(ΦΕΙΔΙΑΣ)
[ ]στον ἐν τῶι νῦν βίωι
[ ]ων τῶν πατέρων γεγενημένος
[ ]ς ὑόν, ὡς πᾶσιν δοκεῖ.
[ ]ἐπὶ πράξεις τινὰς
5[ ο]ἰκίαν ἐμοὶ κενὴν
[ ]. παιδάριον αὐτὸς τροφὴν
[ ]ν διοικηταῖς τισιν
[ ὦ κακό]δαιμον, τυχὸν ἴσως
[ ]ων ἀθλίως οὕτω σφόδρα.
10[ τοῦ]τό μοι ποιητέον.
[ ς]ύνοδος ἡμῶν γίνεται
[ ] ἑστιάτωρ. δεσ̣[π]ότ̣η̣σ̣
[ ]δέχεσθ'· ε̣ἰ[πέ] μοι,
[ ]
15[ ]α δεῖ το..εντ̣[....
[ λα]μπρὸν ἢ δόξηι μέγαν.
[ ]ν· εἰ δὲ μή, τρίτον
[ ]αινιαν· ἀγρίαν ἄγε
[ ]αρα.
(ΓΝΑΘΩΝ) νῦν ἐγὼ
20[ θαρρεῖ]ν̣, Φειδία.
(Φε) θαρρεῖν; ἐμοὶ
[ ]ς ἐμῆς ταύτης μέλει
[ ] εἴπηι φλήναφον.
[ δέσποι]ν' Ἀθηνᾶ, σῶιζέ με
[ ἀ]κριβῶς τὰ πάτρια
25[ το]ὺς αὐτούς, πόλεις
[ ]ουσι.
(Φε) τί λέγεις, ἄθλιε;
(Γν) [ μᾶλλον βοηθεῖν τοῖς] πονηροῖς τοὺς θεούς·
[ ἀγαθοὶ γὰρ ὄντες οὐδὲ]ν ἀγαθὸν πράττομεν
[ ὁ διμοιρίτης] φέρων αὐτός ποτε
30[ ]ον, πήραν, κράνος
[ ]ον, διβολίαν, κώιδιον
[ δυστ]υχὴς ὄνος φέρει
[ ἐξ]αίφνης Βίας.
[ ]νεμον.
(Φε) τὸν ἐνθαδὶ
35[ κακοδαι]μ̣[ο]νοῦντα πέρυσι[ν εἰ] λ̣έγ̣[εις
[ ]ν διατριβὴν παρ[....]σ̣α̣σ̣
[ ]σκωπ̣[το]μένου[ ....]σπ[
εὐ.[..... πεν]τ̣ήκ̣οντα παῖδες ἐχομε[ν
ὁπο[.......]ης ὄπισθεν. οἴχομαι.
40(Γν) τ̣ι̣κ[ ] κατέπτηκέν ποθεν
πόλ[ιν προδούς τι]ν' ἢ σατράπην ἢ στ[ρατόπεδον
..[ ]ν̣εστι. δῆλός ἐστι.
(Φε) πῶς;
(Γν) οὐθεὶς ἐπλούτησεν ταχέως δίκαιος ὤν·
ὁ μὲν γὰρ αὑτῶι συλλέγει καὶ φείδεται,
45ὁ δὲ τὸν πάλαι τηροῦντ' ἐνεδρεύσας πάντ' ἔχει.
(Φε) ὡς ἄδι[κον ]
(Γν) ὀμνύω τὸν Ἥλιον,
εἰ μὴ φέ[ρων ὁ παῖ]ς ὄπισθ' ἐβάδιζέ μου
τὰ Θάσ[ια καί τις] ἦν ὑπόνοια κραιπάλης,
ἐβόων [ἂν αὐτῶι παρα]κολουθῶν ἐν ἀγορᾶι·
50"ἄνθρωπε, πέρυσιν πτωχὸς ἦσθα καὶ νεκρός,
νυνὶ δὲ πλουτεῖς. λέγε, τίν' εἰργάζου τέχνην;
τοῦτο γ' ἀπόκριναι· πόθεν ἔχεις ταῦτ'; οὐκ ἄπει
ἐκ τῆς ὁδοῦ 'τέρ]ωσε; τί διδάσκεις κακά;
τί λυσιτελεῖν ἡμῖν ἀποφαίνεις τἀδικεῖν;"
55]με: ναί:
] καὶ πε̣π̣ρα̣κ̣' ἄρα
]. ἐλπίδων
]ε̣κ̣ε̣ι̣ν̣ου̣μ̣ε̣ν̣ω
]νην δήπου[
60] ἔχω· τὸ δ' ἐγκα[λεῖν
] με· ὡς οὐ δέον
]ω̣ τὸν χρώμενον:
ἐ]μβεβρόντησαι π̣ά̣λ̣α̣ι̣
]κ̣λ̣ίνων μάτην
65τ]αῖς χερ[σὶν
]τουτονί
]ς λαμβάνειν
ΔΑΟΣ οὐκοῦν Γνάθων
]οιγε: ὦ Γνάθων
70]μβ[
(desunt uersus nonnulli)
περανοῦμεν: ω̣[
‑
τὸν πορνοβοσκό[ν
‑
πάντων: ΔΑΟΣ πολ.
‑
85(desunt uersus fere ii, restant laciniae uersuum iii)
(Α) εἷς ἐστιν, [εἷς
δι' οὗ τὰ πάντ' ἀπόλωλε, τρόφιμε, πράγματα
ἄρδην. λέγω σ̣[......]ν· ὅσας ἀναστάτους
πόλεις ἑόρακα[ς, τ]οῦτ' ἀπολώλεκεν μόνον
ταύτας ὃ νῦν διὰ τοῦτον ἐξεύρηκ' ἐγώ.
90ὅσοι τύραννοι πώποθ', ὅστις ἡγεμὼν
μέγας, σατράπης, φρούραρχος, οἰκιστὴς τόπου,
στρατηγός ‑ οὐ [...] ἀλλὰ τοὺς τελέως λέγω
ἀπολωλότας ‑ [νῦν τ]ο̣ῦ̣τ' ἀνήιρηκεν μόνον,
οἱ κόλακες· οὗτ̣ο̣ι̣ δ' εἰσὶν αὐτοῖς ἄθλιοι.
95(Β) σοβαρὸς μὲν ὁ λόγος· ὅ τι δὲ τοῦτ' ἐστίν ποτε
οὐκ οἶδ' ἔγωγε.
(Α) πᾶς τις ἂν κρίνας κακῶς
εὔνουν ὑπολάβοι τὸν ἐπιβουλεύοντά σοι.
(Β) κἂν μὴ δύνηται;
(Α) πᾶς δύναται κακῶς ποεῖν
ἂν μὴ φυλάττηι τὸν σφόδρ' ἰσχυρὸν [
100[ ]θ̣εν ὑ̣ιον Ἀστυάνακτος ὑ[πτίου
κατακειμένου δοίδυ[κι
τὴν ῥῖνα συντριψαι μ[...] μ̣[........]α̣ν
ἀλλ' οὐχ ὁ πέντε μναῖς κα̣τ̣ε̣σ̣[κ]ε̣υ̣α̣[σμένος
ἐπ' αὐτὸ τοῦθ' ἥκων ἵν' ἐκειν[
105οὐκ εὐπόρως ἂν τοῦτ' ἐποήσατ' [
φυλάττεται [
[ ]ς οἶδεν ὄντα κα[ὶ
[ ] φυλάξεταί σ' ὁμοίως [
[ ]θύρα[
110φήσει]ς ὅτ̣ι̣ σ̣αυτοῦ τοὺς φίλους [
ὅτ̣[ι] πρὸς βίαν με [
τ[...]πεις [..χ]ωρήσει γὰρ αὐτοθ[
μεταπέμψεθ' ἑτέρους [..]στρατ̣[
οὔ σ' ἄρα φυλάξει. παῖδες. ἐκτρ̣ι̣β̣ή̣[σεται
115ἤτοι ποθ' οὗτος ἢ σύ· πιστευθεὶς δ̣[
ὑπεναντίον τε μηθὲν ὧν ποε̣ῖ̣[ς ποεῖν
δόξας, ἔχεις τὸν ἄνδρ' ἀφύλακτον, ἐ[
τῶν πραττομένων, τῆς οἰκίας· ὃν [δ' ἂν τρόπον
βούληι διοικηθήσεται τὰ λοιπά σοι.
120(ΠΟΡΝΟΒΟΣΚΟΣ)
χ]οὖτ̣[ος ῥ]α̣χ̣ι̣σ̣τὴς φανερός; οὐ λιμοὶ [
ἔχοντες ἐν ταῖς χερσίν, ἄλλο δ' οὐδὲ ἕν,
ὧν ἔσ̣θ' ὁ γείτων. ἀλλ' ἐὰν αἴσθηθ' ὅμ̣[ως
πρόσεισιν ἑξήκονθ' ἑταίρους παραλαβών,
ὅς]ους Ὀδυσσεὺς ἦλθεν εἰς Τροίαν ἔχων,
125βο]ῶν ἀπειλῶν· "ἄν σε μή, μαστιγία ‑
[.....π]έπρακας πλεὸν ἔχοντι χρυσ̣ί̣ο̣[ν
[....]..τι[ ]...πωλῶ; μὰ τοὺς δώδεκα θεούς,
[....]όμενος διὰ τοῦτον. ἣ μί' ἐλάμβανεν
ὅσον οὐχ]ὶ δέκα, τρεῖς μνᾶς ἑκάστης ἡμέρας
130παρὰ τοῦ] ξένου. δέδοικα δ' οὕτω λαμβάνειν·
ἐκ τῆς ὁ]δοῦ γὰρ ἁρπάσονθ', ὅταν τύχηι,
αὐτήν.] δικάσομαι, πράγμαθ' ἕξω, μάρ̣τ̣[υρας
Fragmenta aliunde nota
Fr. 1
σπονδή· δίδου σὺ σπλάγχν' ἀκολουθῶν. ποῖ βλέπεις;
σπονδή. φέρ' ὦ παῖ Σωσία. σπονδή. καλῶς
ἔχει. θεοῖς Ὀλυμπίοις εὐχώμεθα
Ὀλυμπίασι, πᾶσι πάσαις ‑ λάμβανε
5τὴν γλῶτταν ἐν τούτωι ‑ διδόναι σωτηρίαν,
ὑγίειαν, ἀγαθὰ πολλά, τῶν ὄντων τε νῦν
ἀγαθῶν ὄνησιν πᾶσι. ταῦτ' εὐχώμεθα.
Fr. 2
(ΒΙΑΣ) κοτύλας χωροῦν δέκα
ἐν Καππαδοκίαι κόνδυ χρυσοῦν, Στρουθία,
τρὶς ἐπέπιον μεστόν γε. (ΣΤΡΟΥΘΙΑΣ) Ἀλεξάνδρου πλέον
τοῦ βασιλέως πέπωκας. (Βι) οὐκ ἔλαττον, οὐ
5μὰ τὴν Ἀθηνᾶν. (Στ) μέγα γε.
Fr. 3
γελῶ τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος.
Fr. 4
Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα,
καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.
Fr. 5
ἀλλ' οὐδὲ γεννήτην δύναμ' εὑρεῖν οὐδένα
ὄντων τοσούτων, ἀλλ' ἀπείλημμαι μόνος.
Fr. 6
πρόσεισιν οἷον ἀψοφητὶ θρέμματος
Fr. 7
κωβιός, ἠλακατῆνες,
κυνὸς οὐραῖον.