ˉ˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ
ˉ˘ˉˉˉ˘˘ˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉˉ
ˉˉˉ˘ˉˉˉ˘ˉ
ˉˉ˘˘ˉ˘˘ˉˉ˘ˉ˘ˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ
ˉ˘ˉˉˉ˘ˉˉˉ˘ˉ
ˉ˘˘ˉ˘˘ˉˉ˘˘ˉˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ˘˘ˉˉ˘ˉˉ
ˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉˉ˘ˉ
ˉ˘˘ˉ˘˘ˉˉ˘ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ
ˉ˘ˉˉˉ˘ˉˉˉ˘ˉ˘˘˘ˉ
ˉˉ˘˘ˉ˘ˉ˘ˉˉˉ˘ˉ˘
ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉ
ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉ
˘˘˘ˉˉˉ˘ˉˉˉ˘ˉˉˉ˘ˉ˘ˉˉ˘˘ˉ˘˘ˉ
˘˘ˉˉˉ˘˘ˉ˘˘˘ˉˉˉ˘ˉˉ
Α΄ ª,°³8º½¿FHÇLNÎΧρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων
©,®³µ:;½ÂGÈÊÍSUÖ[]ÛÞáσύνδικον Μοισᾶν κτέανον· τᾶς ἀκούει μὲν βάσις ἀγλαΐας ἀρχά,
ª¬°5·º½AÁπείθονται δ' ἀοιδοὶ σάμασιν
¨ª,.°35·=¾BÁÄIÉÎÐUW×[^Ýἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα.
5ª-±´¶:½¿ÄIÉκαὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις
©*,®13¸»BÂÆÉNOÑTVØÛÜegçnpîðxöùαἰενάου πυρός. εὕδει δ' ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγ' ἀμφοτέρωθεν χαλάξαις,
¨+¯°²7º¼¾FHÉNPÐἀρχὸς οἰωνῶν, κελαινῶπιν δ' ἐπί οἱ νεφέλαν
¨+±³8:¼¿CÅÆÉPRÓVZÛßâἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλάϊθρον, κατέχευας· ὁ δὲ κνώσσων
¨«¯1µ¶¹?¿ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς
10©¬.1³68ºÀÃIÈÊOÏÕØ[_ßehæῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπών
¨+¬¯²6¸»¾CÂἐγχέων ἀκμάν, ἰαίνει καρδίαν
©+-±36º¾BÂÆÊPRÓX[Üßáhjçnpîñyùûκώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν.
¨+.±46¸º¾DÄÆÊOÎὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοάν
©*,®12³6º@ÂÅÈNRÓWYÙΠιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατ' ἀμαιμάκετον,
15¨.²´·:¼ÀÃIÈNPRÑὅς τ' ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,
©«.0²57¹»ÀFHΤυφὼς ἑκατοντακάρανος· τόν ποτε
©+®³µ9;¼@BÃÇÌRÓΚιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μάν
ª/±µ·:=½BCÄÈταί θ' ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι
)+-®´·:»¾ÂGÈËÌQUÔÛacàgièΣικελία τ' αὐτοῦ πιέζει στέρνα λαχνάεντα· κίων δ' οὐρανία συνέχει,
20)+¬²µ9;½CDFÇÊËQÑÓνιφόεσσ' Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα·
Β΄ ©,¯±µ8»¾ÁFHÉNPÑτᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται
¨,®²µ9;¾ÃGÈÊÎUWÖ[_Ýáåἐκ μυχῶν παγαί· ποταμοὶ δ' ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ
©«°5¸½¿EÆαἴθων'· ἀλλ' ἐν ὄρφναισιν πέτρας
ª¬/2´79»¿ÂHÉÊPÑÔØ_báikéφοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ.
25ª,±´¸9¾ÁÄIÉκεῖνο δ' Ἁφαίστοιο κρουνοὺς ἑρπετόν
ª,.±46¸¼BÂÆËOQÐWYÙÝâhkërtñô{úýδεινοτάτους ἀναπέμπει· τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι,
©*®±´8º½ÁGIÊOQÒοἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς
ª-¯µ¸;@ÀÄJÊÎÐVXØ^aßãçκαὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισ' ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ.
©ª¯3·¸º?Àεἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν,
30¨13¶9;ÀÂÆIËÌRÒÔÚadâhjçὃς τοῦτ' ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν
«-±³¶9»½¿EÅκλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν
ª,.²45·½DÄÇÉNPÐTWØÛÞefäjmëïvô÷γείτονα, Πυθιάδος δ' ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου
¨+-²46¸»ÁGÇËÍRÒἅρμασι. ναυσιφορήτοις δ' ἀνδράσι πρώτα χάρις
¨-.±46¹½ÁDÅÉÍQUÕY[Üἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γάρ
35ª-°²µ8»¾ÂGÈNQTÔκαὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν, ὁ δὲ λόγος
ª02µ8:¼ÀÂHÉταύταις ἐπὶ συντυχίαις δόξαν φέρει
ª,¯²¶:=¿CGÉÍÑW×λοιπὸν ἔσσεσθαι στεφάνοισί ν‹ιν› ἵπποις τε κλυτάν
ª-±³¶:=¾CEÅÈκαὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.
)+,°³¶9»¾ÃGÈËÏTXØÜceâjléΛύκιε καὶ Δάλοι' ἀνάσσων Φοῖβε Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων,
40(*¬¯´69º?ACÅÆÊPÑÓἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν.
Γ΄ ¨,±µ7º½ÀFHÈMOÐἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς,
ª-°´·:?¾ÁFÆÉÍTVØ_eãçéκαὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τ' ἔφυν. ἄνδρα δ' ἐγὼ κεῖνον
©«®1´¶¹=¿αἰνῆσαι μενοινῶν ἔλπομαι
©¬/1³47¹¾ÁGÇÉOÐÓÕZ]Üceâμὴ χαλκοπάραον ἄκονθ' ὡσείτ' ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων,
45©,¯²µ8»½ÂGÇμακρὰ δὲ ῥίψαις ἀμεύσασθ' ἀντίους.
©,/²79¼¿EÇÉÍSTÔZ]Þàãkmëuwõ÷¡ýāεἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δ' ἐπίλασιν παράσχοι·
¨+®±´5º¼¿EGÈLOÐἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις
ª,®±³68»ÀDÇÉÌQTÓY[Üàâτλάμονι ψυχᾷ παρέμειν', ἁνίχ' εὑρίσκοντο θεῶν παλάμαις τιμάν
©ª®0³¶¸?Àοἵαν οὔτις Ἑλλάνων δρέπει
50«®24¶:=¾ÀÅKÌÐVÖÙÛ_cáhjèπλούτου στεφάνωμ' ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων
¨,¯±µ;½ÀÃIÉἐστρατεύθη· σὺν δ' ἀνάγκᾳ νιν φίλον
ª-0±57¹»@ÀÂÇLOÐUWØÜàfhænpîðwöúκαί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖν
¨*+®13µº»@ÂÃÇKËἥροας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν·
¨-.±25·»¾EÆÈÊPSÔZ]Üὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς,
55¨+®±¶8¼¾ÂGÉMOPÑἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν.
©«01³5¹¼¿ÁGÈοὕτω δ' Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι
©.°³¶:=ÀEGÈÌÎTÕτὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς.
ª,±´¹;?ÀEGÇÊΜοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι
)+,°´¶:½ÀÅJÎÑÔYZÜÞdfãjlêπίθεό μοι ποινὰν τεθρίππων· χάρμα δ' οὐκ ἀλλότριον νικαφορία πατέρος.
60(,¯´·;?ÀEGHÉÌÎRÓÖἄγ' ἔπειτ' Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον·
Δ΄ ©,®³µ9º½¿DGÈLNÍτῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ
¨+²µ89»¾DÅÈËPTÔY]ÝàãὙλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσε· θέλοντι δὲ Παμφύλου
ª°2¶¸»@Áκαὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι
¨¬/1´57º¾¿DÆÈMÎÒÖZ^ßegåὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ
65©+±´:¼¿ÂGÇΔωριεῖς. ἔσχον δ' Ἀμύκλας ὄλβιοι
©,.±46¹¾BÂÄÈMOÏUW×ÚÞdfæopïòxøûΠινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς.
ª-°µ·:¾ÀÂGIÉNRÒΖεῦ τέλει', αἰεὶ δὲ τοιαύταν Ἀμένα παρ' ὕδωρ
©+®²·:=¿ÁGÆÉÌQSÓY[Üàâαἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων.
©®±5¸º¼AÁσύν τοι τίν κεν ἁγητὴρ ἀνήρ,
70©ª/1³68º¿ÁGÈÊQÒÕØ]aàfhåυἱῷ τ' ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἡσυχίαν.
©,¯³µ;½¾ÂFÆλίσσομαι νεῦσον, Κρονίων, ἥμερον
¨+.³58¼¾CÄÇÉQSÓWZÚßáhjépsñõ~ýÿὄφρα κατ' οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τ' ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας,
©*-¯13´·º?¿ÂÅKËοἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον,
¨*,®13¶·º@ÁÅÈMOÑUWÖὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθ' ἁλικίαν,
75¨+¯±´8»¼ÁEÄJLMÎἙλλάδ' ἐξέλκων βαρείας δουλίας. ἀρέομαι
©13µ7:¼¿ÀFÆπὰρ μὲν Σαλαμῖνος Ἀθαναίων χάριν
©,°µ¸@BÄKNÏÑÓYÙμισθόν, ἐν Σπάρτᾳ δ' ‹ἀπὸ› τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν,
ª,¯²´79¼ACÃÆταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι,
),0³·¸;¾ÁÄHÈÌÎSÔ×Übdãkmìπαρ‹ὰ› δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένεος τελέσαις,
80),®°µ:=¾DFHÇÊÎTÔ×τὸν ἐδέξαντ' ἀμφ' ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων.
Ε΄ ª,°´¸9½ÀÅIKÌQSÔκαιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις
¨-°µ¶9;¾ÁEÆÊÌRTÕ[^Þâåἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων· ἀπὸ γὰρ κόρος ἀμβλύνει
©ª¬0³´·:¼αἰανὴς ταχείας ἐλπίδας,
¨«13´8:»¿ÁGÇÊOÏÔØ]aáhkéἀστῶν δ' ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστ' ἐσλοῖσιν ἐπ' ἀλλοτρίοις.
85¨-¯µ¸=ÀÃÇMÍἀλλ' ὅμως, κρέσσον γὰρ οἰκτιρμοῦ φθόνος,
©,.°35¹»@ÁÂÅIKÊQSÕØÛbfålníñvöùμὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν· ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν.
©,°µ·;¾ÀÄJLÎSUÖεἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται,
©-¯´·;?¾ÁFÈÌÏTV×]_ßãçπὰρ σέθεν. πολλῶν ταμίας ἐσσί· πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί.
©ª®3¶¹¼AÁεὐανθεῖ δ' ἐν ὀργᾷ παρμένων,
90©«/2µ8:»¾ÁDÆÈNÎÓÖ[_Ýegæεἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις·
¨*¬±´8º½¿DÄἐξίει δ' ὥσπερ κυβερνάτας ἀνήρ
¨+,¯13´¹=¾ÀÄIKÍRTÖÙÝegåmoïñwöøἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλε, κέρδεσιν εὐτράπλοις· ὀπιθόμβροτον αὔχημα δόξας
©*-°24¶¹½CÃÅÉMÍοἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει
ª-/±68º½ÂHÉÎÑVXÙ_bàκαὶ λογίοις καὶ ἀοιδοῖς. οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά.
95©-±³¶9º¾ÀDÅIJMÌτὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον
¨¬/1³79¼¿ÂGÇἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις,
©+®²µ8;½ACÃÇÉMÌοὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινανίαν
©,®³µ89¼@CÃÇμαλθακὰν παίδων ὀάροισι δέκονται.
),/²¶º=ÀÃÈOÐÒ×[Ûßäkmìrwõτὸ δὲ παθεῖν εὖ πρῶτον ἀέθλων· εὖ δ' ἀκούειν δευτέρα μοῖρ'· ἀμφοτέροισι δ' ἀνήρ
100(+®±´8:¼CEGÈÊÍSÓ×ὃς ἂν ἐγκύρσῃ καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται.