4183 296 2 0 0 0 V d. C. Epica Nonnus II Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 25

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΔΕΥΤΕΡΟΝ - II

Ept. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48

- Ὣς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης

ἀκροπόρῳ σύριγγι μετάτροπα χείλεα σύρων,

Κάδμος Ἀγηνορίδης νόθος αἰπόλος· ἀπροϊδὴς δὲ

Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων

   5χεῖρας ἑὰς ἐκόρυσσε τὸ δεύτερον ἠθάδι πυρσῷ.

καὶ νέφος ἔσκεπε Κάδμον ἀθηήτῳ παρὰ πέτρῃ,

μὴ δόλον ἠπεροπῆα μαθὼν καὶ φῶρα κεραυνοῦ

λάθριον ὑστερόμητις ἀποκτείνειε Τυφωεὺς

βουκόλον ἀλλοπρόσαλλον· ὁ δὲ πλέον ἡδέι κέντρῳ

  10ἤθελεν εἰσαΐειν φρενοθελγέα ῥυθμὸν ἀοιδῆς.

ὡς δ' ὅτε τις Σειρῆνος ἐπίκλοπον ὕμνον ἀκούων

εἰς μόρον αὐτοκέλευστον ἀώριος εἵλκετο ναύτης,

θελγόμενος μελέεσσι, καὶ οὐκέτι κῦμα χαράσσων

γλαυκὸν ἀκυμάντοισιν ὕδωρ λεύκαινεν ἐρετμοῖς,

  15ἀλλὰ λιγυφθόγγοιο πεσὼν ἐπὶ δίκτυα Μοίρης

τέρπετο πηδαλίοιο λελασμένος, ἄστρον ἐάσσας

Πλειάδος ἑπταπόροιο καὶ ἄντυγα κυκλάδος Ἄρκτου·

ὣς ὅ γε κερδαλέης δεδονημένος ἄσθμασι μολπῆς

πηκτίδος ἡδὺ βέλεμνον ἐδέξατο πομπὸν ὀλέθρου.

  20- ἀλλὰ καλυπτομένου νεφέων σκιοειδέι μίτρῃ

ἔμπνοος εὐκελάδοιο δόναξ σίγησε νομῆος

ἁρμονίην τ' ἀνέκοψεν. ἀερσιπόδης δὲ Τυφωεὺς

οἶστρον ἑλὼν πολέμοιο κατέδραμεν εἰς μυχὸν ἄντρου,

βροντὴν δ' ἠνεμόφοιτον ἐδίζετο φοιτάδι λύσσῃ

  25καὶ στεροπὴν ἀκίχητον, ἐρευνητῆρι δὲ ταρσῷ

ζαφλεγὲς ἁρπαμένοιο σέλας μάστευε κεραυνοῦ,

καὶ κενεὸν σπέος εὗρε. δολοφραδέας δὲ μενοινὰς

ὀψὲ μαθὼν Κρονίδαο καὶ αἰόλα δήνεα Κάδμου

αἰχμάζων σκοπέλοισιν ἐπεσκίρτησεν Ὀλύμπῳ.

  30καὶ ποδὸς ἀγκύλον ἴχνος ἔχων ὀφιώδεϊ ταρσῷ

ἰὸν ἀκοντιστῆρος ἀπέπτυεν ἀνθερεῶνος·

ὑψιλόφου δὲ Γίγαντος ἐχιδναίῃσιν ἐθείραις

πίδακας ὀμβρήσαντος ἐκυμαίνοντο χαράδραι·

καί οἱ ἐπαΐσσοντι βαθυνομένην χθονὸς ἕδρην

  35ἀκλινέος δαπέδοιο Κίλιξ ἐλελίζετο πυθμὴν

ποσσὶ δρακοντείοισι, πολυσφαράγῳ δὲ κυδοιμῷ

Ταυρείου λοφόεντος ἀρασσομένου κενεῶνος

γείτονες ὠρχήσαντο φόβῳ Παμφυλίδες ὄχθαι,

καὶ χθόνιαι σήραγγες ἐβόμβεον, ἔτρεμον ἄκραι

  40ἠιόνες, σείοντο μυχοὶ καὶ ὀλίσθανον ὄχθαι

λυομένης ψαμάθοιο ποδῶν ἐνοσίχθονι παλμῷ.

οὐ νομός, οὐ τότε θῆρες ἀπήμονες· ὠμοβόροι γὰρ

ἄρκτοι ἐδαιτρεύοντο Τυφαονίοιο προσώπου

ἀρκτῴαις γενύεσσι, λεοντείων δὲ καρήνων

  45γλαυκὰ δασυστέρνων ἐλαφύσσετο γυῖα λεόντων

χάσμασιν ἰσοτύποισιν, ἐχιδνήεντι δὲ λαιμῷ

ψυχρὰ πεδοτρεφέων ἐδαΐζετο νῶτα δρακόντων,

ἠερίους δ' ὄρνιθας ἐδαίνυτο γείτονι λαιμῷ

ἱπταμένους ἀβάτοιο δι' αἰθέρος, ἀγχιφανῆ δὲ

  50αἰετὸν ἤσθιε μᾶλλον, ἐπεὶ Διὸς ὄρνις ἀκούει·

ἤσθιε βοῦν ἀροτῆρα, καὶ οὐκ ᾤκτειρε δοκεύων

αἱμοβαφῆ ζυγίῳ κεχαραγμένον αὐχένα δεσμῷ.

καὶ ποταμοὺς ἐκόνισσε πιὼν ἐπιδόρπιον ὕδωρ,

Νηιάδων δὲ φάλαγγας ἀπεστυφέλιξεν ἐναύλων·

  55καὶ βυθίη στείχουσα βατὸν ῥόον ἅλματι πεζῷ

ἀβρέκτοις μελέεσσιν ἀσάμβαλος ἵστατο Νύμφη

Νηιὰς ὑγροκέλευθος, ἁμιλλητῆρι δὲ ταρσῷ

κούρης παλλομένης παρὰ διψάδα πέζαν ἐναύλων

σφίγγετο πηλώεντι πεπηγότα γούνατα δεσμῷ.

  60μαινομένου δὲ Γίγαντος ἰδὼν πολύμορφον ὀπωπὴν

ταρβαλέος σύριγγα γέρων ἀπεσείσατο ποιμὴν

νόσφι φυγών· ὁρόων δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν

αἰπόλος ἀστήρικτον ἐπέτρεπεν αὐλὸν ἀέλλαις·

οὐ σπόρον ἀμφεκάλυψε πέδῳ ταλαεργὸς ἀροτρεὺς

  65ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,

οὐδὲ Τυφαονίης παλάμης νωμήτορι καρπῷ

αὔλακα τεμνομένην ἐνοσίχθονι τάμνε σιδήρῳ,

ἀλλὰ βόας μεθέηκε. Γιγαντείῳ δὲ βελέμνῳ

σχιζομένης κενεῶνες ἐγυμνώθησαν ἀρούρης

  70καὶ διερὴν φλέβα λῦσαν, ἀνοιγομένου δὲ βερέθρου

χεύμασι πηγαίοισιν ἀνέβλυε νέρτερος αὐλών,

ἀσκεπέος δαπέδοιο χέων ὑποκόλπιον ὕδωρ.

καὶ σκόπελοι ῥίπτοντο· χαραδραίοις δὲ ῥεέθροις

ἠερόθεν πίπτοντες ἐνεκρύπτοντο θαλάσσῃ,

  75ὕδατα χερσώσαντες· ἀπὸ χθονίων δὲ βελέμνων

αὐτοπαγῆ ῥιζοῦτο νεηγενέων σφυρὰ νήσων.

δένδρεα δ' αὐτόπρεμνα μετωχλίσθησαν ἀρούρης,

καὶ δαπέδῳ πέσε καρπὸς ἀώριος, ἀρτιθαλὴς δὲ

κῆπος ἀιστώθη, ῥοδόεις δ' ἀμαθύνετο λειμών·

  80καὶ Ζέφυρος δεδόνητο κυλινδομένων κυπαρίσσων

αὐχμηροῖς πετάλοισι· φιλοθρήνοισι δὲ μολπαῖς

αἴλινα Φοῖβος ἄειδε δαϊζομένων ὑακίνθων,

πλέξας πένθιμον ὕμνον, Ἀμυκλαίων δὲ κορύμβων

κοπτομένῃ πολὺ μᾶλλον ἐπέστενε γείτονι δάφνῃ·

  85κεκλιμένην δ' ὤρθωσεν ἑὴν πίτυν ἀχνύμενος Πάν·

καί, Μορίην μνησθεῖσα, φερέπτολιν Ἀτθίδα νύμφην,

τεμνομένῃ Γλαυκῶπις ἐπεστονάχιζεν ἐλαίῃ·

καὶ Παφίη δάκρυσε κονιομένης ἀνεμώνης,

πυκνὰ δὲ μυρομένη καλύκων εὐώδεα χαίτην

  90βόστρυχον ἁβρὸν ἔτιλλε κονιομένου ῥοδεῶνος·

καὶ στάχυν ἡμιτέλεστον ὀλωλότα μύρετο Δηώ,

μηκέτι κῶμον ἄγουσα θαλύσιον· Ἀδρυάδες δὲ

ἥλικες ὠδύροντο λιπόσκια δένδρεα Νύμφαι.

- καί τις ἐυπτόρθοιο διχαζομένοιο κορύμβου

  95σύγχρονος ἀκρήδεμνος Ἁμαδρυὰς ἄνθορε δάφνης,

ἐκ πίτυος δὲ φυγοῦσα βατῷ ποδὶ παρθένος ἄλλη

ἀγχιφανὴς ἀγόρευε μετήλυδι γείτονι Νύμφῃ·

- δαφναίη φυγόδεμνος Ἁμαδρυάς, εἷς δρόμος ἔστω

ἀμφοτέραις, μὴ Φοῖβον ἴδῃς, μὴ Πᾶνα νοήσω.

 100ὑλοτόμοι, τάδε δένδρα παρέλθετε, μὴ φυτὰ Δάφνης

τέμνετε δειλαίης τετμημένα· φείδεο, τέκτων,

ὁλκάδα μὴ τελέσῃς πιτυώδεα δούρατα τέμνων,

μὴ ῥοθίων ψαύσειε θαλασσαίης Ἀφροδίτης.

ναί, δρυτόμος, πυμάτην πόρε μοι χάριν, ἀντὶ κορύμβων

 105κόπτε με σοῖς πελέκεσσι, καὶ ἡμετέρου διὰ μαζοῦ

πῆξον ἀνυμφεύτοιο σαόφρονα χαλκὸν Ἀθήνης,

ὄφρα θάνω πρὸ γάμοιο καὶ Ἄιδι παρθένος ἔλθω,

εἰσέτι νῆις Ἔρωτος, ἅ περ Πίτυς, οἷά τε Δάφνη.

- ὣς φαμένη πετάλοισι νόθην ποιήσατο μίτρην,

 110καὶ χλοερῷ ζωστῆρι κατέσκεπεν ἄντυγα μαζοῦ

αἰδομένη, καὶ μηρὸν ἐπεσφηκώσατο μηρῷ·

ἡ δέ μιν εἰσορόωσα κατηφέα ῥήξατο φωνήν·

- παρθενίης ἔμφυλον ἔχω φόβον, ὅττι καὶ αὐτὴ

ἐκ δάφνης γεγαυῖα διώκομαι, οἷά τε Δάφνη.

 115πῇ δὲ φύγω; σκοπέλους ὑποδύσομαι; ἀλλὰ κολώνας

ῥιπτομένας ἐς Ὄλυμπον ἐτεφρώσαντο κεραυνοί,

καὶ τρομέω σέο Πᾶνα δυσίμερον, ὅς με χαλέψει,

ὡς Πίτυν, ὡς Σύριγγα· διωκομένη δὲ καὶ αὐτὴ

ἄλλη δευτερόφωνος ὀρίδρομος ἔσσομαι Ἠχώ.

 120οὐκέτι ταῦτα κόρυμβα μετέρχομαι, ὑψιφανῆ δὲ

οὔρεα ναιετάω μετὰ δένδρεον, ἧχι καὶ αὐτὴ

Ἄρτεμις ἀγρώσσει φιλοπάρθενος· ἀλλὰ Κρονίων

Καλλιστοῦς λάχε λέκτρον ἐς Ἄρτεμιν εἶδος ἀμείψας.

ἵξομαι εἰς ἁλὸς οἶδμα· τί μοι γάμος; ἀλλ' ἐνὶ πόντῳ

 125Ἀστερίην ἐδίωκε γυναιμανέων Ἐνοσίχθων.

αἴθε λάχον πτερὰ κοῦφα· δι' ὑψιπόρου δὲ κελεύθου

ἠερίοις ἀνέμοισι συνέμπορον οἶμον ὁδεύσω·

ἀλλὰ τάχα πτερύγων κενεὸς δρόμος, ὅττι Τυφωεὺς

ἠλιβάτοις παλάμῃσιν ἐπιψαύει νεφελάων.

 130εἰ δὲ γάμοις ἀδίκοις με βιήσεται, εἶδος ἀμείψω,

μίξομαι ὀρνίθεσσι, καὶ ἱπταμένη †Φιλομήλη

καὶ ῥόδον ἀγγέλλουσα καὶ ἀνθεμόεσσαν ἐέρσην

ἔσσομαι εἰαρινοῖο φίλη Ζεφύροιο χελιδών,

φθεγγομένη λάλος ὄρνις ὑπωροφίης μέλος ἠχοῦς,

 135ὀρχηθμῷ πτερόεντι περισκαίρουσα καλιήν.

Πρόκνη, πικρὰ παθοῦσα, σὺ μὲν σέο πενθάδι μολπῇ

υἱέα δακρύσειας, ἐγὼ δ' ἐμὰ λέκτρα γοήσω.

Ζεῦ ἄνα, μὴ τελέσῃς με χελιδόνα, μή με διώξῃ

καὶ Τηρεὺς πτερόεις κεχολωμένος, οἷα Τυφωεύς.

 140ἀήρ, οὔρεα, πόντος ἀνέμβατος· ἔνδοθι γαίης

κρύπτομαι· ἀλλὰ Γίγαντος ἐχιδναίων ἀπὸ ταρσῶν

ἰοβόλοι δύνουσιν ὑπὸ χθόνα φωλάδες ὕδραι.

εἴην ὑγρὸν ὕδωρ ἐπιδήμιον, οἷα Κομαιθώ,

πατρῴῳ κεράσασα νεόρρυτα χεύματα Κύδνῳ· ...

 145οὐκ ἐθέλω παρὰ Κύδνον, ὅτι προχοῇσι συνάψω

παρθενικῆς δυσέρωτος ἐμὸν φιλοπάρθενον ὕδωρ.

πῇ δὲ φύγω; Τυφῶνι μιγήσομαι; ἀλλὰ λοχεύσω

ἀλλοφυῆ πολύμορφον ὁμοίιον υἷα τοκῆι.

εἴην δένδρεον ἄλλο, καὶ ἐκ δρυὸς εἰς δρύας ἔλθω

 150οὔνομα παιδὸς ἔχουσα σαόφρονος· ἀντὶ δὲ Δάφνης

μὴ Μύρρης ἀθέμιστον ἐπώνυμον ἔρνος ἀκούσω.

ναί, λίτομαι, παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο

εἴην Ἡλιάδων καὶ ἐγὼ μία· πυκνὰ δὲ πέμψω

ἐκ βλεφάρων ἤλεκτρα, φιλοθρήνοις δὲ κορύμβοις

 155γείτονος αἰγείροιο περίπλοκα φύλλα πελάσσω

δάκρυσιν ἀφνειοῖσιν ἐμὴν στενάχουσα κορείην·

οὐ γὰρ ἐγὼ Φαέθοντα κινύρομαι. ἵλαθι, Δάφνη,

αἰδέομαι φυτὸν ἄλλο μετὰ προτέρης φυτὸν ὕλης.

ἔσσομαι, ὡς Νιόβη, καὶ ἐγὼ λίθος, ὄφρα καὶ αὐτὴν

 160λαϊνέην στενάχουσαν ἐποικτείρωσιν ὁδῖται·

ἀλλὰ κακογλώσσοιο τί μοι τύπος; ἵλαθι, Λητώ·

ἐρρέτω αἰνοτόκοιο θεημάχον οὔνομα Νύμφης.

- ἡ μὲν ἔφη· Φαέθων δὲ πόλον δινωτὸν ἐάσσας

εἰς δύσιν ἔτραπε δίφρον· ἀναθρῴσκουσα δὲ γαίης

 165ὑψιτενὴς ἅτε κῶνος ἐς ἠέρα σιγαλέη Νὺξ

οὐρανὸν ἀστερόεντι διεχλαίνωσε χιτῶνι,

αἰθέρα δαιδάλλουσα· καὶ ἀννεφέλῳ παρὰ Νείλῳ

ἀθάνατοι πλάζοντο, παρ' ὀφρυόεντι δὲ Ταύρῳ

Ζεὺς Κρονίδης ἀνέμιμνεν ἐγερσιμόθου φάος Ἠοῦς.

 170- νὺξ μὲν ἔην· φρουραὶ δὲ πέριξ στίχες ἦσαν Ὀλύμπου

ἑπτὰ περὶ ζώνῃσι, καὶ οἷά περ ὑψόθι πύργων

ἔννυχον ἦν ἀλάλαγμα, βοὴ δ' ἑτερόθροος ἄστρων

ἀμφιλαφὴς πεφόρητο, καὶ ἀξονίης κτύπον ἠχοῦς

ἐκ Κρονίης βαλβῖδος ἐδέχνυτο νύσσα Σελήνης·

 175καὶ νεφέων στεφανηδὸν ἐπασσυτέρῃσι καλύπτραις

οὐρανὸν ἐφράξαντο φυλάκτορες αἰθέρος Ὧραι

ἀμφίπολοι Φαέθοντος· ἀσυλήτων δὲ πυλάων

ἀστέρες Ἀτλάντειον ἐπεκλήισαν ὀχῆα,

μὴ λόχος εἰσέλθῃσι πόλον μακάρων ἀπεόντων·

 180ἀντὶ δὲ συρίγγων ἐνοπῆς καὶ ἐθήμονος αὐλοῦ

ἐννυχίαις πτερύγεσσι μέλος σύριζον ἀῆται.

αἰθερίῳ δὲ τένοντι συνέμπορος Ἀρκάδος Ἄρκτου

ἐννυχίην Τυφῶνος ἐπήλυσιν ὑψόθι λεύσσων

ὄμμασιν ἀγρύπνοισι γέρων ἐφύλασσε Βοώτης,

 185ἀντολίην ἐδόκευεν Ἑωσφόρος, Ἕσπερος ἀστὴρ

ἑσπερίην, Νοτίας δὲ λιπὼν ἰθύντορι τόξων

ὀμβρηρὰς Βορέαο πύλας περιδέδρομε Κηφεύς.

καὶ πυρὰ πάντοθεν ἦεν, ἐπεὶ φλόγες αἴθοπες ἄστρων

καὶ νύχιοι λαμπτῆρες ἀκοιμήτοιο Σελήνης

 190ὡς δαΐδες σελάγιζον, ἀελλήεντι δὲ ῥόμβῳ

πυκνὰ διαθρῴσκοντες ἀπ' αἰθέρος ἄκρον Ὀλύμπου

ἀστέρες ἀικτῆρες ἐπέγραφον ἠέρα πυρσῷ

δεξιτεροὶ Κρονίωνι, κυβιστητῆρι δὲ παλμῷ

πυκνὰ διαΐσσουσα χαρασσομένων νεφελάων

 195ἀστεροπὴ σκίρτησεν, ἀμοιβαίῃσι δὲ ῥιπαῖς

κρύπτετο καὶ σελάγιζε παλίνδρομος ἄστατος αἴγλη,

καὶ πλοκάμους πλεκτοῖο πυρὸς βοτρυδὸν ἑλίξας

φέγγεϊ λαχνήεντι σέλας τρήχυνε κομήτης,

καὶ δοκίδες μάρμαιρον ἐπήλυδες, οἷα δὲ μακροὶ

 200ἠερόθεν τανύοντο δοκοὶ δολιχήρεϊ πυρσῷ

Ζηνὶ συναιχμάζοντες, ὑπ' ἀκτίνεσσι δὲ λάμπων

ἀντιπόρου Φαέθοντος ἐκάμπτετο σύνδρομος ὄμβρῳ

Ἴριδος ἀγκύλα κύκλα πολύχροος ὁλκὸς ὑφαίνων,

χλωρὰ μελαινομένῳ, ῥοδοειδέι λευκὰ κεράσσας.

 205- καὶ Διὶ μουνωθέντι παρήγορος ἵκετο Νίκη

ἠέρος ἄκρα κέλευθα διαγράψασα πεδίλῳ,

Λητοῦς εἶδος ἔχουσα, καὶ ὁπλίζουσα τοκῆα

ἀντιτύποις στομάτεσσι πολύτροπον ἴαχε φωνήν·

- Ζεῦ ἄνα, σῶν τεκέων πρόμος ἵστασο, μηδὲ νοήσω

 210μιγνυμένην Τυφῶνι γάμων ἀδίδακτον Ἀθήνην·

μητέρα μὴ τελέσειας ἀμήτορα, μαρνάμενος δὲ

ἀστεροπὴν κούφιζε σελασφόρον ἔγχος Ὀλύμπου,

καὶ νεφέλας συνάγειρε τὸ δεύτερον, ὑέτιε Ζεῦ·

ἤδη γὰρ σταθεροῖο τινάσσεται ἕδρανα κόσμου

 215χερσὶ Τυφαονίῃσιν, ὁμοζυγέων δὲ λυθέντων

στοιχείων πισύρων ἠρνήσατο λήια Δηώ·

Ἥβη λεῖπε κύπελλον, Ἄρης δ' ἀπεσείσατο λόγχην,

Ἑρμῆς ῥάβδον ἔθηκε, λύρην δ' ἔρριψεν Ἀπόλλων,

καὶ πτερόεις πεπότητο λιπὼν πτερόεντας ὀιστούς,

 220εἶδος ἔχων κύκνοιο, τελεσσιγάμου δὲ θεαίνης

ἄσπορος ἔπλετο κόσμος ἀλωομένης Ἀφροδίτης,

ἁρμονίης δ' ἀλύτου λύτο πείσματα· νυμφοκόμος γὰρ

πανδαμάτωρ ἀδάμαστος Ἔρως θρασὺς εἰς φόβον ἔπτη

τόξα λιπὼν γονόεντα· καὶ ἠθάδα Λῆμνον ἐάσσας

 225σὸς πυρόεις Ἥφαιστος ἀπειθέα γούνατα σύρων

ὁ βραδὺς ἀστήρικτον ἔχει δρόμον. ἆ μέγα θαῦμα,

καὶ μάλα μοι κοτέουσαν ἐποικτείρω σέθεν Ἥρην.

ἦ ῥα τεὸς γενέτης πάλιν ἵξεται εἰς χορὸν ἄστρων;

μή ποτε τοῦτο γένοιτο· καὶ εἰ Τιτηνὶς ἀκούω,

 230οὐκ ἐθέλω Τιτῆνας ἰδεῖν κρατέοντας Ὀλύμπου,

ἀλλὰ σὲ καὶ σέο τέκνα. σὺ δὲ κτυπέοντι κεραυνῷ

Ἀρτέμιδος προμάχιζε σαόφρονος· ἦ ῥα φυλάσσω

παρθενικὴν ἀνάεδνον ἀναγκαίῳ παρακοίτῃ;

ἦ ῥα τόκου ταμίη τόκον ὄψεται; ἦ ῥα τανύσσει

 235χεῖρας ἐμοί; ποίην δὲ καλέσσομαι Ἰοχεαίρῃ

ἵλαον Εἰλείθυιαν, ὅτ' Εἰλείθυια λοχεύσῃ;

- ὣς φαμένης σκιοειδὲς ἑὸν πτερὸν Ὕπνος ἑλίξας

εὔνασε †καὶ πνείουσαν ὅλην φύσιν· ἀλλὰ Κρονίων

ἦν τότε μοῦνος ἄυπνος· ἐφαπλώσας δὲ Τυφωεὺς

 240νωθρὰ βαρυνομέναις ἐπερείσατο νῶτα χαμεύναις

πλήσας μητέρα γαῖαν· ἀνοιγομένοιο δὲ κόλπου

χάσματι κοιλαίνοντο σεσηρότι φωλάδες εὐναὶ

εἰς χθόνα δυομένοισιν ἐχιδναίοισι καρήνοις.

- ἠελίου δὲ φανέντος ὁμογλώσσων ἀπὸ λαιμῶν

 245εἰς ἐνοπὴν πολύπηχυς ἐπεβρυχᾶτο Τυφωεὺς

Ζῆνα μέγαν καλέων· βλοσυρὴ δέ οἱ ἵκετο φωνή,

ῥιζοπαγὴς ὅθι πέζα παλίμπορος Ὠκεανοῖο

τέτραχα τεμνομένην περιβάλλεται ἄντυγα κόσμου,

ζωσαμένη στεφανηδὸν ὅλην χθόνα κυκλάδι μίτρῃ·

 250φθεγγομένου δὲ Γίγαντος ἀμειβομένη στίχα φωνῆς

παντοίη σμαράγησε καὶ οὐ μία σύνθροος ἠχώ·

τοῦ δὲ κορυσσομένοιο φυῆς πολυειδέι μορφῇ

ὠρυγὴ κελάδησε λύκων, βρύχημα λεόντων,

ἄσθμα συῶν, μύκημα βοῶν, σύριγμα δρακόντων,

 255πορδαλίων θρασὺ χάσμα, κορυσσομένων γένυς ἄρκτων,

λύσσα κυνῶν· μεσάτῃ δὲ Γίγας βροτοειδέι μορφῇ

Ζηνὸς ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·

- χεῖρες ἐμαί, Διὸς οἶκον ἀράξατε, πυθμένα κόσμου

σείσατε σὺν μακάρεσσι, καὶ αὐτοέλικτον Ὀλύμπου

 260κόψατε θεῖον ὀχῆα, καὶ αἰθερίης ἐπὶ γαίῃ

κίονος ἑλκομένης φυγέτω δεδονημένος Ἄτλας,

ἄντυγα δ' ἀστερόφοιτον ἀπορρίψειεν Ὀλύμπου,

μηκέτι δειμαίνων ἕλικα δρόμον ‑ οὐ γὰρ ἐάσσω

ὤμοις θλιβομένοις κυρτούμενον υἱὸν ἀρούρης

 265αἰθέρος ὀχλίζοντα παλινδίνητον ἀνάγκην ‑ ,

ἀλλὰ θεοῖς ἑτέροισιν ἀτέρμονα φόρτον ἐάσσας

μαρνάσθω μακάρεσσιν, ἀναρρήξειε δὲ πέτρας

τρηχαλέοις βελέεσσιν ὀιστεύων πόλον ἄστρων,

ὃν πάρος ἠέρταζεν, ἱμασσόμεναι δὲ κολώναις

 270ταρβαλέαι φυγέτωσαν ἀνάλκιδες οὐρανὸν Ὧραι,

δμωΐδες Ἠελίοιο· περιπλέγδην δὲ λαβοῦσαι

ἠέρι μίξατε γαῖαν, ὕδωρ πυρί, πόντον Ὀλύμπῳ.

καὶ πισύρων ἀνέμων τελέσω δούλειον ἀνάγκην,

μαστίζω Βορέην, κλονέω Νότον, Εὖρον ἱμάσσω,

 275καὶ Ζέφυρον πλήξαιμι, καὶ ἤματι νύκτα κεράσσω

χειρὶ μιῇ· καὶ γνωτὸς ἐμὸς πολυπίδακι λαιμῷ

Ὠκεανὸς πρὸς Ὄλυμπον ἄγων ὑψούμενον ὕδωρ,

πέντε παραλλήλων πεφορημένος ὑψόθι κύκλων,

ἄστρα κατακλύζειε, καὶ ὕδατι διψὰς ἀλάσθω

 280Ἄρκτος Ἁμαξαίοιο δεδυκότος ἱστοβοῆος.

ταῦροι ἐμοί, δονέοντες ἰσήμερον ἄντυγα κύκλων

αἰθέρι μυκήσασθε, χαρασσομέναις δὲ κεραίαις

ἰσοτύπου φλογεροῖο κεράατα ῥήξατε Ταύρου·

καὶ βόες ὑγρὰ κέλευθα μετοχλίσσωσι Σελήνης

 285δειδιότες βαρύδουπον ἐμῶν μύκημα καρήνων·

καὶ βλοσυρῶν μέγα χάσμα διαπτύξασα γενείων

ἄρκτος ἀνοιστρήσειε Τυφαονὶς Ἄρκτον Ὀλύμπου·

αἰθερίῳ δὲ Λέοντι λέων ἐμὸς ἀντιφερίζων

Ζῳδιακῆς ἀέκοντα μεταστήσειε κελεύθου·

 290ἡμετέρους δὲ δράκοντας Ὄφις φρίξειεν Ἁμάξης ...

ἀστεροπαῖς ὀλίγαις κεκορυθμένος· ἀλλὰ θαλάσσης

κύματα λυσσήεντα, λόφοι χθονός, ἄγκεα νήσων

φάσγανά μοι γεγάασι, καὶ ἀσπίδες εἰσὶ κολῶναι,

καὶ σκόπελοι θώρηκες ἀαγέες, ἔγχεα πέτραι,

 295καὶ ποταμοὶ σβεστῆρες ἀκιδνοτάτοιο κεραυνοῦ.

δεσμοὺς δ' Ἰαπετοῖο Ποσειδάωνι φυλάσσω,

ἀμφὶ δὲ Καύκασον ἄκρον ἐύπτερος ἄλλος ἀρείων

αἰετὸς αἱμάξειε παλιμφυὲς ἧπαρ ἀμύσσων

Ἡφαίστου πυρόεντος, ἐπεὶ πυρὸς εἵνεκα κάμνει

 300ἥπατος αὐτοφύτοιο χαρασσομένοιο Προμηθεύς·

υἱάσι δ' ἀντικέλευθον ἔχων τύπον Ἰφιμεδείης

κρύψω ἀλυκτοπέδῃσι περίπλοκον υἱέα Μαίης

χαλκέῳ ἐν κεράμῳ πεφυλαγμένον, ὄφρα τις εἴπῃ·

'λύσας δεσμὸν Ἄρηος ἐκεύθετο δέσμιος Ἑρμῆς.'

 305λυσαμένη δ' ἄψαυστον ἑῆς σφρηγῖδα κορείης

Ἄρτεμις Ὠρίωνος ἀναγκαίη δάμαρ ἔστω,

καὶ Τιτυῷ πετάσειε παλαίτερα φάρεα Λητώ,

εἰς γάμον ἑλκομένη βεβιημένον· ἀνδροφόνον δὲ

ῥωγαλέων σακέων γυμνούμενον Ἄρεα δήσας

 310κοίρανον ὑσμίνης ληΐσσομαι, ἀντὶ φονῆος

μείλιχον, ὀψιγάμῳ δὲ συναπτομένην Ἐφιάλτῃ

Παλλάδα ληιδίην νυμφεύσομαι, ὄφρα νοήσω

Ἄρεα θητεύοντα καὶ ὠδίνουσαν Ἀθήνην.

καὶ μογεροῖς ὤμοισι παλινδίνητον ἀείρων

 315οὐρανὸν Ἀτλάντειον ἐλαφρίζειε Κρονίων

ὄρθιος, ἡμετέρων δὲ γάμων ὑμέναιον ἀκούσῃ

ζῆλον ὑποκλέπτων, ὅτε νυμφίος ἔσσομαι Ἥρης.

οὐ μὲν ἐγὼ δαΐδων ἐπιδεύομαι· αὐτόματος δὲ

δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας, ἀντὶ δὲ πεύκης

 320αὐτὸς ἐμοὶ Φαέθων ἰδίης φλογὸς ἁψάμενος πῦρ

νυμφιδίην τανύσειε Τυφωέι δούλιον αἴγλην,

καὶ γαμίους σπινθῆρας ἐπαιθύσσοντες Ὀλύμπῳ

ἀστέρες ἀστράψειαν ἐμῶν λαμπτῆρες Ἐρώτων,

ἀστέρες ἕσπερα λύχνα· σὺν εὐθαλάμῳ δ' Ἀφροδίτῃ

 325εὐνέτις Ἐνδυμίωνος ἐμὴ θεράπαινα Σελήνη

δέμνιά μοι στορέσειε· καὶ εἰ χρέος ἐστὶ λοετρῶν,

λούσομαι ἀστερόεντος ἐν ὕδασιν Ἠριδανοῖο.

ἀλλὰ Διὸς μετὰ λέκτρα Τυφωέι, κυκλάδες Ὧραι,

πήξατε παστὸν Ἔρωτος· ἀπ' Ὠκεανοῦ δὲ καὶ αὐταί,

 330Λητώ, Ἀθηναίη, Παφίη, Χάρις, Ἄρτεμις, Ἥβη,

νυμφοκόμῳ Τυφῶνι κομίσσατε σύγγονον ὕδωρ·

καὶ γαμίοις πλήκτροισιν ἐμῆς παρὰ δαῖτα τραπέζης

ἀντὶ Διὸς μέλψειε Τυφωέα λάτρις Ἀπόλλων.

οὐ ξείνου δαπέδοιο φέρω πόθον· ἡμέτερον γὰρ

 335Οὐρανὸν ἀστερόνωτον ἀδελφεὸν ἡνιοχεύσω,

οὐρανὸν οἶκον ἔχων μητρώιον, υἱέα γαίης.

καὶ Κρόνον ὠμηστῆρα τὸ δεύτερον εἰς φάος ἕλκων

γνωτὸν ἐμὸν συνάεθλον ἀπὸ χθονίοιο βερέθρου

λύσω δεσμὰ βίαια, παλιννόστους δὲ τελέσσω

 340αἰθερίους Τιτῆνας, ὁμωροφίους δὲ κομίσσω

Γηγενέας Κύκλωπας ἐς οὐρανόν, ἄλλα δὲ τεύξω

ὅπλα πυρός· πολέων γὰρ ἐμοὶ χρέος ἐστὶ κεραυνῶν,

ὅττι διηκοσίῃσι, καὶ οὐ διδύμαις πολεμίζω

χερσὶν ἐγὼ Κρονίδῃ πανομοίιος· ἀντιτύπους δὲ

 345κρέσσονας ὀψιγόνους πολυφεγγέι μείζονι πυρσῷ

ἀστεροπὰς ἑτέρας χαλκεύσομαι, εὐρύτερον δὲ

ὄγδοον οὐρανὸν ἄλλον ὑπέρτερον ὑψόθι τεύξω

ἄστρασι φαιδροτέροισι κεκασμένον· οὐ δύναται γὰρ

ἀγχιφανὴς πόλος οὗτος ὅλον Τυφῶνα καλύψαι.

 350καὶ μετὰ θήλεα τέκνα καὶ ἀρσενόπαιδα γενέθλην

πουλυτόκου Κρονίδαο πολυσπερὲς ἄλλο φυτεύσω

αἷμα νέον μακάρων πολυαύχενον· οὐ χορὸν ἄστρων

λείψω νόσφι γάμων ἀχρήιον, ἀλλὰ συνάψω

ἄρσενι θηλυτέρην, ἵνα δούλια τέκνα λοχεύσῃ

 355Παρθενικὴ πτερόεσσα παρευνηθεῖσα Βοώτῃ.

- εἶπεν ὁμοκλήσας· Κρονίδης δ' ἐγέλασσεν ἀκούων.

καὶ μόθος ἀμφοτέροισιν ἐπέβρεμεν· ἦν δὲ κυδοιμοῦ

πομπὸς Ἔρις Τυφῶνι, Διὸς δ' ἡγήσατο Νίκη

εἰς μόθον. οὐ βοέης ἀγέλης χάριν, οὐ περὶ ποίμνης

 360ἦεν ἀγών, οὐ νεῖκος ἔην ἐπὶ κάλλεϊ νύμφης,

οὐ κλόνος ἀμφὶ πόληος ὀλίζονος· ἀλλ' ὑπὲρ αὐτοῦ

αἰθέρος ἵστατο δῆρις, ἔην δ' ἐνὶ γούνασι Νίκης

σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηϊοτῆτος.

- Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων

 365αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς,

καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας

εἶχε Γιγαντείων βελέων σκέπας· οὐδὲ Τυφωεὺς

ἄψοφος ἦν· κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι

αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπῳ,

 370συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί.

καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς

φραξάμενος σκοπέλῳ σκόπελον μέγαν, εἰσόκε πυκναὶ

ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι,

καὶ πέτρην προθέλυμνον ἐπασσυτέρῃ θέτο πέτρῃ·

 375ἦν δὲ κορυσσομένης στρατιῆς τύπος· ἀγχιφανὴς γὰρ

ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δ' αὐχήν,

ὑψινεφὴς δ' ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών·

καὶ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι

αἰπυλόφῳ πρηῶνι καλυπτομένων κεφαλάων.

 380μαρναμένου δὲ Γίγαντος ἔην πολυδειράδι μορφῇ

ἓν δέμας, ἀλλὰ φάλαγγες ἀπείρονες, αἱ μὲν ἀγοστῶν,

αἱ δὲ λεοντείων γενύων εὐθηγέες αἰχμαί,

ἄλλαι ἐχιδναίων πλοκάμων ἐπιβήτορες ἄστρων.

δένδρεα δ' ἐπτύσσοντο Τυφαονίων ἀπὸ χειρῶν

 385σειόμενα Κρονίδαο καταντίον ἄλλα τε γαίης

ἔρνεα καλλιπέτηλα, τά περ βεβριθότα παλμῷ

Ζεὺς ἀέκων ἀμάθυνεν ἑνὶ σπινθῆρι κεραυνοῦ·

πολλὴ μὲν πτελέη σὺν ὁμήλικι ῥίπτετο πεύκῃ

καὶ πλάτανος περίμετρος, ἀκοντίζοντο δὲ λεῦκαι

 390ἄντα Διός· πολλὴ δὲ λαγὼν ἐρρήγνυτο γαίης.

- πᾶσα δὲ τετράπλευρος ἴτυς στυφελίζετο κόσμου,

καὶ πίσυρες Κρονίωνι συναιχμάζοντες ἀῆται

ἠερίην σκοτόεσσαν ἐπυργώσαντο κονίην

κύματα κυρτώσαντες· ἱμασσομένης δὲ θαλάσσης

 395Σικελίη δεδόνητο, Πελωρίδες ἔβρεμον ὄχθαι

Αἰτναῖοί τε τένοντες, ἐμυκήσαντο δὲ πέτραι

μάντιες ἐσσομένων Λιλυβηΐδες, ἔκτυπε δ' ἀκτὴ

ἑσπέριον παρὰ χεῦμα Παχυνιάς· ἐγγύθι δ' ἄρκτου

ἀμφὶ νάπην Θρήισσαν Ἀθωιὰς ἔκλαγε Νύμφη,

 400Πιερικῷ δὲ τένοντι Μακηδονὶς ἴαχεν ὕλη·

ἀντολίης δὲ θέμεθλα τινάσσετο, δενδροκόμοι δὲ

Ἀσσυρίου Λιβάνοιο θυώδεες ἔκτυπον αὐλαί.

- καὶ Διὸς ἀκαμάτοιο καταιχμάζοντα κεραυνοῦ

ῥίπτετο πολλὰ βέλεμνα Τυφαονίων ἀπὸ χειρῶν·

 405καὶ τὰ μὲν ἀίσσοντα Σεληναίῳ παρὰ δίφρῳ

ἀσταθέων ἀχάρακτα κατέγραφον ἰσχία ταύρων,

ἄλλα δὲ δινηθέντα δι' ἠέρος ὀξέι ῥοίζῳ

ἄσθμασιν ἀντιπόροισι μετερρίπιζον ἀῆται·

καὶ Διὸς ἀψαύστοιο παραπλαγχθέντα κεραυνοῦ

 410πολλὰ Ποσειδάωνος ἐδέξατο τερπομένη χείρ,

γειοτόμου γλωχῖνος ἀφειδήσασα τριαίνης·

ὑγροβαφῆ δὲ βέλεμνα παρὰ Κρονίης πόρον ἅλμης

Ζηνὶ φέρων ἀνάθημα γέρων ἱδρύσατο Νηρεύς.

- καὶ βλοσυροὺς δύο παῖδας Ἐνυαλίοιο κορύσσας

 415εἶχε Φόβον καὶ Δεῖμον ὀπάονα πατροπάτωρ Ζεὺς

αἰθέρος ἀσπιστῆρας ὁμήλυδας, ἀστεροπῇ δὲ

στῆσε Φόβον, καὶ Δεῖμον ἐπεστήριξε κεραυνῷ

δεῖμα φέρων Τυφῶνι· καὶ ἀσπίδα κούφισε Νίκη

πρόσθε Διὸς τανύουσα, καὶ ἀντιάχησεν Ἐνυώ,

 420Ἄρης δ' ἐσμαράγησεν. ἐπαιγίζων δὲ θυέλλαις

ἠερόθεν πεφόρητο μετάρσιος αἰγίοχος Ζεύς,

ἑζόμενος πτερόεντι Χρόνου τετράζυγι δίφρῳ·

ἵπποι δὲ Κρονίωνος ὁμόζυγες ἦσαν ἀῆται.

καὶ πῇ μὲν στεροπῇσι κορύσσετο, πῇ δὲ κεραυνῷ,

 425ἄλλοτε δὲ βροντῇσιν ἐπέχραεν, ἄλλοτε δ' ὄμβρῳ,

πηγνυμένης προχέων πετρούμενα νῶτα χαλάζης

ὀμβρηροῖς βελέεσσι· Γιγαντείοισι δὲ πυκνοὶ

κίονες ὑδατόεντες ἐπερρήγνυντο καρήνοις

ὀξυβελεῖς, παλάμαι δὲ Τυφωέος, οἷα μαχαίρῃ,

 430ἠερίῳ τέμνοντο χαλαζήεντι βελέμνῳ·

καὶ παλάμη κεκόνιστο, καὶ οὐ μεθέηκε κολώνην,

ἀλλὰ νιφοβλήτοιο τομῇ πληγεῖσα χαλάζης

μάρνατο καὶ πίπτουσα, διαΐσσουσα δὲ γαίης

ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χείρ,

 435οἷα βαλεῖν ἐθέλουσα καὶ εἰσέτι κύκλον Ὀλύμπου.

καὶ πρόμος οὐρανίων πυρόεν βέλος ὑψόθι σείων

δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων

ὑψιφανὴς πολέμιζεν· ἐς ὑδροπόρους δὲ χαράδρας

ὦρτο Γίγας πολύπηχυς, ἐπασσυτέρῳ δὲ συνάψας

 440αὐτομάτῳ σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῷ

κοιλαίνων παλάμας πολυχανδέας, ᾗσιν ἀείρων

μεσσόθι χειμερίων ποταμῶν ὀρεσίδρομον ὕδωρ,

χερσὶ βαθυνομέναις μεμερισμένα χεύματα πέμπων,

ἀστεροπῇ προέηκε· χαραδραίῳ δὲ ῥεέθρῳ

 445βαλλομένη σελάγιζε δι' ὕδατος αἰθερίη φλὸξ

λαβροτέρῳ σπινθῆρι, καὶ ἔζεσε δίψιον ὕδωρ

αἰθαλόεν, διερὴ δὲ φύσις τερσαίνετο πυρσῷ·

σβέσσαι γὰρ μενέαινε Γίγας θρασὺς αἰθέριον πῦρ,

νήπιος· οὐδὲ νόησε, πυραυγέες ὅττι κεραυνοὶ

 450καὶ στεροπαὶ γεγάασιν ἀπ' ὀμβροτόκων νεφελάων.

- καὶ πάλιν ἰθυτμῆτας ἑλὼν σπήλυγγας ἐναύλων

στέρνα Διὸς μενέαινε βαλεῖν ἄτρωτα σιδήρῳ,

καὶ σκοπιὴ Διὸς ἄντα τιταίνετο· χείλεϊ δ' ἄκρῳ

Ζεὺς ὀλίγον φύσησε, καὶ ὑψίκρημνον ἐοῦσαν

 455λεπταλέον φύσημα παρέτραπε κυκλάδα πέτρην.

χειρὶ δὲ δινήεντα λόφον νησαῖον ἀράξας

εἰς ἐνοπὴν πολύδινος ἀνῃώρητο Τυφωεύς,

καὶ Διὸς ἀρρήκτοιο κατηκόντιζε προσώπου·

ἀλλ' ὁ μὲν ἀντικέλευθον ἀλεύατο μάρμαρον αἰχμὴν

 460κρᾶτα παρακλίνας, στεροπῆς δ' ἐτύχησε Τυφωεὺς

θερμὸν ἀμειβομένης ἕλικα δρόμον, αἶψα δὲ πέτρη

ἀκροφαληριόωσα μελαίνετο μάρτυρι καπνῷ.

καὶ τριτάτην προΐαλλεν· ἐπεσσυμένην δὲ Κρονίων

πεπταμένης παλάμης μεσάτῳ νωμήτορι καρπῷ,

 465σφαῖραν ἅτε θρῴσκουσαν, ἀτέρμονι χειρὶ πατάξας

πέμπε πάλιν Τυφῶνι· μεταστρεφθεῖσα δὲ πολλῇ

ἠερίῃ στροφάλιγγι παλιννόστοιο πορείης

αὐτομάτη τόξευεν ὀιστευτῆρα κολώνη.

τέτρατον ἠκόντιζεν ὑπέρτερον· ἁψαμένη δὲ

 470αἰγίδος ἀκροτάτων θυσάνων ἐδιχάζετο πέτρη.

ἄλλην δὲ προέηκεν· ἀελλήεσσα δὲ πέτρη

ἡμιδαὴς σελάγιζεν ὀιστευθεῖσα κεραυνῷ.

οὐ σκοπιαὶ νέφος ὑγρὸν ἀνέσχισαν, ἀλλὰ τυπεῖσαι

ὑδρηλαῖς νεφέλῃσι διερρήγνυντο κολῶναι.

 475- ξυνὴ δ' ἀμφοτέροισιν ἰσόρροπος ἦεν ἐνυὼ

καὶ Διὶ καὶ Τυφῶνι· πολυφλοίσβῳ δὲ βελέμνῳ

αἰθέρος ὀρχηστῆρες ἐβακχεύοντο κεραυνοί.

μάρνατο δὲ Κρονίδης κεκορυθμένος· ἐν δὲ κυδοιμῷ

βροντὴν μὲν σάκος εἶχε, νέφος δέ οἱ ἔπλετο θώρηξ,

 480καὶ στεροπὴν δόρυ πάλλε, Διιπετέες δὲ κεραυνοὶ

ἠερόθεν πέμποντο πυριγλώχινες ὀιστοί.

ἤδη γὰρ περίφοιτος ἀπὸ χθονίου κενεῶνος

ξηρὸς ἀερσιπότητος ἀνέδραμεν ἀτμὸς ἀρούρης,

καὶ νεφέλης ἔντοσθεν ἐελμένος αἴθοπι λαιμῷ

 485πνίγετο θερμαίνων νέφος ἔγκυον· ἀμφὶ δὲ καπνῷ

τριβομένων καναχηδὰ πυριτρεφέων νεφελάων

θλιβομένη πεφόρητο δυσέκβατος ἐνδόμυχος φλὸξ

διζομένη μέσον οἶμον, ἐπεὶ σέλας ὑψόθι βαίνειν

οὐ θέμις· ἀστεροπὴν γὰρ ἀναθρῴσκουσαν ἐρύκει

 490ὀμβρηρῇ ῥαθάμιγγι λελουμένος ἴκμιος ἀήρ,

πυκνώσας νέφος ὑγρὸν ὑπέρτερον· ἀζαλέου δὲ

νειόθεν οἰγομένοιο διέδραμεν ἁλλόμενον πῦρ.

ὡς λίθος ἀμφὶ λίθῳ φλογερὴν ὠδῖνα λοχεύων

λάινον ἠκόντιζε πολυθλιβὲς αὐτόγονον πῦρ,

 495πυρσογενὴς ὅτε θῆλυς ἀράσσεται ἄρσενι πέτρῳ·

οὕτω θλιβομένῃσιν ἀνάπτεται οὐρανίη φλὸξ

λίγνυϊ καὶ νεφέλῃσιν· ἀπὸ χθονίοιο δὲ καπνοῦ

λεπταλέου γεγαῶτος ἐμαιώθησαν ἀῆται.

ἄλλην δ' ἐξ ὑδάτων μετανάστιον ἀτμίδα γαίης

 500ἠέλιος φλογερῇσι βολαῖς ἀντωπὸν ἀμέλγων

τινθαλέῳ νοτέουσαν ἀνείρυσεν αἰθέρος ὁλκῷ·

ἡ δὲ παχυνομένη νεφέων ὤδινε καλύπτρην,

σεισαμένη δὲ πάχιστον ἀραιοτέρῳ δέμας ἀτμῷ,

ἂψ ἀναλυσαμένη μαλακὸν νέφος εἰς χύσιν ὄμβρου,

 505ὑδρηλὴν προτέρην μετεκίαθεν ἔμφυτον ὕλην.

τοῖος ἔφυ φλογόεις νεφέων τύπος, οἷσι καὶ αὐτοὶ

ἰσότυποι στεροπῇσι συνωδίνοντο κεραυνοί.

- Ζεὺς δὲ πατὴρ πολέμιζε· κατ' ἀντιβίοιο δὲ πέμπων

ἠθάδα πυρσὸν ἴαλλεν, ἀκοντιστῆρα Γιγάντων,

 510βάλλων ποικιλόφωνον ἀμετρήτων στίχα λαιμῶν

οὐρανίῳ πρηστῆρι· Διοβλήτου δὲ βελέμνου

ἓν σέλας ἔφλεγε χεῖρας ἀπείρονας, ἓν σέλας ὤμους

νηρίθμους ἀμάθυνε καὶ αἰόλα φῦλα δρακόντων,

καὶ κεφαλὰς ἐδάιξαν ἀτέρμονας αἰθέρος αἰχμαί,

 515καὶ πλοκάμους Τυφῶνος ἕλιξ ἀμάθυνε κομήτης

ἀντιπόρῳ σπινθῆρι δασύτριχα πυρσὸν ἰάλλων.

καὶ κεφαλαὶ σελάγιζον, ἀναπτομένων δὲ κομάων

βόστρυχα συρίζοντα κατεσφρηγίσσατο σιγὴ

οὐρανίῳ σπινθῆρι, μαραινομένων δὲ δρακόντων

 520ἰοβόλοι ῥαθάμιγγες ἐτερσαίνοντο γενείων.

μαρναμένου δὲ Γίγαντος ἐτεφρώθησαν ὀπωπαὶ

καπνῷ λιγνυόεντι, νιφοβλήτων δὲ προσώπων

χιονέαις λιβάδεσσιν ἐλευκαίνοντο παρειαί.

καὶ πισύρων ἀνέμων τετράζυγον εἶχεν ἀνάγκην·

 525εἰ γὰρ ἐς ἀντολίην σφαλερὰς ἐλέλιζεν ὀπωπάς,

ὑσμίνην φλογόεσσαν ἐδέχνυτο γείτονος Εὔρου·

εἰς κλίσιν εἰ σκοπίαζε δυσήνεμον Ἀρκάδος Ἄρκτου,

χειμερίου πρηστῆρος ἀθαλπέι βάλλετο πάχνῃ·

φεύγων ψυχρὸν ἄημα νιφοβλήτοιο Βορῆος

 530καὶ διερῷ δεδόνητο καὶ αἰθαλόεντι βελέμνῳ·

καὶ δύσιν εἰσορόων βλοσυρῆς ἀντώπιον Ἠοῦς

ἑσπερίην ἔφριξε θυελλήεσσαν ἐνυώ,

εἰαρινῆς ἀίων Ζεφυρηΐδος ἦχον ἱμάσθλης·

καὶ Νότος ἀμφὶ τένοντα μεσημβρινὸν Αἰγοκερῆος

 535ἄντυγας ἠερίας ἐπεμάστιε, θερμὸς ἀήτης,

φλογμὸν ἄγων Τυφῶνι πυραυγέι καύματος ἀτμῷ.

εἰ πάλιν ὄμβρον ἔχευε κατάρρυτον ὑέτιος Ζεύς,

λυσιπόνοις λιβάδεσσιν ὅλον χρόα λοῦσε Τυφωεὺς

θερμὰ καταψύχων κεκαφηότα γυῖα κεραυνῷ.

 540- καὶ κραναοῖς βελέεσσι χαλαζαίου νιφετοῖο

παιδὸς ἱμασσομένου τραφερὴ μαστίζετο μήτηρ·

δερκομένη δὲ Γίγαντος ἐπὶ χροῒ μάρτυρα Μοίρης

λάινα πηκτὰ βέλεμνα καὶ ὑδατόεσσαν ἀκωκὴν

Ἠέλιον Τιτῆνα κατηφέι λίσσετο φωνῇ,

 545ἓν φάος αἰτίζουσα θερείτατον, ὄφρα κε πυρσῷ

θερμοτέρῳ λύσειε Διὸς πετρούμενον ὕδωρ

νειφομένῳ Τυφῶνι χέων ἐμφύλιον αἴγλην·

καί οἱ ἱμασσομένῳ συνετήκετο· καιομένων δὲ

ἠλιβάτων ὁρόωσα πυριστεφὲς ἔθνος ἀγοστῶν

 550χειμερίην ἱκέτευε μολεῖν δυσπέμφελον αὔρην

εἰς μίαν ἠριγένειαν, ἵνα ψυχροῖσιν ἀήταις

διψαλέην Τυφῶνος ἀποσβέσσειεν ἀνάγκην.

- ἰσοτύπου δὲ τάλαντα μάχης ἔκλινε Κρονίων.

χειρὶ δὲ δενδρήεσσαν ἀπορρίψασα καλύπτρην

 555μήτηρ ἄχνυτο Γαῖα, Τυφαονίων κεφαλάων

καπνὸν ὀπιπεύουσα· μαραινομένων δὲ προσώπων

Γηγενέος λύτο γοῦνα· προθεσπίζουσα δὲ νίκην

βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ·

ἤριπε δ' οὐρανίῳ μεθύων φλογόεντι βελέμνῳ

 560ὠτειλὴν ἀσίδηρον ἔχων πολέμοιο Τυφωεὺς

ὑψιτενής, καὶ νῶτα βαλὼν ἐπὶ μητέρι Γαίῃ

κεῖτο περιστορέσας ὀφιώδεα γυῖα κονίῃ,

πυρσὸν ἀναβλύζων. Κρονίδης δ' ἐρέθιζε γελάσσας,

τοῖον ἔπος προχέων φιλοπαίγμονος ἀνθερεῶνος·

 565- καλὸν ἀοσσητῆρα γέρων Κρόνος εὗρε, Τυφωεῦ·

Χθὼν μόγις υἷα λόχευσε μετὰ κλόνον Ἰαπετοῖο·

ἡδὺς ὁ Τιτήνων τιμήορος· ὡς ὁρόω δέ,

ἀδρανέες γεγάασι τάχα Κρονίδαο κεραυνοί.

δηθύνεις τέο μέχρις ἀνέμβατον αἰθέρα ναίειν,

 570ψευδόμενε σκηπτοῦχε; μένει δέ σε θῶκος Ὀλύμπου·

σκῆπτρα Διὸς καὶ πέπλα θεημάχε δέξο Τυφωεῦ,

Ἀστραῖον δὲ κόμισσον ἐς οὐρανόν· ἢν δ' ἐθελήσῃς,

αἰθέρι νοστήσειε καὶ Εὐρυνόμη καὶ Ὀφίων

καὶ Κρόνος ἀμφοτέροισιν ὁμόστολος· ἐρχομένῳ δὲ

 575σὺν σοὶ ποικιλόνωτον ἐς ὑψιπόρων ἴτυν ἄστρων

δεσμὰ φυγὼν δολόμητις ὁμαρτήσειε Προμηθεύς,

ἥπατος ἡβώοντος ἀφειδέα δαιτυμονῆα

οὐρανίης θρασὺν ὄρνιν ἔχων πομπῆα κελεύθου.

τί πλέον ἤθελες ἄλλο μετὰ κλόνον ἠὲ νοῆσαι

 580Ζῆνα καὶ Ἐννοσίγαιον ὀπάονα σεῖο θοώκων;

Ζῆνα μὲν ἀδρανέοντα καὶ οὐ σκηπτοῦχον Ὀλύμπου,

βροντῆς καὶ νεφέων γυμνούμενον, ἀστεροπῆς δὲ

ἀντὶ πυρὸς ζαθέοιο καὶ ἠθάδος ἀντὶ κεραυνοῦ

δαλὸν ἀερτάζοντα Τυφαονίῳ παρὰ παστῷ,

 585ληιδίης ἀλόχοιο τεῆς θαλαμηπόλον Ἥρης

ὀφθαλμῷ κοτέοντι τεῶν ζηλήμονα λέκτρων·

σύζυγα δ' Ἐννοσίγαιον ἀποζευχθέντα θαλάσσης

ὑμετέρῃ μετὰ πόντον ὑποδρήσσοντα τραπέζῃ,

διψάδι χειρὶ φέροντα τεὸν δέπας ἀντὶ τριαίνης.

 590Ἄρεα λάτριν ἔχεις, θεράπων τεός ἐστιν Ἀπόλλων·

πέμπε δὲ Τιτήνεσσι διάκτορον υἱέα Μαίης

σὸν κράτος ἀγγέλλοντα καὶ οὐρανίην σέο φύτλην·

ἐργατίνην δ' Ἥφαιστον ἐθήμονι κάλλιπε Λήμνῳ,

ὄφρα κεν ἀσκήσειε νεοζεύκτῳ σέο νύμφῃ

 595ποικίλον αὐχένος ὅρμον ἐύχροον ἤνοπι κόσμῳ,

ἠὲ πεδοστιβέων ἀμαρύγματα φαιδρὰ πεδίλων,

οἷσι τεὴ παράκοιτις ἀγάλλεται, ἠὲ τελέσσῃ

χρυσοφαῆ θρόνον ἄλλον Ὀλύμπιον, ὄφρα γελάσσῃ

κρέσσονα θῶκον ἔχουσα τεὴ χρυσόθρονος Ἥρη·

 600καὶ χθονίους Κύκλωπας ἔχων ναετῆρας Ὀλύμπου

τεῦξον ἀρειοτέροιο νέον σπινθῆρα κεραυνοῦ.

ἀλλὰ δόλῳ θέλξαντα τεὸν νόον ἐλπίδι νίκης

χρυσῷ δῆσον Ἔρωτα μετὰ χρυσῆς Ἀφροδίτης·

χαλκῷ σφίγξον Ἄρηα κυβερνητῆρα σιδήρου.

 605ἀστεροπαὶ φεύγουσι καὶ οὐ μίμνουσιν ἐνυώ·

πῶς στεροπῆς ὀλίγης οὐκ ἔκφυγες ἀπτόλεμον πῦρ;

ἢ πόθεν οὔασι σοῖσιν ἀμετρήτοισιν ἀκούων

βρονταίην ἐλάχειαν ἐδείδιες ὄμβριον ἠχώ;

τίς σε τόσον ποίησεν ἀνάλκιδα; πῇ σέθεν αἰχμαί;

 610πῇ κεφαλαὶ σκυλάκων; πῇ χάσματα κεῖνα λεόντων

καὶ χθόνιον μύκημα βαρυφθόγγων σέο λαιμῶν;

πῇ δὲ δρακοντείης δολιχόσκιος ἰὸς ἐθείρης;

οὐκέτι συρίζεις ὀφιώδεϊ κυκλάδι χαίτῃ.

πῇ βοέων στομάτων μυκήματα; πῇ σέο χειρῶν

 615ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί;

οὐκέτι μαστίζεις ἑλικώδεας ἄντυγας ἄστρων;

οὐκέτι λευκαίνουσι συῶν προβλῆτες ἀκωκαὶ

ἀφροκόμῳ ῥαθάμιγγι διάβροχον ἀνθερεῶνα.

πῇ μοι φρικτὰ γένεια σεσηρότα λυσσάδος ἄρκτου;

 620εἶξον ἐπουρανίοισι, πεδοτρεφές· ὑμετέρων γὰρ

χειρὶ μιῇ νίκησα διηκοσίων στίχα χειρῶν.

ἀλλὰ βαθυκρήμνοισι περισφίγγουσα κολώναις

Σικελίη τρικάρηνος ὅλον Τυφῶνα δεχέσθω

οἰκτρὰ κονιομένοις ἑκατὸν κομόωντα καρήνοις.

 625ἔμπης, εἰ νόον ἔσχες ὑπέρβιον, εἰ δὲ καὶ αὐτῷ

ἐλπίσιν ἀπρήκτοισιν ἐπεσκίρτησας Ὀλύμπῳ,

τεύξω σοι, πανάποτμε, κενήριον, ὑστάτιον δὲ

σὸν κενεὸν παρὰ τύμβον, ἀτάσθαλε, τοῦτο χαράξω·

'Γηγενέος τόδε σῆμα Τυφωέος, ὅν ποτε πέτροις

 630αἰθέρα μαστίζοντα κατέφλεγεν αἰθέριον πῦρ.'

- ἔννεπε κερτομέων νέκυν ἔμπνοον, υἱὸν ἀρούρης.

καὶ Διὶ παμμεδέοντι χέων ἐπινίκιον ἠχὼ

λαϊνέῃ σάλπιγγι Κίλιξ μυκήσατο Ταῦρος,

ὑδρηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Κύδνος

 635Ζηνὸς ἀνευάζων διερῷ βρυχήματι νίκην,

μεσσοφανὴς προχέων ναέτην ῥόον ἥλικι Ταρσῷ.

Γαῖα δὲ πετρήεντα διαρρήξασα χιτῶνα

ἄχνυτο κεκλιμένη, καὶ πενθάδος ἀντὶ μαχαίρης

κοπτομένην ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην,

 640βόστρυχον ὑλήεντος ἀποτμήξασα καρήνου

φυλλοχόῳ ἅτε μηνί, χαραδραίας δὲ παρειὰς

δρύψατο, καὶ κελαδεινὰ δι' εὐύδρων κενεώνων

ἔρρεε μυρομένης ποταμήια δάκρυα Γαίης.

ἐκ δὲ Τυφαονίων μελέων στροφάλιγγες ἀέλλης

 645κύματα μαστίζουσιν, ἐπεσσύμεναι δὲ καλύψαι

ὁλκάδας ἀκλύστοιο καθιππεύουσι γαλήνης,

οὐ μούνοις ῥοθίοισιν ἐπήλυδες· ἀλλ' ἐνὶ γαίῃ

πολλάκις αἰθύσσουσα θυελλήεσσα κονίη

ὄρθιον ἡβώοντα κατέκλυσε καρπὸν ἀλωῆς.

 650- καὶ ταμίη κόσμοιο, παλιγγενέος Φύσις ὕλης,

ῥηγνυμένης κενεῶνα κεχηνότα πῆξεν ἀρούρης,

νησαίους δὲ τένοντας ἀποτμηγέντας ἐναύλων

ἁρμονίης ἀλύτοιο πάλιν σφρηγίσσατο δεσμῷ.

οὐκέτι δὲ κλόνος ἦεν ἐν ἄστρασιν· Ἠέλιος γὰρ

 655χαιτήεντα Λέοντα παρὰ σταχυώδεϊ Κούρῃ

Ζῳδιακῆς ἔστησε παραΐξαντα κελεύθου·

οὐρανίου δὲ Λέοντος ἐπισκαίροντα προσώπῳ

Καρκίνον ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος

ἂψ ἀνασειράζουσα διεστήριξε Σελήνη.

 660- οὐ μὲν ἀοιδοπόλοιο λελασμένος ἔπλετο Κάδμου

Ζεὺς Κρονίδης, καλέσας δὲ τόσην ἐφθέγξατο φωνὴν

ἠερίης σκιοειδὲς ἀποσκεδάσας νέφος ὄρφνης·

- Κάδμε, τεῇ σύριγγι πύλας ἔστεψας Ὀλύμπου·

σὸν γάμον οὐρανίῃ καὶ ἐγὼ Φόρμιγγι γεραίρω·

 665γαμβρὸν ἐγὼ τελέσω σε καὶ Ἄρεϊ καὶ Κυθερείῃ,

καὶ χθονίου δείπνοιο θεοὺς ἔχε δαιτυμονῆας.

ἵξομαι εἰς σέο δῶμα· τί φίλτερον ἄλλο νοήσεις

ἢ μακάρων βασιλῆα τεῆς ψαύοντα τραπέζης;

εἰ δὲ τύχης ἐθέλεις ἑτερότροπα κύματα φεύγειν

 670πορθμεύων βιότοιο γαληναίοιο πορείην,

Ἄρεα μὲν Διρκαῖον ἀεὶ πεφύλαξο χαλέψαι,

Ἄρεα νόσφι χόλου κεχολωμένον· ἐννύχιος δὲ

οὐρανίοιο Δράκοντος ἐναντίον ὄμμα τιτήνας

ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην,

 675κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων

Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην,

ὄφρα φύγῃς, ὅσα πικρὰ τεῷ πεπρωμένα πότμῳ

Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης,

εἰ λίνα Μοιράων ἐπιπείθεται. ἀλλὰ τοκῆος

 680μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ

ἀμφὶ κασιγνήτων μὴ δείδιθι· κεκριμένοι γὰρ

πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς

νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων,

καὶ Θάσος ἐς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου

 685δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει,

Θρηικίην δ' ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς·

τὸν μὲν ἐγὼ κομόωντα βαθυπλούτοισι μετάλλοις

γαμβρὸν ἐς Ὠρείθυιαν ἄγω καὶ Θρῇκα Βορῆα,

νυμφίον ὀμφήεντα φιλοστεφάνου Κλεοπάτρης.

 690καὶ σὺ κασιγνήτων ἰσοελκέι νήματι Μοίρης

Καδμείων βασίλευε καὶ οὔνομα λεῖπε πολίταις·

πλαγκτοσύνης δ' ἀπόειπε παλίμπορα κύκλα κελεύθου,

καὶ βοὸς ἄστατον ἴχνος ἀναίνεο· Κυπριδίῳ γὰρ

σύγγονον ὑμετέρην ζυγίῳ νυμφεύσατο θεσμῷ

 695Ἀστερίων Δικταῖος ἄναξ Κορυβαντίδος Ἴδης.

καὶ τὰ μὲν αὐτὸς ἐγὼ μαντεύσομαι, ἄλλα δὲ Φοίβῳ

καλλείψω· σὺ δέ, Κάδμε, μεσόμφαλον ἄξονα βαίνων

Δελφίδος αὐδήεντα μετέρχεο τέμπεα Πυθοῦς.

- ὣς εἰπὼν ἀπέπεμπεν Ἀγηνορίδην μετανάστην

 700Ζεὺς Κρονίδης· καὶ κραιπνὸς ἐς αἰθερίων ἴτυν ἄστρων

χρύσεον ἔτραπε δίφρον, ἐπεμβεβαυῖα δὲ Νίκη

ἤλασεν οὐρανίῃ πατρώιον ἵππον ἱμάσθλῃ.

καὶ θεὸς εἰς πόλον ἦλθε τὸ δεύτερον· ἐρχομένῳ δὲ

οὐρανίας πετάσαντο πύλας ὑψαύχενες Ὧραι,

 705αἰθέρα δ' ἐστέψαντο· παλιννόστῳ δ' ἐνὶ μορφῇ

σὺν Διὶ νικήσαντι θεοὶ νόστησαν Ὀλύμπῳ,

καὶ πτερόεν μίμημα μετηλλάξαντο προσώπου.

ἁβροχίτων δ' ἀσίδηρος ἐς οὐρανὸν ἦλθεν Ἀθήνη

Ἄρεϊ κῶμον ἄγουσα, μέλος δέ οἱ ἔπλεκε Νίκη·

 710καὶ Θέμις ὅπλα Γίγαντος ὀλωλότος ἄφρονι Γαίῃ

εἰς φόβον ἐσσομένων ἐπεδείκνυε, μητρὶ Γιγάντων,

ὑψιπαγῆ κρεμάσασα παρὰ προθύροισιν Ὀλύμπου.