνῃ τε καὶ ἔργοις
νόσφιν ἐυπλοκάμου Βρισηΐδος, ἅς ποτ' Ἀχιλλεὺς
ληΐσατ' ἐκ Λέσβοιο, νόον δ' ‹ἐπ›ετέρπετο τῇσι·
καί ῥ' ἣ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,
ἣ δ' ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,
ἄλλη δ' αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν,
ἣ δ' ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τραπέζας.
Τὰς δ' ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας
δασσάμενοι προέηκαν ἐυπρώρους ἐπὶ νῆας.
- Ἀμφὶ δὲ πυγμαχίης ὦρτο σθένος Ἰδομενῆος,
ὤρνυτ', ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου.
Τῷ δ' οὔ τις κατέναντα κίεν· μάλα γάρ μιν ἅπαντες
αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν.
Τῷ δ' ἄρ' ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους
ὠκύποδας τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο
ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας.
Καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι
Ἰδομενεύς, αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε.
Φοῖνιξ δ' Ἀργείοισιν ἐυσθενέεσσι μετηύδα·
- "Νῦν μὲν ἄρ' Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον
αὕτως, οὔ τι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις,
ἀλλ' ἄρ' ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες.
Ἀλλ', ἄλλοι νέοι ἄνδρες, ἐπεντύνεσθε ἄεθλον
χεῖρας ἐπ' ἀλλήλοισι δαήμονας ἰθύνοντες
πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος."
- Ὣς φάτο· τοὶ δ' ἀίοντες ἐσέδρακον ἀλλήλοισιν·
ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον,
εἰ μή σφεας ‹ἐν›ένιπεν ἀγαυοῦ Νηλέος υἱός·
- "Ὦ φίλοι, οὔ τι ἔοικε δαήμονας ἄνδρας ἀυτῆς
πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥ τε νέοισι
τερπωλὴ πέλεται, καμάτῳ δ' ἐπὶ κῦδος ἀγινεῖ.
Ὡς εἴθ' ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο
οἷον ὅτ' ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς,
αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἓν ἰόντες,
ὁππότ' ἄρ' ἀμφήριστος ἐγὼ Πολυδεύκεϊ δίῳ
πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον·
ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλων
Ἀγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐδέ μοι ἔτλη
ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκ' ἄρ' αὐτὸν
ἤδη που τὸ πάροιθε παρ' ἀγχεμάχοισιν Ἐπειοῖς
νίκησ' ἠὺν ἐόντα, πεσὼν δ' ἐκονίσατο νῶτα
σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δ' ἄρ' αὐτῷ
πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο·
τῶ νύ μοι οὐκέτι κεῖνος ἐναντίον ἤρατο χεῖρας
καὶ κρατερός περ ἐών, ἔλαβον δ' ἀκόνιτος ἄεθλον.
Νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα· τοὔνεκ' ἄνωγα
ὑμέας, οἷσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι·
κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπ' ἀγῶνος ἄεθλον."
- Ὣς φαμένοιο γέροντος ἀνίστατο θαρσαλέος φώς.
υἱὸς ὑπερθύμοιο καὶ ἀντιθέου Πανοπῆος,
ὅς τε καὶ ἵππον ἔτευξε κακὸν Πριάμοιο πόληϊ
ὕστερον· ἀλλ' οὔ οἵ τις ἐτόλμαεν ἐγγὺς ἱκέσθαι
εἵνεκα πυγμαχίης· πολέμου δ' οὐ πάγχυ δαήμων
ἔπλετο λευγαλέου, ὁπότ' Ἄρεος ἔσσυτο δῆρις.
Καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς
ἤμελλεν τότ' ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν,
εἰ μή οἱ σχεδὸν ἦλθεν ἀγαυοῦ Θησέος υἱός,
αἰχμητὴς Ἀκάμας, μέγα δ' ἐν φρεσὶ κάρτος ἄεξεν,
ἀζαλέους ἱμάντας ἔχων περὶ χερσὶ θοῇσι,
τούς οἱ ἐπισταμένως Εὐηνορίδης Ἀγέλαος
ἀμφέβαλεν παλάμῃσ‹ιν› ἐποτρύνων βασιλῆα.
Ὣς δ' αὕτως ἕταροι Πανοπηιάδαο ἄνακτος
θαρσύνεσκον Ἐπειόν· ὃ δ' ἐν μέσσοισι λέων ὣς
εἱστήκει περὶ χερσὶν ἔχων βοὸς ἶφι δαμέντος
ῥινοὺς ἀζαλέας. Μέγα δ' ἴαχον ἔνθα καὶ ἔνθα
λαοὶ ἐποτρύνοντες ἐυσθενέων μένος ἀνδρῶν
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. Οἳ δὲ καὶ αὐτοὶ
ἔσταν μαιμώωντες ἐνὶ ξυνοχῇσιν ἀγῶνος,
ἄμφω χεῖρας ἑὰς πειρώμενοι, εἴ περ ἔασιν
ὡς πρὶν ἐυτρόχαλοι μηδ' ἐκ πολέμου βαρύθοιεν.
Αἶψα δ' ἄρ' ἀλλήλοισι καταντία χεῖρας ἄειραν
ταρφέα παπταίνοντες, ἐπ' ἀκροτάτοις δὲ πόδεσσι
βαίνοντες κατὰ βαιὸν ἀεὶ γόνυ γουνὸς ἄμειβον
ἀλλήλων ἐπὶ δηρὸν ἀλευόμενοι μέγα κάρτος.
Σὺν δ' ἔβαλον νεφέλῃσιν ἐοικότες αἰψηρῇσιν,
αἵ τ' ἀνέμων ῥιπῇσιν ἐπ' ἀλλήλῃσι θοροῦσαι
ἀστεροπὴν προϊᾶσι, μέγας δ' ὀροθύνεται αἰθὴρ
θηγομένων νεφέων, βαρὺ δὲ κτυπέουσιν ἄελλαι.
Ὣς τῶν ἀζαλέῃσι περικτυπέοντο γένεια
ῥινοῖς· αἷμα δὲ πουλὺ κατέρρεεν· ἐκ δὲ μετώπων
ἱδρὼς αἱματόεις θαλερὰς ἐρύθαινε παρειάς.
Οἳ δ' ἄμοτον πονέοντο μεμαότες· οὐδ' ἄρ' Ἐπειὸς
λῆγεν, ἐπέσσυτο δ' αἰὲν ἑῷ περὶ κάρτεϊ θύων.
Τὸν δ' ἄρα Θησέος υἱὸς ἐυφρονέων ἐν ἀέθλῳ
πολλάκις ἐς κενεὸν κρατερὰς χέρας ἰθύνασθαι
θῆκε, καὶ ἰδρείῃσι διατμήξας ἑκάτερθε
χεῖρας ἐς ὀφρύα τύψεν ἐπάλμενος, ἄχρις ἱκέσθαι
ὀστέον· ἐκ δέ οἱ αἷμα κατέρρεεν ὀφθαλμοῖο.
Ἀλλὰ καὶ ὧς Ἀκάμαντα βαρείῃ χειρὶ τυχήσας
τύψε κατὰ κροτάφοιο, χαμαὶ δέ οἱ ἤλασε γυῖα.
Αὐτὰρ ὅ γ' αἶψ' ἀνόρουσε καὶ ἔνθορε φωτὶ κραταιῷ,
πλῆξε δέ οἱ κεφαλήν· ὃ δ' ἄρ' ἔμπαλιν ἀίσσοντος
βαιὸν ὑποκλίνας σκαιῇ χερὶ τύψε μέτωπον,
ἄλλῃ δ' ἤλασε ῥῖνας ἐπάλμενος· ὃς δὲ καὶ αὐτὸς
μήτι παντοίῃ χέρας ὤρεγε. Τοὺς δ' ἄρ' Ἀχαιοὶ
ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι
νίκης ἀμφ' ἐρατῆς· τῶν δ' ἐσσυμένως θεράποντες
ῥινοὺς αἱματόεντας ἄφαρ σθεναρῶν ἀπὸ χειρῶν
λῦσαν· τοὶ δ' ἄρα τυτθὸν ἀνέπνευσαν καμάτοιο
μορξάμενοι σπόγγοισι πολυτρήτοισι μέτωπα.
Τοὺς δ' ἕταροί τε φίλοι τε παρηγορέοντες ἄγεσκον
ἄντικρυς ἀλλήλων, ὥς κεν χόλου ἀλγινόεντος
ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι·
ἀλλ' οἳ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων
(ἀνδράσι γὰρ πινυτοῖσι πέλει νόος ἤπιος αἰεί)·
κύσσαν δ' ἀλλήλους, ἔριδος δ' ἐπελήθετο θυμὸς
λευγαλέης. Τοῖς δ' αἶψα Θέτις κυανοκρήδεμνος
ἀργυρέους κρητῆρας ἐελδομένοισιν ὄπασσε
δοιώ, τοὺς Εὔνηος Ἰήσονος ὄβριμος υἱὸς
ὦνον ὑπὲρ κρατεροῖο Λυκάονος ἐγγυάλιξεν
ἀντιθέῳ Ἀχιλῆι περικλύστῳ ἐνὶ Λήμνῳ·
τοὺς Ἥφαιστος ἔτευξεν ἀριπρεπέι Διονύσῳ
δῶρον, ὅτ' εἰς Οὔλυμπον ἀνήγαγε δῖαν ἄκοιτιν
Μίνωος κούρην ἐρικυδέα, τήν ποτε Θησεὺς
κάλλιπεν οὐκ ἐθέλων ‹γε› περικλύστῳ ἐνὶ Δίῃ·
τοὺς δ' ἠὺς Διόνυσος ἑῷ πόρεν υἱέι δῶρον
νέκταρος ἐμπλήσας, ὃ δ' ἄρ' ὤπασεν Ὑψιπυλείῃ
πολλοῖς σὺν κτεάτεσσι Θόας, ἣ δ' υἱέι δίῳ
κάλλιπεν, ὃς δ' Ἀχιλῆι Λυκάονος εἵνεκα δῶκε.
Τῶν δ' ἕτερον μὲν ἕλεσκεν ἀγαυοῦ Θησέος υἱός,
ἄλλον δ' ἠὺς Ἐπειὸς ἑὰς ἐπὶ νῆας ἴαλλε
γηθόσυνος. Τῶν δ' ἀμφὶ δεδρυμμένα τύμματα πάντα
ἠκέσατ' ἐνδυκέως Ποδαλείριος, οὕνεκ' ἄρ' αὐτὸς
πρῶτα μὲν ἐκμύζησεν, ἔπειτα δὲ χερσὶν ἑῇσι
ῥάψεν ἐπισταμένως, καθύπερθε δὲ φάρμακ' ἔθηκε
κεῖνα τά οἱ ‹τὸ› πάροιθε πατὴρ ἑὸς ἐγγυάλιξε,
τοῖσί περ ἐσσυμένως καὶ ἀναλθέα τύμματα φωτῶν
αὐτῆμαρ μογέοντος ὑπ' ἐκ κακοῦ ἰαίνονται·
τῶν δ' ἄφαρ ἀμφὶ πρόσωπα καὶ εὐκομόωντα κάρηνα
τύμματ' ἀπαλθαίνοντο, κατηπιόωντο δ' ἀνῖαι.
- Ἀμφὶ δὲ τοξοσύνης Τεῦκρος καὶ Ὀιλέος υἱὸς
ἕστασαν, οἳ καὶ πρόσθε δρόμου πέρι πειρήσαντο.
Τῶν δ' ἄρα τηλόσε θῆκεν ἐυμμελίης Ἀγαμέμνων
ἱππόκομον τρυφάλειαν, ἔφη δέ ‹τ›ε· "Πολλὸν ἀμείνων
ἔσσεται ὃς κέρσειεν ἄπο τρίχας ὀξέι χαλκῷ."
Αἴας δ' αὐτίκα πρῶτος ἑὸν προέηκε βέλεμνον,
πλῆξε δ' ἄρα τρυφάλειαν, ἐπηΰτησε δὲ χαλκὸς
ὀξύτατον. Τεῦκρος δὲ μέγ' ἐγκονέων ἐνὶ θυμῷ
δεύτερος ἧκεν ὀιστόν, ἄφαρ δ' ἀπέκερσεν ἐθείρας
ὀξὺ βέλος· λαοὶ δὲ μέγ' ἴαχον ἀθρήσαντες
καί μιν κυδαίνεσκον ἀπείριτον, οὕνεκ' ἄρ' αὐτὸν
πληγὴ ἐπαλγύνεσκε θοοῦ ποδός, ἀλλά μιν οὔ τι
βλάψεν ὑπαὶ παλάμῃσι θοὸν βέλος ἰθύνοντα.
Καί οἱ τεύχεα καλὰ πόρε‹ν› Πηλῆος ἄκοιτις
ἀντιθέου Τρωίλοιο, τὸν ἠιθέων ὄχ' ἄριστον
Τροίῃ ἐν ἠγαθέῃ Ἑκάβη τέκεν, οὐδ' ἀπόνητο
ἀγλαΐης· δὴ γάρ μιν ἀταρτηροῦ Ἀχιλῆος
ἔγχος ὁμοῦ καὶ κάρτος ἀπήμερσαν βιότοιο.
Ὡς δ' ὁπόθ' ἑρσήεντα καὶ εὐθαλέοντ' ἀνὰ κῆπον
ὑδρηλῆς καπέτοιο μάλ' ἀγχόθι τηλεθάοντα
ἢ στάχυν ἢ μήκωνα, πάρος καρποῖο τυχῆσαι,
κέρσῃ τις δρεπάνῳ νεοθηγέι, μηδ' ἄρ' ἐάσῃ
ἐς τέλος ἠὺ μολεῖν μηδ' ἐς σπόρον ἄλλον ἱκέσθαι,
ἀμήσας κενεόν τε καὶ ἄσπορον ἐσσομένοισι
μέλλονθ' ἑρσήεντος ὑπ' εἴαρος ἀλδαίνεσθαι·
ὣς υἱὸν Πριάμοιο θεοῖς ἐναλίγκιον εἶδος
Πηλείδης κατέπεφνεν, ἔτ' ἄχνοον, εἰσέτι νύμφης
νήιδα, νηπιάχοισιν ὁμῶς ἔτι κουρίζοντα·
ἀλλά μιν ἐς πόλεμον φθισίμβροτον ἤγαγε Μοῖρα
ἥβης ἀρχόμενον πολυγηθέος, ὁππότε φῶτες
θαρσαλέοι τελέθουσιν, ὅτ' οὐκέτι δεύεται ἦτορ.
- Αὐτίκα δ' αὖτε σόλον περιμήκεά τε βριαρόν τε
πολλοὶ πειρήσαντο θοῆς ἀπὸ χειρὸς ἰῆλαι.
Τὸν δ' οὔ τις βαλέειν δύνατο στιβαρὸν μάλ' ἐόντα
Ἀργείων· οἶος δ' ἔβαλε‹ν› μενεδήιος Αἴας
χειρὸς ἀπὸ κρατερῆς, ὡς εἰ δρυὸς ἀγρονόμοιο
ὄζον ἀπαυανθέντα θέρευς εὐθαλπέος ὥρῃ,
ὁππότε λήια πάντα κατὰ χθονὸς αὐαίνηται.
Θάμβησαν δ' ἄρα πάντες, ὅσον χερὸς ἐξεποτήθη
χαλκὸς ὃν ἀνέρε χερσὶ δύω μογέοντες ἄειραν·
τόν ῥα μὲν Ἀνταίοιο βίη ῥίπτασκε πάροιθε
ῥηιδίως ἀπὸ χειρὸς ἑῆς πειρώμενος ἀλκῆς,
πρὶν κρατερῇσι χέρεσσι δαμήμεναι Ἡρακλῆος·
Ἡρακλέης δέ μιν ἠὺς ἑλὼν σὺν ληΐδι πολλῇ
ἀκαμάτης ἔχε χειρὸς ἀέθλιον, ἀλλά μιν ἐσθλῷ
ὕστερον Αἰακίδῃ δῶρον πόρεν, ὁππότ' ἄρ' αὐτῷ
Ἰλίου εὐπύργοιο συνέπραθε κύδιμον ἄστυ,
κεῖνος δ' υἱέι δῶκεν, ὃ δ' ὠκυπόροις ἐνὶ νηυσὶν
ἐς Τροίην μιν ἔνεικεν, ἵνα σφετέροιο τοκῆος
μνωόμενος Τρώεσσιν ἐυσθενέεσσι μάχοιτο
προφρονέως, εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς·
τόν ῥ' Αἴας μάλα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρός.
Καὶ τότε οἱ Νηρηὶς ἀγακλυτὰ τεύχεα δῶκε
Μέμνονος ἀντιθέοιο, τὰ καὶ μέγα θηήσαντο
Ἀργεῖοι· λίην γὰρ ἔσαν περιμήκεα πάντα.
Καὶ τά γε καγχαλόων ὑπεδέξατο κύδιμος ἀνήρ·
οἴῳ γὰρ κείνῳ γε περὶ βριαροῖς μελέεσσιν
ἥρμοσεν ἀπλήτοιο κατὰ χροὸς ἀμφιτεθέντα.
Αὐτὸν δ' αὖτ' ἀνάειρε μέγαν σόλον, ὄφρά οἱ εἴη
τερπωλὴ μένος ἠὺ λιλαιομένῳ πονέεσθαι.
- Οἳ δ' ἄρα δη‹ρ›ιόωντες ἐφ' ἅλματι πολλοὶ ἀνέσταν·
τῶν δ' ἄρ' ὑπέρθορε πολλὸν ἐυμμελίης Ἀγαπήνωρ
σήματα· τοὶ δ' ὁμάδησαν ἐπ' ἀνέρι μακρὰ θορόντι.
Καί οἱ τεύχεα καλὰ πόρε‹ν› μεγάλοιο Κύκνοιο
δῖα Θέτις· τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου
πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς
πρῶτον ἀριστήων, Τρῶας δ' ἄχος ἀμφεκάλυψεν.
- Αἰγανέῃ δ' ἄρα πολλὸν ὑπέρβαλε δηριόωντας
Εὐρύαλος· λαοὶ δὲ μέγ' ἴαχον· οὐ γὰρ ἔφαντο
κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ.
Τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι
μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτ' Ἀχιλλεὺς
ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα,
ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον ἄστυ.
- Αἴας δ' ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι
χερσὶν ὁμῶς καὶ ποσσὶν ἀνιστάμενος καλέεσκεν
ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. Οἳ δ' ὁρόωντες
θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον, οὐδέ τις ἔτλη
ἄντα μολεῖν· πάντων γὰρ ὑπέκλασε δεῖμ' ἀλεγεινὸν
ἠνορέην, φοβέοντο δ' ἀνὰ φρένα μή τινα χερσὶ
τύψας ἀκαμάτοισιν ὑπὸ πληγῇσι πρόσωπον
συγχέῃ ἐσσυμένως, μέγα δ' ἀνέρι πῆμα γένηται.
Ὀψὲ δὲ πάντες ἔνευσαν ἐπ' Εὐρυάλῳ μενεχάρμῃ,
ἴδμονα πυγμαχίης εὖ εἰδότες· ὃς δ' ἐνὶ μέσσοις
τοῖον ἔπος προέηκεν ὑποτρομέων Θρασὺν ἄνδρα·
- "Ὦ φίλοι, ἄλλον μέν κεν Ἀχαιῶν, ὅν κ' ἐθέλητε,
τλήσομαι ἀντιόωντα, μέγαν δ' Αἴαντα τέθηπα·
πολλὸν γὰρ προβέβηκε· διαρραίσει δέ μοι ἦτορ,
ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος· οὐ γὰρ ὀίω
ἀνδρὸς ἀπ' ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι."
- Ὣς φαμένοιο γέλασσαν· ὃ δ' ἐν φρεσὶ πάμπαν ἰάνθη
Αἴας ὀβριμόθυμος. Ἄειρε δὲ δοιὰ τάλαντα
ἀργύρου αἰγλήεντος ἅ οἱ Θέτις εἵνεκ' ἀέθλου
δῶκεν ἄτερ καμάτοιο· φίλου δ' ἐμνήσατο παιδὸς
Αἴαντ' εἰσορόωσα, γόος δέ οἱ ἔμπεσε θυμῷ.
- Οἳ δ' αὖθ' ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες
ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου,
πρῶτος μὲν Μενέλαος ἰδ' Εὐρύπυλος θρασυχάρμης
Εὔμηλός τε Θόας τε καὶ ἰσόθεος Πολυποίτης.
Ἵπποις δ' ἀμφὶ λέπαδνα βάλον καὶ ὑφ' ἅρματ' ἔρυσσαν
πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης.
Αἶψα δ' ἄρ' ἐς κλῆρον ξύνισαν βεβαῶτ' ἐνὶ δίφροις
χῶρον ἀν' ἠμαθόεντ'· ἐπὶ νύσσῃ δ' ἔσταν ἕκαστοι·
καρπαλίμως δ' εὔληρα λάβον κρατερῇς παλάμῃσιν.
Ἵπποι δ' ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον,
ὅππως τις προάλοιτο, πόδας δ' ὑπεκίνυον αὕτως,
οὔατα δ' ὠρθώσαντο καὶ †ἄμπυκα δεύεσαν ἀφρῷ. †
Οἳ δ' ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων
μάστιον· οἳ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι
καρπαλίμως ζεύγλῃσι μέγ' ἔνθορον ἀσχαλόωντες,
ἅρματα δ' ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀίσσοντα·
οὐδ' ἁ‹ρ›ματροχιὰς ἰδέειν ‹πέλεν› οὐδὲ ποδοῖιν
ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι.
Πουλὺς δ' αἰθέρ' ἵκανε κονίσαλος ἐκ πεδίοιο
καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥν τ' ἐν ὄρεσσιν
ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἢ Ζεφύροιο
χείματος ἐγρομένου, ὁπότ' οὔρεα δεύεται ὄμβρῳ.
Ἵπποι δ' Εὐμήλοιο μέγ' ἔκθορον· οἳ δ' ἐφέποντο
ἀντιθέοιο Θόαντος· ἐπ' ἄλλῳ δ' ἄλλος ἀύτει
ἅρματι· τοὶ δ' ἐφέροντο δι' εὐρυχόρου πεδίοιο ...
- "... Ἤλιδος ἐκ δίης, ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε
παρφ‹θ›άμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο,
ὅς ῥα τότ' ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον
κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης.
Ἀλλ' οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς
ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλ' ἄρα πολλὸν
ποσσὶν ἀφαυροτέρους· οἳ γάρ τ' εἴδοντ' ἀνέμοισιν."
- Ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν
Ἀτρείδην· ὃ δ' ἄρ' ᾗσι περὶ φρεσὶ γήθεε θυμῷ.
Τοὺς δὲ μέγ' ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν
ζεύγλης· οἳ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους
πάντες ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη.
Ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην
ἠκέσατ' ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα
ὅσσα περιδρύφθησαν ἀπ' ἐκ δίφροιο πεσόντες.
Ἀτρείδης δ' ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης·
καί οἱ ἐυπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον
χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος,
πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.
- Ἄλλοι δ' αὖθ' ἑτέρωθε μονάμπυκας ἔντυον ἵππους
ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας
μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφ' ἵππων
ἕζονθ'· οἳ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντες
δάπτον καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες
ἐκθορέειν. Τοῖς δ' αἶψα ‹τάθη› δρόμος· οἳ δ' ἀπὸ νύσσης
καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες,
εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις
ἠὲ Νότου κελάδοντος, ὅτ' εὐρέα πόντον ὀρίνει
λαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτ' ἀλεγεινὸν
ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀιζύν·
ὣς οἵ γ' ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν
ἐν πεδίῳ κλονέοντες ἀπείριτον. Οἱ δ' ἐλατῆρες
ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλῃ
ταρφέα πεπληγώς, ἑτέρῃ δ' ἐν‹ὶ› χειρὶ τινάσσων
νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν.
Ἵπποι δ' ἐρρώοντο· βοὴ δ' ἀνὰ λαὸν ὀρώρει
ἄσπετος· οἳ δ' ἐπέτοντο διὰ πλατέος πεδίοιο.
Καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἵππος
νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,
εἰ μὴ ἄρ' ἐξήρπαξε δρόμου, πεδίον δ' ἀφίκανε
πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς
κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥ' ἔτι νῆις ἀέθλων
ἵππος ἔην· γενεῇ δὲ μάλ' οὐ κακός, ἀλλὰ θοοῖο
θεσπέσιον γένος ἔσκεν Ἀρίονος ὃν τέκεν ἵππων
Ἅρπυια Ζεφύρῳ πολυηχέι φέρτατον ἄλλων
πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι
πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος
ἐκ μακάρων ἔχε δῶρον· ὅθεν γένος ἔπλετο κείνου,
καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ
Τροίῃ ἐνὶ ζαθέῃ. Ὃ δέ οἱ μέγα ποσσὶ πεποιθὼς
ὠκὺν ἐόντ' ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων
αὐτὸς ἐνὶ πρώτοισιν ὀιόμενος μέγα κῦδος
ἱππασίης ἀνελέσθαι. Ὃ δ' οὔ τί οἱ ἦτορ ἴηνεν
ἀμφ' Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἵκανε
δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα
ἰδρείῃ. Λαοὶ δ' Ἀγαμέμνονα κυδαίνεσκον
ἵππον τε Σθενέλοιο θρασύφρονος ἠδὲ καὶ αὐτόν,
οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης
ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ καὶ ποσὶ θύων.
Καὶ τότ' ἄρ' Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι
ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου·
δῶκε δ' ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου
χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην.
- Ἄλλοις δ' ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ
ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβῳ
δῶρα πόρεν πάντεσσιν. Ἐπὶ σφίσι δ' ἄχνυτο θυμὸν
υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκ' ἄρ' αὐτὸν
νίκης ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων
ἕλκος ἀνιηρὸν τό μιν οὔτασεν ὄβριμος Ἄλκων
ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.