3304 347 3 18 188 31 IV-III a. C. Commedia Menander Aspis Sandbach, F.H., Oxford, Clarendon Press, 1972. 69

MENANDER - Aspis - ΑΣΠΙΣ

[ΔΑΟΣ] [                     ] ἡμέραν ἄγω

ὦ τρόφιμε, τὴν νῦν, οὐδὲ διαλογίζομαι

παραπλήσι' ὡς τότ' ἤλπισ' ἐξορμώμεν[ος.

ὤιμην γὰρ εὐδο[ξο]ῦντα καὶ σωθέντα σε

   5ἀπὸ στρατείας ἐν βίωι τ' εὐσχήμονι

ἤδη τὸ λοιπὸν καταβιώσεσθαί τινι,

στρατηγὸν ἢ σύμβουλον ὠνομασμένον,

καὶ τὴν ἀδελφήν, ἧσπερ ἐξώρμας τότε

ἕνεκα, σεαυτοῦ νυμφίωι καταξίωι

  10συνοικιεῖν ποθεινὸν ἥκοντ' οἴκαδε,

ἐμοί τ' ἔσεσθαι τῶν μακρῶν πόνων τινὰ

ἀνάπαυσιν εἰς τὸ γῆρας εὐνοίας χάριν.

νῦν δὲ σὺ μὲν οἴχει παραλόγως τ' ἀνήρπασαι,

ἐγὼ δ' ὁ παιδαγωγός, ‹ὦ› Κλεόστρατε,

  15τὴν οὐχὶ σώσασάν σε τήνδ' ἐλήλυθα

ἀσπίδα κομίζων ὑπὸ δὲ σοῦ σεσωμένην

πολλάκις· ἀνὴρ γὰρ ἦσθα τὴν ψυχὴν μέγας,

εἰ καί τις ἄλλος.

ΣΜΙΚΡΙΝΗΣ    τῆς ἀνελπίστου τύχης,

ὦ Δᾶε.

(Δα)    δεινῆς.

(Σμ)    πῶς δ' ἀπώλετ', ἢ τίνι

  20τρόπωι;

(Δα)    στρατιώτηι, Σμικρίνη, σωτηρίας

ἔστ' ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δ' εὔπορον.

(Σμ) ὅμως διήγησαι τὸ πρᾶγμα Δᾶέ μοι.

(Δα) ποταμός τις ἐστὶ τῆς Λυκίας καλούμενος

Ξάνθος, πρὸς ὧι τότ' ἦμεν ἐπιεικῶς μάχαις

  25πολλαῖς διευτυχοῦντες, οἵ τε βάρβαροι

ἐπεφεύγεσαν τὸ πεδίον ἐκλελοιπότες.

ἦν δ' ὡς ἔοικε καὶ τὸ μὴ πάντ' εὐτυχεῖν

χρήσιμον· ὁ γὰρ πταίσας τι καὶ φυλάττεται.

ἡμᾶς δ' ἀτάκτους πρὸς τὸ μέλλον ἤγαγε

  30τὸ καταφρονεῖν· πολλοὶ γὰρ ἐκλελοιπότες

τὸν χάρακα τὰς κώμας ἐπόρθουν, τοὺς ἀγροὺς

ἔκοπτον, αἰχμάλωτ' ἐπώλουν, χρήματα

ἕκαστος εἶχε πόλλ' ἀπελθών.

Σμ    ὡς καλόν.

(Δα) [.......] ὁ τρόφιμος συναγαγὼν χρυσοῦς τινας

  35ἑξακοσί]ους, ποτήρι' ἐπιεικῶς συχνά,

τῶν τ' αἰχ]μαλώτων τοῦτον ὃν ὁρᾶις πλησίον

ὄχλον, ἀπο]πέμπει μ' εἰς Ῥόδον καί τωι ξένωι

φράζει κ]αταλιπεῖν ταῦτα πρός θ' αὑτὸν πάλιν

[...... ἀ]ναστρέφειν.

(Σμ)    τί οὖν δὴ γίνεται;

  40(Δα) ἐγὼ μὲν ἐξώρμων ἕωθεν, ἧι δ' ἐγὼ

ἀπῆιρον ἡμέραι λαθόντες τοὺς σκοποὺς

τοὺς ἡμετέρους οἱ βάρβαροι λόφον τινὰ

ἐπίπροσθ' ἔχοντες ἔμενον, αὐτομόλων τινῶν

πεπυσμένοι τὴν δύναμιν ἐσκεδασμένην·

  45ὡς δ' ἐγένεθ' ἑσπέρα κατὰ σκηνάς θ' ἅπαν

ἦν τὸ στρατόπεδον, ἔκ τε χώρας ἄφθονα

ἅπαντ' ἐχούσης, οἷον εἰκὸς γίνεται·

‹ἐ›βρύαζον οἱ πλεῖστοι.

(Σμ)    πονηρόν γε σφόδρα.

(Δα) ἄφνω γὰρ ἐπιπίπτουσιν αὐτοῖς μοι δοκεῖ.

  50(Σμ) [..].....[...]....υ̣σ̣.. φα..[..].[

(deest uersus unus)

[Δα] [                            ]εγω

[            ]τα περὶ μέσας δ' ἴσως

νύκτας φυλακ]ὴν τῶν χρημάτων ποούμενος

  55τῶν τ' ἀνδραποδίων περιπατῶν ἔμπροσθε τῆς

σκηνῆς ἀκούω θόρυβον οἰμωγὴν δρόμον

ὀδυρμόν, ἀνακαλοῦντας αὑτοὺς ὀνόματι,

ὧν καὶ τὸ πρᾶγμ' ἤκουον· εὐτυχῶς δέ τι

λοφίδιον ἦν ἐνταῦθ' ὀχυρόν· πρὸς τοῦτ' ἄνω

  60ἠθροιζόμεσθα πάντες, οἱ δ' ἐπέρρεον

ἱππεῖς ὑπασπισταὶ στρατιῶται τραύματα

ἔχοντες.

(Σμ)    ὡς ὤνησ' ἀποσταλεὶς τότε.

(Δα) αὐτοῦ δ' ἕωθεν χάρακα βαλόμενοί τινα

ἐμένομεν· οἱ δὲ τότε ‹δι›εσκεδασμένοι

  65ἐν ταῖς προνομαῖς αἷς εἶπον ἐπεγίνοντ' ἀεὶ

ἡμῖν, τετάρτηι δ' ἡμέραι προήγομεν

πάλιν, πυθόμενοι τοὺς Λυκίους εἰς τὰς ἄνω

κώμας ἄγειν οὓς ἔλαβον.

(Σμ)    ἐν δὲ τοῖς νεκροῖς

πεπτωκότ' εἶδες τοῦτον;

(Δα)    αὐτὸν μὲν σαφῶς

  70οὐκ ἦν ἐπιγνῶναι· τετάρτην ἡμέραν

ἐρριμμένοι γὰρ ἦσαν ἐξωιδηκότες

τὰ πρόσωπα.

(Σμ)    πῶς οὖν οἶσθα;

(Δα)    ἔχων τὴν ἀσπίδα

ἔκειτο· συντετριμμένην δέ μοι δοκεῖ

οὐκ ἔλαβεν αὐτὴν οὐδὲ εἷς τῶν βαρβάρων.

  75ὁ δ' ἡγεμὼν ἡμῶν ὁ χρηστὸς καθ' ἕνα μὲν

κάειν ἐκώλυσεν διατριβὴν ἐσομένην

ὁρῶν ἑκάστοις ὀστολογῆσαι, συναγαγὼν

πάντας δ' ἀθρόους ἔκαυσε, καὶ σπουδῆι πάνυ

θάψας ἀνέζευξ' εὐθύς· ἡμεῖς τ' εἰς Ῥόδον

  80διεπίπτομεν τὸ πρῶτον, εἶτ' ἐκεῖ τινας

μείναντες ἡμέρας ἐπλέομεν ἐνθάδε.

ἀκήκοάς μου πάντα.

(Σμ)    χρυσοῦς φὴις ἄγειν

ἑξακοσίους;

(Δα)    ἔγωγε.

(Σμ)    καὶ ποτήρια;

(Δα) ὁλκὴν ἴσως μνῶν τετταράκοντ', οὐ πλείονος,

  85κληρονόμε.

(Σμ)    πῶς; οἴει ‹μ'› ἐρωτᾶν, εἰπέ μοι,

διὰ τοῦτ'; Ἄπολλον. τἆλλα δ' ἡρπάσθη;

(Δα)    σχεδὸν

τὰ πλεῖστα, πλὴν ὧν ἔλαβον ἐξ ἀρχῆς ἐγώ.

ἱμάτι' ἔνεστ' ἐνταῦθα, χλαμύδες· τουτονὶ

τὸν ὄχλον ὁρᾶις οἰκεῖον.

‹Σμ›    οὐθέν μοι μέλει

  90τούτων· ἐκεῖνος ὤφελε ζῆν.

(Δα)    ὤφελε.

παράγωμεν εἴσω τὸν ταλαίπωρον λόγον

ἀπαγγελοῦντες τοῦτον οἷς ἥκιστα χρῆν.

(Σμ) εἶτ' ἐντυχεῖν βουλήσομαί τι Δᾶέ σοι

κατὰ σχολήν· νυνὶ δὲ καὐτός μοι δοκῶ

  95εἴσω παριέναι σκεψόμενος τίν' ἂν τρόπον

τούτοις προσενεχθείη τις ἡμερώτατα.

ΘΕΟΣ ΤΥΧΗ

ἀλλ' εἰ μὲν ἦν τούτοις τι γεγονὸς δυσχερές,

θεὸν οὖσαν οὐκ ἦν εἰκὸς ἀκολουθεῖν ἐμέ.

νῦν δ' ἀγνοοῦσι καὶ πλανῶνται· τοῦτο δὲ

 100[                   ε]χων μαθήσεται

[..]ν....[.].[..].[

ξένος ἄλλος ὡς .[...]τοκα̣ι̣[

ἥ τ' ἐπίθεσις τῶν βαρβάρων[

ἐπέχων ἐσήμαιν', ἐξεβοήθου[ν

 105ὁπλιζόμενοι τὸ παρὸν ἕκαστος πλησίον.

οὕτως ὁ μὲν παρὰ τῶι τροφίμωι τούτου τότε

ὢν ἐξεβοήθει τήνδ' ἔχων τὴν ἀσπίδα

εὐθύς τε πίπτει· κειμένης δ' ἐν τοῖς νεκροῖς

τῆς ἀσπίδος τοῦ μειρακίου τ' ὠιδηκότος

 110οὗτος διημάρτηκεν· ὁ δὲ Κλεόστρατος

ἐκεῖθεν ἑτέροις ἐκβοηθήσας ὅπλοις

γέγον' αἰχμάλωτος, ζῆι δὲ καὶ σωθήσεται

ὅσον οὐδέπω. ταυτὶ μὲν οὖν μεμαθήκατε

ἱκανῶς. ὁ γέρων δ' ὁ πάντ' ἀνακρίνων ἀρτίως

 115γένει μὲν αὐτῶι θεῖός ἐστι πρὸς πατρός,

πονηρίαι δὲ πάντας ἀνθρώπους ὅλως

ὑπερπέπαικεν· οὗτος οὔτε συγγενῆ

οὔτε φίλον οἶδεν οὐδὲ τῶν ἐν τῶι βίωι

αἰσχρῶν πεφρόντικ' οὐδέν, ἀλλὰ βούλεται

 120ἔχειν ἅπαντα· τοῦτο γινώσκει μόνον,

καὶ ζῆι μονότροπος, γραῦν ἔχων διάκονον.

οὗ δ' εἰσελήλυθ' ὁ θεράπων ἐν γειτόνων

ἁδελφὸς οἰκεῖ τοῦδε τοῦ φιλαργύρου

νεώτερος, ταὐτὸν προσήκων κατὰ γένος

 125τῶι μειρακίωι, χρηστὸς δὲ τῶι τρόπωι πάνυ

καὶ πλούσιος, γυναῖκ' ἔχων καὶ παρθένου

μιᾶς πατὴρ ὤν· ὧι κατέλιπεν ἐκπλέων

ὁ μειρακίσκος τὴν ἀδελφήν· σύντροφοι

αὗται θ' ἑαυταῖς εἰσιν ἐκτεθραμμέναι.

 130ὢν δ', ὅπερ ὑπεῖπα, χρηστὸς οὗτος μακροτέραν

ὁρῶν ἐκείνωι τὴν ἀποδημίαν τά τε

οἰκεῖα μέτρια παντελῶς, τὴν παρθένον

αὐτὸς συνοικίζειν νεανίσκωι τινὶ

ἔμελλεν, ὑῶι τῆς γυναικὸς ἧς ἔχει,

 135ἐξ ἀνδρὸς ἑτέρου, προῖκά τ' ἐπεδίδου δύο

τάλαντα· καὶ ποιεῖν ἔμελλε τοὺς γάμους

νυνί. ταραχὴν δὲ τοῦτο πᾶσιν ἐμπεσὸν

τὸ νῦν παρέξει πρᾶγμα· τοὺς ἑξακοσίους

χρυσοῦς ἀκούσας οὑτοσὶ γὰρ ἀρτίως

 140ὁ πονηρός, οἰκέτας τε βαρβάρους ἰδών,

σκευοφόρα, παιδίσκας, ἐπικλήρου τῆς κόρης

οὔσης κρατεῖν βουλήσετ' αὐτός, τῶι χρόνωι

προέχων. μάτην δὲ πράγμαθ' αὑτῶι καὶ πόνους

πολλοὺς παρασχὼν γνωριμώτερόν τε τοῖς

 145πᾶσιν ποήσας αὑτὸν οἷός ἐστ' ἀνὴρ

ἐπάνεισιν ἐπὶ τἀρχαῖα. λοιπὸν τοὔνομα

τοὐμὸν φράσαι· τίς εἰμι, πάντων κυρία

τούτων βραβεῦσαι καὶ διοικῆσαι; Τύχη.

Σμ ἵνα μή τις εἴπηι μ' ὅτι φιλάργυρος σφόδρα,

 150οὐκ ἐξετάσας πόσον ἐστὶν ὃ φέρει χρυσίον

οὐδ' ὁπόσα τἀργυρώματ', οὐδ' ἀριθμὸν λαβὼν

οὐδενός, ἑτοίμως εἰσενεγκεῖν ἐνθάδε

εἴασα· βασκαίνειν γὰρ εἰώθασί με

ἐπὶ παντί· τὸ γὰρ ἀκριβὲς εὑρεθήσεται

 155ἕως ἂν οἱ φέροντες ὦσιν οἰκέται.

οἶμαι μὲν οὖν ἑκόντας αὐτοὺς τοῖς νόμοις

καὶ τοῖς δικαίοις ἐμμενεῖν· ἐὰν δὲ μή,

οὐθεὶς ἐπιτρέψει. τοὺς δὲ γινομένους γάμους

τούτους προειπεῖν βούλομ' αὐτοῖς μὴ ποεῖν.

 160ἴσως μὲν ἄτοπον καὶ λέγειν· οὐκ ἐν γάμοις

ἐστὶν γὰρ ἥκοντος τοιούτου νῦν λόγου.

ὅμως δὲ τὴν θύραν γε κόψας ἐκκαλῶ

τὸν Δᾶον· οὗτος γὰρ προσέξει μοι μόνος.

Δα πολλὴ μὲν ὑμῖν ταῦτα συγγνώμη ποεῖν,

 165ἐκ τῶν δ' ἐνόντων ὡς μάλιστα δεῖ φέρειν

ἀνθρωπίνως τὸ συμβεβηκός.

Σμ    πρός σ' ἐγὼ

πάρειμι, Δᾶε.

(Δα)    πρὸς ἐμέ;

(Σμ)    ναὶ μὰ τὸν Δία.

ὤφελε μὲν οὖν ἐκεῖνος, ὃν δίκαιον ἦν,

ζῆν καὶ διοικεῖν ταῦτα καὶ τεθνηκότος

 170ἐμοῦ γενέσθαι τῶν ἐμῶν κατὰ τοὺς νόμους

κύριος ἁπάντων.

(Δα)    ὤφελεν. τί οὖν;

(Σμ)    τί γάρ;

πρεσβύτατός εἰμι τοῦ γένους. ἀδικούμενος

ἀεί τε πλεονεκτοῦντα τὸν ἀδελφόν τι μου

ὁρῶν ἀνέχομαι.

(Δα)    νοῦν ἔχεις.

(Σμ)    ἀλλ', ὦγαθέ,

 175οὐδὲ μετριάζει, νενόμικεν δὲ παντελῶς

οἰκότριβά μ' ἢ νόθον τιν', ὃς νυνὶ γάμους

ἐπόει διδοὺς οὐκ οἶδ' ὅτωι ‹τὴν› παρθένον,

οὐκ ἐπανενεγκών, οὐκ ἐρωτήσας ἐμέ,

ἐμοὶ προσήκων ταὐτό, θεῖος ὢν ὅπερ

 180κἀγώ.

(Δα)    τί οὖν δή;

(Σμ)    πάντα ταῦτ' ὀργίζομαι

ὁρῶν. ἐπειδὴ δ' ἐστὶν ἀλλοτρίως ἔχων

πρὸς ἐμέ, ποήσω ταῦτ' ἐγώ· τὴν οὐσίαν

οὐχὶ καταλείψω τὴν ἐμὴν διαρπάσαι

τούτοις, ὅπερ δὲ καὶ παραινοῦσίν τινες

 185τῶν γνωρίμων μοι λήψομαι τὴν παρθένον

γυναῖκα ταύτην· καὶ γὰρ ὁ νόμος μοι δοκεῖ

οὕτω λέγειν πως, Δᾶε. ταῦτ' οὖν ὃν τρόπον

πράττοιτ' ἂν ὀρθῶς καὶ σὲ φροντίζειν ἔδει·

οὐκ ἀλλότριος ‹εἶ›.

Δα    Σμικρίνη, πάνυ μοι δοκεῖ

 190τὸ ῥῆμα τοῦτ' εἶναί τι μεμεριμνημένον

τὸ "γνῶθι σαυτόν". ἐμμένειν τούτωι μ' ἔα

ὅσα τ' οἰκέτηι δεῖ μὴ πονηρῶι ταῦτ' ἐμοὶ

ἀνάφερε καὶ τούτων παρ' ἐμοῦ ζήτει λόγον

(desunt uersus i uel ii)

σὸν δ' εἴ με δω̣[

 195πάντας θερά[ποντ]α̣σ̣ ἐ̣σ̣τ̣ι̣[

σώματα μεγ̣[...λ]αμβανοντ[

σημεῖ' ἐπέστ̣[    ], συνήλλαξέν τισιν

ἐκεῖνος ἀποδημῶν ἔχω φράζειν· ἐγὼ

ταῦτ', ἂν κελεύηι τίς με, δείξω καθ' ἕν, ὅπου,

 200πῶς, τοῦ παρόντος. περὶ δὲ κλήρου, Σμικρίνη.

ἢ νὴ Δί' ἐπικλήρου γάμων τε καὶ γένους

καὶ διαφορᾶς οἰκειότητος μηκέτι

Δᾶον ἄγετ' εἰς μέσον· τὰ τῶν ἐλευθέρων

αὐτοὶ δὲ πράττεθ' οἷς τὸ τοιοῦτον ἁρμόσει.

 205Σμ δοκῶ δέ σοι τι πρὸς θεῶν ἁμαρτάνειν;

(Δα) Φρύξ εἰμι· πολλὰ τῶν παρ' ὑμῖν φαίνεται

καλῶν ἐμοὶ πάνδεινα καὶ τοὐναντίον

τούτων. τί προσέχειν δεῖ σ' ἐμοί; φρονεῖς ἐμοῦ

βέλτιον εἰκότως.

(Σμ)    σὺ νυνί μοι δοκεῖς

 210λέγειν ὁμοῦ τι· "μὴ πάρεχέ μοι πράγματα."

τοιουτότροπόν τι. μανθάνω. τούτων τινὰ

ὀπτέον ἂν εἴη πρὸς ἀγορὰν ἐλθόντι μοι,

εἰ μή τις ἔνδον ἐστίν.

Δα    οὐδείς. ‑ ὦ Τύχη,

οἵωι μ' ἀφ' οἵου δεσπότου παρεγγυᾶν

 215μέλλεις. τί σ' ἠδίκηκα τηλικοῦτ' ἐγώ;

ΜΑΓΕΙΡΟΣ

ἂν καὶ λάβω ποτ' ἔργον, ἢ τέθνηκέ τις,

εἶτ' ἀποτρέχειν δεῖ μισθὸν οὐκ ἔχοντά με,

ἢ τέτοκε τῶν ἔνδον κυοῦσά τις λάθραι,

εἶτ' οὐκέτι θύουσ' ἐξαπίνης, ἀλλ' οἴχομαι

 220ἀπιὼν ἐγώ. τῆς δυσποτμίας.

Δα    πρὸς τῶν θεῶν,

μάγειρ', ἄπελθε.

(Μα)    νῦν δέ ‹σοι› τί δοκῶ ποεῖν;

λαβὲ τὰς μαχαίρας, παιδάριον, θᾶττόν ποτε.

δραχμῶν τριῶν ἦλθον δι' ἡμερῶν δέκα

ἔργον λαβών· ὤιμην ἔχειν ταύτας· νεκρὸς

 225ἐλθών τις ἐκ Λυκίας ἀφήιρηται βίαι

ταύτας. τοιούτου συμβεβηκότος κακοῦ

τοῖς ἔνδον, ἱερόσυλε, κλαούσας ὁρῶν

καὶ κοπτομένας γυναῖκας ἐκφέρεις κενὴν

τὴν λήκυθον; μέμνησο καιρὸν παραλαβὼν

 230τοιοῦτον. οὐ Σπινθῆρ', Ἀριστείδην δ' ἔχω,

ὑπηρέτην δίκαιον· ὄψομαί σ' ἐγὼ

ἄδειπνον. ὁ δὲ τραπεζοποιὸς καταμενεῖ

εἰς τὸ περίδειπνον τυχὸν ἴσως.

ΤΡΑΠΕΖΟΠΟΙΟΣ    δραχμὴν ἐγὼ

ἂν μὴ λάβω κοπτόμενος ὑμῶν οὐδὲ ἓν

 235αὐτὸς διοίσω.

Δα    πρόαγε· τοῦτον οὐδ̣.[.].ς

(desunt fortasse uersus i vel ii)

[                           ].έλλων ἄρα

[        ]α̣ π̣ρῶτ̣[α ..]τα.

(Δα)    πάνυ μ[ὲν οὖν.

[Τρ] κακὸς κακῶ]ς ἀπόλοιο τοίνυν νὴ Δία

τοιό]ν̣δ̣[ε π]εποηκώς, ἀπόπληκτε· χρυσίον

 240ἔχων τοσοῦτο, παῖδας, ἥκεις δεσπότηι

ταῦτ' ἀποκομίζων; κοὐκ ἀπέδρας; ποταπός π̣[οτ' εἶ;

(Δα) Φρύξ.

(Τρ)    οὐδὲν ἱερόν· ἀνδρόγυνος. ἡμεῖς μόνοι

οἱ Θρᾶικές ἐσμεν ἄνδρες· οἱ μὲν δὴ Γέται,

Ἄπολλον, ἀνδρεῖον τὸ χρῆμα· τοιγαροῦν

 245γέμουσιν οἱ μυλῶνες ἡμῶν.

Δα    ἐκποδὼν

ἀπαλλάγηθ' ἀπὸ τῆς θύρας· καὶ γάρ τινα

ὄχλον ἄλλον ἀνθρώπων προσιόντα τουτονὶ

ὁρῶ μεθυόντων. νοῦν ἔχετε· τὸ τῆς τύχης

ἄδηλον· εὐφραίνεσθ' ὃν ἔξεστιν χρόνον.

ΧΟΡΟΥ

 250Σμ εἶἑν. τί δή μοι νῦν λέγεις, Χαιρέστρατε;

ΧΑΙΡΕΣΤΡΑΤΟΣ

πρῶτον μέν, ὦ βέλτιστε, τὰ περὶ τὴν ταφὴν

δεῖ πραγματευθῆναι.

(Σμ)    πεπραγματευμένα

ἔσται. τὸ μετὰ ταῦθ', ὁμολόγει τὴν παρθένον

μηθενί· τὸ γὰρ πρᾶγμ' ἐστὶν οὐ σὸν ἀλλ' ἐμόν.

 255πρεσβύτερός εἰμι· σοὶ μέν ἐστ' ἔνδον γυνή,

θυγάτηρ, ἐμοὶ δὲ δεῖ γενέσθαι.

(Χα)    Σμικρίνη,

οὐδὲν μέλει σοι μετριότητος;

(Σμ)    διὰ τί, παῖ;

(Χα) ὢν τηλικοῦτος παῖδα μέλλεις λαμβάνειν;

(Σμ) πηλίκος;

(Χα)    ἐμοὶ μὲν παντελῶς δοκεῖς γέρων.

 260(Σμ) μόνος γεγάμηκα πρεσβύτερος;

(Χα)    ἀνθρωπίνως

τὸ πρᾶγμ' ἔνεγκε, Σμικρίνη, πρὸς τῶν θεῶν.

τῆι παιδὶ ταύτηι γέγονε Χαιρέας ὁδὶ

σύντροφος ὁ μέλλων λαμβάνειν αὐτήν. τί οὖν

λέγω; σὺ μηδὲν ζημιοῦ· τὰ μὲν ὄντα γὰρ

 265ταῦθ' ὅσαπέρ ἐστι λαβὲ σὺ πάντα, κύριος

γενοῦ, δίδομέν σοι· τὴν δὲ παιδίσκην τυχεῖν

καθ' ἡλικίαν ἔασον αὐτὴν νυμφίου.

ἐκ τῶν ἰδίων ἐγὼ γὰρ ἐπιδώσω δύο

τάλαντα προῖκα.

(Σμ)    πρὸς θεῶν, Μελιτίδηι

 270λαλεῖν ὑπείληφας; τί φήις; ἐγὼ λάβω

τὴν οὐσίαν, τούτωι δὲ τὴν κόρην ἀφῶ

ἵν', ἂν γένηται παιδίον, φεύγω δίκην

ἔχων τὰ τούτου;

Χα    τοῦτο δ' οἴει; κατάβαλε.

(Σμ) "οἴει;" λέγεις; τὸν Δᾶον ὥς με πέμψατε

 275ἵν' ἀπογραφὴν ὧν κεκόμικεν δή μοι ‑

(Χα)    τί χρὴ

[      ]ε̣μ̣' ἢ τί ‹ποτε› ποιεῖν μ' ἔδει;

(Σμ) [...]μ̣ε̣ν̣[

[..]ε̣σ̣τιν.

(Χα)    ἐμὲ .[

[.]εις σὲ μὲν λαβόντα ταύτη̣[ν

 280αὐτὸν δ' ἐκεῖνον τὴν ἐμὴν .[

ὑμᾶς καταλείψειν τῆς ἐμαυτοῦ κυρίους.

ἀπαλλαγῆναι τὴν ταχίστην τοῦ βίου

γένοιτό μοι πρὶν ἰδεῖν ἃ μήποτ' ἤλπισα.

ΧΑΙΡΕΑΣ

εἶἑν· τὸ μὲν σὸν πρῶτον, ὦ Κλεόστρατε,

 285ἴσως ἐλεῆσαι καὶ δακρῦσαι κατὰ λόγον

πάθος ἐστί, δεύτερον δὲ τοὐμόν· οὐδὲ εἷς

τούτων γὰρ οὕτως ἠτύχηκεν ὡς ἐγώ.

ἔρωτι περιπεσὼν γὰρ οὐκ αὐθαιρέτωι

τῆς σῆς ἀδελφῆς, φίλτατ' ἀνθρώπων ἐμοί,

 290οὐθὲν ποήσας προπετὲς οὐδ' ἀνάξιον

οὐδ' ἄδικον ἐδεήθην ἐμαυτῶι κατὰ νόμους

συνοικίσαι τὸν θεῖον ὧι σὺ κατέλιπες

καὶ τὴν ἐμὴν μητέρα παρ' ἧι παιδεύεται.

ὤιμην δὲ μακάριός τις εἶναι τῶι βίωι,

 295ἐλθεῖν δ' ἐπ' αὐτὸ τὸ πέρας οἰηθεὶς σφόδρα

καὶ προσδοκήσας οὐδ' ἰδεῖν δυνήσομαι

τὸ λοιπόν· ἕτερον κύριον δ' αὐτῆς ποεῖ

ὁ νόμος ὁ τοὐμὸν οὐδαμοῦ κρίνων ἔτι.

Δα Χαιρέστρατ', οὐκ ὀρθῶς ποεῖς· ἀνίστασο·

 300οὐκ ἔστ' ἀθυμεῖν οὐδὲ κεῖσθαι. Χαιρέα,

ἐλθὼν παραμυθοῦ· μὴ 'πίτρεπε· τὰ πράγματα

ἡμῖν ἅπασίν ἐστιν ἐν τούτωι σχεδόν.

μᾶλλον δ' ἄνοιγε τὰς θύρας, φανερὸν πόει

σαυτόν· προήσει τοὺς φίλους, Χαιρέστρατε,

 305οὕτως ἀγεννῶς;

Χα    Δᾶε παῖ, κακῶς ἔχω.

μελαγχολῶ τοῖς πράγμασιν· μὰ τοὺς θεούς,

οὐκ εἴμ' ἐν ἐμαυτοῦ, μαίνομαι δ' ἀκαρὴς πάνυ·

ὁ καλὸς ἀδελφὸς εἰς τοσαύτην ἔκστασιν

ἤδη καθίστησίν με τῆι πονηρίαι.

 310μέλλει γαμεῖν γὰρ αὐτός.

Δα    εἰπέ μοι, γαμεῖν;

δυνήσεται δέ;

(Χα)    φησὶν ὁ καλὸς κἀγαθός,

καὶ ταῦτ' ἐμοῦ διδόντος αὐτῶι πάνθ' ὅσα

ἐκεῖνος ἀποπέπομφεν.

Δα    ὢ μιαρώτατος.

(Χα) μιαρὸν τὸ χρῆμ'· οὐ μὴ βιῶ, μὰ τοὺς θεοὺς,

 315εἰ τοῦτ' ἐπόψομαι γενόμενον.

Δα    πῶς ἂν οὖν

τοῦ σφόδρα πονηροῦ περιγένοιτό τις; πάνυ

ἐργῶδες. ἐργῶδες μέν, ἀλλ' ἔνεσθ' ὅμως.

(Χα) ἔνεστι; καὶ μὴν ἄξιον φιλονικίας,

νὴ τὴν Ἀθηνᾶν, τοὖργον.

(Δα)    εἴ τις πρὸς θεῶν

 320ὥρμηκ[...] τ̣ωνδ' ε[

(desunt uersus i uel ii)

[          ]δύο τάλ[αντα

[       ]α̣υ̣τῶι τιν' ἐλπίδ[

[    ]. φερόμενον εὐθὺς ἐπ̣[

προπετῆ, διημαρτηκότ', ἐπτ[οημένον

 325ὄψει μεταχειριεῖ τε τοῦτον εὐπόρως.

ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν

ἀλόγιστος ἔσται τῆς ἀληθείας κριτής.

(Χα) τί οὖν λέγεις; ἐγὼ γὰρ ὅ τι βούλει ποεῖν

ἕτοιμός εἰμι.

(Δα)    δεῖ τραγωιδῆσαι πάθος

 330ἀλλοῖον ὑμᾶς· ὃ γὰρ ὑπεῖπας ἀρ[τίως

δόξαι σε δεῖ νῦν, εἰς ἀθυμίαν τινὰ

ἐλθόντα τῶι τε τοῦ νεανίσκου πάθει

τῆς τ' ἐκδιδομένης παιδός, ὅτι τε τουτονὶ

ὁρᾶις ἀθυμοῦντ' οὐ μετρίως ὃν νενόμικας

 335ὑὸν σεαυτοῦ, τῶν ἄφνω τούτων τινὶ

κακῶν γενέσθαι περιπετῆ· τὰ πλεῖστα δὲ

ἅπασιν ἀρρωστήματ' ἐκ λύπης σχεδόν

ἐστιν· φύσει δέ σ' ὄντα πικρὸν εὖ οἶδα καὶ

μελαγχολικόν. ἔπειτα παραληφθήσεται

 340ἐνταῦθ' ἰατρός τις φιλοσοφῶν καὶ λέγων

πλευρῖτιν εἶναι τὸ κακὸν ἢ φρενῖτιν ἢ

τούτων τι τῶν ταχέως ἀναιρούντων.

(Χα)    τί οὖν;

(Δα) τέθνηκας ἐξαίφνης· βοῶμεν "οἴχεται

Χαιρέστρατος" ‹καὶ› κοπτόμεθα πρὸ τῶν θυρῶν.

 345σὺ δ' ἐγκέκλεισαι, σχῆμα δ' ἐν μέσωι νεκροῦ

κεκαλυμμένον προκείσεταί σου.

(Χα)    μανθάνεις

ὃ λέγει;

(Χαι)    μὰ τὸν Διόνυσον, ‹οὐ› δῆτα.

‹Χα›    οὐδ' ἐγώ.

(Δα) ἐπίκληρος ἡ θυγάτηρ ὁμοίως γίνεται

ἡ σὴ πάλιν τῆι νῦν ἐπιδίκωι παρθένωι·

 350τάλαντα δ' ἐστὶ σοὶ μὲν ἑξήκοντ' ἴσως,

ταύτηι δὲ τέτταρ', ὁ δὲ φιλάργυρος γέρων

ἀμφοῖν προσήκει ταὐτό ‑

(Χα)    νυνὶ μανθάνω.

(Δα) εἰ μὴ πέτρινος εἶ. τὴν μὲν εὐθὺς ἄσμενος

δώσει παρόντων μαρτύρων τρισχιλίων

 355τῶι πρῶτον αἰτήσαντι, τὴν δὲ λήψεται ‑

(Χα) οἰμώξετ' ἆρα τῶι δοκεῖν.

(Δα)    τήν τ' οἰκίαν

πᾶσαν διοικήσει, περίεισι κλειδία

ἔχων, ἐπιβάλλων ταῖς θύραις σημεῖ', ὄναρ

πλουτῶν.

‹Χα›    τὸ δ' εἴδωλον τί τοὐμόν;

‹Δα›    κείσεται,

 360ἡμεῖς τε πάντες ἐν κύκλω καθεδούμεθα,

τηροῦν]τ̣ε̣σ̣ αὐτὸν μ̣ὴ̣ προσέλθηι· πολλ[α

(desunt uersus ii vel iii)

[                ]ν τοὺς φί[λους

[               ]υ πεῖραν ἔσται τ̣ι̣ν̣[

 365[             ]πως ἦλθεν ἐπὶ τὴν οἰκίαν

[            ]τ̣ις γέγον' ὀφείλων· εἴ τινι

[         ]διπλάσιον εἰσπράττει πάνυ

[       ]ιν ὃ λέγεις, Δᾶε, τοῦ τ' ἐμοῦ τρόπου.

‹Δα› τιμωρί]α̣ν δὲ τοῦ πονηροῦ τίν' ἂν ἔχοις

 370[      ] σφοδροτέραν;

(Χα)    λήψομαι, νὴ τὸν Δία,

ὧν] μ̣' ὠδύνηκε πώποτ' ἀξίαν δίκην·

τὸ γὰρ λεγόμενον ταῖς ἀληθείαις "λύκος

χανὼν ἄπεισι διὰ κενῆς".

(Δα)    πράττειν ‹δὲ› δεῖ

ἤδη. ξενικόν τιν' οἶσθ' ἰατρόν, Χαιρέα,

 375ἀστεῖον, ὑπαλαζόνα;

(Χαι)    μὰ τὸν Δί' οὐ πάνυ.

(Δα) καὶ μὴν ἔδει.

(Χαι)    τί δὲ τοῦτο; τῶν ἐμῶν τινα

ἥξω συνηθῶν παραλαβὼν καὶ προκόμιον

αἰτήσομαι καὶ χλανίδα καὶ βακτηρίαν

αὐτῶι, ξενιεῖ δ' ὅσ' ἂν δύνηται.

Δα    ταχὺ μὲν οὖν.

 380(Χα) ἐγὼ δὲ τί ποῶ;

(Δα)    ταῦτα ‹τὰ› βεβουλευμένα·

ἀπόθνηισκ' ἀγαθῆι τύχηι.

(Χα)    ποήσω· μηδένα

ἔξω γ' ἀφίετ', ἀλλὰ τηρεῖτ' ἀνδρικῶς

τὸ πρᾶγμα.

(Δα)    τίς δ' ἡμῖν συνείσεται;

(Χα)    μόνηι

δεῖ τῆι γυναικὶ ταῖς τε παιδίσκαις φράσαι

 385αὐταῖς ἵνα μὴ κλάωσι, τοὺς δ' ἄλλους ἐᾶν

ἔνδον παροινεῖν εἴς με νομίσαντας νεκρόν.

(Δα) ὀρθῶς λέγεις. εἴσω τις ἀγέτω τουτονί.

ἕξει τιν' ἀμέλει διατριβὴν οὐκ ἄρρυθμον

ἀγωνίαν τε τὸ πάθος, ἂν ἐνστῆι μόνον,

 390ὅ τ' ἰατρὸς ἡμῖν πιθανότητα σχῆι τινα.

ΧΟΡΟΥ

(Σμ) ταχύ γ' ἦλθ' ὁ Δᾶος πρός με τὴν τῶν χρημάτων

φέρων ἀπογραφήν, πολύ τ' ἐμοῦ πεφρόντικε.

Δᾶος μετὰ τούτων ἐστίν. εὖ γε, νὴ Δία·

καλῶς ἐπόησε. πρόφασιν εἴληφ' ἄσμενος

 395πρὸς αὐτὸν ὥστε μὴ φιλανθρώπως ἔτι

ταῦτ' ἐξετάζειν, ἀλλ' ἐμαυτῶι συμφόρως·

τὰ γὰρ οὐ φανερὰ δήπουθέν ἐστι διπλάσια·

ἐγὦιδα τούτου τὰς τέχνας τοῦ δραπέτου.

Δα ὦ δαίμονες, φοβερόν γε, νὴ τὸν Ἥλιον,

 400τὸ συμβεβηκός· οὐκ ἂν ὠιήθην ποτὲ

ἄνθρωπον εἰς τοσοῦτον οὑτωσὶ ταχὺ

πάθος ἐμπεσεῖν. σκηπτός τις εἰς τὴν οἰκίαν

ῥαγδαῖος ἐμπέπτωκε.

(Σμ)    τί ποτε βούλεται;

(desunt uersus ii)

[....]μονονβα[...]ν[

 405[......]αρα[

ἅνθρωπος· ὑπ̣[

(Δα) "οὐκ ἔστιν ὅστις π[άντ' ἀνὴρ εὐδαιμονεῖ".

πάλιν εὖ διαφόρως. ὦ πολ[υτίμητοι θεοί,

ἀπροσδοκήτου πράγματος κ̣α̣ὶ̣ ἀ[

 410(Σμ) Δᾶε κακόδαιμον, ποῖ τρέχεις;

[Δα]    καὶ τ̣ο̣ῦ̣τ̣ό̣ π̣ο̣υ̣

"τύχη τὰ θνητῶν πράγματ' οὐκ εὐβουλία."

ὑπέρευγε. "θεὸς μὲν αἰτίαν φύει βροτοῖς,

ὅταν κακῶσαι δῶμα παμπήδην θέληι."

Αἰσχύλος ὁ σεμνά ‑

(Σμ)    γνωμολογεῖς, τρισάθλιε;

 415(Δα) "ἄπιστον, ἄλογον, δεινόν."

(Σμ)    οὐδὲ παύσεται;

(Δα) "τί δ' ἐστ' ἄπιστον τῶν ἐν ἀνθρώποις κακῶν;"

ὁ Καρκίνος φήσ'· "ἐν μιᾶι γὰρ ἡμέραι

τὸν εὐτυχῆ τίθησι δυστυχῆ θεός."

εὖ πάντα ταῦτα, Σμικρίνη.

(Σμ)    λέγεις δὲ τί;

 420(Δα) ἁδελφός ‑ ὦ Ζεῦ, πῶς φράσω; ‑ σχεδόν τι σου

τέθνηκεν.

(Σμ)    ὁ λαλῶν ἀρτίως ἐνταῦθ' ἐμοί;

τί παθών;

(Δα)    χολή, λύπη τις, ἔκστασις φρενῶν,

πνιγμός.

(Σμ)    Πόσειδον καὶ θεοί, δεινοῦ πάθους.

(Δα) "οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ' εἰπεῖν ἔπος

 425οὐδὲ πάθος ‑ "

(Σμ)    ἀποκναίεις σύ.

(Δα)    "τὰς γὰρ συμφορὰς

ἀπροσδοκήτους δαίμον[ες δι]ώρισαν."

Εὐριπίδου τοῦτ' ἐστί, τὸ δὲ Χαιρήμονος,

οὐ τῶν τυχόντων.

(Σμ)    εἰσελήλυθεν δέ τις

ἰατρός;

(Δα)    οἴχεται μὲν οὖν ὁ Χαιρέας

 430ἄξων.

(Σμ)    τίν' ἆρα;

(Δα)    τουτονί, νὴ τ[ὸν Δία,

ὡς φαίνεται. βέλτιστ', ἐπισπ[ε]ῦ[δ'.

[ΙΑΤΡΟΣ]        ˉ˘

(Δα) "δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο."

Σμ ἐμὲ μὲν ἐὰν ἴδωσιν εὐθὺς ἄσμενον

φήσουσιν ἥκειν, τοῦτ' ἀκριβῶς οἶδ' ἐγώ,

 435αὐτός τ' ἐκεῖνος οὐκ ἂν ἡδέως μ' ἴδοι

[           ]ιδ' ἄτοπον οὐδ' ἐπηρόμην

(desunt uersus circa xvi)

[                     ].ν·

(deest unus versus)

   αὐτῶ τὰν χολὰν

 440[          ]ι̣μ̣ε̣[..].δη φερομένωι

[         ]διὰ τὰν παρεῦσαν ἀπορίαν.

(Σμ) [       ]ω· τοῦτο δήπου μανθάνω.

(Ια) [      ]σαν.

(Σμ)    ταῦτα δήπου μανθάνω.

(Ια) [      α]ὐτὰς τὰς φρένας δή μοι δοκῶ

 445[     ]. ὀνυμάζειν μὲν ὦν εἰώθαμες

[    φ]ρενῖτιν τοῦτο.

‹Σμ›    μανθάνω. τί οὖν;

(Ια) οὐκ ἔστ]ιν ἐλπὶς οὐδεμία σωτηρίας.

καίρια] γάρ, αἰ μὴ δεῖ σε θάλπεν διὰ κενᾶς,

τὰ τοια]ῦτα.

(Σμ)    μὴ θάλπ', ἀλλὰ τἀληθῆ λέγε.

 450(Ια) οὐ πάμπαν οὗτός ἐστί τοι βιώσιμος.

ἀνερεύγεταί τι τᾶς χολᾶς· ἐπισκοτεῖ

[       ]εντ̣.[..] καὶ τοῖς ὄμμασι

[           ]υ̣κνον ἀναφρίζει τε καὶ

[          ]. ας ἐκφορὰν βλέπει.

 455(Σμ)

[Ια]    [ ]. προάγωμες, παῖ.

(Σμ)    σέ, σέ

[      ]

[Ια]    [         ].μετακαλῆς;

(Σμ)    πάνυ μὲν οὖν.

[            δ]εῦρ' ἀπὸ τῆς θύρας ἔτι.

(Ια) [             οὐ]κ̣ ἂν βιώιης τὼς τέως.

(Σμ) [            ]αὐτὸν εὔχου τρόπον ἔχειν

 460[            ].πολλὰ γίνεται.

(Ια)    γέλα

[            ]φαμι τᾶς ἐμᾶς τέχνας

[            τ]ὺ δ' αὐτός μοι δοκῆς

[..].[.].[.] κ̣ε̣αλην ἀλλ' ὑπέρχεταί τι τοι

φθιτικὸν νόσαμα· τὺ μὲν ὅλως θανάτους βλέπεις.

 465(Σμ) ἦ που φέρουσιν αἱ γυναῖκες ὡσπερεὶ

ἐκ πολεμίων· ἐπιτάττεται τοῖς γείτοσι

διὰ τῶν ὑδρορροῶν.

Δα    θορυβήσω τουτονί,

ἀλλ' ὅπερ ἔ̣π̣ρ̣α̣τ̣τ̣ο̣ν̣ π̣ρ̣α̣τ̣[

(desunt uersus circa ccv)

βοῶσιν οἴχεθ['

 470Χαιρεστρατ[

Σμ †δεδρακιχ'. [

τέθνηκε:. [

ἁνὴρ ἀπολ̣[

τὸ μηδὲ ἕ[ν

 475ὑπόλοιπο[ν

ἤδη δικαι[

ἐνθάδ[

μὴ δια[

γραμμ[

 480ον̣.[

ου.[

υ....[

λαμβαν[

τὸ μὲν ἐγγυᾶν[

 485ἴσως τοιούτου.[

ὑμῖν γενομεν̣[

πολλῶν σεπ[

ἕτοιμος ἀποφ[

ὃς ἂν κελεύη[

 490ἐναντίον σου[

ΚΛΕΟΣΤΡΑΤΟΣ

ὦ φιλτάτη[ γῆ

προσεύχομ[αι

πόλλ' ὃν σε.[

πάρειμι τῆι̣[

 495ὁρῶ δεομεν[

εἰ δ' αὖ διαπ̣[εσὼν

ὁ Δᾶος, εὐτυ[χέστατον πάντων τότ' ἂν

νομίσαιμ' ἐμαυτό[ν.

παιητέα δ' ἐσθ' ἡ θύρ[α.

[Δα]    [τίς τὴν θύραν;

 500(Κλ) ἐγώ.

(Δα)    τίνα ζητεῖς; ὁ μ[ὲν γὰρ δεσπότης

τῆς οἰκίας τέθνηκ[ε

(Κλ) τέθνηκεν; οἴμοι δυ[ς

[Δα]

καὶ μὴ 'νόχλει πενθ[οῦσι

(Κλ) οἴμοι τάλας· ὦ θεῖ' . ἀν[

 505ἄνθρωπέ μοι κακόδ[αιμον

(Δα)

μειράκιον. ὦ Ζεῦ,[

(Κλ) Δᾶε, τί λέγεις;

(Δα)    .[

ἔχω σε.

(Κλ)    κατ̣[

(desunt uersus circa v)

[                             ]θανει

 510[                             ]τι:

[                             ]μηδὲ σύ

[                           ἀ]νοίγετε

[                             ].ι·

[                        ἐγρ]ηγορώς

 515[                             ].ομεν

[ΧΟΡΟΥ]

[                      ].ὁμολογῶ

[                      ].ς ἴσος

[                    γυ]ναῖκες ἄσμεναι

[                      ]ι τἄνδοθεν

 520[                      ]ν παρείλκυσεν

[                   γί]νεται διπλοῦς γάμος

[                  τὴν] ἑαυτοῦ θυγατέρα

[                      ] τὴν ἀδελφιδῆν πάλιν

[                      ] τὴν δὲ πᾶσαν οὐσίαν

 525[                      ]τα πάνθ' ἕξει πέρασ:

[                     ]του περιπατεῖ τὸν γείτονα

[                   ]ν οὑτοσί γε, νὴ Δία

[           νὴ τὸν Ἡρακ]λ̣έα, πρόσελθέ μοι

[                    ]νὴ τὸν Ἥλιον:

 530[                    ]ο̣σως Κλεόστρατοσ:

[                    ]υ̣ν ὤιμην ἐγώ

[                    ]α̣ ποῦ 'στιν;: ἐνθαδί

[                    ]ται φίλον λαβών

[                    ]προσέρχεται

 535[                    ]ο̣ν εὐωχίαν

[              ]εξων δῆλός ἐστιν οὑτοσί·

[              ]αν τε κόπτηι πολλάκις

[              ]υτωι κοσμιώτερον ποῶ

[              ]ηρ ἐστί μοι τρόπον τινά:

 540[              ]ον τοῦτ' ἔχειν τὴν ἐγγύην

[              ]ειναι μαρτύρων δ' ἐναντίον

[              ]Χαιρέαι δ' ἃ βούλεται

[              ]γὰρ τήνδ' ἐμὼ τὴν οὐσίαν

[              ]μ̣οι παρενοχλουντος †:

Fragmenta aliunde nota

Fr. 1

   ὢ τρισάθλιοι,

†τί πλέον ἔχουσι τῶν ἄλλων; βίον

ὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φρούρια

τηροῦντες, οἱ τὰς ἀκροπόλεις κεκτημένοι.

   5εἰ πάντας ὑπονοοῦσιν οὕτω ῥαιδίως

ἐγχειρίδιον ἔχοντας αὑτοῖς προσιέναι,

οἵαν δίκην διδόασιν.

Fr. 2

Ἑλληνίς, οὐκ Ἰβηρίς·