κἀγὼ μὲν ἄτεκνος ἐγενόμην κείνης ἄπο·
Ἀλκμέωνι δ' ἔτεκε δίδυμα τέκνα παρθένος.
[ΧΟΡΟΣ καὶ μὴν δέ]δορκα παῖδα Κ[ασάνδραν
σέθεν
ἥκουσα]ν ἀδύτων ὧ[δε Φοιβείων πάρος.
[ΧΟΡΟΣ] τύχηι δ[ίδω]μι πά[ντα
[ΑΓΓΕΛΟΣ] κρείσσω(ν) πεφυκὼς [ἔφερε τἀπινίκια
[ΧΟ.] ἦ καὶ στέφουσιν αὐτὸ[ν ὄντα δυσγενῆ;
[ΑΓ.] καί φασιν εἶναί γ' ἄξιον [
[ΧΟ.] ὁ δ' ὧδε μορφῆι διαφέρ[ων ἴσον σθένει;
[ΑΓ.] ἅπανθ', ὅσ' ἄνδρα χρὴ [τὸν εὐγενῆ, τελεῖ.
(Fragments of two lines)
[ΧΟ.] ἀγῶνα ποῦ κ[ρίνουσι;
10[ΑΓ.] Πρίαμος τίθησιν [
[ΧΟ.] εἰς τόνδε νικητ[ήρι' ἦλθε δὴ τίνα;
[ΑΓ.] ἱερός τ' [ἐλ]ᾶιδ[ος θαλλός
[ΧΟΡΟΣ ἀλλ' εἰσορῶ γὰρ] Ἕκτορ' ἐξ ἀγωνίω[ν
ἥκοντα μό]χθων σύγγονόν τε, παῖδε σώ·
15πάρεισι δ',] εἴς θ' ἅμιλλαν ἥκουσιν λόγων.
[ΔΗΙΦΟΒΟΣ ἐπήινεσ' οὐ]δέν' ὅστις ἐστὶ δυσχερὴς
ἁλοὺς δὲ τοῖ]ς κακοῖσι μαλθάσσει φρένας.
[ΕΚΤΩΡ μάταιος ὅς]τις μίκρ' ἔχων ἐγκλήματα
δεινὸν νο]μίζει καὶ συνέστηκεν φόβω[ι].
20[ΔΗ. πῶς γάρ, κα]σίγνηθ' Ἕκτορ, οὐκ ἀλγεῖς
φρένα[ς]
δούλου παρ'] ἀνδρὸς ἆθλ' ἀπεστερη-
μέν[ος];
[ΕΚ. λίαν ἀθυ]μεῖς, Δηίφοβε· τί γάρ με δεῖ
μισεῖν νιν; οὔ τοι] καιρὸς ὠδίνειν φρ[έ]-
νας.
[ΔΗ. ἀργοῦντι θυμῶ]ι ῥαιδίως φέρεις τάδε,
25ἥσσων δὲ δούλου Φρ]υξὶν ἐμφανὴς ἔσηι.
[ΕΚΑΒΗ] καὶ τοὺς λάθραι λέ[γοντας ὡς ἐλεύθερα
δούλης γυναικὸς [παῖς ἐνίκησεν τέκνα.
μή νυν ἔτ' εἰσὶν τ[
ἀλλ[ὰ ο]ὐκ, ἰώ μοι, δ[υνατὰ ταῦθ' ἡμῖν
φέρειν,
30κεῖνον μὲν ὄνθ' ὃς ἔστι θαυμάζειν Φρύγας,
Πριάμου δὲ νίκ[ηι μὴ] γεραίρεσθαι
δόμους.
[ΔΗΙΦΟΒΟΣ] πῶς οὖν (μ)ε[ταβα]λεῖ ταῦτά γ'
ὥστ' ἔχειν καλῶς;
[ΕΚ.] ο[ὐ δῆλον ὥς σφε τῆ]ιδε χειρὶ δεῖ θανεῖν;
[ΔΗ.] οὐ μὴν ἄτρωτός γ' εἶσιν εἰς Ἅιδου
δόμους.
35[ΕΚ.] ποῦ νῦ[ν ἂ]ν εἴη καλλίνικ' ἔχων στέφη;
[ΔΗ.] πᾶν ἄστυ πληροῖ Τρωικὸν γαυρούμενος.
[ΕΚ. ........] δεῦρ', εἰς βόλον γὰρ ἂν
πέσοι.
[ΔΗ. ....... ε]ἰδῆις γ' ὅτ[ι κρ]ατεῖ τῶν
σῶν τέκνων
[ΑΜΦΙΩΝ ...... το]ύσδε μήδ' ὅπως φευξούμεθα.
ἀλλ' εἴπερ ἡμ]ᾶς [Ζεὺ]ς ἐγέννησεν πατήρ,
σώς]ει μεθ' ἡμῶν τ' ἐχθρὸν ἄνδρα τείσεται.
ἷ]κται δὲ πάντως εἰς τοσόνδε συμφορᾶς
5ὥ]στ' οὐδ' ἂν ἐκφύγοιμεν εἰ βουλοίμεθα
Δί]ρκης νεῶρες αἷμα μὴ δοῦναι δίκην.
μένου]σι δ' ἡμῖν εἰς τόδ' ἔρχεται τύχη
ὡς ἢ] θανεῖν δεῖ τῶιδ' ἐν ἡμέρας φάει,
ἤ τοι] τροπαῖα πολεμίων στῆσαι χερί.
10καὶ σοὶ μ]ὲν οὕτω, μῆτερ, ἐξαυδῶ τάδε,
σοὶ δ' ὃς τ]ὸ λαμπρὸν αἰθέρος ναίεις πέδον
λέγω τ]οσοῦτον, μὴ γαμεῖν μὲν ἡδέως
σπείραντ]α δ' εἶναι σοῖς τέκνοις [ἀνω]φελῆ·
οὐ γὰρ κ]αλὸν τόδ', ἀλλὰ συμμαχεῖν φίλοις.
15πιθοῦ] πρὸς ἄγραν τ' εὐτυχῆ θείης [μολ]εῖν
ὅπως ἕ]λωμεν ἄνδρα δυσσεβέστατον.
[ΧΟΡΟΣ ὅδ' αὐτό]ς, εἰ χρὴ δοξάσαι τυραννικῶι
[ς]κ[ή]πτρωι, Λύκος πάρεστι· σιγῶμεν φίλοι.
[ΛΥΚΟΣ] ποὔστ' Ἀντιόπη [ ]αι πέτραν
20δρασμοῖς ἐπ[
τίνες δὲ χοἰ συνδρῶντες ἐκ ποίας χθο[νός;
σημήνατ', εἴπαθ', ὡ[ς ἔ]ν[εστ' αὐ]τοὺς ἑλε[ῖν].
δεινὸν νομίζων, αὐτὸς οὐκ ἀτιμάσας
ἦλθ[ον
(Here follow small traces of three lines, then a gap
of thirty lines)
25[ΒΟΥΚΟΛΟΣ ....σε κομί]σας ἥδομαι κα[κ]ῶν
ἕκας.
[ΛΥ.] οὐκ ἀσφαλὲς τόδ' εἶπας, ἄνθρωπε, στέγος.
[ΒΟ.] δρᾶν δεῖ τι· κείνους δ' οἶδ' ἐγὼ τεθνηκό[τας.
[ΛΥ.] καλῶς ἄρ', εἴπερ οἶσθα, ταξώμεσθα νῦν.
[ΒΟ. τάξιν τίν'] ἄλλην ἢ δόμων στείχειν [ἔ]σω
30ἐς τήνδ'] ἵν' ἡμεῖς καὶ πρὶν οἰκοῦμ[εν πέτραν;
[ΛΥ. ἄφρων γ' ἂν εἴην,] τοὺς ξένους ἐῶν μ'
[ἑλεῖν.
[ΒΟ. ἀτὰρ λιπεῖν χρὴ] δορυφόρου[ς] ἔξω θύρας.
[ΛΥ. καλῶς ἔλεξας· πά]νθ' ἵν' αἴ[ρω]σιν φό[βον.
[ΒΟ. τὰ δ' ἔνδον ἡμ]εῖς καὶ σὺ θήσομεν καλῶς.
35[ΛΥ. πόσοι δὲ καὶ τὸ πλ]ῆθος εἰσὶν οἱ ξένοι;
[ΒΟ. ..........] δ' οὐκ ἔχουσιν ἐν χεροῖν.
[ΛΥ. ἀλλ' ἄγετε δή,] φρουρεῖτε περίβολον πέτρας
πάντηι βλέπο]ντες· κἄν τις ἐκπίπτηι δόμων
λάζυσθ'· ἐγὼ] δὲ παῖδα Νυκτέως ἐμῆι
40θέλω φονεῦ]σαι χειρί· καὶ τάχ' εἴσεται
θεοὺς τὸ πρὶν φιλοῦ]ντας, ὡς μάτην λόγωι
ἐκόμπασ', ὄντας συ]μμάχους ἀνωφελεῖς.
[ΧΟ. ὅδ' ἀρκύων ἀίδρ]ις, ἂν θεὸς θέληι,
πληγεὶς πεσεῖται] τήνδ' ἀνὰ στέγην τάχα.
45...μακα]ρίων σθένος βρόχοισι καταδεῖ
τὸν ἄδικον]· βροτῶν δ' αὖ τέχναις
[τ]ί[ς ἔφυγεν θε]όν;
[ΛΥ.] ἰώ μοί μοι.
[ΧΟ.] ἔα ἔα·
50[κ]αὶ δ[ὴ πρὸς ἔργω]ι τῶν νεανίων χέρες.
[ΛΥ. ὦ] πρόσπ[ολοι δραμό]ντες οὐκ ἀρήξετε;
[ΧΟ.] ἀλαλάζετ[αι στέ]γα·
βοᾶι [.........] μέλος.
[ΛΥ. ὦ] γαῖα Κάδ[μου κ]αὶ πόλ[ις]μ' Ἀσωπικόν.
[ΧΟ.] κλύεις, ὁρᾶι[ς];
55π[αρα]καλεῖ πόλιν φοβερός· αἵματος
δίκ[α τοι δί]κα χρόνιος ἀλλ' ὅμως
ἔλαβεν ὅταν ἴ[δ]ηι [τ]ιν' ἀσεβῆ βροτῶν.
[ΛΥ.] οἴμοι θανοῦμαι πρὸς δυοῖν ἀσύμμαχος.
[ΑΜ.] τὴν δ' ἐν νεκροῖσιν οὐ στένεις δάμαρτα σήν;
[ΛΥ.] ἦ γὰρ τέθνηκεν; καινὸν αὖ λέγεις κακόν.
[ΑΜ.] ὁλκοῖς γε ταυρείοισι διαφορουμένη.
60[ΛΥ.] πρὸς τοῦ; πρὸς ὑμῶν; τοῦτο γὰρ θέλω
μαθεῖν.
[ΑΜ.] ἐκμανθάνοις ἂν ὡς ὄλωλ' ἡμῶν ὕπο.
[ΛΥ.] ἀλ]λ' ἦ τι[νων π]εφύκαθ' ὧν οὐκ οἶδ' ἐγώ;
[ΑΜ.] τί τοῦτ' ἐρευν[ᾶ]ις; ἐν νεκροῖς πεύσει θανών.
[ΕΡΜΗΣ παῦσαι κελ]εύω [φόν]ιον ἐξορμ[ωμ]ένους
65ὁρμήν, ἄνα]ξ Ἀμφῖον· [ἐ]ντολὰς δὲ σοὶ
Ἑρμῆς ὁ Μ]αίας τ[ῶι τε........
μ]ένωι
τῶιδ' ἐκ Δι]ὸς κήρυγ[μ' ἀφικόμη]ν φέρων.
καὶ πρ[ῶ]τα μέν σφ[ιν μητρὸ]ς ἐξερῶ πέρι,
ὡς Ζεὺς ἐμείχθη [... ἀ]παρνῆται τάδε
(Here follow small fragments of three lines)
70αὐτή τε δεινῆς [συμφορᾶς ἀπη]λλάγη
παῖδάς τε τούσδ' [ἐφηῦρε]ν ὄντας ἐκ Διός.
ὧν χρή σ' ἀκούειν [καὶ] χθονὸς μοναρχίαν
ἑκόντα δοῦνα[ι τοῖσδε Κ]αδμείας, ἄναξ.
ὅταν δὲ θάπτηις ἄλοχον εἰς πυρὰν τιθεὶς
75σαρκῶν ἀθροίσας τῆς ταλαιπώρου φύσιν
ὀστᾶ πυρώσας Ἄρεος εἰς κρήνην βαλεῖν,
ὡς ἂν τὸ Δίρκης ὄνομ' ἐπώνυμον λάβηι
κρήνης [ἀπό]ρρους, ὃς δίεισιν ἄστεως
πεδία τ[ὰ Θή]βης ὕδασιν ἐξαρδῶν ἀεί.
80ὑμεῖς δ' [ἐπε]ιδὰν ὅσιος ἦι Κάδμου πόλις
χωρεῖτε, [παῖδε]ς, ἄστυ δ' Ἰσμηνὸν πάρα
ἑπτάσ[τομ]ον πύλαισιν ἐξαρτύετε.
σὺ μὲν [.....]ντο πνεῦμα πολεμίων
λαβών,
Ζήθωι [τάδ' εἶ]πον· δεύτερον δ' Ἀμφίονα
85λύραν ἄ[νωγ]α διὰ χερῶν ὡπλισμένον
μέλπειν θεοὺ[ς ὠι]δαῖσιν· ἕψονται δέ σοι
πέτραι τ' [ἐ]ρυμναὶ μουσικῆι κηλούμεναι
δένδρη τε μητρὸς ἐκλιπόνθ' ἑδώλια,
ὥστ' εὐμ[ά]ρειαν τεκτόνων θήσει χερί.
90Ζεὺς τήνδε τίμην, σὺν δ' ἐγὼ δίδωμί σοι,
οὗπερ τόδ' εὕρημ' ἔσχες, Ἀμφίων ἄναξ.
λεύκω δὲ πώλω τὼ Διὸς κεκλημένοι
τίμας μεγίστας ἕξετ' ἐν Κάδμου πόλει.
καὶ λέκτρ' ὁ μὲν Θηβαῖα λ[ήψ]εται γαμῶν,
95ὁ δ' ἐκ Φρυγῶν κάλλιστον ε[ὐ]νατήριον
τὴν Ταντάλου παῖδ'· ἀλλ' ὅσον τάχιστα χρὴ
σπεύδειν θεοῦ πέμψαντος οἷα βούλεται.
[ΛΥ.] ὦ πολλ' ἄελπτα Ζεῦ τιθεὶς καθ' ἡμέραν,
ἔδειξας [εἰς φῶς] τάσδ' ἀβουλίας ἐμὰς
100ἐσσφρα[....] δοκοῦντας οὐκ εἶναι Διός.
πάρεστε καὶ ζῆθ'· ηὗρε μηνυτὴς χρόνος
ψευδεῖς μὲν ἡμᾶς, σφῶιν δὲ μητέρ' εὐτυχῆ.
ἴτε νυν, κρατύνετ' ἀντ' ἐμοῦ τῆσδε χθονὸς
λαβόντε Κάδμου σκῆπτρα· τὴν γὰρ ἀξίαν
105σφῶιν προστίθησιν Ζεὺς ἐγώ τε σὺν Διί.
Ἑρμ[ῆι δ]ὲ [πίσυν]ος Ἄρεος εἰς κρήνην
[β]αλῶ
γυναῖκα θάψας, τῆσ[δ' ὅπως] θανοῦσα γῆς
νασμοῖσι τέγγηι πεδία Θηβαίας χθονός,
110Δίρκη παρ' ἀνδρῶν ὑστέρων κεκλημένη.
λύω δὲ νείκη καὶ τὰ πρὶν πεπραγμένα
[ΧΟ.] οὐ γάρ τιν' ἄλλην φημὶ τολμῆσαι τάδε·
σὺ δ' ἐκ κακῶν, ἄναξ,
φρόντισον εὖ καλύψαι.
ΠΑΣΙΦΑ[Η] ἀρνουμένη μὲν οὐκέτ' ἂν πίθοιμί σε,
5πάντως γὰρ ἤδη δῆλον ὡς ἔχει τάδε.
ἐγ[ὼ] γὰρ εἰ μὲν ἀνδρὶ προὔβαλον δέμας
τοὐμὸν λαθραίαν ἐμπολωμένη Κύπριν,
ὀρθῶς ἂν ἤδη μάχ[λο]ς οὖσ' ἐφαινόμην·
νῦν δ', ἐκ θεοῦ γὰρ προσβολῆς ἐμηνάμην,
10ἀλγῶ μέν, ἐστὶ δ' οὐχ ἑκο[ύς]ιον κακόν.
ἔχει γὰρ οὐδὲν εἰκός· ἐς τί γὰρ βοὸς
βλέψασ' ἐδήχθην θυμὸν αἰσχίστηι νόσωι;
ὡς εὐπρεπὴς μὲν ἐν πέπλοισιν ἦν ἰδεῖν,
πυρσῆς δὲ χαίτης καὶ παρ' ὀμμάτων σέλας
15οἰνωπὸν ἐξέλαμπε περ[καί]νων γένυν;
οὐ μὴν δέμας γ' εὔρ[υθμον ὧδε ν]υμφίου·
τοιῶνδε λέκτρω[ν εἵνεκ' εἰς] πεδοστιβῆ
ῥινὸν καθείσ[ηι σῶμ' ὅδ' ἐξοργίζε]ται;
ἀλλ' οὐδὲ παίδων φ[ύτορ' εἰκὸς ἦν] πόσιν
20θέσθαι· τί δῆτ' ἂν τῆι[δε μαι]νοίμην νόσωι;
δαίμων ὁ τοῦδε κἄμ' ἐ[νέπλησεν κα]κῶν,
μάλιστα δ' οὗτος οἴσε[ται ψόγον βροτ]ῶν·
ταύρου γὰρ οὐκ ἔσφαξ[εν ὃν κατηύ]ξατο
ἐλθόντα θύσειν φάσμα [πο]ντίω[ι θε]ῶι.
25ἐκ τῶνδέ τοί σ' ὑπῆλθ[ε κἀ]πετείσ[ατο
δίκην Ποσειδῶν, ἐς δ' ἔμ' ἔσκηψ[εν τάδε.
κἄπειτ' ἀυτεῖς καὶ σὺ μαρτύρηι θεοὺς
αὐτὸς τάδ' ἔρξας καὶ καταισχύνας ἐμέ.
κἀγὼ μὲν ἡ τεκοῦσα κοὐδὲν αἰτία
30ἔκρυψα πληγὴν δαίμονος θεήλατον,
σὺ δ', εὐπρεπῆ γὰρ κἀπιδείξασθαι καλά,
τῆς σῆς γυναικός, ὦ κάκιστ' ἀνδρῶν φρονῶν,
ὡς οὐ μεθέξων πᾶσι κηρύσσεις τάδε.
σύ τοί μ' ἀπόλλυς, σὴ γὰρ ἡ 'ξ[αμ]αρτία,
35ἐκ σοῦ νοσοῦμεν. πρὸς τάδ' εἴτε ποντίαν
κτείνειν δοκεῖ σοι, κτεῖν'· ἐπίστασαι δέ τοι
μιαιφόν' ἔργα καὶ σφαγὰς ἀνδροκτόνους·
εἴτ' ὠμοσίτου τῆς ἐμῆς ἐρᾶις φαγεῖν
σαρκός, πάρεστι· μὴ λίπηις θοινώμενος.
40ἐλεύθεροι γὰρ κοὐδὲν ἠδικηκότες
τῆς σῆς ἕκατι ζημ[ία]ς θανούμεθα.
[ΧΟ.] πολλοῖσι δῆλον [ὡς θεήλατον] κακὸν
τόδ' ἐστίν· ὀργῆι [μὴ λίαν εἴξηι]ς, ἄναξ.
ΜΙΝ[ΩΣ] ἆρ' ἐστόμωται; μ[ᾶσσον ἢ ταῦρος] βοᾶι.
45χωρεῖτε, λόγχη[ι δ' ἥδ' ἴτω φρουρο]υμένη·
λάζυσθε τὴν πανο[ῦργον, ὡ]ς καλῶς θάνηι,
καὶ τὴν ξυνεργὸν [τήνδε, δ]ωμάτων δ' ἔσω
[ἄγο]ντες αὐτὰς ἔρ[ξατ' ἐς κρυπτ]ήριον,
[ὡς μ]ηκέτ' εἰσίδ[ωσιν ἡλίου κ]ύκλον.
50[ΧΟ. ἄ]ναξ, ἐπίσχ[ες· φρο]ντί[δος] γὰρ ἄξιον
τὸ πρ[ᾶγ]μα· [νηλ]ὴς δ' ο[ὔτις] εὔβουλος
βροτῶν.
[ΜΙ.] κ[αὶ δὴ] δ[έδοκται] μὴ ἀναβάλλεσθαι δίκην.
[ΥΨΙΠΥΛΗ] ἥξε[ι πατὴρ οὐ] σπά[νι' ἔχων ἀ]θύρματα
ἃ σὰς ὀδυρμῶν ἐκγαλη[νιεῖ φ]ρένας.
ὑμεῖς ἐκρούσατ', ὦ νεανία[ι, πύλα]ς;
ὦ μακαρία σφῶιν ἡ τεκοῦσ', ἥτις ποτ' ἦν.
5τί τῶνδε μελάθρων δε[όμε]νοι προσηλθέτην;
ΘΟΑΣ στέγ[η]ς κεχρήμεθ' [ἐ]ν[τὸς ἀ]χθῆναι, γύναι,
εἰ δύ[να]τον ἡ[μῖν νύκτ' ἐ[ναυλίς]αι μίαν.
ἔχομεν δ' ὅσων δεῖ· τ[ί] πο[τε] λυ[π]ηροὶ
δό[μοις
10ἐσόμεθα τοῖσδε; τὸ δὲ σὸν ὡς ἔχει μ[εν]εῖ.
[ΥΨ. ἀδές]ποτος μ[ὲν ο]ἶκ[ο]ς ἀρσένων κυρεῖ
(A few lines missing: fragments of two survive)
[ΥΨ.] Λυκοῦρ[γος αὐτὸς τυγχάνει θεωρὸς ὤν,
γυνὴ δ[ὲ Νεμέας Εὐρυδίκη τὰ νῦν κρατεῖ.
ΘΟ. οὐκ ἐν ξε[νῶσι τοῖσδ' ἄρ' ἀναπαυσαίμεθ' ἄν,
πρὸς δ' ἄ[λλο δή τι δῶμ' ἀφορμᾶσθαι χρεών.
15[ΥΨ.] ἥκιστ[α· καὶ γὰρ δώματ' οὐκ ἐπίσταται
ξένο[υς ἀπωθεῖν οὐδ' ἀτιμάζειν τάδε,
ἀεὶ δὲ [φιλίαι τὸν μολόντ' ἐδέξατο.
[ΥΨ. ......] ὡς ἐνόπτρου
[κελαιν]οφαῆ τιν' αὐγάν·
20[ἀοιδῆι δ'] αὔξημα τὸ σὸν
[προ]μνήσωμαι, τέκνον, εὐ-
ωποῖς ἢ θεραπείαις.
ἰδοὺ κρότος ὅδε κροτάλων·
‹. . . . . . .›
οὐ τάδε πήνας, οὐ τάδε κερκίδος
25ἱστοτόνου παραμύθια Λήμνια,
Μοῦσα, μέλει με κρέκειν, ὅ τι δ' εἰς ὕπνον
ἢ χάριν ἢ θεραπεύματα πρόσφορα
παιδὶ πρέπει νεαρῶι,
τάδε μελωιδὸς αὐδῶ.
30[ΧΟΡΟΣ] τί σὺ παρὰ προθύροις, φίλα;
πότερα δώματος εἰσόδους
σαίρεις, ἢ δρόσον ἐπὶ πέδωι
βάλλεις οἷά τε δούλα;
ἦ τὰν Ἀργὼ τὰν διὰ σοῦ
35στόματος ἀεὶ κληιζομέναν
πεντηκόντερον ἄιδεις,
ἢ τὸ χρυσεόμαλλον
ἱερὸν δέρος ὃ περὶ δρυὸς
ὄζοις ὄμμα δράκοντος
40φρουρεῖ, μναμοσύνα δέ σοι
τᾶς ἀγχιάλοιο Λήμνου
τὰν Αἰγαῖος ἑλίσσων
κυμοκτύπος ἀχεῖ,
δεῦρ' ὅτ' ἂν λειμῶνα Νέμει-
45[ον] ἐπάγει χαλκέοισιν ὅπλοις
Ἀργεῖον πεδίον πα[ρεὶς
ἐπὶ τὸ τᾶς κιθάρας ἔρυμα
τᾶς Ἀμφιονίας ἔργον [χερὸς
ὠ[κυ]πόδας Ἄ[δρ]ασ[το]ς [Ἄρη θοόν;
50ὁ δ' ἐκάλεσε μένο[ς
ποικίλα σάματα [
τόξα τε χρύσεα [
καὶ μονοβάμονε[ς
ἀειρόμενοι χθ[ον
. . . . . .
55[ΥΨ. .....Θ]ραικίαν
....]σ[.]μένης ὀρού-
σας ἐπ' οἶδμα γαλανεί-
ας πρυμνήσι' ἀνάψαι,
τὸν ἁ τοῦ ποταμοῖο παρθ-
60ένος Αἴγιν' ἐτέκνωσε Πη-
λέα, μέσωι δὲ παρ' ἱστῶι
Ἀσιάδ' ἔλεγον ἰήιον
Θρῆισσ' ἐβόα κίθαρις Ὀρφέως
μακροπόλων πιτύλων ἐρέτηισι κε-
65λεύσματα μελπομένα, τότε μὲν ταχύ-
πλουν τότε δ' εἰλατίνας ἀνάπαυμα πλά-
τας. τάδε μοι τάδε θυμὸς ὑδεῖν ἵε-
ται, Δαναῶν δὲ πόνους
ἕτερος ἀναβοάτω.
70ΧΟ. παρὰ σοφῶν ἔκλυον λόγους
πρότερον ὡς ἐπὶ κυμάτων
πόλιν καὶ πατρίους δόμους
Φοινίκας Τυρία παῖς
Εὐρώπα λιποῦσ' ἐπέβα
75Διοτρόφον Κρήταν ἱερὰν
Κουρήτων τροφὸν ἀνδρῶν,
ἃ τέκνων ἀρότοισιν
τρισσοῖς ἔλιπεν κρά[τος]
χώρας τ' ὄλβιον ἀρχάν.
80Ἀργείαν θ' ἑτέραν κλύω
[οἴς]τρωι βασίλειαν Ἰὼ
[πάτ]ρας ἀμφὶς ἀμεῖψαι
[κερ]ασφόρον ἄταν.
[ταῦ]τ' ἂν θεὸς εἰς φροντίδα θῆι σοι,
85[στέρξ]ε[ι]ς δή, φίλα, τὸ μέσον,
[ἐλπὶς δ' οὐκ] ἀπολείψει
[ἔτι σε τὸν π]ατέρος πατέρα
[ῥύσεσθαί πο]τ'· ἔχει σέθεν [ὤραν,
αὐτίκα δ'] ὠκύπορο[ς] μετανίσσεται
(Fragments of six more lines: then a gap)
90[ΥΨ.] νεμον ἄγαγέ ποτε
κυναγόν τε Πρόκριν,
τὰν πόσις ἔκτα,
κατεθρήνησεν ἀοιδαῖς.
θάνατον ἔλαχε· τὰ δ' ἐμὰ πάθεα
95τίς ἂν ἢ γόος ἢ μέλος ἢ κιθάρας
ἐπὶ δάκρυσι μοῦσ' ἀνοδυρομένα
μετὰ Καλλιόπας
ἐπὶ πόνους ἂν ἔλθοι;
[ΧΟ.] ὦ Ζεῦ Νεμέας τῆσδ' ἄλσος ἔχων,
100τίνος ἐμπορίαι τούσδ' ἐγγὺς ὁρῶ
πελάτας ξείνους Δωρίδι πέπλων
ἐσθῆτι σαφεῖς πρὸς τούσδε δόμους
στείχοντας ἐρῆμον ἀν' ἄλσος;
ΑΜΦΙΑΡ[ΑΟΣ] ὡς ἐχθρὸν ἀνθρώποισιν αἵ τ' ἐκδημίαι
105ὅταν τε χρείαν εἰσπεσὼν ὁδοιπόρος
ἀγροὺς ἐρήμους καὶ μονοικήτους ἴδηι
ἄπολις ἀνερμήνευτος ἀπορίαν ἔχων
ὅπηι τράπηται· κἀμὲ γὰρ τὸ δυσχερὲς
τοῦτ' εἰσβέβηκεν· ἄσμενος δ' εἶδον δόμους
110τούσδ' ἐν Διὸς λειμῶνι Νεμεάδος χθονός.
καί σ', εἴτε δούλη τοῖσδ' ἐφέστηκας
δόμοις
εἴτ' οὐχὶ δοῦλον σῶμ' ἔχουσ', ἐρήσομαι,
τίνος τάδ' ἀνδρῶν μηλοβοσκὰ δώματα
115Φλειουντίας γῆς, ὦ ξένη, νομίζεται;
ΥΨΙΠΥΛ[Η] ὄλβια Λυκούργου μέλαθρα κλήιζεται
τάδε,
ὃς ἐξ ἁπάσης αἱρεθεὶς Ἀσωπίας
κληιδοῦχός ἐστι τοὐπιχωρίου Διός.
ΑΜ. ῥυτὸν λαβεῖν [χ]ρ[ήιζοι]μ' ἂν ἐν κρωσσοῖς
ὕδωρ
χέρνιβα θεοῖσιν ὅ[διον] ὡς χεαίμεθα.
120στατῶν γὰρ ὑδάτων νάματ' οὐ διειπετῆ,
στρατοῦ δὲ πλήθει πάντα συνταράσσεται.
ΥΨ. τίνες μολόντες καὶ χθονὸς ποίας ἄπο;
[ΑΜ.] ἐκ τῶν Μυκηνῶν ἐσμὲν Ἀργεῖοι γένος,
ὅρια δ' ὑπερβαίνοντες εἰς ἄλλην χθόνα
125στρατοῦ προθῦσαι βουλόμεσθα Δαναϊδῶν.
[ἡ]μεῖς [γὰρ ὡ]ρμ[ήμες]θα πρὸς Κάδμου
πύλας,
[εἴ πως θεοὶ πέμποιεν ε]ὐτυχῶς, γύναι.
[ΥΨ. τί δὲ στρατεύεσθ', εἴ γε] σοῦ θέμις μαθεῖν;
[ΑΜ. κατάγειν θέλοντες φυγ]άδα Π[ολυνεί]κη
πάτρας.
130[ΥΨ. σὺ δ'] ὢ[ν τίς ..........]ας θηρᾶις
[.....
[ΑΜ.] παῖς Οἰκ[λέους τοι μάντις] Ἀμφιάρ[εως
ἐγώ.
. . . . . .
ὄνομα [τὸ σὸν νῦν καὶ γένος λέξον, γύναι.
[ΥΨ.] ἡ Λημ[νία χθὼν Ὑψιπύλην ἔθρεψέ με.
. . . . . .
[ΑΜ.] γυ[νὴ στρατεῦσαί μ' οὐχ ἑκόντ' ἠνάγκασεν.
135[ΥΨ.] ὅσια φ[ρονοῦσ', ἢ καί τινος κέρδους χάριν;
[ΑΜ.] ἐδέξ[αθ' ὅρμον χερσὶ Πολυνείκους πάρα.
[ΥΨ.] πόθεν μ[
[ΑΜ.] ἔγημ' ὁ κλε[ινὸς Ἁρμονίαν Κάδμος ποτέ.
[ΥΨ.] εἷς ἦν τις, ὡ[ς ἤκουσα, τῶν θεοῖς φίλων.
140[ΑΜ.] ταύτηι δίδωσ[ιν ὅρμον Ἀφροδίτη καλόν.
[ΥΨ.] θεοὶ θεῶν γὰ[ρ παισὶν εὐμενεῖς ἀεί.
[ΑΜ.] Πολύδωρος οὖ[ν ἐκλήιζεθ' οὑξ αὐτῶν γόνος.
[ΥΨ.] εἴ που θεᾶς φὺ[ς θεῖ' ἐδέξατ', εἰκότως.
[ΑΜ.] τούτου δὲ παῖ[ς τὸν ὅρμον ἔσχε Λάβδακος.
(Fragments of two lines)
145[ΥΨ. ἐ]δέξατ' οὖν ἕξουσα δύ[σφημον κλέος;
[ΑΜ. ἐδέ]ξαθ', ἥκω δ' [οὔ]ποτ' ἐκ [μάχης πάλιν.
[ΥΨ.] εἰς χρησμὸν οὖν σοι θα[νάσιμον πορευτέον;
[ΑΜ.] χρὴ γὰρ στρατεύειν μ', εἴ[περ ἀξιοῖ γυνή.
[ΥΨ. πάλα]ι σαφῶς [σοι] θάνατ[ος ἦν πεπρωμένος;
150[ΑΜ. οὐκ ἔ]στι νό[στος] ἀν[δρὶ τῶιδε πρὸς δόμος.
[ΥΨ. τί δῆ]τα θύειν [δεῖ σε κατθανούμενον;
[ΑΜ. ἄμεινον·] οὐ[δεὶς κάματος εὐσεβεῖν θεούς.
(After a gap of five lines, come the initial letters
of nine more)
[ΧΟΡΟΣ] νυκ[τὸς ........] ἐν κοίταισι παρ'
αὐλᾶι
155ἔριδ[ας θάμ' ἀ]μειβόμενοι
σιδ[άρου τ' εἰρ]εσίαι
σφαγᾶι [τε δῆ]λον
κλισίας π[ερ]ὶ νυκτέρου
γενναίων πατέρων
φυγάδες δορὶ θυμόν.
160Φοίβου δ' ἐν[ο]πὰ[ς] β[ας]ιλεὺς ἐνύχευ-
εν Ἄδραστος ἔχων
τέκνα θηρσὶν [ζ]εῦ[ξ]αι
. . . . . .
[ ‑ ] κρήνη [ς]κιάζ[εταί τις, ἥνπερ ἀμφέπει
165δράκων πάροικ[ος, φοινίοισιν ὄμμασι
γοργωπὰ λεύσσω[ν, κρατί τε ξανθὴν ἔπι
πήληκα σείων, οὗ φόβ[ωι φεύγουσ' ἀεὶ
ποιμένες, ἐπεὶ σῖγ' ἐν [βοτοῖς ἑλίσσεται
. . . . . .
[ΥΨΙΠΥΛΗ] ὦ φ[ίλτα]ται γ[υναῖκες, ὡς ἐπὶ ξυροῦ
170ἕστηκα [
ἀνά[ξι'] ἕξειν· οἱ φόβοι δ' [ἔχουσί με.
[ΧΟΡΟΣ] εὔελπ[ι δ' ο]ὔτι [ῥῆμ'] ἔχεις ε[ἰπεῖν φίλαις;
[ΥΨ.] δέδοικα θανάτωι παιδὸς οἷα πείσομαι.
[ΧΟ.] οὔκουν ἄπειρός γ' ὦ τάλαινα σ[υμφορῶν.
[ΥΨ.] ἔγνωκα κἀγὼ τοῦτο καὶ φυλάξ[ομαι.
175[ΧΟ.] τί δῆτά γ' ἐξηύρηκας εἰς ἀλκ[ὴν κακῶν;
[ΥΨ.] φεύγειν. στί[β]ων τῶν[δ' ἴ]δρ[ις εἰ γὰρ ἦ
μόνον.
[ΧΟ.] ποῖ δῆτα τρέψηι; τίς σε δέξεται πόλις;
[ΥΨ.] πόδες κρινοῦσι τοῦτο καὶ προθυμία.
[ΧΟ.] φυλάσσεται γῆ φρουρίοισιν ἐν κύκλωι.
180[ΥΨ. ν]ικᾶι[ς]· ἐῶ δὴ τοῦτό γ'· ἀλλ' ἀπέρχομαι.
[ΧΟ.] σκόπει, φίλας [γὰ]ρ τά[σδε] συμβούλους
ἔχεις.
[ΥΨ.] τί δ' εἴ τιν' εὕροιμ' [ὅστ]ις ἐξάξει με γῆς;
[ΧΟ. οὐκ ἔστιν ὅστις βούλεται] δούλους ἄγειν.
. . . . . .
[ΧΟΡΟΣ] γενν[αῖ' ἔ]λε[ξας σωφρονοῦσί τ' εὐπιθῆ·
185ἐν σώφροσιν [γ]ὰρ κἄμ' ἀριθμεῖσθα[ι θέλω.
[ΕΥΡΥΔΙ]Κ[Η] τί ταῦτα κομψῶς ἀντιλάζυσαι λ[όγοις
καὶ γούνατ' ἀμπ]έχουσα μηκύνεις μ[ακράν,
κτανοῦσ' Ὀφέλ]την, τῶν ἐμῶν ὄσσων [χαράν;
(Fragments of one line)
........] παιδί θ' ὃν διώ[λεσας.
190[ΥΨΙΠΥΛΗ] οὕτω δοκεῖ μ[ε, π]ότνι', ἀποκτείν[ειν
κακῆι
ὀργῆι πρὶν ὀρθῶς πρᾶγμα διαμαθ[εῖν τόδε;
σιγᾶις, ἀμείβηι δ' οὐδέν· ὦ τάλαιν' ἐγ[ώ,
ὡς τοῦ θανεῖν μὲν οὕνεκ' οὐ μέγα [στέν]ω,
εἰ δὲ κτανεῖν τὸ τέκνον οὐκ ὀρθ[ῶ]ς δοκῶ,
195τοὐμὸν τιθήνημ', ὃν ἐπ' ἐμαῖσιν ἀγκάλαις
πλὴν οὐ τεκοῦσα τἄλλα γ' ὡς ἐμὸν τέκνον
στέργουσ' ἔφερβον, ὠφέλημ' ἐμοὶ μέγα.
ὦ πρῶιρα καὶ λευκαῖνον ἐξ ἅλμης ὕδωρ
Ἀργοῦς, ἰὼ παῖδ', ὡς ἀπόλλυμαι κακῶς.
200ὦ μάντι πατρὸς Οἰκλέους, θανούμεθα.
ἄρηξον, ἐλθέ, μή μ' ἴδηις ὑπ' αἰτίας
αἰσχρᾶς θανοῦσαν, διὰ σὲ γὰρ διόλλυμαι.
ἔλθ', οἶσθα γὰρ δὴ τἀμά, καὶ σὲ μάρτυρα
σαφέστατον δέξαιτ' ἂν ἥδ' ἐμῶν κακῶν.
205ἄγετε, φίλων γὰρ οὐδέν' εἰσορῶ πέλας
ὅστις με σώσει· κενὰ δ' ἐπηιδέσθην ἄρα.
[ΑΜΦΙΑΡΑΟΣ] ἐπίσχες, ὦ πέμπουσα τήνδ' ἐπὶ σφαγὰς
δόμων ἄνασσα· τῶι γὰρ εὐπρεπεῖ σ' ἰδὼν
τοὐλεύθερόν σοι προστίθημι τῆι φύσει.
210[ΥΨ.] ὦ πρός σε γονάτων ἱκέτις Ἀμφιάρεω πίτνω
καὶ πρὸς γενείου τῆς τ' Ἀπόλλωνος τέχνης·
καιρὸν γὰρ ἥκεις τοῖς ἐμοῖσιν ἐν κακοῖς·
[ῥ]ῦσαί με· διὰ γὰρ σὴν ἀπόλλυμαι χάριν,
μέλλω τε θνήισκειν, δεσμίαν τέ μ' εἰσορᾶις
215πρὸς σοῖσι γόνασιν, ἣ τόθ' εἱπόμην ξένοις·
ὅσια δὲ πράξεις ὅσιος ὤν· προδοὺς δέ με
ὄνειδος Ἀργείοισιν Ἕλλησίν τ' ἔσηι.
ἀλλ' ὦ δι' ἁ[γνῶ]ν ἐμπύρων λεύσσων τύχας
Δαναοῖσιν, [εἰπ]ὲ τῆιδε συμφορὰν τέκνου,
220παρὼν γὰ[ρ οἶς]θα. φησὶ δ' ἥδ' ἑκουσίως
κτανεῖν με παῖδα κἀπιβουλεῦσαι δόμοις.
[ΑΜ.] εἰδὼς ἀφῖγμαι τὴν τύχην θ' ὑπειδόμην
τὴν σὴν ἃ πείσηι τ' ἐκπεπνευκότος τέκνου,
ἥκω δ' ἀρήξων συμφοραῖσι ταῖσι σαῖς,
225τὸ μὲν βίαιον οὐκ ἔχων, τὸ δ' εὐσεβές.
αἰσχρὸν γὰρ εὖ μὲν ἐξεπίστασθαι παθεῖν,
δρᾶσαι δὲ μηδὲν εὖ παθόντα πρὸς σέθεν.
πρῶτον μὲν οὖν σὸν δεῖξον, ὦ ξένη, κάρα·
σῶφρον γὰρ ὄμμα τοὐμὸν Ἑλλήνων λόγος
230πολὺς διήκει. καὶ πέφυχ' οὕτως, γύναι,
κοσμεῖν τ' ἐμαυτὸν καὶ τὰ διαφέρονθ' ὁρᾶν.
ἔπειτ' ἄκουσον, τοῦ τάχους δὲ τοῦδ' ἄνες·
εἰς μὲν γὰρ ἄλλο πᾶν ἁμαρτάνειν χρεών,
ψυχὴν δ' ἐς ἀνδρὸς ἢ γυναικὸς οὐ καλόν.
235[ΕΥ.] ὦ ξένε πρὸς Ἄργει πλησίαν ναίων χθόνα,
πάντων ἀκούσασ' οἶδά σ' ὄντα σώφρονα·
οὐ γάρ ποτ' εἰς τόδ' ὄμμ' ἂν ἔβλεψας παρών.
νῦν δ', εἴ τι βούληι, καὶ κλύειν σέθεν θέλω
καί σ' ἐκδιδάσκειν· οὐκ ἀνάξιος γὰρ εἶ.
240[ΑΜ.] γύναι, τὸ τῆσδε τῆς ταλαιπώρου κακὸν
ἀγρίως φέρουσάν σ' ἤπιον θ[έσθαι θέλ]ω,
οὐ τήνδε μᾶλλον ἢ τὸ τῆς δίκης ὁρῶν.
αἰσχύνομαι δὲ Φοῖβον, οὗ δι' ἐμπύρων
τέχνην ἐπασκῶ, ψεῦδος εἴ τι λέξομεν.
245ταύτην ἐγὼ 'ξέπεισα κρηναῖον [γά]νος
δεῖξαι δι' ἁγνῶν ῥευμάτων [ὅπως ....
στρατιᾶς πρόθυμ', Ἀργεῖον ὡς δ[ιεκπερῶν
θῦς]αι θέλ[οντες· ἀλλὰ κείμενον χαμαὶ
δράκων ἀσ[ήμωι παῖδ' ὑφειμένος βέλει
250ἠκόντισ', α[
καί νιν δρομ[
εἵλιξεν ἀμ[φὶ παῖδα
ἡμεῖς δ' ἰδό[ντες παντόθεν προσβάλλομεν,
ἐγὼ δ' ἐτόξευσ' [αὐτόν· ἦν δ' ἀνήνυτον·
255ἀρχὴ γὰρ ἡμῖν [πημάτων πολλῶν θανὼν
Ἀρχέμορος ε[ἰς τὸ λοιπὸν ὀνομασθήσεται.
σὺ δ' οὐχὶ σαυτῆ[ς μόνον ἀφηιρέθης τέκνον,
ὄρνιθα δ' Ἀργείο[ισι γενόμενον κλύεις.
(Fragments of two more lines)
πολλοὶ δ[ὲ νικηθέντες εἴξουσιν μάχηι
260Κάδμου [πολίταις· παῦρος ἐκ πολλῶν λεὼς
νόστου κυρήσ[ει· φεύξεται δ' ἐχθρῶν χέρας
Ἄδραστος, ἥξει τ' Ἄρ[γος ἐκ Θήβων πάλιν
ἑπτὰ στρατηγ[ῶν ἐκσεσωσμένος μόνος.
τὰ μὲν γενόμεν[α δὴ σαφῶς ἐπίστασαι,
265ἃ δ' αὖ παραινῶ, ταῦτά μοι δέξαι, γύναι.
ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν
θάπτει τε τέκνα χἄτερα κτᾶται νέα
αὐτός τε θνήισκει· καὶ τάδ' ἄχθονται βρότοι,
εἰς γῆν φέροντες γῆν· ἀναγκαίως δ' ἔχει
270βίον θερίζειν ὥστε κάρπιμον στάχυν,
καὶ τὸν μὲν εἶναι τὸν δὲ μή· τί ταῦτα δεῖ
στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν;
ἃ δ' εἰκὸς Ἀργο[ῦς ἐξάγουσι πρόσφορα
θάψαι δὸς ἡμ[ῖν παῖδ' ἀειμνήστοις τάφοις·
275οὐ γὰρ καθ' ἡμ[έραν γε ταῦτ' ἔσται μίαν,
ἀλλ' εἰς τὸν ἀε[ὶ δῆτα πήμασιν χρόνον
τοῖ[ς σο]ῖς βρότε[ιον πᾶν συναλγήσει γένος.
κλεινὸς γὰρ ἔσ[ται τάφος ἐν ἀνθρώποις ὅδε,
ἀγῶνά τ' αὐτῶι [στησόμεσθα, φυλλάδος
280στεφάνους διδ[όντες· ὁ δὲ κρατῶν καθ'
Ἑλλάδα
ζηλωτὸς ἔστ[αι καὶ περίβλεπτος βροτοῖς.
ἐν τῶιδε μὲν [λειμῶνι συλλεχθεὶς στρατὸς
μνησθήσετα[ι σοῦ παιδός, Ἀρχέμορος ὅτι
ἐπωνομάσθη, [πρῶτος ὡς ἄρξας μόρου,
285Νεμέας κατ' ἄλσ[ος. τήνδε δ' οὖν λῦσαί σε
χρή,
ἀναιτία γάρ, τοῖς [δὲ σοῖς κλέος φέρει·
σὺν γὰρ καλῶι σό[ν, ὦ γύναι, πένθος τέλει
θήσει σε καὶ παῖδ' [εἰς τὸ λοιπὸν εὐκλεεῖς.
(Fragments of two more lines)
[ΕΥ.] πρὸς τὰς φύσεις χρὴ καὶ τὰ πράγματα
σκοπεῖν
290καὶ τὰς διαίτας τῶν κακῶν τε κἀγαθῶν·
πειθὼ δὲ τοῖς μὲν σώφροσιν πολλὴν ἔχειν,
τοῖς μὴ δικαίοις δ' οὐδὲ συμβάλλειν χρεών.
. . . . . .
. . . τέκνα τ' ἀνὰ μίαν ὁδὸν
ἀνάπαλιν ἐτρόχασεν
295ἐπὶ φόβον ἐπὶ
χάριν ἑλίξας,
χρόνωι δ' ἐξέλαμψεν εὐάμερος.
ΑΜΦΙΑΡ[ΑΟΣ] τὴν μὲν παρ' ἡμῶν, ὦ γύναι, φέρηι
χάριν,
ἐπεὶ δ' ἐμοὶ πρόθυμος ἦσθ' ὅτ' ἠντόμην
300ἀπέδωκα κἀγώ σοι πρόθυμ' ἐς παῖδε σώ.
σῶιζ' οὖν σὺ τέκνα, σφὼ δὲ τήνδε μητέρα,
καὶ χαίρεθ'· ἡμεῖς δ' ὥσπερ ὡρμήμεσθα δὴ
στράτευμ' ἄγοντες ἥξομεν Θήβας ἔπι.
ΟΙ ΥΨΙΠ[ΥΛΗΣ] ΥΟΙ εὐδαιμονοίης, ἄξιος γάρ, ὦ ξένε.
305‑ εὐδαιμονοίης δῆτα· τῶν δὲ σῶν κακῶν,
τάλαινα μῆτερ, θεῶν τις ὡς ἄπληστος ἦν.
ΥΨΙΠ[ΥΛΗ] αἰαῖ φυγὰς ἐμέθεν ἃς ἔφυγον,
ὦ τέκνον, εἰ μάθοις, Λήμνου ποντίας,
πολιὸν ὅτι πατέρος οὐκ ἔτεμον κάρα.
310[ΕΥΝΗΟΣ] ἦ γάρ σ' ἔταξαν πατέρα σὸν κατακτα-
νεῖν;
[ΥΨ.] φόβος ἔχει με τῶν τότε κακῶν· ἰὼ
τέκνον, οἷά τε Γοργάδες ἐν λέκτροις
ἔκανον εὐνέτας.
[ΕΥ.] σὺ δ' ἐξέκλεψας πῶς πόδ' ὥστε μὴ θανεῖν;
315[ΥΨ.] ἀκτὰς βαρυβρόμους ἱκόμαν
ἐπί τ' οἶδμα θαλάσσιον, ὀρνίθων
ἐρῆμον κοίταν.
[ΕΥ.] κἀκεῖθεν ἦλθες δεῦρο πῶς τίνι στόλωι;
[ΥΨ.] ναῦται κώπαις
320Ναύπλιον εἰς λιμένα ξενικὸν πόρον
ἄγαγόν με δουλοσύνας τ' ἐπέβασαν, ὦ τέκνον,
ἐνθάδε Δαναϊδῶν μέλεον ἐμπολάν.
[ΕΥ.] οἴμοι κακῶν σῶν.
[ΥΨ.] μὴ στέν' ἐπ' εὐτυχίαισιν.
325ἀλλὰ σὺ πῶς ἐτράφης ὅδε τ' ἐν τίνι
χειρί, τέκνον ὦ τέκνον;
ἔνεπ' ἔνεπε ματρὶ σᾶι.
[ΕΥ.] Ἀργώ με καὶ τόνδ' ἤγαγ' εἰς Κόλχων πόλιν.
[ΥΨ.] ἀπομαστίδιόν γ' ἐμῶν στέρνων.
330[ΕΥ.] ἐπεὶ δ' Ἰάσων ἔθαν' ἐμός, μῆτερ, πατήρ
[ΥΨ.] οἴμοι, κακὰ λέγεις, δάκρυά τ' ὄμμασιν,
τέκνον, ἐμοῖς δίδως.
[ΕΥ.] Ὀρφεύς με καὶ τόνδ' ἤγαγ' εἰς Θράικης
τόπον.
[ΥΨ.] τίνα πατέρι ποτὲ χάριν ἀθλίωι
335τιθέμενος; ἔνεπέ μοι τέκνον.
[ΕΥ.] μοῦσάν με κιθάρας Ἀσιάδος διδάσκεται,
τοῦτον δ' ἐς Ἄρεως ὅπλ' ἐκόσμησεν μάχης.
[ΥΨ.] δι' Αἰγαίου δὲ τίνα πόρον
ἐμόλετ' ἀκτὰν Λημνίαν;
340[ΕΥ.] Θόας κομίζει σὸς πατὴρ τέκνω δύο.
[ΥΨ.] ἦ γὰρ σέσωσται; [ΕΥ.] Βα[κ]χ[ίου] γε μη-
χαναῖς.
. . . . . .
μάτην ἄρ' εἰς γυναῖκας ἐξ ἀνδρῶν ψόγος
ψάλλει κενὸν τόξευμα καὶ λέγει κακῶς·
αἱ δ' εἴσ' ἀμείνους ἀρσένων. δείξω δ' ἐγώ.
ταῖς μὲν γάρ ἐστ]ι ξυμβόλαι' ἀμάρτυρα
(Fragments follow of four lines, ending καὶ οὐκ
ἀρνούμεναι, ἀλ]λήλας πόνους, ]αἰσχύνην ἔχει
(φέρει B), ]ωτος ἐκβαλεῖ γυνή)
5νέμουσι δ' οἴκους καὶ τὰ ναυστολούμενα
ἔσω δόμων σώιζουσιν, οὐδ' ἐρημίαι
γυναικὸς οἶκος εὐπινὴς οὐδ' ὄλβιος.
τὰ δ' ἐν θεοῖς αὖ· πρῶτα γὰρ κρίνω τάδε·
μέρος μέγιστον ἔχομεν· ἐν Φοίβου τε γὰρ
10χρησμοῖς προφητεύουσι Λοξίου φρένα
γυναῖκες, ἀμφὶ δ' ἁγνὰ Δωδώνης βάθρα
φηγῶι παρ' ἱερᾶι θῆλυ τὰς Διὸς φρένας
γένος πορεύει τοῖς θέλουσιν Ἑλλάδος.
ἃ δ' εἴς τε Μοίρας τάς τ' ἀνωνύμους θεὰς
15ἱερὰ τελεῖται, ταῦτ' ἐν ἀνδράσιν μὲν οὐχ
ὅσια καθέστηκ', ἐν γυναιξὶ δ' αὔξεται
ἅπαντα. ταύτηι τἀν θεοῖς ἔχει δίκης
θήλεια. πῶς οὖν χρὴ γυναικεῖον γένος
κακῶς ἀκούειν; οὐχὶ παύσεται ψόγος
20μάταιος ἀνδρῶν, οἵ τ' ἄγαν ἡγούμενοι
ψέγειν γυναῖκας, εἰ μί' εὑρέθηι κακή,
πάσας ὁμοίως; διορίσω δὲ τῶι λόγωι·
τῆς μὲν κακῆς κάκιον οὐδὲν γίγνεται
γυναικός, ἐσθλῆς δ' οὐδὲν εἰς ὑπερβολὴν
25πέφυκ' ἄμεινον· διαφέρουσι δ' αἱ φύσεις ...
[ΑΓΓΕΛΟΣ] τίς ἦν ὁ τἀ[ργὸν τόδε βέλος μ]εθεὶς
ἐμοί;
ὡς δ' οὐκ ἐφαινόμεσθα, σῖγα δ' εἴχομεν,
πρόσω πρὸς αὐτὸν πάλιν ὑποστρέψας πόδα
χωρεῖ δρομαίαν, θῆρ' ἑλεῖν πρόθυμος ὤν,
30βοᾶι δέ· κἀν τῶιδ' ἐξεφαινόμεσθα δὴ
ὀρθοσταδὸν λόγχαις ἐπείγοντες φόν[ον.
τὼ δ' εἰσιδόντε δίπτυχον θείοιν κάρ[α
ἥσθησαν εἶπόν τ'· εἶα συλλάβεσθ' ἄγρα[ς,
καιρὸν γὰρ ἥκετ'. οὐδ' ὑπώπτευον [δόλον
35φίλων προσώπων εἰσορῶντες ὄ[μματα.
οἳ δ' εἰς τὸν αὐτὸν πίτυλον ἤπειγ[ον δορός·
πέτροι τ' ἐχώρουν χερμάδες θ' ἡ[μῶν πάρα
ἐκεῖθεν, οἳ δ' ἐκεῖθεν, ὡς δ' ἤιε[ι μάχη
σιγή τ' ἀφ' ἡμῶν, γνωρίσαντ[ε δὴ τὸ πᾶν
40λέγουσι· μητρὸς ὦ κασίγν[ητοι φίλης
τί δρᾶτ'; ἀποκτείνοντες ο[ὓς ἥκιστα χρῆν
φωρᾶσθε. πρὸς θεῶν δρᾶτ[ε μηδαμῶς τάδε.
σὼ δ' αὐταδέλφω χερμ[άδ' αἴρουσιν χεροῖν
λέγουσί θ' ὡς ἔφυσα[ν ἐκ δούλης ποθέν,
45κοὐ δεῖ τύρανν[α σκῆπτρα καὶ θρόνους
λαβεῖν
πρεσβεῖ' ἔχοντ[ας δυσγενεῖς τῶν εὐγενῶν·
κἀπεὶ τάδ' εἰσή[κουσαν .....
(Fragments of three lines: then a gap)
ἔς]φηλέ τ' εἰς γῆν [τὸν βίον τ' ἀφεί]λετο.
ἡμῶν δ' ἐχώρει κωφὰ πρὸς γαῖαν βέλη,
50δ]υοῖν δ' ἀδελφοῖν σοῖν τὸν αὖ νεώτερον
λόγ]χηι πλατείαι συοφόνωι δι' ἥπατος
παίς]ας ἔδωκε νερτέροις καλὸν νεκρὸν
Βοιω]τός, ὅσπερ τὸν πρὶν ἔκτεινεν βαλών.
κἀντεῦ]θεν ἡμεῖς οἱ λελειμμένοι φίλων
55κοῦφον] πόδ' ἄλλος ἀλλόσ' εἴχομεν φυγῆι.
εἶδον δὲ τ]ὸν μὲν ὄρεος ὑλίμωι φόβηι
κρυφθέν]τα, τὸν δὲ πευκίνων ὄζων ἔπι,
οἱ δ' εἰς φάρ]αγγ' ἔδυνον, οἱ δ' ὑπ' εὐσκίους
θάμνους κα]θῖζον. τὼ δ' ὁρῶντ' οὐκ ἠξίουν
60δούλους φονε]ύειν φασγάνοις ἐλευθέροις.
τάδ' οὐκέτ' ὄντων ς]ῶν κασιγνήτων κλύεις.
ἐγὼ μὲν οὖν οὐκ] οἶδ' ὅτωι σκοπεῖν χρ[ε]ὼν
τὴν εὐγένειαν· τοὺ]ς γὰρ ἀνδρείους φύσιν
καὶ τοὺς δικαίους τῶ]ν κενῶν δοξασμάτων,
65κἂν ὦσι δούλων, εὐγεν]εστέρους λέγω.
(Fragments of seven more lines)
[ΜΕΛΑΝΙΠΠΗ] Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο,
Ἕλλην' ἔτιχθ', ὃς ἐξέφυσεν Αἴολον·
οὗ χθών, ὅσον Πηνειὸς Ἀσωποῦ θ' ὕδωρ
ὑγροῖς ὁρίζον ἐντὸς ἀγκῶσι στέγει,
5σκήπτρων ἀκούει πᾶσα καὶ κικλήισκεται
ἐπώνυμος χθὼν Αἰολὶς τοὐμοῦ πατρός.
ἓν μὲν τόδ' ἐξέβλαστεν Ἕλληνος γένος.
πτόρθον δ' ἀφῆκεν ἄλλον εἰς ἄλλην πόλιν
(Lacuna of at least one line, referring to the
adventures of Δῶρος)
κλεινὰς Ἀθήνας Ξοῦθον, ὧι νύμφη ποτὲ
10θυγάτηρ Ἐρεχθέως Κεκροπίας ἐπ' αὐχένι
Ἴων' ἔτικτεν. ἀλλ' ἀνοιστέος λόγος
ἐπ' ὄνομα τοὐμὸν κεῖσ' ὅθενπερ ἠρξάμην.
καλοῦσι Μελανίππην (με), Χίρωνος δέ με
ἔτικτε θυγάτηρ Αἰόλωι· κείνην μὲν οὖν
15ξανθῆι κατεπτέρωσεν ἱππείαι τριχὶ
Ζεύς, οὕνεχ' ὕμνους ἦιδε χρησμωιδὸς βροτοῖς
ἄκη πόνων φράζουσα καὶ λυτήρια.
πυκνῆι θυέλληι δ' αἰθέρος διώκεται
μουσεῖον ἐκλιποῦσα Κωρύκιον ὄρος.
20νύμφη δὲ θεσπιωιδὸς ἀνθρώπων ὕπο
Ἱππὼ κέκληται σώματος δι' ἀλλαγάς.
μητρὸς μὲν ὧδε τῆς ἐμῆς ἔχει πέρι.
[ΠΕΙΡΙΘΟΟΣ] θεὸς δὲ μανία[ς ἀρτίως ἐλευθέρωι
ἔπεμψεν ἄτη[ν· ἁρπάσας δ' ἠικασμένην
νεφέλην γυναικ[ὶ δυσσεβέστατον λόγον
ἔσπειρεν ἐς τοὺς Θε[σσαλούς, ὡς δὴ Κρόνου
xθυγατρὶ μίσγοιτ' ἐ[ν φυταλμίωι λέχει.
τοιῶνδε κόμπω[ν δ' ὕστερον καταξίους
ποινὰς θεοῖς ἔτεισεν [
μανίας τροχῶι περι[
οἰστρηλάτοισιν ὤχ[μασεν, κἄπειθ' ἑλὼν
10ἄπυστον ἀνθρώποι[σιν αἰθέρος βάθει
ἔκρυψεν. ἀλλὰ βορε[άσιν πνοαῖς ἐκεῖ
διεσπαράχθη συμμ[έτρωι κομπάσμασιν
πατὴρ ἁμαρτὼν εἰς θε[οὺς τιμωρίαι.
ἐγὼ δ' ἐκείνου πήματ' α[ἰνιχθέντ' ἔχων
15[Περίθους ὀνόματι καὶ τύχας εἴληχ' ἴσας.]
[ΑΙΑΚΟΣ] ἔα, τί χρῆμα; δέρκομαι σπουδῆι τινα
δεῦρ' ἐγκονοῦντα καὶ μάλ' εὐτόλμωι φρενί.
εἰπεῖν δίκαιον, ὦ ξέν', ὅστις ὢν τόπους
εἰς τούσδε χρίμπτηι καὶ καθ' ἥντιν' αἰτίαν.
20[ΗΡΑΚΛΗΣ] οὐδεὶς ὄκνος πάντ' ἐκκαλύψασθαι
λόγον.
ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄνομα δ' Ἡρακλῆς,
θεῶν δὲ πάντων πατρὸς ἐξέφυν Διός.
ἐμῆι γὰρ ἦλθε μητρὶ κεδνῆι πρὸς λέχος
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.
25ἥκω δὲ δεῦρο πρὸς βίαν, Εὐρυσθέως
ἀρχαῖς ὑπείκων, ὅς μ' ἔπεμψ' Ἅιδου κύνα
ἄγειν κελεύων ζῶντα πρὸς Μυκηνίδας
πύλας, ἰδεῖν μὲν οὐ θέλων, ἆθλον δέ μοι
ἀνήνυτον τόνδ' ὤιετ' ἐξηυρηκέναι.
30τοιόνδ' ἰχνεύων πρᾶγος Εὐρώπης κύκλωι
Ἀσίας τε πάσης ἐς μυχοὺς ἐλήλυθα.
[ΘΗΣΕΥΣ ......] πιστὸν γὰρ ἄνδρα καὶ
φίλον
αἰσχρὸν πρ]οδοῦναι δυσ[με]νῶς εἰλημμένον.
[ΗΡΑΚΛΗΣ σαυτῶι τε], Θησεῦ, τῆι τ' Ἀθηναίων
πό[λει
35πρέποντ' ἔλεξας· τοῖσι δυστυχοῦσι γὰρ
ἀεί ποτ' εἶ σὺ σύμμαχος. σκῆψιν [δέ τ]οι
ἀεικές ἐστ' ἔχοντα πρὸς πάτραν μολεῖν.
Εὐρυσθέα γὰρ πῶς δοκεῖς ἂν ἄσμενον,
ἔμ' εἰ πύθοιτο ταῦτα συμπράξαντά σοι,
40λέγειν ἂν ὡς ἄκραντος ἤθληται πόνος;
[ΘΗΣΕΥΣ] ἀλλ' οὗ σὺ χρήιζεις π[αντελῶς] ἐμὴν
ἔχεις
εὔνοιαν, οὐκ ἔμπλ[ηκτον ἀλλ' ἐλ]ευθέρως
ἐχθροῖσί τ' ἐχθρὰ[ν καὶ φίλοισι]ν εὐμενῆ.
πρόσθεν σ' ἐμοὶ τ[οιοῦτον ὄνθ' αἱρ]εῖ λόγος,
45λέγοις δ' ἂν [ἤδη καὶ σὺ τοὺς αὐ]τοὺς
λόγους.
[ΒΕΛΛΕΡΟΦΩΝ] οὐκ ἔστιν ὅστις πάντ' ἀνὴρ εὐδαι-
μονεῖ·
ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ πλάκα.
πολλοὺς δὲ πλούτωι καὶ γένει γαυρουμένους
5γυνὴ κατήισχυν' ἐν δόμοισι νηπία.
τοιᾶιδε Προῖτος γῆς ἄναξ νόσωι νοσεῖ·
ξένον γὰρ ἱκέτην τῆσδ' ἔμ' ἐλθόντα στέγης
λόγοισι πείθει καὶ δόλωι θηρεύεται
κρυφαῖον εὐνῆς εἰς ὁμιλίαν πεσεῖν.
10αἰεὶ γὰρ ἥπερ τῶιδ' ἐφέστηκεν λόγωι
τροφὸς γεραιὰ καὶ ξυνίστησιν λέχος
ὑμνεῖ τὸν αὐτὸν μῦθον· ὦ κακῶς φρονῶν
πιθοῦ· τί μαίνηι; τλῆθι δεσποίνης ἐμῆς
(At least one line missing)
κτήσει δ' ἄνακτος δώμαθ' ἓν πεισθεὶς
βραχύ.
15ἐγὼ δὲ θεσμοὺς Ζῆνά θ' ἱκέσιον σέβων
Προῖτόν τε τιμῶν, ὅς μ' ἐδέξατ' εἰς δόμους
λιπόντα γαῖαν Σισύφου φόνον τ' ἐμῆς
ἔνιψε χειρὸς αἷμ' ἐπισφάξας νέον,
οὐπώποτ' ἠθέλησα δέξασθαι λόγους,
20οὐδ' εἰς νοσοῦντας ὑβρίσαι δόμους ξένος,
μισῶν ἔρωτα δεινόν, ὃς φθείρει βροτούς.
διπλοῖ γὰρ εἴσ' ἔρωτες ἔντροφοι χθονί·
ὁ μὲν γεγὼς ἔχθιστος εἰς Ἅιδην φέρει,
ὁ δ' εἰς τὸ σῶφρον ἐπ' ἀρετήν τ' ἄγων ἔρως
25ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ.
οὐκοῦν νομίζω καὶ θανεῖν γε σωφρονῶν·
ἀλλ' εἰς ἀγρὸν γὰρ ἐξιέναι βουλήσομαι†
οὐ γάρ με λύει τοῖσδ' ἐφημένον δόμοις
κακορροθεῖσθαι μὴ θέλοντ' εἶναι κακόν,
30οὐδ' αὖ κατειπεῖν καὶ γυναικὶ προσβαλεῖν
κηλῖδα Προίτου καὶ διασπάσαι δόμον
[ΤΗΛΕΦΟΣ] ὦ γα[ῖα πατρίς], ἣν Πέλοψ ὁρίζεται,
χαῖρ', ὅς τε πέτραν Ἀρκάδων δυσχείμερον
Πὰν ἐμβατεύεις, ἔνθεν εὔχομαι γένος·
Αὐγὴ γὰρ Ἀλέου παῖς με τῶι Τιρυνθίωι
5τίκτει λαθραίως Ἡρακλεῖ· σύνοιδ' ὄρος
Παρθένιον, ἔνθα μητέρ' ὠδίνων ἐμὴν
ἔλυσεν Εἰλείθυια, γίγνομαι δ' ἐγώ.
καὶ πόλλ' (ἐ)μόχθησ'· ἀλλὰ συντεμῶ λόγον·
ἦλθον δὲ Μυσῶν πεδίον, ἔνθ' ε(ὑ)ρὼν ἐμὴν
10μητέρα κατοικῶ, καὶ δίδωσί μοι κράτη
Τεύθρας ὁ Μυσός, Τήλεφον δ' ἐπώνυμον
καλοῦσί μ' ἀστοὶ Μυσίαν κατὰ χθόνα·
τηλοῦ γὰρ οἴκων βίοτον ἐξιδρυσάμην.
Ἕλλην δὲ βαρβάροισιν ἦρχον ἐκπονῶν
15πολλοῖς σὺν ὅπλοις, πρίν (γ') Ἀχαϊκὸς μολὼν
στρατὸς τὰ Μυσῶ[ν πε]δί' ἐπ[ε]στράφη παγ[
(Obscure fragments of four more lines)
Βοσπό]ρου πέρα
Ν[είλου] τε ναυστολοῦσι χρημάτων χάριν
ἀστρο[σκο]ποῦντες [ἐνα]λίαν τρικυ[μί]αν.
θύραθεν [οὐ] θέλοιμ' ἂν [ἐλθ]οῦσαν μα[κρὰν
5χρυσοῦν [τὸν] Ἴστρον [οὐ]δὲ Βόσπο[ρον
λα]βών.
[ ‑ λ]άθραι δὲ τού[τ]ων δρωμένων τίνας
φοβῆι;
[ ‑ ] τοὺς μείζονα βλ[έ]ποντας ἀ[ν]θρώπων
θεούς.
κτήσασθ' ἐν ὑστέροισιν εὔ[κ]λειαν χρόνοι[ς,
ἅ]πασαν ἀντλή[σαν]τες ἡμέρα[ν πόν]ον
10ψυχαῖς.
[ ] τεκόν[τι] π[α]τρὶ δυσμενέστατοι·
δόμ]ων γὰρ ἄρχε[ι]ν εἰς ἔρωτ' ἀφιγμένοι
τοῖς φιλτάτοις κυρ[ο]ῦσι πολεμιώτατοι.
σμικρ[οὶ] γέροντι πα[ῖ]δες ἡδίους πατρί.
15τὰς γὰρ συμφορὰς
ἀπροσδοκήτους δαίμον[ες δι]ώρισαν.
[ΧΟΡΟΣ] ἔνι γὰ[ρ] π[ό]νος· ἀλλ'
ὅτ[ωι] πάρεστιν τὸ πονεῖν
τῶν τ' ἀγαθῶν κεκλῆσθαι,
φίλος ὢν ἐμ[ὸ]ς λεγέσθω.
5τί μάταν βροτοὶ δ[ὲ] πολλ[ὰ
π]έπασθε, πλο[ύτ]ωι δὲ δοκε[ῖτ']
ἀρετὰν [κατε]ργάσεσθα[ι;
τί] δ' εἴ τιν' Αἴτν[α]ς πάγον
Π[ιερ]ίαν τε πέτραν χρυσήλατον
10ἐν θαλάμοις ἔχοιτε
πασ[ά]μενοι πατρώ[ι]οις,
οὔτοι τ[ό] γε μὴ πεφυ[κὸς
. . . . . . . . . . . .
ἐν ἐσθλοῖς δὲ καθήσεσθ'†ἄνολβοι.
‑ θαύμαστ' ἔλεξας, εἰ] τόδ' αἰτιώμενος
τολμᾶι σφ' ἀναιρεῖ]ν· κεῖνο δ' εἰδέναι θέλω,
θηρὸς τίς ἐνθένδ' ἔλαβε]ν ἀγρίου δέρος;
‑ σοί τ' οὐκ ἀρεστὰ ταῦτ]α, δέσποτ', εἰδέναι,
5κἀγὼ λέγειν τὰ μὴ φίλ' οὐ] χρήιζω δόμοις.
‑ μή νύν με κρύψηις, εἴ τι τῶνδ'] εἰπεῖν ἔχεις.
(Two lines missing, and the fragmentary end of a
third: then it continues:-
αὖθι]ς αὖ
τιμῆς ἕκατι παρθένωι Σχοινηίδι]
ἔδωκε τἀριστεῖον ἐς χέρας] λαβεῖν·
10μάλ' ἀξία γὰρ ἡ τὸ πρὶν δ]εδεγμένη.
‑ καὶ νῦν φράσον μοι ποῦ 'στιν] Ἀταλάντη,
γέρον;
‑ τέρψει σε, δέσποτ', οὐδ' ἐκεῖ]ν'· οὔπω πάλαι
(Here follow fragments of nineteen lines, including a
reference to a pursuit (δ]ιώκειν), and to ματαίους
ἀφρο[σύνας, the recent behavior of Meleager or
of the Thestiadae.)
‑ ἀλλ' ἔργ[ον ἤδη τοῖς ὁμαίμοσιν μέλει·
ἐγὼ δ' ἄπ[ειμ' ἐς οἶκον, Ἀλθαίαν ὅπως
15μολ[ὼν ἐπίσχω μὴ παρὰ γνώμην τι δρᾶν.
λαμπρὸν σί]δηρον μ[έλανι βάψαν]τες φόνωι
(Fragments of one line)
νῦν οὖν, τέλο]ς γὰρ τῶν ἐ[μ]ῶν λόγων ἔχεις,
ἐφ' ἣν ὑφηγ]εῖ πρᾶξιν [ὁ]ρμήσω ποδί,
τῶι πατραδ]έλφ[ωι] Μελεάγρωι δ[ω]ρήματα
5ὅπως γένηται κἀποπληρωθῆι τάφος,
τύχηι δ' ἀγώνων τῶν κεκαλλιστευμ[ένω]ν,
ὥσπερ τυράννοις ἀνδράσιν [νομίζεται.
χοροῦ μ[έλοσ
ὅσον ταραγμ[ὸ]ν [ ἡ δυ]σπραξία
ψυχαῖσιν ἐμ[βέβληκε] τλημόνων βροτῶ[ν·
10ἐγὼ γὰρ [εἶδ]ο[ν ἄρτι τὸ]ν τεθνηκότα