Γενεὴ δικαίων ἦν τὸ πρῶτον ἀνθρώπων,
ὦ Βράγχε τέκνον, ἣν καλοῦσι χρυσείην,
μεθ' ἣν γενέσθαι φασὶν ἀργυρῆν ἄλλην·
τρίτη δ' ἀπ' αὐτῶν ἐσμεν ἡ σιδηρείη.
5ἐπὶ τῆς δὲ χρυσῆς καὶ τὰ λοιπὰ τῶν ζῴων
φωνὴν ἔναρθρον εἶχε καὶ λόγους ᾔδει
οἵους περ ἡμεῖς μυθέομεν πρὸς ἀλλήλους,
ἀγοραὶ δὲ τούτων ἦσαν ἐν μέσαις ὕλαις.
ἐλάλει δὲ πεύκη καὶ τὰ φύλλα τῆς δάφνης,
10καὶ πλωτὸς ἰχθὺς συνελάλει φίλῳ ναύτῃ,
στρουθοὶ δὲ συνετὰ πρὸς γεωργὸν ὡμίλουν.
ἐφύετ' ἐκ γῆς πάντα μηδὲν αἰτούσης,
θνητῶν δ' ὑπῆρχε καὶ θεῶν ἑταιρείη.
μάθοις ἂν οὕτω ταῦτ' ἔχοντα καὶ γνοίης
15ἐκ τοῦ σοφοῦ γέροντος ἧμιν Αἰσώπου
μύθους φράσαντος τῆς ἐλευθέρης μούσης·
ὧν νῦν ἕκαστον ἀνθίσας ἐμῇ μνήμῃ
μελισταγές σοι λωτοκηρίον θήσω,
πικρῶν ἰάμβων σκληρὰ κῶλα θηλύνας.
Ἄνθρωπος ἦλθεν εἰς ὄρος κυνηγήσων,
20τόξου βολῆς ἔμπειρος· ἦν δὲ τῶν ζῴων
φυγή τε πάντων καὶ φόβου δρόμος πλήρης
λέων δὲ μοῦνος προὐκαλεῖτο θαρσήσας
αὑτῷ μάχεσθαι. "μεῖνον" εἶπε "μὴ σπεύσῃς"
ἅνθρωπος αὐτῷ, "μήδ' ἐπελπίσῃς νίκῃ·
25τῷ δ' ἀγγέλῳ μου πρῶτον ἐντυχὼν γνώσῃ
τί σοι ποιητόν ἐστιν." εἶτα τοξεύει
μικρὸν διαστάς. χὠ μὲν οἰστὸς ἐκρύφθη
λέοντος ὑγραῖς χολάσιν· ὁ δὲ λέων δείσας
ὥρμησε φεύγειν ἐς νάπας ἐρημαίας.
30τούτου δ' ἀλώπηξ οὐκ ἄπωθεν εἱστήκει.
ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης,
"οὔ με πλανήσεις" φησίν, "οὐδ' ἐνεδρεύσεις·
ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει,
πῶς αὐτὸς ἤδη φοβερός ἐστι γινώσκω."
Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων
καὶ τὴν δίκελλαν ἀπολέσας ἐπεζήτει,
μή τις παρόντων τήνδ' ἔκλεψεν ἀγροίκων.
ἠρνεῖθ' ἕκαστος. οὐκ ἔχων δ' ὃ ποιήσει,
5εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων·
τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις
ἀγροὺς κατοικεῖν, τοὺς δ' ἐσωτέρω τείχους
εἶναί τ' ἀληθεῖς καὶ τὰ πάντ' ἐποπτεύειν.
ὡς δ' εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης
10τοὺς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας,
κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν
μήνυτρα σύλων ὧν ὁ θεὸς ἐσυλήθη.
ὁ δὲ τοῦτ' ἀκούσας εἶπεν "ὡς μάτην ἥκω·
κλέπτας γὰρ ἄλλους πῶς ὁ θεὸς ἂν εἰδείη,
15ὃς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γινώσκει,
ζητεῖ δὲ μισθοῦ μή τις οἶδεν ἀνθρώπων;"
Αἶγάς ποτ' αἰγοβοσκὸς ἀνεκάλει χρῄζων
ἐπὶ σηκὸν ἄξειν· χαἰ μὲν ἦλθον, αἱ δ' οὔπω.
μιῆς δ' ἀπειθοῦς ἐν φάραγγι τρωγούσης
κόμην γλυκεῖαν αἰγίλου τε καὶ σχίνου,
5τὸ κέρας κατῆξε μακρόθεν λίθῳ πλήξας.
τὴν δ' ἱκέτευε· "μή, χίμαιρα συνδούλη,
πρὸς τοῦ σε Πανός, ὃς νάπας ἐποπτεύει,
τῷ δεσπότῃ, χίμαιρα, μή με μηνύσῃς·
ἄκων γὰρ ηὐστόχησα τὸν λίθον ῥίψας."
10ἡ δ' εἶπε "καὶ πῶς ἔργον ἐμφανὲς κρύψω;
τὸ κέρας κέκραγε, κἂν ἐγὼ σιωπήσω."
Ἁλιεὺς σαγήνην ἣν νεωστὶ βεβλήκει
ἀνείλετ'· ὄψου δ' ἔτυχε ποικίλου πλήρης.
τῶν δ' ἰχθύων ὁ λεπτὸς εἰς βυθὸν φεύγων
ὑπεξέδυνε δικτύου πολυτρήτου,
5ὁ μέγας δ' ἀγρευθεὶς εἰς τὸ πλοῖον ἡπλώθη.
Σωτήριόν πώς ἐστι καὶ κακῶν ἔξω
τὸ μικρὸν εἶναι· τὸν μέγαν δὲ τῇ δόξῃ
σπανίως ἴδοις ἂν ἐκφυγόντα κινδύνους.
Ἀλεκτορίσκων ἦν μάχη Ταναγραίων,
οἷς θυμὸν εἶναί φασιν οἷον ἀνθρώποις.
τούτων δ' ὁ λειφθείς, τραυμάτων γὰρ ἦν πλήρης,
ἔκυπτ' ἐς οἴκου γωνίην ὑπ' αἰσχύνης·
5ὁ δ' ἄλλος εὐθὺς εἰς τὸ δῶμα πηδήσας
ἐπικροτῶν τε τοῖς πτεροῖς ἐκεκράγει.
καὶ τὸν μὲν αἰετός τις ἐκ στέγους ἄρας
ἀπῆλθ'· ὁ δ' ἀδεῶς ἀμφέβαινε θηλείαις,
ἀμείνονα σχὼν τἀπίχειρα τῆς ἥττης.
10[Ἄνθρωπε, καὶ σὺ μή ποτ' ἴσθι καυχήμων,
ἄλλου σε πλεῖον τῆς τύχης ἐπαιρούσης·
πολλοὺς ἔσωσε καὶ τὸ μὴ καλῶς πράσσειν.]
Ἁλιεὺς θαλάσσης πᾶσαν ᾐόνα ξύων
καλάμῳ τε λεπτῷ τὸν γλυκὺν βίον σῴζων
μικρόν ποτ' ἰχθὺν ὁρμιῆς ἀφ' ἱππείης
ἤγρευσεν, ἐκ τῶν εἰς τάγηνον ὡραίων.
5ὁ δ' αὐτὸν ἱκέτευε προσδοκῶν πείσειν·
"τί σοι τὸ κέρδος; ἢ πόσου με πωλήσεις;
οὐκ εἰμὶ γὰρ τέλειος, ἀλλά με πρῴην
πρὸς τῇδε πέτρῃ φυκὶς ἔπτυσεν μήτηρ.
νῦν οὖν ἄφες με, μὴ μάτην μ' ἀποκτείνῃς.
10ἐπὴν δὲ πλησθεὶς φυκίων θαλασσαίων
μέγας γένωμαι, πλουσίοις πρέπων δείπνοις,
τότ' ἐνθάδ' ἐλθὼν ὕστερόν με συλλήψῃ."
τοιαῦτα μύζων ἱκέτευεν ἀσπαίρων,
ἀλλ' οὐκ ἔμελλε τὸν γέροντα θωπεύσειν·
15ἔφη δὲ πείρων αὐτὸν ὀξέῃ σχοίνῳ
"ὁ μὴ τὰ μικρά, πλὴν βέβαια, τηρήσας
μάταιός ἐστιν, ἢν ἄδηλα θηρεύῃ."
Ἄνθρωπος ἵππον εἶχε. τοῦτον εἰώθει
κενὸν παρέλκειν, ἐπετίθει δὲ τὸν φόρτον
ὄνῳ γέροντι. πολλὰ τοιγαροῦν κάμνων
ἐκεῖνος ἐλθὼν πρὸς τὸν ἵππον ὡμίλει.
5"ἤν μοι θελήσῃς συλλαβεῖν τι τοῦ φόρτου,
τάχ' ἂν γενοίμην σῷος· εἰ δὲ μή, θνῄσκω."
ὁ δ' "οὐ προάξεις;" εἶπε, "μή μ' ἐνοχλήσῃς."
εἷρπεν σιωπῶν, τῷ κόπῳ δ' ἀπαυδήσας
πεσὼν ἔκειτο νεκρός, ὡς προειρήκει.
10τὸν ἵππον οὖν παρ' αὐτὸν εὐθέως στήσας
ὁ δεσπότης καὶ πάντα τὸν γόμον λύων
ἐπ' αὐτὸν ἐτίθει τὴν σάγην τε τοῦ κτήνους,
καὶ τὴν ὀνείην προσεπέθηκεν ἐκδείρας.
ὁ δ' ἵππος "οἴμοι τῆς κακῆς" ἔφη "γνώμης·
15οὗ γὰρ μετασχεῖν μικρὸν οὐκ ἐβουλήθην,
τοῦτ' αὐτό μοι πᾶν ἐπιτέθεικεν ἡ χρείη."
Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα
πότερ' ἀναβαίνειν μᾶλλον ἢ κάτω βαίνειν
αἱροῖτο. χὠ κάμηλος οὐκ ἄτερ μούσης
20εἶφ' "ἡ γὰρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη;"
Ἁλιεύς τις αὐλοὺς εἶχε καὶ σοφῶς ηὔλει·
καὶ δή ποτ' ὄψον ἐλπίσας ἀμοχθήτως
πολὺ πρὸς αὐλῶν ἡδυφωνίην ἥξειν,
τὸ δίκτυον θεὶς ἐτερέτιζεν εὐμούσως.
5ἐπεὶ δὲ φυσῶν ἔκαμε καὶ μάτην ηὔλει,
βαλὼν σαγήνην εἷλκεν ἰχθύων πλήρη.
ἐπὶ γῆς δ' ἰδὼν σπαίροντας ἄλλον ἀλλοίως,
τοιαῦτ' ἐκερτόμησε τὸν βόλον πλύνων·
"ἄναυλα νῦν ὀρχεῖσθε. κρεῖσσον ἦν ὕμας
10πάλαι χορεύειν, ἡνίκ' εἰς χοροὺς ηὔλουν."
[Οὐκ ἔστιν ἀπόνως οὐδ' ἀλύοντα κερδαίνειν.
ὅταν καμὼν δὲ τοῦθ' ἕλῃς ὅπερ βούλει,
τὸ κερτομεῖν σοι καιρός ἐστι καὶ παίζειν.]
Αἰσχρῆς τις ἤρα καὶ κακοτρόπου δούλης
ἰδίης ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ
ἅπανθ' ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης,
σύρουσα λεπτὴν πορφύρην ἐπὶ κνήμης,
5πᾶσαν μάχην συνῆπτεν οἰκοδεσποίνῃ.
τὴν δ' Ἀφροδίτην ὥσπερ αἰτίην τούτων
λύχνοις ἐτίμα, καὶ καθ' ἡμέρην πᾶσαν
ἔθυεν ηὔχεθ' ἱκέτευεν ἠρώτα,
ἕως ποτ' αὐτῶν ἡ θεὸς καθευδόντων
10ἦλθεν καθ' ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ
"μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ·
τούτῳ κεχόλωμαί" φησιν "ᾧ καλὴ φαίνῃ."
[Ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων
θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός.]
Ἀλώπεκ' ἐχθρὴν ἀμπέλων τε καὶ κήπων
ξένῃ θελήσας περιβαλεῖν τις αἰκείῃ,
τὴν κέρκον ἅψας καὶ λίνου τι προσδήσας
ἀφῆκε φεύγειν. τὴν δ' ἐπίσκοπος δαίμων
5εἰς τὰς ἀρούρας τοῦ βλαβόντος ὡδήγει
τὸ πῦρ φέρουσαν. ἦν δὲ ληίων ὥρη,
ποίη δὲ καλλίκαρπος ἐλπίδων πλήρης.
ὁ δ' ἠκολούθει τὸν πολὺν πόνον κλαίων,
οὐδ' εἶδεν αὐτοῦ τὴν ἅλωα Δημήτηρ.
10 Χρὴ πρᾶον εἶναι μηδ' ἄμετρα θυμοῦσθαι.
ἔστιν τις ὀργῆς νέμεσις, ἣν φυλαττοίμην,
αὐτοῖς βλάβην φέρουσα τοῖς δυσοργήτοις.
Ἀγροῦ χελιδὼν μακρὸν ἐξεπωτήθη,
εὗρεν δ' ἐρήμοις ἐγκαθημένην ὕλαις
ἀηδόν' ὀξύφωνον· ἡ δ' ἀπεθρήνει
τὸν Ἴτυν ἄωρον ἐκπεσόντα τῆς ὥρης.
5ἐκ τοῦ μέλους δ' ἔγνωσαν αἱ δύ' ἀλλήλας,
καὶ δὴ προσέπτησάν τε καὶ προσωμίλουν.
χἠ μὲν χελιδὼν εἶπε "φιλτάτη, ζώεις;
πρῶτον βλέπω σε σήμερον μετὰ Θρᾴκην.
ἀεί τις ἡμᾶς πικρὸς ἔσχισεν δαίμων.
10[καὶ παρθένοι γὰρ χωρὶς ἦμεν ἀλλήλων.]
ἀλλ' ἔλθ' ἐς ἀγρὸν καὶ πρὸς οἶκον ἀνθρώπων·
σύσκηνος ἡμῖν καὶ φίλη κατοικήσεις,
ὅπου γεωργοῖς, οὐχὶ θηρίοις ᾄσεις.
[ὕπαιθρον ὕλην λεῖπε, καὶ παρ' ἀνθρώποις
15ὁμώροφόν μοι δῶμα καὶ στέγην οἴκει.]
τί σε δροσίζει νῶτον ἔννυχος στίβη,
καὶ καῦμα θάλπει, πάντα καὶ κατακναίει;
ἄγε δὴ σεαυτήν, σοφὰ λαλοῦσα, μὴ σίνου."
τὴν δ' αὖτ' ἀηδὼν ὀξύφωνος ἠμείφθη·
20"ἔα με πέτραις ἐμμένειν ἀοικήτοις,
καὶ μή μ' ὀρεινῆς ὀργάδος σὺ χωρίσσῃς.
μετὰ τὰς Ἀθήνας ἄνδρα καὶ πόλιν φεύγω·
οἶκος δέ μοι πᾶς κἀπίμιξις ἀνθρώπων
λύπην παλαιῶν συμφορῶν ἀναζαίνει."
25 [Παραμυθία τίς ἐστι τῆς κακῆς μοίρης
λόγος σοφὸς καὶ μοῦσα καὶ φυγὴ πλήθους·
λύπη δ' ὅταν τις ‹οἷς ποτ'› εὐθενῶν ὤφθη,
τούτοις ταπεινὸς αὖθις ὢν συνοικήσῃ.]
Αὔλαξι λεπτὰς παγίδας ἀγρότης πήξας
γεράνους σποραίων πολεμίας συνειλήφει.
τοῦτον πελαργὸς ἱκέτευε χωλεύων
(ὁμοῦ γὰρ αὐταῖς καὶ πελαργὸς ἡλώκει)·
5"οὐκ εἰμὶ γέρανος, οὐ σπόρον καταφθείρω.
πελαργός εἰμι χἠ χρόη με σημαίνει,
πτηνῶν πελαργὸς εὐσεβέστατον ζῴων·
τὸν ἐμὸν τιθηνῶ πατέρα καὶ νοσηλεύω."
κἀκεῖνος "ὦ πελαργέ, τίνι βίῳ χαίρεις
10οὐκ οἶδα," φησίν, "ἀλλὰ τοῦτο γινώσκω,
ἔλαβόν σε σὺν ταῖς ἔργα τἀμὰ πορθούσαις.
ἀπολῇ μετ' αὐτῶν τοιγαροῦν μεθ' ὧν ἥλως."
[Κακοῖς ὁμιλῶν ὡς ἐκεῖνοι μισήσῃ,
κἂν μηδὲν αὐτὸς τοὺς πέλας καταβλάψῃς.]
Ἄρκτος φιλεῖν ἄνθρωπον ἐκτόπως ηὔχει·
νεκρὸν γὰρ αὐτοῦ σῶμ' ἔφασκε μὴ σύρειν.
πρὸς ἣν ἀλώπηξ εἶπε "μᾶλλον ᾑρούμην
εἰ νεκρὸν εἷλκες, τοῦ δὲ ζῶντος οὐχ ἥπτου."
5 Ὁ ζῶντα βλάπτων μὴ νεκρόν με θρηνείτω.
Ἀνὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίῳ
κοινῶς ὁδεύων, ὥσπερ εἰκός, ὡμίλει.
ῥέων δ' ὁ μῦθος ἦλθε μέχρις ἡρώων,
μακρὴ μὲν ἄλλως ῥῆσις οὐδ' ἀναγκαίη·
τέλος δ' ὁ μὲν Θηβαῖος υἱὸν Ἀλκμήνης
μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει·
ὁ δ' ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων
Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης
ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης.
10λέγων δ' ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ.
ὁ δ' ἄλλος ὡς Βοιωτὸς οὐκ ἔχων ἴσην
λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ·
"πέπαυσο· νικᾷς. τοιγαροῦν χολωθείη
Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δ' Ἀθηναίοις."
Ἄγροικος ἠπείλησε νηπίῳ τίτθη
κλαίοντι "σῖγα. μή σε τῷ λύκῳ ῥίψω."
λύκος δ' ἀκούσας τήν τε γραῦν ἀληθεύειν
νομίσας ἔμεινεν ὡς ἕτοιμα δειπνήσων,
5ἕως ὁ παῖς μὲν ἑσπέρης ἐκοιμήθη,
αὐτὸς δὲ πεινῶν καὶ λύκος χανὼν ὄντως
ἀπῆλθε νωθραῖς ἐλπίσιν παρεδρεύσας.
λύκαινα δ' αὐτὸν ἡ σύνοικος ἠρώτα
"πῶς οὐδὲν ἦλθες ἄρας, ὡς πρὶν εἰώθεις;"
10ὁ δ' εἶπε "πῶς γάρ, ὃς γυναικὶ πιστεύω;"
Αἴλουρος ὄρνεις οἰκίης ἐνεδρεύων
ὡς θύλακός τις πασσάλων ἀπηρτήθη.
τὸν δ' εἶδ' ἀλέκτωρ πινυτὸς ἀγκυλογλώχιν,
καὶ ταῦτ' ἐκερτόμησεν ὀξὺ φωνήσας·
5"πολλοὺς μὲν οἶδα θυλάκους ἰδὼν ἤδη·
οὐδεὶς δ' ὀδόντας εἶχε ζῶντος αἰλούρου."
Βορέῃ λέγουσιν Ἡλίῳ τε τοιαύτην
ἔριν γενέσθαι, πότερος ἀνδρὸς ἀγροίκου
ὁδοιποροῦντος τὴν σίσυρναν ἐκδύσει.
Βορέης δ' ἐφύσα πρῶτος οἷος ἐκ Θρᾴκης,
βίῃ νομίζων τὸν φοροῦντα συλήσειν·
ὁ δ' οὐ μεθῆκε μᾶλλον, ἀλλὰ ῥιγώσας
καὶ πάντα κύκλῳ χερσὶ κράσπεδα σφίγξας
καθῆστο, πέτρης νῶτον ἐξοχῇ κλίνας.
ὁ δ' Ἥλιος τὸ πρῶτον ἡδὺς ἐκκύψας
10ἀνῆκεν αὐτὸν τοῦ δυσηνέμου ψύχους,
ἔπειτα δ' αὖ προσῆγε τὴν ἀλῆν πλείω·
καὶ καῦμα τὸν γεωργὸν εἶχεν ἐξαίφνης,
αὐτὸς δὲ ῥίψας τὴν στολὴν ἐγυμνώθη.
Βορέης μὲν οὕτω συγκριθεὶς ἐνικήθη·
15λέγει δ' ὁ μῦθος "πρᾳότητα, παῖ, ζήλου.
ἀνύσεις τι πειθοῖ μᾶλλον ἢ βίᾳ ῥέζων."
Βότρυς μελαίνης ἀμπέλου παρωρείῃ
ἀπεκρέμαντο. τοὺς δὲ ποικίλη πλήρεις
ἰδοῦσα κερδὼ πολλάκις μὲν ὡρμήθη
πηδῶσα ποσσὶν πορφυρῆς θιγεῖν ὥρης·
5ἦν γὰρ πέπειρος κεἰς τρυγητὸν ἀκμαίη.
κάμνουσα δ' ἄλλως, οὐ γὰρ ἴσχυε ψαύειν,
παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην·
"ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην."
Βοηλάτης ἅμαξαν ἦγεν ἐκ κώμης.
τῆς δ' ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,
δέον βοηθεῖν, αὐτὸς ἀργὸς εἱστήκει,
τῷ δ' Ἡρακλεῖ προσηύχεθ', ὃν μόνον πάντων
5θεῶν ἀληθῶς προσεκύνει τε κἀτίμα.>
ὁ θεὸς δ' ἐπιστὰς εἶπε "τῶν τροχῶν ἅπτου
καὶ τοὺς βόας κέντριζε. τοῖς θεοῖς δ' εὔχου
ὅταν τι ποιῇς καὐτός, ἢ μάτην εὔξῃ."
Βόες μαγείρους ἀπολέσαι ποτ' ἐζήτουν
ἔχοντας αὐτοῖς πολεμίην ἐπιστήμην·
καὶ δὴ συνηθροίζοντο πρὸς μάχην ἤδη
κέρατ' ἀποξύνοντες. εἷς δέ τις λίην
5γέρων ἐν αὐτοῖς, πολλὰ γῆν ἀροτρεύσας,>
"οὗτοι μὲν ἡμᾶς" εἶπε "χερσὶν ἐμπείροις
σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης·
ἢν δ' εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους,
διπλοῦς τότ' ἔσται θάνατος. οὐ γὰρ ἐλλείψει
10τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ."
[Ὁ τὴν παροῦσαν πημονὴν φεύγειν σπεύδων
ὁρᾶν ὀφείλει μή τι χεῖρον ἐξεύρῃ.]
Βίου τις ἤδη τὴν μέσην ἔχων ὥρην
(νέος μὲν οὐκ ἦν, οὐδέπω δὲ πρεσβύτης
λευκὰς μελαίνας μιγάδας ἐκλόνει χαίτας)
ἔτ' εἰς ἔρωτας ἐσχόλαζε καὶ κώμους.
5ἤρα γυναικῶν δύο, νέης τε καὶ γραίης.
νέον μὲν αὐτὸν ἡ νεῆνις ἐζήτει
βλέπειν ἐραστήν, συγγέροντα δ' ἡ γραίη.
τῶν οὖν τριχῶν ἑκάστοθ' ἡ μὲν ἀκμαίη
ἔτιλλεν ἃς ηὕρισκε λευκανθιζούσας,
10ἔτιλλε δ' ἡ γραῦς εἰ μέλαιναν ηὑρήκει,
ἕως φαλακρὸν ἀντέδωκαν ἀλλήλαις,
τούτων ἑκάστη τῶν τριχῶν ἀποσπῶσα.
[Αἴσωπος οὖν τὸν μῦθον εἶπε δηλώσας
ἐλεεινὸς ‹ὅς›τις εἰς γυναῖκας ἐμπίπτει·
15ὥσπερ θάλασσα ‹προς›γελῶσ' ἀποπνίγει.]
Βοηλάτης ἄνθρωπος εἰς μακρὴν ὕλην
ταῦρον κεράστην ἀπολέσας ἀνεζήτει.
ἔθηκε δ' εὐχὴν ταῖς ὀρεινόμοις νύμφαις
[Ἑρμῇ νομαίῳ, Πανί, τοῖς πέριξ, ἄρνα]
5ἄρνα προσάξειν, εἰ λάβοιτο τὸν κλέπτην.
ὄχθον δ' ὑπερβὰς τὸν καλὸν βλέπει ταῦρον
λέοντι θοίνην· δυστυχὴς δ' ἐπαρᾶται
καὶ βοῦν προσάξειν, εἰ φύγοι γε τὸν κλέπτην.
Ἐντεῦθεν ἡμᾶς τοῦτ' ἔοικε γινώσκειν,
10ἄβουλον εὐχὴν τοῖς θεοῖσι μὴ πέμπειν,
ἐκ τῆς πρὸς ὥραν ἐκφορουμένης λύπης.
Γάμοι μὲν ἦσαν Ἡλίου θέρους ὥρῃ,
τὰ ζῷα δ' ἱλαροὺς ἦγε τῷ θεῷ κώμους.
καὶ βάτραχοι δὲ λιμνάδας χοροὺς ἦγον·
οὓς εἶπε παύσας φρῦνος "οὐχὶ παιάνων
5τοῦτ' ἐστὶν ἡμῖν, φροντίδων δὲ καὶ λύπης·
ὃς γὰρ μόνος νῦν λιβάδα πᾶσαν αὐαίνει,
τί μὴ πάθωμεν τῶν κακῶν ἐὰν γήμας
ὅμοιον αὑτῷ παιδίον τι γεννήσῃ;"
Χαίρουσι πολλοὶ τῶν ὑπερβολῇ κούφων
10ἐφ' οἷς ἄγαν μέλλουσιν οὐχὶ χαιρήσειν.
Γνώμη λαγωοὺς εἶχε μηκέτι ζώειν,
πάντας δὲ λίμνης εἰς μέλαν πεσεῖν ὕδωρ,
ὁθοὔνεκ' εἰσὶν ἀδρανέστατοι ζῴων
ψυχάς τ' ἄτολμοι, μοῦνον εἰδότες φεύγειν.
5ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦσαν εὐρείης
καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων
βαθέην ἐς ἰλὺν ὀκλαδιστὶ πηδώντων,
ἐπεστάθησαν, καί τις εἶπε θαρσήσας
"ἂψ νῦν ἴωμεν, οὐκέτι χρεὼν θνῄσκειν·
10ὁρῶ γὰρ ἄλλους ἀσθενεστέρους ἥμων."
Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρην
ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ.
ὁ δ' ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων
ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων.
5αἱ δ' ὡς ἐπέσχον σφενδονῶντα τὰς αὔρας,
κατεφρόνησαν λοιπὸν ὥστε μὴ φεύγειν,
ἕως ἐκεῖνος οὐκέθ' ὡς πρὶν εἰώθει,
λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους.
αἱ δ' ἐκλιποῦσαι τὴν ἄρουραν ἀλλήλαις
10"φεύγωμεν" ἐκραύγαζον "εἰς τὰ Πυγμαίων.
ἅνθρωπος οὗτος οὐκέτ' ἐκφοβεῖν ἥμας
ἔοικεν, ἤδη δ' ἄρχεταί τι καὶ πράσσειν."
Γαλῆν δόλῳ τις συλλαβών τε καὶ δήσας
ἔπνιγεν ὑδάτων ἐν συναγκίῃ κοίλῃ.
τῆς δ' αὖ λεγούσης "ὡς κακὴν χάριν τίνεις
ὧν ὠφέλουν θηρῶσα μῦς τε καὶ σαύρας,"
5"ἐπιμαρτυρῶ σοι" φησίν, "ἀλλὰ καὶ πάσας
ἔπνιγες ὄρνεις, πάντα δ' οἶκον ἠρήμους,
βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ' ἥμας."
Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων.
ἐλθοῦσα δ' αὐτόν ‑ οὐ παρῆν γάρ ‑ ἡ μήτηρ
παρὰ τῶν ἀδελφῶν ποῦ ποτ' ἦν ἐπεζήτει.
"τέθνηκε, μῆτερ· ἄρτι γὰρ πρὸ τῆς ὥρης
5ἦλθεν πάχιστον τετράπουν, ὑφ' οὗ κεῖται
χηλῇ μαλαχθείς." ἡ δὲ φρῦνος ἠρώτα,
φυσῶσ' ἑαυτήν, εἰ τοιοῦτον ἦν ὄγκῳ
τὸ ζῷον. οἱ δὲ μητρί· "παῦε, μὴ πρήθου.
θᾶσσον σεαυτήν," εἶπον, "ἐκ μέσου ῥήξεις
10ἢ τὴν ἐκείνου ποιότητα μιμήσῃ."
Γέρων ποθ' ἵππος εἰς ἀλητὸν ἐπράθη,
ζευχθεὶς δ' ὑπὸ μύλην πᾶσαν ἑσπέρην ἤλει.
καὶ δὴ στενάξας εἶπεν "ἐκ δρόμων οἵων
καμπτῆρας οἵους ἀλφιτεῦσι γυρεύω."
5 Μὴ λίαν ἐπαίρου πρὸς τὸ τῆς ἀκμῆς γαῦρον.
πολλοῖς τὸ γῆρας ἐν κόποις ἀνηλώθη.
Γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην.
τὸν δ' ἠγόραζον ἄνδρες, ὃς μὲν εἰς στήλην
(υἱὸς γὰρ αὐτῷ προσφάτως ἐτεθνήκει),
ὁ δὲ χειροτέχνης ὡς θεὸν καθιδρύσων.
5ἦν δ' ὀψέ, χὠ λιθουργὸς οὐκ ἐπεπράκει,
συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον αὖ δείξειν
ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶδεν ὑπνώσας
αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις
"εἶεν" λέγοντα "τἀμὰ νῦν ταλαντεύῃ·
10ἢ γάρ με νεκρὸν ἢ θεὸν σὺ ποιήσεις."
Γαλαῖ ποτ' εἶχον καὶ μύες πρὸς ἀλλήλους
ἄσπονδον ἀεὶ πόλεμον αἱμάτων πλήρη.
γαλαῖ δ' ἐνίκων. οἱ μύες δὲ τῆς ἥττης
ἐδόκουν ὑπάρχειν αἰτίην σφίσιν ταύτην,
5ὅτι στρατηγοὺς οὐκ ἔχοιεν ἐκδήλους,
ἀεὶ δ' ἀτάκτως ὑπομένουσι κινδύνους.
εἵλοντο τοίνυν τοὺς γένει τε καὶ ῥώμῃ
γνώμῃ τ' ἀρίστους, εἰς μάχην τε γενναίους,
οἳ σφᾶς ἐκόσμουν καὶ διεῖλον εἰς φρήτρας
10λόχους τε καὶ φάλαγγας, ὡς παρ' ἀνθρώποις.
ἐπεὶ δ' ἐτάχθη πάντα καὶ συνηθροίσθη,
καί τις γαλῆν μῦς προὐκαλεῖτο θαρσήσας,
οἵ τε στρατηγοὶ λεπτὰ πηλίνων τοίχων
κάρφη μετώποις ἁρμόσαντες ἀκραίοις
15ἡγοῦντο, παντὸς ἐκφανέστατοι πλήθους.
πάλιν δὲ φύζα τοὺς μύας κατειλήφει.
ἄλλοι μὲν οὖν σωθέντες ἦσαν ἐν τρώγλαις,
τοὺς δὲ στρατηγοὺς εἰστρέχοντας οὐκ εἴα
τὰ περισσὰ κάρφη τῆς ὀπῆς ἔσω δύνειν.
20[μόνοι θ' ἑάλωσαν αὐτόθι μυχῶν πρόσθεν]
νίκη δ' ἐπ' αὐτοῖς καὶ τρόπαιον εἱστήκει,
γαλῆς ἑκάστης μῦν στρατηγὸν ἑλκούσης.
Λέγει δ' ὁ μῦθος "εἰς τὸ ζῆν ἀκινδύνως
τῆς λαμπρότητος ηὑτέλεια βελτίων."
Γαλῇ ποτ' ἀνδρὸς εὐπρεποῦς ἐρασθείσῃ
δίδωσι σεμνὴ Κύπρις, ἡ πόθων μήτηρ,
μορφὴν ἀμεῖψαι καὶ λαβεῖν γυναικείην,
καλῆς γυναικός, ἧς τίς οὐκ ἔχειν ἤρα;
5ἰδὼν δ' ἐκεῖνος (ἐν μέρει γὰρ ἡλώκει)
γαμεῖν ἔμελλεν. ἠρμένου δὲ τοῦ δείπνου
παρέδραμεν μῦς· τὸν δὲ τῆς βαθυστρώτου
καταβᾶσα κοίτης ἐπεδίωκεν ἡ νύμφη.
γάμου δὲ δαιτὴ 'λέλυτο, καὶ καλῶς παίξας
10Ἔρως ἀπῆλθε· τῇ φύσει γὰρ ἡττήθη.
Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δ' ὥρη,
καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας
ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει
μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων
5ψᾶρές τ' ὄλεθρος σπερμάτων ἀρουραίων.
τῷ δ' ἠκολούθει σφενδόνην ἔχων κοίλην
παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης
ἤκουον εἰ τὴν σφενδόνην ποτ' ᾐτήκει,
καὶ πρὶν βαλεῖν ἔφευγον. εὗρε δὴ τέχνην
10ὁ γεωργὸς ἄλλην τόν τε παῖδα φωνήσας
ἐδίδασκεν· "ὦ παῖ, χρὴ γὰρ ὀρνέων ἥμας
σοφὸν δολῶσαι φῦλον, ἡνίκ' ἂν τοίνυν
ἔλθωσ', ἐγὼ μέν," εἶπεν, "ἄρτον αἰτήσω,
σὺ δ' οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις."
15οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην.
ὁ δ' ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην·
οἱ δ' οὐκ ἔφευγον. τῷ δ' ὁ παῖς λίθων πλήρη
τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας
τοῦ μὲν τὸ βρέγμα, τοῦ δ' ἔτυψε τὴν κνήμην,
20ἑτέρου τὸν ὦμον, οἱ δ' ἔφευγον ἐκ χώρης.
γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων.
καί τις κολοιῶν εἶπε· "φεύγετ' ἀνθρώπων
γένος πονηρόν, ἄλλα μὲν πρὸς ἀλλήλους
λαλεῖν μαθόντων, ἄλλα δ' ἔργα ποιούντων."
25 [Δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων]
Δήμητρι ταῦρον ὄχλος ἀγρότης θύσας
ἅλω πλατεῖαν οἰνάσιν κατεστρώκει.
κρεῶν τραπέζας εἶχε καὶ πίθους οἴνου.
ἐκ τῶν δὲ παίδων ἐσθίων τις ἀπλήστως
5ὑπὸ τῶν βοείων ἐγκάτων ἐφυσήθη,
κἀπῆλθ' ἐς οἴκους γαστρὸς ὄγκον ἀλγήσας.
πεσὼν δ' ἐφ' ὑγραῖς μητρὸς ἀγκάλαις ἤμει,
καὶ ταῦτ' ἐφώνει "δυστυχὴς ἀποθνῄσκω·
τὰ σπλάγχνα γάρ, τεκοῦσα, πάντα μου πίπτει."
10ἡ δ' εἶπε "θάρσει κἀπόβαλλε, μὴ φείδου·
οὐ γὰρ σά, τέκνον, ἀλλ' ἐμεῖς τὰ τοῦ ταύρου."
[Ὅταν ὀρφανοῦ τις οὐσίαν ἀναλώσας
ἔπειτα ταύτην ἐκτίνων ἀποιμώζῃ,
πρὸς τοῦτον ἄν τις καταχρέοιτο τῷ μύθῳ.]
Δύω μὲν υἱοὺς ἡ πίθηκος ὠδίνει,
τεκοῦσα δ' αὐτοῖς ἐστιν οὐκ ἴση μήτηρ,
ἀλλ' ὃν μὲν αὐτῶν ἀθλίης ὑπ' εὐνοίης
θάλπουσα κόλποις ἀγρίοις ἀποπνίγει,
5τὸν δ' ὡς περισσὸν καὶ μάταιον ἐκβάλλει.
κἀκεῖνος ἐλθὼν εἰς ἐρημίην ζῴει.
Τοιοῦτο πολλῶν ἐστιν ἦθος ἀνθρώπων,
οἷς ἐχθρὸς ἀεὶ μᾶλλον ἢ φίλος γίνου.
Δρῦν αὐτόριζον ἄνεμος ἐξ ὄρους ἄρας
ἔδωκε ποταμῷ· τὴν δ' ἔσυρε κυμαίνων,
πελώριον φύτευμα τῶν πρὶν ἀνθρώπων.
πολὺς δὲ κάλαμος ἑκατέρωθεν εἱστήκει
5ἔλαφρον ὄχθης ποταμίης ὕδωρ πίνων.
θάμβος δὲ τὴν δρῦν εἶχε, πῶς ὁ μὲν λίην
λεπτός τ' ἐὼν καὶ βληχρὸς οὐκ ἐπεπτώκει,
Τοιοῦτο πολλῶν ἐστιν ἦθος ἀνθρώπων,
σοφῶς δὲ κάλαμος εἶπε "μηδὲν ἐκπλήσσου.
10σὺ μὲν μαχομένη ταῖς πνοαῖς ἐνικήθης,
ἡμεῖς δὲ καμπτόμεσθα μαλθακῇ γνώμῃ,
κἂν βαιὸν ἡμῶν ἄνεμος ἄκρα κινήσῃ."
Κάλαμος μὲν οὕτως· ὁ δέ γε μῦθος ἐμφαίνει
μὴ δεῖν μάχεσθαι τοῖς κρατοῦσιν, ἀλλ' εἴκειν.
Δαμάλης ἐν ἀγροῖς ἄφετος, ἀτριβὴς ζεύγλης,
κάμνοντι καὶ σύροντι τὴν ὕνιν ταύρῳ
"τάλας" ἐφώνει "μόχθον οἷον ὀτλεύεις."
ὁ βοῦς δ' ἐσίγα χὐπέτεμνε τὴν χώρην.
5ἐπεὶ δ' ἔμελλον ἀγρόται θεοῖς θύειν,
ὁ βοῦς μὲν ὁ γέρων εἰς νομὰς ἀπεζεύχθη,
ὁ δὲ μόσχος ἀδμὴς κεῖνος εἵλκετο σχοίνῳ
δεθεὶς κέρατα, βωμὸν αἵματος πλήσων.
κἀκεῖνος αὐτῷ τοιάδ' εἶπε φωνήσας·
10"εἰς ταῦτα μέντοι μὴ πονῶν ἐτηρήθης.
ὁ νέος παρέρπεις τὸν γέροντα, καὶ θύῃ,
καὶ σοῦ τένοντα πέλεκυς, οὐ ζυγὸς τρίψει."
[Ἔργοις ἔπαινος, ἀργίᾳ δὲ κίνδυνος.]
Δρυτόμοι τινὲς σχίσαντες ἀγρίην πεύκην
ἐνεῖραν αὐτῇ σφῆνας, ὡς διασταίη
γένοιτό τ' αὐτοῖς ὁ πόνος ὕστερον ῥᾴων.
πεύκη στένουσα "πῶς ἄν" εἶπε "μεμφοίμην
5τὸν πέλεκυν, ὅς μου μὴ προσῆκε τῇ ῥίζῃ,
ὡς τοὺς κακίστους σφῆνας, ὧν ἐγὼ μήτηρ;
ἄλλος γὰρ ἄλλῃ μ' ἐμπεσὼν διαρρήσει."
Ὁ μῦθος ἡμῖν τοῦτο πᾶσι μηνύει,
ὡς οὐδὲν οὕτω δεινὸν ἂν παρ' ἀνθρώπων
10πάθοις τι τῶν ἔξωθεν ὡς ὑπ' οἰκείων.
Δελφῖνες ἀεὶ διεφέροντο φαλλαίναις.
τούτοις παρῆλθε καρκίνος μεσιτεύων,
ὡς εἴ τις ὢν ἄδοξος ἐν πολιτείᾳ
στάσιν τυράννων μαχομένων εἰρηνεύει.
Διέβαινε ποταμὸν ὀξὺν ὄντα τῷ ῥείθρῳ
κυρτὴ κάμηλος, εἶτ' ἔχεζε. τοῦ δ' ὄνθου
φθάνοντος αὐτὴν εἶπεν "ἦ κακῶς πράσσω·
ἔμπροσθεν ἤδη τἀξόπισθέ μου βαίνει."
5 [Πόλις ἄν τις εἴποι τὸν λόγον τὸν Αἰσώπου,
ἧς ἔσχατοι κρατοῦσιν ἀντὶ τῶν πρώτων.]
Διαρραγῆναί φασιν ἐκ μέσου νώτου
δράκοντι μῆκος ἐξισουμένην σαύραν.
Βλάψεις σεαυτὸν κοὐδὲν ἄλλο ποιήσεις,
ἢν τόν γε λίαν ὑπερέχοντα μιμήσῃ.
Δεῖπνόν τις εἶχε λαμπρὸν ἐν πόλει θύσας.
ὁ κύων δ' ὁ τούτου κυνὶ φίλῳ συναντήσας
ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα.
κἀκεῖνος ἦλθε· τὸν δὲ τοῦ σκέλους ἄρας
ὁ μάγειρος ἐκτὸς ἐξέριψε τοῦ τοίχου
εἰς τὴν ἄγυιαν. τῶν κυνῶν δ' ἐρωτώντων
ὅπως ἐδείπνησ', εἶπε "πῶς γὰρ ἂν κρεῖττον,
ὃς οὐδὲ ποίην ἀναλύειν με γινώσκω;"
Ἔλαφος ‹ποδώκης› εὔκερως ἀχαιΐνης
λίμνης ὕδωρ ἔπινεν ἡσυχαζούσης.
ἐκεῖ δ' ἑαυτοῦ τὴν σκιὴν θεωρήσας
χηλῆς μὲν ἕνεκα καὶ ποδῶν ἐλυπήθη,
5ἐπὶ τοῖς δὲ κέρασιν ὡς καλοῖς ἄγαν ηὔχει·>
παρῆν δὲ νέμεσις ἣ τὰ γῆς ἐποπτεύει.
κυνηγέτας γὰρ ἄνδρας εἶδεν ἐξαίφνης
ὁμοῦ σαγήναις καὶ σκύλαξιν εὐρίνοις,
ἰδὼν δ' ἔφευγε, δίψαν οὐδέπω παύσας,
10καὶ μακρὸν ἐπέρα πεδίον ἴχνεσιν κούφοις.
ἐπεὶ δὲ δὴ σύνδενδρον ἦλθεν εἰς ὕλην,
κέρατα θάμνοις ἐμπλακεὶς ἐθηρεύθη.
"τί ταῦτ';" ἔφη· "δύστηνος ὡς διεψεύσθην·
οἱ γὰρ πόδες μ' ἔσῳζον, οἷς ἐπῃδούμην,
15τὰ κέρατα δὲ προὔδωκεν, οἷς ἐγαυρούμην."
Περὶ τῶν σεαυτοῦ πραγμάτων ὅταν κρίνῃς,
μηδὲν βέβαιον ὑπολάβῃς προγινώσκων,
μηδ' αὖτ' ἀπογνῷς, μηδ' ἀπελπίσῃς· οὕτω
σφάλλουσιν ἡμᾶς ἐσθ' ὅθ' αἱ πεποιθήσεις.
Ἐνέμοντο ταῦροι τρεῖς ἀεὶ μετ' ἀλλήλων.
λέων δὲ τούτους συλλαβεῖν ἐφεδρεύων,
ὁμοῦ μὲν αὐτοὺς οὐκ ἔδοξε νικήσειν,
λόγοις δ' ὑπούλοις διαβολαῖς τε συγκρούων
5ἐχθροὺς ἐποίει, χωρίσας δ' ἀπ' ἀλλήλων
ἕκαστον αὐτῶν ἔσχε ῥᾳδίην θοίνην.
Ὅταν μάλιστα ζῆν θέλῃς ἀκινδύνως,
ἐχθροῖς ἀπίστει, τοὺς φίλους δ' ἀεὶ τήρει.
Ἔνιφεν ὁ Ζεύς· αἰπόλος δέ τις φεύγων
εἰς ἄντρον εἰσήλαυνε τῶν ἀοικήτων
τὰς αἶγας ἁδρῇ χιόνι λευκανθιζούσας.
εὑρὼν δ' ἐκεῖ τάχιον εἰσδεδυκυίας
αἶγας κερούχους ἀγρίας, πολὺ πλείους
ὧν αὐτὸς ἦγε, μείζονάς τε καὶ κρείσσους,
ταῖς μὲν φέρων ἔβαλλε θαλλὸν ἐξ ὕλης,
τὰς δ' ἰδίας ἀφῆκε μακρὰ λιμώττειν.
ὡς δ' ᾐθρίησε, τὰς μὲν εὗρε τεθνώσας,
10αἱ δ' οὐκ ἔμειναν, ἀλλ' ὀρῶν ἀβοσκήτων
ἀνέμβατον δρυμῶνα ποσσὶν ἠρεύνων.
ὁ δ' αἰπόλος γελαστὸς ἦλθεν εἰς οἴκους
αἰγῶν ἔρημος· ἐλπίσας δὲ τὰ κρείσσω
οὐκ ὤνατ' οὐδ' ὧν αὐτὸς εἶχεν ἐκ πρώτης.
Ἔλαφος καθ' ὕλην γυῖα κοῦφα ναρκήσας
ἔκειτο πεδίων ἐν χλόῃ βαθυσχίνῳ,
ἐξ ἧς ἑτοίμην χιλὸν εἶχε πεινήσας.
ἤρχοντο δ' ἀγέλαι ποικίλων ἐκεῖ ζῴων
5ἐπισκοπούντων· ἦν γὰρ ἀβλαβὴς γείτων.
ἐλθὼν δ' ἕκαστος τῆς πόης τ' ἀποτρώγων
ᾔει πρὸς ὕλας ‹τοῦ νοσοῦντος ἀμνήμων.›
ἔλαφος δὲ λίμῳ κοὐ νόσῳ κατεσκλήκει,
μή πω κορώνην δευτέρην ἀναπλήσας,
10ὃς εἰ φίλους οὐκ ἔσχε, κἂν γεγηράκει.
Ἐν τοῖς παλαιοῖς ἦν ἀνὴρ ὑπεργήρως,
εἶχεν δὲ πολλοὺς παῖδας· οἷς ἐπισκήπτων
(ἔμελλε γὰρ δὴ τὸν βίον τελευτήσειν)
ἐκέλευσε λεπτῶν, εἴ τις ἔστι που, ῥάβδων
5δέσμην ἐνεγκεῖν. ἧκέ τις φέρων ταύτην.
"πειρᾶσθε δή μοι, τέκνα, σὺν βίῃ πάσῃ
ῥάβδους κατᾶξαι δεδεμένας σὺν ἀλλήλαις."
οἱ δ' οὐ γὰρ ἠδύναντο· "κατὰ μίαν τοίνυν
πειρᾶσθ'." ἑκάστης δ' εὐχερῶς καταγείσης,
10"ὦ παῖδες, οὕτως" εἶπεν "ἢν μὲν ἀλλήλοις
ὁμοφρονῆτε πάντες, οὐδ' ἂν εἷς ὕμας
βλάψαι δύναιτο, κἂν μέγιστον ἰσχύῃ·
ἢν δ' ἄλλος ἄλλου χωρὶς ἦτε τὴν γνώμην,
πείσεσθ' ἕκαστος ταὐτὰ τῇ μιῇ ῥάβδῳ."
15 [Φιλαδελφία μέγιστον ἀγαθὸν ἀνθρώποις,
ἣ καὶ ταπεινοὺς ὄντας ἦρεν εἰς ὕψος.]
Ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἱστήκει,
λίθων δ' ὑπ' αὐτῷ σωρὸς ἦν. κύων τούτῳ
εἶπεν προσελθών "χαῖρε πρῶτον, Ἑρμεία·
ἔπειτ' ἀλεῖψαι βούλομαί σε, μηδ' οὕτω
5θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην."
ὁ δ' εἶπεν "ἤν μου τοῦτο μὴ 'πιλιχμήσῃς
τοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς,
χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα."
Ἐκάθευδε νύκτωρ ἐργάτης ὑπ' ἀγνοίης
φρέατος ἐγγύς. τῆς Τύχης δ' ἐπιστάσης
ἔδοξ' ἀκούειν "οὗτος, οὐκ ἐγερθήσῃ;
μὴ σοῦ πεσόντος αἰτίη παρ' ἀνθρώποις
ἐγὼ λέγωμαι καὶ κακὴν λάβω φήμην.
ἐμοὶ γὰρ ἐγκαλοῦσι πάντα συλλήβδην,
ὅσ' ἂν παρ' αὑτοῦ δυστυχῇ τις ἢ πίπτῃ."
Ἔφευγ' ἀλώπηξ, τῆς δ' ὄπισθε φευγούσης
κυνηγὸς ἐτρόχαζεν. ἡ δ' ἐκεκμήκει,
δρυτόμον δ' ἰδοῦσα "πρὸς θεῶν σε σωτήρων,
κρύψον με ταύταις αἷς ἔκοψας αἰγείροις,
5καὶ τῷ κυνηγῷ" φησί "μή με μηνύσῃς."
ὁ δ' οὐ προδώσειν ὤμνυ'· ἡ δ' ἀπεκρύφθη.
ἦλθεν κυνηγός, καὶ τὸν ἄνδρ' ἐπηρώτα,
μὴ τῇδ' ἀλώπηξ καταδέδυκεν ἢ φεύγει.
"οὐκ εἶδον" εἶπε, τῷ δὲ δακτύλῳ νεύων
10τὸν τόπον ἐδείκνυ' οὗ πανοῦργος ἐκρύφθη.
ὁ δ' οὐκ ἐπισχών, τῷ λόγῳ δὲ πιστεύσας,
παρῆλθε. θερμοῦ δ' ἐκφυγοῦσα κινδύνου
κερδὼ παχείης ἐξέκυπτεν αἰγείρου,
σεσηρὸς αἰκάλλουσα. τῇ δ' ὁ πρεσβύτης
15"ζωαγρίους μοι χάριτας" εἶπεν "ὀφλήσεις."
"πῶς οὐκ ἄν" εἶπεν "ὧν γε μάρτυς εἱστήκειν;
ἔρρωσο τοίνυν, καὶ τὸν Ὅρκον οὐ φεύξῃ
φωνῇ με σώσας, δακτύλῳ δ' ἀποκτείνας."
[Σοφὸν τὸ θεῖον κἀπλάνητον· οὐδ' ἄν τις
20λαθεῖν ἐπιορκῶν προσδοκᾷ, δίκην φεύγει.]
Ἐν τῷ ποτ' οἴκῳ πρόβατον εἶχέ τις χήρη,
θέλουσα δ' αὐτοῦ τὸν πόκον λαβεῖν μείζω
ἔκειρ' ἀτέχνως, τῆς τε σαρκὸς οὐ πόρρω
τὸν μαλλὸν ἐψάλιζεν, ὥστε τιτρώσκειν.
5ἀλγοῦν δὲ πρόβατον εἶπε "μή με λυμαίνου·
πόσην γὰρ ὁλκὴν τοὐμὸν αἷμα προσθήσει;
ἀλλ' εἰ κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζεις,
ἔστιν μάγειρος, ὅς με συντόμως θύσει,
εἰ δ' εἰρίων πόκου τε κοὐ κρεῶν χρῄζεις,
10πάλιν ἔστι κουρεύς, ὃς κερεῖ με καὶ σώσει."
Εἰς ἄστυ τετράκυκλον ἄρσενες ταῦροι
ἅμαξαν ὤμοις εἷλκον· ἡ δ' ἐτετρίγει.
καὶ τὸν βοώτην θυμὸς εἶχε, τῇ δ' οὕτως
ἐγγὺς προσελθὼν εἶπεν ὡς ἀκουσθῆναι·
5"ὦ παγκάκιστον κτημάτων, τί δὴ κρώζεις
ἄλλων ὑπ' ὤμων φερομένη σιωπώντων;"
[Κακοῦ πρὸς ἀνδρός ἐστι μακρὸν οἰμώζειν
ἄλλων πονούντων, αὐτὸς ὡσπερεὶ κάμνων.]
Εἰς λύκον ἀλώπηξ ἐμπεσοῦσα δειλαίη
ζωγρεῖν ἐδεῖτο μηδὲ γραῦν ἀποκτείνειν.
ὁ δ' "ἢν λόγους μοι τρεῖς ἀληθινοὺς εἴπῃς,
ἐγώ σε νὴ τὸν Πᾶνα" φησί "ζωγρήσω."
5ἡ δ' "εἴθε μέν μοι πρῶτα μὴ συνηντήκεις,
ἔπειτα δ' εἴθε τυφλὸς ὢν ὑπηντήκεις,
τρίτον δ' ἐπ' αὐτοῖς" εἶπε "μὴ σύ γ' εἰς ὥρας
ἵκοιο, μὴ δή μοι πάλιν συναντήσῃς."
Εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων
σκεψόμενος. ὁ θύτης δ' ἁγνὸν ἧπαρ ἁπλώσας
"ὅταν μέν" εἶπε "ταῦτ' ἴδω, πατὴρ γίνῃ,
ὅταν δὲ τὴν σὴν ὄψιν, οὐδ' ἀνὴρ φαίνῃ."
Ἕνα βοῦν τις εἶχε, τὴν ὄνον δὲ συζεύξας
ἠροτρία, πτωχῶς μέν, ἀλλ' ἀναγκαίως.
ἐπεὶ δὲ τοὔργον ἐτετέλεστο καὶ λύειν
ἔμελλεν αὐτούς, ἥ τ' ὄνος διηρώτα
5τὸν βοῦν "τίς ἄξει τῷ γέροντι τὰ σκεύη;"
ὁ δὲ βοῦς πρὸς αὐτὴν εἶπεν "ὅσπερ εἰώθει."
Εὐτεκνίης ἔπαθλα πᾶσι τοῖς ζῴοις
ὁ Ζεὺς ἔθηκε, πάντα δ' ἔβλεπεν κρίνων.
ἦλθεν δὲ καὶ πίθηκος, ὡς καλοῦ μήτηρ,
πίθωνα γυμνὸν σιμὸν ἠρμένη κόλποις.
γέλως δ' ἐπ' αὐτῷ τοῖς θεοῖς ἐκινήθη.
ἡ δ' εἶπεν οὕτω· "Ζεὺς μὲν οἶδε τὴν νίκην,
ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων."
[Ὁ λόγος δοκεῖ μοι πᾶσι τοῦτο σημαίνειν,
τὸν αὐτὸς αὑτοῦ πᾶς τις εὐπρεπῆ κρίνει.]
Ἑρμῆς ἅμαξαν ψευσμάτων τε πληρώσας
ἀπάτης τε πολλῆς καὶ πανουργίης πάσης,
ἤλαυνε διὰ γῆς, ἄλλο φῦλον ἐξ ἄλλου
σχεδίην ἀμείβων καὶ μέρος τι τῶν ὤνων
5νέμων ἑκάστῳ μικρόν. ὡς δὲ τῷ χώρῳ
τῷ τῶν Ἀράβων ἐπῆλθε καὶ διεξῄει,
λέγουσιν αὐτοῦ συντριβεῖσαν ἐξαίφνης
ἐπισταθῆναι τὴν ἅμαξαν. οἱ δ' ὥσπερ
πολύτιμον ἁρπάζοντες ἐμπόρου φόρτον,
10ἐκένωσαν αὐτὴν οὐδ' ἀφῆκαν εἰς ἄλλους
ἔτι προελθεῖν, καίπερ ὄντας, ἀνθρώπους.
ἐντεῦθεν Ἄραβές εἰσιν, ὡς ἐπειράθην,
ψεῦσταί τε καὶ γόητες, ὧν ἐπὶ γλώσσης
οὐδὲν κάθηται ῥῆμα τῆς ἀληθείης.
Ζεὺς ἐν πίθῳ τὰ χρηστὰ πάντα συλλέξας
ἔθηκεν αὐτὸν πωμάσας παρ' ἀνθρώπῳ.
ὁ δ' ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων
τί ποτ' ἦν ἐν αὐτῷ, καὶ τὸ πῶμα κινήσας,
5διῆκ' ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους,
κἀκεῖ πέτεσθαι τῆς τε γῆς ἄνω φεύγειν.
μόνη δ' ἔμεινεν ἐλπίς, ἣν κατειλήφει
τεθὲν τὸ πῶμα. τοιγὰρ ἐλπὶς ἀνθρώποις
μόνη σύνεστι, τῶν πεφευγότων ἥμας
10ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.
Ζεὺς καὶ Ποσειδῶν, φασί, καὶ τρίτη τούτοις
ἤριζ' Ἀθηνᾶ, τίς καλόν τι ποιήσει.
ποιεῖ μὲν ὁ Ζεὺς ἐκπρεπέστατον ζῴων
ἄνθρωπον, ἡ δὲ Παλλὰς οἶκον ἀνθρώποις,
5ὁ δ' αὖ Ποσειδῶν ταῦρον. ᾑρέθη τούτοις
κριτὴς ὁ Μῶμος· ἔτι γὰρ ἐν θεοῖς ᾤκει.
κἀκεῖνος, ὡς πέφυκε πάντας ἐχθραίνων,
πρῶτον μὲν εὐθὺς ἔψεγεν τὸ τοῦ ταύρου,
τῶν ὀμμάτων τὰ κέρατα μὴ κάτω κεῖσθαι,
10ὡς ἂν βλέπων ἔτυπτε· τοῦ δέ γ' ἀνθρώπου,
μὴ σχεῖν θυρωτὰ μηδ' ἀνοικτὰ τὰ στήθη,
ὡς ἂν βλέποιτο τῷ πέλας τί βουλεύοι·
τῆς οἰκίης δέ, μὴ τροχοὺς σιδηρείους
ἐν τοῖς θεμελίοις γεγονέναι, τόπους τ' ἄλλους
15συνεξαμείβειν δεσπόταισιν ἐκδήμοις.
[Τί οὖν ὁ μῦθός φησιν ἐν διηγήσει;
πειρῶ τι ποιεῖν, τὸν φθόνον δὲ μὴ κρίνειν.
ἀρεστὸν ἁπλῶς οὐδέν ἐστι τῷ μώμῳ.]
Ζωμοῦ χύτρῃ μῦς ἐμπεσὼν ἀπωμάστῳ
καὶ τῷ λίπει πνιγόμενος ἐκπνέων τ' ἤδη
"βέβρωκα" φησί "καὶ πέπωκα καὶ πάσης
τρυφῆς πέπλησμαι· καιρός ἐστί μοι θνῄσκειν."
5 [Τότ' ἂν λίχνος γένοιο μῦς ἐν ἀνθρώποις,
ἐὰν τὸ καταβλάπτον ἡδὺ μὴ παραιτήσῃ.]
Ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας,
ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας.
καί πως συνηβόλησαν οἱ δύ' ἀλλήλοις,
χὠ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων,
5θήρην δ' ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην,
τά τ' εἶχον ἀντέδωκαν, εἶτα τὴν θήρην
ἤμειβον ἀεί, δεῖπνα δ' εἶχον ἡδίω,
ἕως τις αὐτοῖς εἶπεν "ἀλλὰ καὶ τούτων
τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείῃ,
10πάλιν δ' ἕκαστος ἃ πρὶν εἶχε ζητήσει."
Ἡμίονος ἀργῆς χιλὸν ἐσθίων φάτνης
καὶ κριθιήσας ἐτρόχαζε κἀφώνει
τένοντα σείων "ἵππος ἐστί μοι μήτηρ,
ἐγὼ δ' ἐκείνης οὐδὲν ἐν δρόμοις ἥττων."
5ἄφνω δ' ἔπαυσε τὸν δρόμον κατηφήσας·
ὄνου γὰρ εὐθὺς πατρὸς ὢν ἀνεμνήσθη.
Ἦν τις κατ' οἴκους ἀνδρὸς εὐσεβοῦς ἥρως
ἔχων ἐν αὐλῇ τέμενος· ἔνθα δὴ θύων
στέφων τε βωμοὺς καὶ καταβρέχων οἴνῳ
προσηύχετ' ἀεί "χαῖρε, φίλταθ' ἡρώων,
5καὶ τὸν σύνοικον ἀγαθὰ δαψιλῆ ποίει."
κἀκεῖνος αὐτῷ νυκτὸς ἐν μέσαις ὥραις
"ἀγαθὸν μὲν" εἶπεν "οὐδ' ἂν εἷς τις ἡρώων,
ὦ τᾶν, παράσχοι· ταῦτα τοὺς θεοὺς αἴτει·
κακῶν δὲ πάντων ἅτε σύνεστιν ἀνθρώποις
10δοτῆρες ἡμεῖς. τοιγὰρ εἰ κακῶν χρῄζεις,
εὔχου· παρέξω πολλά, κἂν ἓν αἰτήσῃς.
πρὸς ταῦτα λοιπὸν αὐτὸς οἶδας ἢν θύσῃς."
Ἤριζον ἐλάτη καὶ βάτος πρὸς ἀλλήλας.
ἐλάτης δ' ἑαυτὴν πολλαχῶς ἐπαινούσης·
"καλὴ μέν εἰμι καὶ τὸ μέτρον εὐμήκης,
καὶ τῶν νεφῶν σύνοικος ὀρθίη φύω,
5στέγης τε μέλαθρον εἰμι καὶ τρόπις πλοίων·
δένδρῳ τοσούτῳ πῶς, ἄκανθα, συγκρίνῃ;"
βάτος πρὸς αὐτὴν εἶπεν "ἢν λάβῃς μνήμην
τῶν πελέκεών ‹τε› τῶν ἀεί σε κοπτόντων,
βάτος γενέσθαι καὶ σὺ μᾶλλον αἱρήσῃ."
10 Ἅπας ὁ λαμπρὸς τῶν ἐλαττόνων μᾶλλον
καὶ δόξαν ἔσχε χὐπέμεινε κινδύνους.
Ἤριζε τεφρὴ γέρανος εὐφυεῖ ταῷ†
σείοντι χρυσᾶς πτέρυγας. "ἀλλ' ἐγὼ ταύταις,"
ἡ γέρανος εἶπεν, "ὧν σὺ τὴν χρόην σκώπτεις,
ἄστρων σύνεγγυς ἵπταμαί τε κὠλύμπου·
5σὺ δ' ὡς ἀλέκτωρ ταῖσδε ταῖς καταχρύσοις
χαμαὶ πτερύσσῃ," φησίν, "οὐδ' ἄνω φαίνῃ."
Θαυμαστὸς εἶναι σὺν τρίβωνι βουλοίμην
ἢ ζῆν ἀδόξως πλουσίᾳ σὺν ἐσθῆτι.
Θεῶν Προμηθεὺς ἦν τις, ἀλλὰ τῶν πρώτων.
τοῦτον πλάσασθαί φασι δεσπότην ζῴων
ἄνθρωπον ἐκ γῆς· ἐκ δὲ τοῦ δύω πήρας
κρεμάσαι φέροντά φασι τῶν ἐν ἀνθρώποις
κακῶν γεμούσας, τὴν πρόσω μὲν ὀθνείων,
ἰδίων δὲ ‹τὴν› ὄπισθεν, ἥτις ἦν μείζων.
διό μοι δοκοῦσι συμφορὰς μὲν ἀλλήλων
βλέπειν ἀκριβῶς, ἀγνοεῖν δὲ τὰς οἴκοι.
Θήρης ὄναγρος καὶ λέων ἐκοινώνουν.
ἀλκῇ μὲν ὁ λέων, ὁ δ' ὄνος ἐν ποσὶν κρείσσων.
ἐπεὶ δὲ λείαν ἔσχον ἄφθονον ζῴων,
ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας,
5καὶ "τὴν μὲν αὐτός" φησί "λήψομαι πρώτην·
βασιλεὺς γάρ εἰμι· λήψομαι δὲ κἀκείνην
ὡς ἐξ ἴσου κοινωνός. ἡ τρίτη δ' αὕτη
κακόν τι δώσει μὴ θέλοντί σοι φεύγειν."
Μέτρει σεαυτόν· πρᾶγμα μηδὲν ἀνθρώπῳ
10δυνατωτέρῳ σύναπτε μηδὲ κοινώνει.
Θεοῖς Ἀπόλλων ἔλεγε μακρὰ τοξεύων,
"οὐκ ἂν βάλοι τις πλεῖον οὐδὲ Ζεὺς ἥμων."
ὁ Ζεὺς δὲ παίζων ἠρίδαινε τῷ Φοίβῳ·
Ἑρμῆς δ' ἔσειεν Ἄρεος ἐν κυνῇ κλήρους.
5λαχὼν δ' ὁ Φοῖβος χρυσέην τε κυκλώσας
τόξοιο νευρήν, ὀξέως ἀφεὶς πρῶτος
τὸ βέλος ἔπηξεν ἐντὸς Ἑσπέρου κήπων.
ὁ Ζεὺς δὲ διαβὰς ταὐτὸ μέτρον εἱστήκει,
καὶ "ποῦ βάλω, παῖ;" φησίν, "οὐκ ἔχω χώρην."
10τόξου δὲ νίκην ἔλαβε μηδὲ τοξεύσας.
Θάμνου λαγωὸν δασυπόδην ἀναστήσας
κύων ἐδίωκεν οὐκ ἄπειρος ἀγρεύειν,
δρόμῳ δ' ἐλείφθη. καί τις αἰπόλος σκώπτων
"ὁ πηλίκος σου" φησίν "εὑρέθη θάσσων."
5ὁ δ' εἶπεν "ἄλλως ἄλλον ἁρπάσαι σπεύδων
τρέχει τις, ἄλλως δ' αὑτὸν ἐκ κακοῦ σῴζων."
Θεῶν γαμούντων, ὡς ἕκαστος ἐζεύχθη,
ἐφ' ἅπασι Πόλεμος ἐσχάτῳ παρῆν κλήρῳ.
Ὕβριν δὲ γήμας, ἣν μόνην κατειλήφει,
ταύτης περισσῶς, ὡς λέγουσιν, ἠράσθη,
ἕπεται δ' ἔτ' αὐτῇ πανταχοῦ βαδιζούσῃ.
Μήτ' οὖν ποτ' ἔθνη, μὴ πόληας ἀνθρώπων
Ὕβρις ‹γ'› ἐπέλθοι, προσγελῶσα τοῖς δήμοις,
ἐπεὶ μετ' αὐτὴν Πόλεμος εὐθέως ἥξει.
Ἰδὼν γεωργὸς νῆα ναυτίλων πλήρη
βάπτουσαν ἤδη κῦμα κυρτὸν ἐκ πρῴρης,
"ὦ πέλαγος" εἶπεν "εἴθε μήποτ' ἐπλεύσθης,
ἀνηλεὲς στοιχεῖον ἐχθρὸν ἀνθρώποις."
5ἤκουσε δ' ἡ θάλασσα, καὶ γυναικείην
λαβοῦσα φωνὴν εἶπε "μή με βλασφήμει·
ἐγὼ γὰρ ὑμῖν οὐδὲν αἰτίη τούτων,
ἄνεμοι δὲ χειμάζοντες, ὧν μέση κεῖμαι.
τούτων δὲ χωρὶς ἢν ἴδῃς με καὶ πλεύσῃς,
10ἐρεῖς με τῆς σῆς ἠπιωτέρην γαίης."
[Ὅτι πολλὰ φύσει χρηστὰ πράγμαθ' αἱ κακαὶ χρήσεις
τρέπουσιν εἰς τὸ χεῖρον, ὡς δοκεῖν φαῦλα.]
Ἶρίς ποτ' οὐρανοῖο πορφυρῆ κῆρυξ
πτηνοῖσι κάλλους εἶπεν ἐν θεῶν οἴκοις
ἀγῶνα κεῖσθαι· πᾶσι δ' εὐθὺς ἠκούσθη,
καὶ πάντα θείων ἔσχεν ἵμερος δώρων.
5ἔσταζε πέτρης αἰγὶ δυσβάτου κρήνη,
θερινόν τί θ' ὕδωρ καὶ διαυγὲς εἱστήκει·
πάντων τ' ἐπ' αὐτὸ φῦλον ἦλθεν ὀρνίθων,
πρόσωπα δ' αὑτῶν ἐξέλουε καὶ κνήμας,
ἔσειε ταρσούς, ἐκτένιζε τὰς χαίτας.
10ἦλθεν δ' ἐκείνην καὶ κολοιὸς εἰς κρήνην,
γέρων, κορώνης υἱός, ἄλλο δ' ἐξ ἄλλου
πτερὸν καθύγρων ἐντὸς ἁρμόσας ὤμων
μόνος τὰ πάντων ποικίλως ἐκοσμήθη,
καὶ πρὸς θεοὺς ἤιξεν αἰετοῦ κρείσσων.
15ὁ Ζεὺς δ' ἐθάμβει, καὶ παρεῖχε τὴν νίκην,
εἰ μὴ χελιδὼν αὐτὸν ὡς Ἀθηναίη
ἤλεγξεν ἑλκύσασα τὸ πτερὸν πρώτη,
ὁ δ' εἶπεν αὐτῇ "μή με συκοφαντήσῃς."
τὸν δ' ἄρα τρυγὼν ἐσπάραττε καὶ κίχλη
20καὶ κίσσα καὶ κορυδαλλὸς οὑν τάφοις παίζων,
χὠ νηπίων ἔφεδρος ὀρνέων ἵρηξ,
τά τ' ἄλλ' ὁμοίως. καὶ κολοιὸς ἐγνώσθη.
[Ὦ παῖ, σεαυτὸν κόσμον οἰκεῖον κόσμει·
τοῖσιν ἑτέρων γὰρ ἐμπρέπων στερηθήσῃ.]
Ἰκτῖνος ἄλλην ὀξέην εἶχε κλαγγήν·†
ἵππου δ' ἀκούσας χρεμετίσαντος εὐφώνως,
μιμούμενος τὸν ἵππον οὔτε τὴν κρείττω
φωνὴν θελήσας ἔσχεν οὔτε τὴν πρώτην.
Ἵππος τε καὶ βοῦς καὶ κύων ὑπὸ ψύχους
κάμνοντες ἦλθον οἰκίην ἐς ἀνθρώπου.
κἀκεῖνος αὐτοῖς τὰς θύρας ἀναπλώσας
παρῆγεν ἔνδον καὶ παρ' ἑστίῃ θάλψας
5πυρὸς γεμούσῃ παρετίθει τι τῶν ὄντων,
κριθὰς μὲν ἵππῳ, λάθυρα δ' ἐργάτῃ ταύρῳ·
ὁ κύων γὰρ αὐτῷ συντράπεζος εἱστήκει.
ξενίης δ' ἀμοιβὴν ἀντέδωκαν ἀνθρώπῳ
μερίσαντες αὐτῷ τῶν ἐτῶν ἐφ' ὧν ἔζων,
10ὁ μὲν ἵππος εὐθύς· διόπερ ἐν χρόνοις πρώτοις
ἕκαστος ἡμῶν γαῦρός ἐστι τὴν γνώμην·
ὁ δὲ βοῦς μετ' αὐτόν· διόπερ εἰς μέσους ἥκων
μοχθεῖ, φίλεργός ἐστιν ὄλβον ἀθροίζων.
ὁ κύων δ' ἔδωκε, φασί, τοὺς τελευταίους·
15διὸ δυσκολαίνει, Βράγχε, πᾶς ὁ γηράσας,
καὶ τὸν διδόντα τὴν τροφὴν μόνον σαίνει,
ἀεὶ δ' ὑλακτεῖ, καὶ ξένοισιν οὐ χαίρει.
Ἰατρὸς ἦν ἄτεχνος. οὗτος ἀρρώστῳ,
πάντων λεγόντων "μὴ δέδιχθι, σωθήσῃ·
πάθος μέν ἐστι χρόνιον, ἀλλ' ἔσῃ ῥᾴων,"
[ὁ δ' ἀτεχνὴς ἰατρὸς εἶπεν εἰσβαίνων·]
5"οὐ συναπατῶ σε" φησίν "οὐδ' ἐνεδρεύω·
ἕτοιμα δεῖ σε πάντ' ἔχειν· ἀποθνῄσκεις·
τὴν αὔριον γὰρ [τὸ] μακρὸν οὐχ ὑπερβήσῃ."
ταῦτ' εἶπε, καὶ τὸ λοιπὸν οὐκέτ' εἰσῄει.
χρόνῳ δ' ἐκεῖνος ἐκ νόσων ἀνασφήλας
10προῆλθεν ὠχρός, τοῖς ποσὶν μόλις βαίνων.
ὁ δ' ἰατρὸς αὐτῷ "χαῖρ'" ἔφη συναντήσας,
καὶ πῶς ἔχουσιν οἱ κάτω διηρώτα.
κἀκεῖνος εἶπεν "ἠρεμοῦσι τῆς Λήθης
πίνοντες. ἡ Κόρη δὲ χὠ μέγας Πλούτων
15πρῴην ἰατροῖς δεινὰ πᾶσιν ἠπείλουν,
ὅτι τοῦς νοσοῦντας οὐκ ἐῶσ' ἀποθνῄσκειν.
ἀνέγραφον δὲ πάντας, ἐν δὲ τοῖς πρώτοις
καὶ σὲ γράφειν ἔμελλον· ἀλλ' ἐγὼ δείσας
εὐθὺς προσῆλθον, ἡψάμην τε τῶν σκήπτρων
20κἀπώμοσ' αὐτοῖς, ὅτι σὺ ταῖς ἀληθείαις
ἰατρὸς οὐκ εἶ καὶ μάτην διεβλήθης."
Ἱππεὺς τὸν ἵππον, ἄχρι μὲν συνειστήκει
ὁ πόλεμος, ἐκρίθιζε κἄτρεφεν χόρτῳ,
παραστάτην γενναῖον ἐν μάχαις κρίνων·
ἐπεὶ δ' ἐπαύσατ', ἦν δὲ λοιπὸν εἰρήνη
5καὶ μισθὸν ἱππεὺς οὐκέτ' εἶχεν ἐκ δήμου,
τότ' ἐκεῖνος ἵππος πολλάκις μὲν ἐξ ὕλης
κορμοὺς παχεῖς κατῆγεν εἰς πόλιν βαίνων,
μισθῷ τε φόρτον ἔφερεν ἄλλοτ' ἀλλοῖον,
τὸ πνεῦμα σῴζων ἐπ' ἀχύροισι δυστήνοις,
10σάγην δὲ νώτοις ἔφερεν οὐκέθ' ἱππείην.
ὡς δ' αὖ πρὸς τειχῶν πόλεμος ἄλλος ἠκούσθη,
σάλπιγξ τ' ἐφώνει πᾶσιν ἀσπίδα σμήχειν
ἵππους τε κοσμεῖν καὶ σίδηρον ὀξύνειν,
κἀκεῖνος αὖ τὸν ἵππον ἐγχαλινώσας
15ὁ δεσπότης παρῆγεν ὡς ἐφιππεύσων.
ὁ δ' ὀκλάσας ἔπιπτεν οὐκέτ' ἰσχύων.
"ἔντασσε πεζοῖς σαυτόν" εἶπεν "ὁπλίταις·
σὺ γάρ μ' ἀφ' ἵππων εἰς ὄνους μεταστήσας
πῶς αὖθις ἵππον ἐξ ὄνου με ποιήσεις;"
Κόραξ δεδηχὼς στόματι τυρὸν εἱστήκει·
τυροῦ δ' ἀλώπηξ ἰχανῶσα κερδῴη
μύθῳ τὸν ὄρνιν ἠπάτησε τοιούτῳ·
"κόραξ, καλαί σοι πτέρυγες, ὀξέη γλήνη,
5θεητὸς αὐχήν· στέρνον αἰετοῦ φαίνεις,
ὄνυξι πάντων θηρίων κατισχύεις·
ὁ τοῖος ὄρνις κωφός ἐσσι κοὐ κρώζεις."
κόραξ δ' ἐπαίνῳ καρδίην ἐχαυνώθη,
στόματος δὲ τυρὸν ἐκβαλὼν ἐκεκράγει.
10τὸν ἡ σοφὴ λαβοῦσα κερτόμῳ γλώσσῃ
"οὐκ ἦσθ' ἄφωνος" εἶπεν "ἀλλὰ φωνήεις·
ἔχεις, κόραξ, ἅπαντα, νοῦς δέ σοι λείπει."
Κόραξ νοσήσας εἶπε μητρὶ κλαιούσῃ
"μὴ κλαῖε, μῆτερ, ἀλλὰ τοῖς θεοῖς εὔχου
νόσου με δεινῆς καὶ πόνων ἀνασφῆλαι."
"καὶ τίς σε, τέκνον," φησί, "τῶν θεῶν σώσει;
5τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη;"
Κρέας κύων ἔκλεψεν ἐκ μαγειρείου,
καὶ δὴ παρῄει ποταμόν· ἐν δὲ τῷ ῥείθρῳ
πολὺ τοῦ κρέως ἰδοῦσα τὴν σκιὴν μείζω,
τὸ κρέας ἀφῆκε, τῇ σκιῇ δ' ἐφωρμήθη.
ἀλλ' οὔτ' ἐκείνην εὗρεν οὔθ' ὃ βεβλήκει,
πεινῶσα δ' ὀπίσω τὸν πόρον διεξῄει.
[Βίος ἀβέβαιος παντὸς ἀνδρὸς ἀπλήστου
ἐλπίσι ματαίαις πραγμάτων ἀναλοῦται.]
Κάμηλον ἠνάγκαζε δεσπότης πίνων
ὀρχεῖσθ' ὑπ' αὐλοῖς κυμβάλοις τε χαλκείοις.
ἡ δ' εἶπ' "ἐμοὶ γένοιτο κἀν ὁδῷ βαίνειν
μὴ καταγέλαστον, μήτι πυρρίχην παίζειν."
Κερδοῖ πίθηκος εἶπεν "ἣν ὁρᾷς στήλην
ἐμοὶ πατρῴη τ' ἐστι κἄτι παππῴη."
κερδὼ πιθήκῳ φησίν "ὡς θέλεις ψεύδου,
ἔλεγχον οὐκ ἔχουσα τῆς ἀληθείης."
[κακοῦ πρὸς ἀνδρός ἐστι μὴ φεύγειν ψεῦδος,
ἂν λανθάνειν ψευδόμενος εὐχερῶς μέλλῃ.]
Κοιμωμένου λέοντος ἀγρίης χαίτης
διέδραμεν μῦς· ὁ δὲ λέων ἐθυμώθη,
φρίξας δὲ χαίτην ἔθορε φωλάδος κοίτης.
κερδὼ δ' ἐπεχλεύαζεν, ὡς ἐκινήθη
5πρὸς μῦν ὁ πάντων θηρίων δυναστεύων.
ὁ δ' "οὐχὶ τὸν μῦν" εἶπεν "ὦ παλαμναίη,
δέδοικα, μή μου τὴν δορὴν κνίσῃ φεύγων·
χαίτην δ' ἔμελλε τὴν ἐμὴν καταισχύνειν."
[Ἀρχόμενον ἄρτι τὸ θρασὺ τῶν ὑβριζόντων,
10κἂν μικρὸν ᾖ, κώλυε, μηδὲ συγχώρει
εὐκαταφρόνητον σαυτὸν εἶναι τοῖς φαύλοις.]
Κριθάς τις ἵππου ‹πανδοκεῦσι πωλήσας
ἱπποκόμος, εἶτα› πᾶσαν ἑσπέρην πίνων,
ἔψηχεν ἐκτένιζεν ἡμέρῃ πάσῃ.
ὁ δ' εἶπεν "εἰ θέλεις με ταῖς ἀληθείαις
5καλὸν γενέσθαι, τὸ τρέφον με μὴ πώλει."
[Τῶν καιρίων δεῖ τὸν φιλοῦντα φροντίζειν
καὶ συμφερόντων· κόσμος οὐδὲν ὠνήσει
τὸν ἀποροῦντα τῶν ἀναγκαίων ‹χρειῶν›.]
Κώνωψ ἐπιστὰς κέρατι καμπύλῳ ταύρου
μικρόν τ' ἐπισχὼν εἶπε ταῦτα βομβήσας·
"εἴ σου βαρύνω τὸν τένοντα καὶ κλίνω,
καθεδοῦμ' ἀπελθὼν ποταμίης ἐπ' αἰγείρου."
5ὁ δ' "οὐ μέλει μοι" φησίν "οὔτ' ἐὰν μείνῃς
οὔτ' ἢν ἀπέλθῃς, οὐδ' ὅτ' ἦλθες ἐγνώκειν."
[Γελοῖος ὅστις οὐδὲν ὢν κατ' ἀνθρώπων
τῶν κρειττόνων θρασύνεθ' ὥς τις ὢν ‹κρείττων›.]
Κυσίν ποτ' ἔχθρα καὶ λύκοις συνειστήκει.
κύων δ' Ἀχαιὸς ᾑρέθη κυνῶν δήμῳ
στρατηγὸς εἶναι. καὶ μάχης ἐπιστήμων
ἔμελλεν, ἐβράδυνεν. οἱ δ' ἐπηπείλουν,
5εἰ μὴ προάξει, τὴν μάχην τ' ἐνεργήσει.
"ἀκούσατ'" εἶπεν "οὗ χάριν διατρίβω,
τί δ' εὐλαβοῦμαι· χρὴ δ' ἀεὶ προβουλεύειν.
τῶν μὲν πολεμίων τὸ γένος ὧν ὁρῶ πάντων
ἕν ἐστιν· ἡμῶν δ' ἦλθον οἱ μὲν ἐκ Κρήτης,
10οἱ δ' ἐκ Μολοσσῶν εἰσιν, οἱ δ' Ἀκαρνάνων,
ἄλλοι δὲ Δόλοπες, οἱ δὲ Κύπρον ἢ Θρᾴκην
αὐχοῦσιν, ἄλλοι δ' ἄλλοθεν ‑ τί μηκύνω;
τὸ χρῶμα δ' ἡμῖν οὐχ ἕν ἐστιν ὡς τούτοις,
ἀλλ' οἱ μὲν ἡμῶν μέλανες, οἱ δὲ τεφρώδεις,
15ἔνιοι δὲ πυρροὶ καὶ διάργεμοι στήθη,
ἄλλοι δὲ λευκοί. πῶς ἂν οὖν δυνηθείην
εἰς πόλεμον ἄρχειν" εἶπε "τῶν ἀσυμφώνων
πρὸς τοὺς ὅμοια πάντ' ἔχοντας ἀλλήλοις;"
[Συμφωνία μέγιστον ἀγαθὸν ἀνθρώποις·
20τὸ δὲ στασιάζον ἀσθενές τε καὶ δοῦλον.]
Κοίλωμα ῥίζης φηγὸς εἶχεν ἀρχαίη·
ἐν τῇ δ' ἔκειτο ῥωγὰς αἰπόλου πήρη,
ἄρτων ἑώλων πᾶσα καὶ κρεῶν πλήρης.
ταύτην ἀλώπηξ εἰσδραμοῦσα τὴν πήρην
5ἐξέφαγε· γαστὴρ δ', ὥσπερ εἰκός, ὠγκώθη,
στενῆς δὲ τρώγλης οὐκέτ' εἶχεν ἐκδῦναι.
ἑτέρη δ' ἀλώπηξ ὡς ἐπῆλθε κλαιούσῃ,
σκώπτουσα "μεῖνον" εἶπεν "ἄχρι πεινήσῃς·
οὐκ ἐξελεύσῃ πρότερον ἄχρι τοιαύτην
10τὴν γαστέρα σχῇς, ἡλίκην ὅτ' εἰσῄεις."
Κύων λαγωὸν ἐξ ὄρους ἀναστήσας
ἐδίωκε, δάκνων αὐτὸν εἰ κατειλήφει,
μεταστραφείς τ' ἔσαινεν ὡς φίλῳ ψαύων.
ὁ λαγωός "ἁπλοῦν" εἶπε "θηρίον γίνου.
5φίλος εἶ; τί δάκνεις; ἐχθρὸς εἶ; τί οὖν σαίνεις;"
[Ἀμφίβολος οὗτός ἐστι νοῦς ἐν ἀνθρώποις,
οἷς οὔτ' ἀπιστεῖν ἔχομεν οὔτε πιστεύειν.]
Κορυδαλλὸς ἦν τις ἐν χλόῃ νεοσσεύων,
ὁ τῷ χαραδριῷ πρὸς τὸν ὄρθρον ἀντᾴδων,
καὶ παῖδας εἶχε ληίου κόμῃ θρέψας
λοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους.
5ὁ δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων,
ὡς ξανθὸν εἶδε τὸ θέρος, εἶπε "νῦν ὥρη
πάντας καλεῖν μοι τοὺς φίλους, ἵν' ἀμήσω."
καί τις ‹δὲ› κορυδοῦ τῶν λοφηφόρων παίδων
ἤκουσεν αὐτοῦ τῷ τε πατρὶ μηνύει,
10σκοπεῖν κελεύων ποῦ σφέας μεταστήσει.
ὁ δ' εἶπεν "οὔπω καιρός ἐστι νῦν φεύγειν·
ὃς γὰρ φίλοις πέποιθεν οὐκ ἄγαν σπεύδει."
ὡς δ' αὖτις ἦλθεν, ἡλίου δ' ὑπ' ἀκτίνων
ἤδη ῥέοντα τὸν στάχυν θεωρήσας
15μισθὸν μὲν ἀμητῆρσιν αὔριον δώσειν,
μισθὸν δ' ἔταξε δραγματηφόροις δώσειν,
κορυδαλλὸς εἶπε παισὶ νηπίοις "ὥρη
νῦν ἐστὶν ὄντως, παῖδες, ἐκ τόπων φεύγειν,
ὅτ' αὐτὸς ἀμᾷ κοὐ φίλοισι πιστεύει."
Λύκος ποτ' ἄρνα πεπλανημένον ποίμνης
ἰδὼν βίῃ μὲν οὐκ ἐπῆλθεν ἁρπάξων,
ἔγκλημα δ' ἔχθρης εὐπρόσωπον ἐζήτει.
"σὺ δή με πέρυσι μικρὸς ὢν ἐβλασφήμεις."
5"ἐγώ σε πέρυσιν; οὐκ ἐπ' ἔτος ἐγεννήθην."
"οὔκουν σὺ τὴν ἄρουραν ἣν ἔχω κείρεις;"
"οὔπω τι χλωρὸν ἔφαγον οὐδ' ἐβοσκήθην."
"οὐδ' ἆρα πηγὴν ἐκπέπωκας ἣν πίνω;"
"θηλὴ μεθύσκει μέχρι νῦν με μητρῴη."
10τότε δὴ τὸν ἄρνα συλλαβών τε καὶ τρώγων
"ἀλλ' οὐκ ἄδειπνον" εἶπε "τὸν λύκον θήσεις,
κἂν εὐχερῶς μου πᾶσαν αἰτίνη λύσῃς."
Λέων ἐλύσσα. τὸν δὲ νεβρὸς ἐξ ὕλης
ἰδὼν ἔφησεν "ἡμέων ταλαιπώρων·
τί γὰρ μεμηνὼς οὗτος οὐχὶ ποιήσει,
ὃς ἦν φορητὸς οὐδὲ σωφρονῶν ἥμιν;"
Λέοντα φεύγων ταῦρος εἰς ἐρημαίην
σπήλυγγα κατέδυ ποιμένων ὀρειφοίτων,
ὅπου τράγος τις χωρὶς αἰπόλου μείνας
τὸν ταῦρον ἐμβὰς τοῖς κέρασιν ἐξώθει.
5ὁ δ' εἶπεν "οὐ σέ, τὸν λέοντα δ' ἐκκλίνων
ἀνέξομαί σου μικρὰ τῆς ἐπηρείης·
ἐπεὶ παρελθέτω με, καὶ τότε γνώσῃ
πόσον τράγου μεταξὺ καὶ πόσον ταύρου."
Λέοντα τις κυνηγὸς οὐχὶ τολμήεις
ἴχνευεν ὀρέων ἐν βαθυσκίοις ὕλαις·
δρυτόμῳ δὲ μακρῆς ἐγγὺς ἐντυχὼν πεύκης
"ὢ πρός σε νυμφῶν," εἶπεν, "ἆρα γινώσκεις
5ἴχνη λέοντος ὅστις ὧδε φωλεύει;"
κἀκεῖνος εἶπεν "ἀλλὰ σὺν θεῷ βαίνεις·
αὐτὸν γὰρ ἤδη τὸν λέοντά σοι δείξω."
ὁ δ' ὠχριήσας γομφίους τε συγκρούων
"μή μοι χαρίζου" φησί "πλεῖον οὗ χρῄζω,
10τὸ δ' ἴχνος εἰπέ· τὸν λέοντα μὴ δείξῃς."
Λύκων παρῆσαν ἄγγελοί ποτ' εἰς ποίμνην
ὅρκους φέροντες καὶ βέβαιον εἰρήνην,
ἐφ' ᾧ λάβωσι τοὺς κύνας πρὸς αἰκίην,
δι' οὓς μάχονται καὶ κοτοῦσιν ἀλλήλοις.
5μωρὴ δὲ ποίμνη καὶ τὰ πάντα βληχώδης
πέμπειν ἔμελλεν. ἀλλά τις γέρων ἤδη
κριὸς βαθείῃ φρικὶ μαλλὸν ὀρθώσας
"καινῆς γε ταύτης" εἶπε "τῆς μεσιτείης.
ἀφύλακτος ὑμῖν πῶς ἐγὼ συνοικήσω,
10δι' οὓς νέμεσθαι μηδὲ νῦν ἀκινδύνως
ἔξεστι, καίτοι τῶν κυνῶν με τηρούντων;"
Λύκῳ ποτ' ὀστοῦν φάρυγος ἐντὸς ἠρείσθη·
ἐρῳδιῷ δὲ μισθὸν ἄξιον δώσειν
ἔταξε, τὸν τράχηλον εἰ καθιμήσας
ἀνελκύσειε καὶ πόνων ἄκος δοίη.
5ὁ δ' ἑλκύσας τὸν μισθὸν εὐθέως ᾔτει.
κἀκεῖνος αὐτῷ κάρχαρόν τι μειδήσας,
"σοὶ μισθὸς ἀρκεῖ" φησί "τῶν ἰατρείων
κεφαλὴν λυκείου στόματος ἐξελεῖν σῴην."
Κακοῖς βοηθῶν μισθὸν ἀγαθὸν οὐ λήψῃ,
10ἀλλ' ἀρκέσει σοι μή τι ‹καὶ› κακὸν πάσχειν.
Λέων νοσήσας ἐν φάραγγι πετραίῃ
ἔκειτο νωθρὰ γυῖα γῆς ἐφαπλώσας,
φίλην δ' ἀλώπεκ' εἶχεν ᾗ προσωμίλει.
ταύτῃ ποτ' εἶπεν "εἰ θέλεις με σὺ ζώειν ‑
5πεινῶ γὰρ ἐλάφου τῆς ὑπ' ἀγρίαις πεύκαις
κεῖνον τὸν ὑλήεντα δρυμὸν οἰκούσης,
καὶ νῦν διώκειν ἔλαφον οὐκέτ' ἰσχύω ‑
σὺ δ' ἢν θελήσῃς, χεῖρας εἰς ἐμὰς ἥξει
λόγοισι θηρευθεῖσα σοῖς μελιγλώσσοις."
10ἀπῆλθε κερδώ, τὴν δ' ὑπ' ἀγρίαις ὕλαις
σκιρτῶσαν εὗρε μαλθακῆς ὑπὲρ ποίης.
προσέκυσε δ' αὐτὴν πρῶτον, εἶτα καὶ χαίρειν
προσεῖπε, χρηστῶν τ' ἄγγελος λόγων ἥκειν.
"ὁ λέων" ἔφασκεν, "οἶδας, ἔστι μοι γείτων,
15ἔχει δὲ φαύλως, κἀγγύς ἐστι τοῦ θνῄσκειν.
τίς οὖν μετ' αὐτὸν θηρίων τυραννήσει
διεσκοπεῖτο· σῦς μέν ἐστιν ἀγνώμων,
ἄρκτος δὲ νωθής, πάρδαλις δὲ θυμώδης,
τίγρις δ' ἀλαζὼν καὶ τὸ πᾶν ἐρημαίη.
20ἔλαφον τυραννεῖν ἀξιωτάτην κρίνει·
γαύρη μὲν εἶδος, πολλὰ δ' εἰς ἔτη ζώει,
κέρας δὲ φοβερὸν πᾶσιν ἑρπετοῖς φύει,
δένδροις ὅμοιον, κοὐχ ὁποῖα τῶν ταύρων.
τί σοι λέγω τὰ πολλά; πλὴν ἐκυρώθης,
25μέλλεις τ' ἀνάσσειν θηρίων ὀρειφοίτων.
τότ' οὖν γένοιτο τῆς ἀλώπεκος μνήμη,
δέσποινα, τῆς σοι τοῦτο πρῶτον εἰπούσης.
ταῦτ' ἦλθον. ἀλλὰ χαῖρε, φιλτάτη. σπεύδω
πρὸς τὸν λέοντα, μὴ πάλιν με ζητήσῃ ‑
30χρῆται γὰρ ἡμῖν εἰς ἅπαντα συμβούλοις ‑
δοκῶ δὲ καὶ σέ, τέκνον, εἴ τι τῆς γραίης
κεφαλῆς ἀκούεις· ἔπρεπέ σοι παρεδρεύειν
ἐλθοῦσαν αὐτῷ καὶ πονοῦντα θαρσύνειν.
τὰ μικρὰ πείθει τοὺς ἐν ἐσχάταις ὥραις,
35ψυχαὶ δ' ἐν ὀφθαλμοῖσι τῶν τελευτώντων."
ὣς εἶπε κερδώ. τῆς δ' ὁ νοῦς ἐχαυνώθη
λόγοισι ποιητοῖσιν, ἦλθε δ' εἰς κοίλην
σπήλυγγα θηρός, καὶ τὸ μέλλον οὐκ ᾔδει.
λέων δ' ἀπ' εὐνῆς ἀσκόπως ἐφορμήσας
40ὄνυξιν οὔατ' ἐσπάραξεν ἀκραίοις,
σπουδῇ διωχθείς· τὴν δὲ φύζα δειλαίην
θύρης κατιθὺς ἦγεν εἰς μέσας ὕλας.
κερδὼ δὲ χεῖρας ἐπεκρότησεν ἀλλήλαις,
ἐπεὶ πόνος μάταιος ἐξανηλώθη.
45κἀκεῖνος ἐστέναξε τὸ στόμα βρύχων
(ὁμοῦ γὰρ αὐτὸν λιμὸς εἶχε καὶ λύπη),
πάλιν δὲ κερδὼ καθικέτευε φωνήσας
ἄλλον τιν' εὑρεῖν δεύτερον δόλον θήρης.
ἡ δ' εἶπε κινήσασα βυσσόθεν γνώμην·
50"χαλεπὸν κελεύεις. ἀλλ' ὅμως ὑπουργήσω."
καὶ δὴ κατ' ἴχνος ὡς σοφὴ κύων ᾔει,
πλέκουσα τέχνας καὶ πανουργίας πάσας,
ἀεὶ δ' ἕκαστον ποιμένων ἐπηρώτα
μή πού τις ἔλαφος ᾑματωμένη φεύγει.
55τὴν δ' ὥς τις εἶδε, δεικνύων ἂν ὡδήγει,
ἕως ποθ' εὗρεν ἐν κατασκίῳ χώρῳ
δρόμων ἀναψύχουσαν. ἡ δ' Ἀναιδείης
ὀφρὺν ἔχουσα καὶ μέτωπον εἱστήκει.
ἐλάφου δὲ φρὶξ ἐπέσχε νῶτα καὶ κνήμας,
60χολὴ δ' ἐπέζει καρδίην, ἔφη δ' οὕτως·
[σὺ νῦν διώκεις πανταχοῦ με καὶ φεύγω.]
"ἀλλ' ὦ στύγημα, νῦν μὲν οὐχὶ χαιρήσεις,
ἤν μοι προσέλθῃς καὶ γρύσαι τι τολμήσῃς.
ἄλλους ἀλωπέκιζε τοὺς ἀπειρήτους,
65ἄλλους δὲ βασιλεῖς αἱρέτιζε καὶ ποίει."
τῆς δ' οὐκ ἐτρέφθη θυμός, ἀλλ' ὑποβλήδην
"οὕτως ἀγεννής" φησί "καὶ φόβου πλήρης
πέφυκας; οὕτω τοὺς φίλους ὑποπτεύεις;
ὁ μὲν λέων σοι συμφέροντα βουλεύων,
70μέλλων τ' ἐγείρειν τῆς πάροιθε νωθείης,
ἔψαυσεν ὠτός, ὡς πατὴρ ἀποθνῄσκων·
ἔμελλε γάρ σοι πᾶσαν ἐντολὴν δώσειν,
ἀρχὴν τοσαύτην πῶς λαβοῦσα τηρήσεις.
σὺ δ' οὐχ ὑπέστης κνίσμα χειρὸς ἀρρώστου,
75βίῃ δ' ἀποσπασθεῖσα μᾶλλον ἐτρώθης.
καὶ νῦν ἐκεῖνος πλεῖον ἢ σὺ θυμοῦται,
λίην ἄπιστον πειράσας σε καὶ κούφην,
βασιλῆ δέ φησι τὸν λύκον καταστήσειν.
οἴμοι πονηροῦ δεσπότου. τί ποιήσω;
80ἅπασιν ἡμῖν αἰτίη κακῶν γίνῃ.
ἀλλ' ἐλθέ, καὶ τὸ λοιπὸν ἴσθι γενναίη,
μηδ' ἐπτόησο πρόβατον οἷον ἐκ ποίμνης.
ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ κρήνας,
οὕτω γένοιτο σοὶ μόνῃ με δουλεύειν,
85ὡς οὐδὲν ὁ λέων ἐχθρός, ἀλλ' ὑπ' εὐνοίης
τίθησι πάντων κυρίην σε τῶν ζῴων."
τοιαῦτα κωτίλλουσα τὴν ἀχαιίνην
ἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ᾅδην.
ἐπεὶ δὲ λόχμης εἰς μυχὸν κατεκλείσθη,
90λέων μὲν αὐτὸς εἶχε δαῖτα πανθοίνην,
σάρκας λαφύσσων, μυελὸν ὀστέων πίνων,
καὶ σπλάγχνα δάπτων· ἡ δ' ἀγωγὸς εἱστήκει
πεινῶσα θήρης, καρδίην δὲ νεβρείην
λάπτει, πεσοῦσαν ἁρπάσασα λαθραίως,
95καὶ τοῦτο κέρδος εἶχεν ὧν ἐκεκμήκει.
λέων δ' ἕκαστον ἐγκάτων ἀριθμήσας
μόνην ἀπ' ἄλλων καρδίην ἐπεζήτει,
καὶ πᾶσαν εὐνήν, πάντα δ' οἶκον ἠρεύνα.
κερδὼ δ' ἀπαιολῶσα τῆς ἀληθείης,
100"οὐκ εἶχε πάντως" φησί "μὴ μάτην ζήτει.
ποίην δ' ἔμελλε καρδίην ἔχειν, ἥτις
ἐκ δευτέρου λέοντος ἦλθεν εἰς οἴκους;"
Λύκος παρῄει θριγκόν, ἔνθεν ἐκκύψας
ἀρνειὸς αὐτὸν ἔλεγε πολλὰ βλασφήμως.
κἀκεῖνος εἶπε τὰς σιαγόνας πρίων·
"ὁ τόπος μ' ἐλοιδόρησε, μὴ σὺ καυχήσῃ."
5 [Ὁ μῦθος ὀρθῶς πᾶσι τοῦτο μηνύει,
μηδεὶς διὰ καιρὸν ἰσχύων τι γαυρούσθω.]
Λέων ποτ' ἐπεβούλευεν ἀγρίῳ ταύρῳ,
καὶ προσποιηθεὶς μητρὶ τῶν θεῶν θύειν
τὸν ταῦρον ἐλθεῖν ἐπὶ τὸ δεῖπνον ἠρώτα.
κἀκεῖνος ἥξειν εἶπεν οὐχ ὑποπτεύσας.
5ἐλθὼν δὲ καὶ στὰς ἐπὶ θύραις λεοντείοις,
ὡς εἶδε θερμοῦ πολλὰ χαλκία πλήρη,
σφαγίδας μαχαίρας βουδόρους νεοσμήκτους,
πρὸς τῇ θύρῃ δὲ μηδὲν ἀλλὰ δεσμώτην
ἀλεκτορίσκον, ᾤχετ' εἰς ὄρος φεύγων.
10ἐμέμφεθ' ὁ λέων ὕστερον συναντήσας·
ὁ δ' "ἦλθον" εἶπε "καὶ τὸ σύμβολον δώσω·
οὐκ ἦν ὅμοιον θῦμα τῷ μαγειρείῳ."
Λέων ἁλοὺς ἔρωτι παιδὸς ὡραίης
παρὰ πατρὸς ἐμνήστευε. τῷ δ' ὁ πρεσβύτης
οὐδέν τι δύσνουν οὐδ' ὕπουλον ἐμφήνας
"δίδωμι γῆμαι" φησι "καὶ διδοὺς χαίρω·
5τίς οὐ δυνάστῃ καὶ λέοντι κηδεύσει;
φρένες δὲ δειλαὶ παρθένων τε καὶ παίδων·
σὺ δ' ἡλίκους μὲν ὄνυχας, ἡλίκους δ' ἥμιν
φέρεις ὀδόντας, τίς κόρη σε τολμήσει
ἀφόβως περιλαβεῖν; τίς δ' ἰδοῦσα μὴ κλαύσῃ;
10πρὸς ταῦτα δὴ σκόπησον, εἰ γάμου χρῄζεις,
μηδ' ἄγριος θὴρ ἀλλὰ νυμφίος γίνου."
ὁ δὲ πτερωθεὶς τῇ δόσει τε πιστεύσας
ἐξεῖλε τοὺς ὀδόντας, εἶθ' ὑπὸ σμίλης
ἀπωνυχίσθη, τῷ τε πενθερῷ δείξας
15τὴν παῖδ' ἀπῄτει. τὸν δ' ἕκαστος ἠλοία,
ῥοπάλῳ τις ἢ λίθῳ τις ἐκ χερὸς παίων,
ἔκειτο δ' ἀργὸς ὥσπερ ὗς ἀποθνῄσκων,
γέροντος ἀνδρὸς ποικίλου τε τὴν γνώμην
σοφίῃ διδαχθεὶς ὡς ἄμικτον ἀνθρώποις
20ἐρᾶν λεόντων ἢ λέοντας ἀνθρώπων.
[Αὐτός τις αὑτὸν λανθάνει κακῶς δράσας,
ὧν οὐ πέφυκε μεταλαβεῖν ὅταν σπεύδῃ.]
Λέοντι προσπτὰς αἰετῶν τις ἐζήτει
κοινωνὸς εἶναι. χὠ λέων "τί κωλύει;"
πρὸς αὐτὸν εἶπεν, "ἀλλ' ἐπ' ἐνεχύρῳ δώσεις
τὠκυπτέρω σου μὴ μεθιέναι πίστιν·
5πῶς γὰρ φίλῳ σοι μὴ μένοντι πιστεύσω;"
Λύκῳ συνήντα πιμελὴς κύων λίην.
ὁ δ' αὐτὸν ἐξήταζε, ποῦ τραφεὶς οὕτως
μέγας κύων ἐγένετο καὶ λίπους πλήρης.
"ἄνθρωπος" εἶπε "δαψιλής με σιτεύει."
"ὁ δέ σοι τράχηλος" εἶπε "πῶς ἐλευκώθη;"
"κλοιῷ τέτριπται σάρκα τῷ σιδηρείῳ,
ὃν ὁ τροφεύς μοι περιτέθεικε χαλκεύσας."
λύκος δ' ἐπ' αὐτῷ καγχάσας "ἐγὼ τοίνυν
χαίρειν κελεύω" φησί "τῇ τρυφῇ ταύτῃ,
10δι' ἣν σίδηρος τὸν ἐμὸν αὐχένα τρίψει."
Λύκος τις ἁδρὸς ἐν λύκοις ἐγεννήθη,
λέοντα δ' αὐτὸν ἐπεκάλουν. ὁ δ' ἀγνώμων
τὴν δόξαν οὐκ ἤνεγκε, τῶν δὲ συμφύλων
ἀποστατήσας τοῖς λέουσιν ὡμίλει.
5κερδὼ δ' ἐπισκώπτουσα "μὴ φρενωθείην"
ἔφη "τοσοῦτον ὡς σὺ νῦν ἐτυφώθης·
σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνῃ,
ἐν δ' αὖ λεόντων συγκρίσει λύκος γίνῃ."
Λέων τις ἐβασίλευεν οὐχὶ θυμώδης
οὐδ' ὠμὸς οὐδὲ πάντα τῇ βίῃ χαίρων,
πρηῢς δὲ καὶ δίκαιος ὥς τις ἀνθρώπων.
ἐπὶ τῆς ἐκείνου φασὶ δὴ δυναστείης
5τῶν ἀγρίων ἀγυρμὸς ἐγεγόνει ζῴων,
δίκας τε δοῦναι καὶ λαβεῖν παρ' ἀλλήλων.
τὰ ζῷα πάντα δ' ὡς ὑπέσχον εὐθύνας,
λύκος μὲν ἀρνί, πάρδαλις δ' ἐπ' αἰγάγρῳ,
ἐλάφῳ δὲ τίγρις, πάντα δ' εἶχεν εἰρήνην,
10ὁ πτὼξ λαγωὸς εἶπεν "ἀλλ' ἐγὼ ταύτην
τὴν ἡμέρην ἀεί ποτ' ηὐχόμην, ἥτις
καὶ τοῖς βιαίοις φοβερὰ τἀσθενῆ θήσει."
Λέων ἐπ' ἄγρην οὐκέτι σθένων βαίνειν
(πολλῷ γὰρ ἤδη τῷ χρόνῳ γεγηράκει)
κοίλης ἔσω σπήλυγγος οἷά τις νούσῳ
κάμνων ἐβέβλητ' οὐκ ἀληθὲς ἀσθμαίνων,
5φωνὴν βαρεῖαν προσποιητὰ λεπτύνων.
θηρῶν δ' ἐπ' αὐλὰς ἦλθεν ἄγγελος φήμη,
καὶ πάντες ἤλγουν ὡς λέοντος ἀρρώστου,
ἐπισκοπήσων δ' εἷς ἕκαστος εἰσῄει.
τούτους ἐφεξῆς λαμβάνων ἀμοχθήτως
10κατήσθιεν, γῆρας δὲ λιπαρὸν ηὑρήκει.
σοφὴ δ' ἀλώπηξ ὑπενόησε καὶ πόρρω
σταθεῖσα "βασιλεῦ, πῶς ἔχεις;" ἐπηρώτα.
κἀκεῖνος εἶπε "χαῖρε, φιλτάτη ζῴων·
τί δ' οὐ προσέρχῃ, μακρόθεν δέ με σκέπτῃ;
15δεῦρο, γλυκεῖα, καί με ποικίλοις μύθοις
παρηγόρησον ἐγγὺς ὄντα τῆς μοίρης."
"σῴζοιο" φησίν, "ἢν δ' ἄπειμι, συγγνώσῃ·
πολλῶν γὰρ ἴχνη θηρίων με κωλύει,
ὧν ἐξιόντων οὐκ ἔχεις ὅ μοι δείξεις."
20 Μακάριος ὅστις οὐ προλαμβάνει πταίσας,
ἀλλ' αὐτὸς ἄλλων συμφοραῖς ἐπαιδεύθη.
Λάθρῃ κύων ἔδακνε· τῷ δὲ χαλκεύσας
ὁ δεσπότης κώδωνα καὶ προσαρτήσας
πρόδηλον εἶναι μακρόθεν πεποιήκει.
ὁ κύων δὲ τὸν κώδωνα δι' ἀγορῆς σείων
5ἠλαζονεύετ'· ἀλλὰ δὴ κύων γραίη
πρὸς αὐτὸν εἶπεν "ὦ τάλαν, τί σεμνύνῃ;
οὐ κόσμον ἀρετῆς τοῦτον οὐδ' ἐπιεικείης,
σαυτοῦ δ' ἔλεγχον τῆς πονηρίης κρούεις."
Λύκος ποτ' ἄρας πρόβατον ἐκ μέσης ποίμνης
ἐκόμιζεν οἴκαδ'· ᾧ λέων συναντήσας
ἀπέσπασ' αὐτοῦ. καὶ λύκος σταθεὶς πόρρω
"ἀδίκως μ' ἀφείλω τῶν ἐμῶν" ἐκεκράγει.
λέων δὲ τερφθεὶς εἶπε τὸν λύκον σκώπτων
"σοὶ γὰρ δικαίως ὑπὸ φίλων ἐδωρήθη;"
Λέων ποτ' ἀνδρῶν βίον ἄριστον ἐζήλου,
καὶ δὴ κατ' εὐρὺν φωλεὸν διατρίβων,
ὅσων ἀρίστην ὀριτρόφων φύην ἔγνω,
φιλοφρονεῖσθαι γνησίως ἐπειράθη.
5πολὺς δ' ὑπὸ σπήλυγγι θαμινὰ παντοίων
θηρῶν ὅμιλος ἡμέρως συνηυλίσθη·
ὁ δ' εἱστία τε κἀφίλει νόμῳ ξείνων,
ἅδην τιθεὶς ἅπασι δαῖτα θυμήρη.
φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει,
10μεθ' ἧς τὰ πολλὰ μειλίχως συνεζήκει.
γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων
κρεῶν τε συσσίτοισι διανέμων μοίρας·
ὅς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης,
ταὐτὸν παρετίθει δεσπότῃ τε κἀκείνῳ,
15ὅπερ εἶχεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ·
κερδὼ δ' ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν.
καὶ δή ποτ' αὐτὴν προσποιητὰ σιγῶσαν
δείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσαν
λέων τίν' εἶχεν αἰτίην διηρώτα·
20"κερδοῖ σοφή, λάλησον ὥσπερ εἰώθης·
φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον."
ἡ δ' εἶπεν "ὦ φέριστε θηρίων γέννης,
πολλῇ μερίμνῃ καρδίην διαξαίνω·
οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει,
25τὰ δ' ἔπειτα" φησί "προσκοπουμένη κλαίω.
καθ' ἡμέρην γὰρ εἴ τις ἄλλος, εἶτ' ἄλλος
ξένος πελάζοι, τοῦτο δ' εἰς ἔθος βαίνοι,
τάχ' οὐδ' ἑώλων γεύσομαι κρεῶν ἤδη."
ὁ λέων δὲ τερφθεὶς ὡς λέων τε μειδήσας
30εἶπεν "πιθήκῳ ταῦτα μηδ' ἐμοὶ μέμφου."
Λέων ἀγρεύσας μῦν ἔμελλε δειπνήσειν·
ὁ δ' οἰκότριψ κλὼψ ἐγγὺς ὢν μόρου τλήμων·
τοιοῖσδε μύθοις ἱκέτευε τονθρύζων
"ἐλάφους πρέπει σοι καὶ κερασφόρους ταύρους
5θηρῶντα νηδὺν σαρκὶ τῇδε πιαίνειν·
μυὸς δὲ δεῖπνον οὐδ' ἄκρων ἐπιψαῦσαι
χειλῶν ἅλις σῶν. ἀλλὰ λίσσομαι, φείδου.
ἴσως χάριν σοι τήνδε μικρὸς ὢν τίσω."
γελάσας δ' ὁ θὴρ παρῆκε τὸν ἱκέτην ζώειν·
10καὶ φιλαγρευταῖς ἐμπεσὼν νεηνίσκοις
ἐδικτυώθη καὶ σφαλεὶς ἐδεσμεύθη.
ὁ μῦς δὲ λάθρῃ χηραμοῦ προπηδήσας,
στερρόν τ' ὀδοῦσι βραχυτάτοις βρόχον κείρας,
ἔλυσε τὸν λέοντα, τοῦ τὸ φῶς βλέψαι
15ἐπάξιον δοὺς μισθὸν ἀντιζωγρήσας.
[Σαφὴς ὁ μῦθος εὖ νοοῦσιν ἀνθρώποις,
σῴζειν πένητας, μηδὲ τῶν ἀπελπίζειν,
εἰ καὶ λέοντα μῦς ἔσωσ' ἀγρευθέντα.]
Μῦθος μέν, ὦ παῖ βασιλέως Ἀλεξάνδρου,
Σύρων παλαιῶν ἐστιν εὕρεμ' ἀνθρώπων,
οἳ πρίν ποτ' ἦσαν ἐπὶ Νίνου τε καὶ Βήλου.
πρῶτος δέ, φασίν, εἶπε παισὶν Ἑλλήνων
5Αἴσωπος ὁ σοφός, εἶπε καὶ Λιβυστίνοις
λόγους Κυβίσσης. ἀλλ' ἐγὼ νέῃ μούσῃ
δίδωμι, φαλάρῳ χρυσέῳ χαλινώσας
τὸν μυθίαμβον ὥσπερ ἵππον ὁπλίτην.
ὑπ' ἐμοῦ δὲ πρώτου τῆς θύρης ἀνοιχθείσης
10εἰσῆλθον ἄλλοι, καὶ σοφωτέρης μούσης
γρίφοις ὁμοίας ἐκφέρουσι ποιήσεις,
μαθόντες οὐδὲν πλεῖον ἢ 'μὲ γινώσκειν.
ἐγὼ δὲ λευκῇ μυθιάζομαι ῥήσει,
καὶ τῶν ἰάμβων τοὺς ὀδόντας οὐ θήγω,
15ἀλλ' εὖ πυρώσας, εὖ δὲ κέντρα πρηύνας,
ἐκ δευτέρου σοι τήνδε βίβλον ἀείδω.
Μυῶν ὁ μέν τις βίον ἔχων ἀρουραῖον,
ὁ δ' ἐν ταμείοις πλουσίοισι φωλεύων,
ἔθεντο κοινὸν τὸν βίον πρὸς ἀλλήλους.
ὁ δ' οἰκόστιτος πρότερος ἦλθε δειπνήσων
20ἐπὶ τῆς ἀρούρης ἄρτι χλωρὸν ἀνθούσης·
τρώγων δ' ἀραιὰς καὶ διαβρόχους σίτου
ῥίζας, μελαίνῃ συμπεφυρμένας βώλῳ,
"μύρμηκος" εἶπε "ζῇς βίον ταλαιπώρου,
ἐν πυθμέσιν γῆς κρίμνα λεπτὰ βιβρώσκων.
25ἐμοὶ δ' ὑπάρχει πολλὰ καὶ περισσεύει·
τὸ κέρας κατοικῶ πρὸς σὲ τῆς Ἀμαλθείης.
εἴ μοι συνέλθοις, ὡς θέλεις ἀσωτεύσῃ,
παρεὶς ὀρύσσειν ἀσφάλαξι τὴν χώρην."
ἀπῆγε τὸν μῦν τὸν γεηπόνον πείσας
30εἰς οἶκον ἐλθεῖν ὑπό τε τοῖχον ἀνθρώπου.
ἔδειξε δ' αὐτῷ, ποῦ μὲν ἀλφίτων πλήθη,
ποῦ δ' ὀσπρίων ἦν σωρὸς ἢ πίθοι σύκων,
στάμνοι τε μέλιτος σώρακοί τε φοινίκων.
ὁ δ' ὡς ἐτέρφθη πᾶσι καὶ παρωρμήθη
35καὶ τυρὸν ἦγεν ἐκ κανισκίου σύρων,
ἀνέῳξε τὴν θύρην τις· ὁ δ' ἀποπηδήσας
στεινῆς ἔφευγε δειλὸς ἐς μυχὸν τρώγλης,
ἄσημα τρίζων τόν τε πρόξενον θλίβων.
μικρὸν δ' ἐπισχὼν εἶτ' ἔσωθεν ἐκκύψας
40ψαύειν ἔμελλεν ἰσχάδος Καμειραίης·
ἕτερος δ' ἐπῆλθεν ἄλλο τι προαιρήσων·
οἱ δ' ἔνδον ἐκρύβοντο. μῦς δ' ἀρουρίτης
"τοιαῦτα δειπνῶν" εἶπε "χαῖρε καὶ πλούτει,
καὶ τοῖς περισσοῖς αὐτὸς ἐντρύφα δείπνοις,
45ἔχων τὰ πολλὰ ταῦτα μεστὰ κινδύνων.
ἐγὼ δὲ λιτῆς οὐκ ἀφέξομαι βώλου,
ὑφ' ἣν τὰ κρίμνα μὴ φοβούμενος τρώγω."
"Μὴ λοξὰ βαίνειν" ἔλεγε καρκίνῳ μήτηρ,
"ὑγρῇ τε πέτρῃ πλάγια κῶλα μὴ σύρειν."
ὁ δ' εἶπε "μῆτερ ἡ διδάσκαλος, πρώτη
ὀρθὴν ἄπελθε, καὶ βλέπων σε ποιήσω."
Μέλλων ὁδεύειν τῆς κυνός τις ἑστώσης
εἶπεν "τί χάσκεις; πάνθ' ἕτοιμά σοι ποίει·
μετ' ἐμοῦ γὰρ ἥξεις." ἡ δὲ δεσπότην κέρκῳ
σαίνουσά φησι "πάντ' ἔχω· σὺ δηθύνεις."
Μικρέμπορός τις ὄνον ἔχων ἐβουλήθη,
5τοὺς ἅλας ἀκούων παρὰ θάλασσαν εὐώνους,
τούτους πρίασθαι, φορτίσας τε γενναίως
τὸν ὄνον κατῆγε. τῆς δ' ὁδοῦ προκοπτούσης
ὤλισθεν ἄκων εἴς τι ῥεῖθρον ἐξαίφνης
καὶ συντακέντων τῶν ἁλῶν ἐλαφρύνθη,
10ῥᾴων δ' ἀνέστη καὶ παρῆν ἀμοχθήτως
εἰς τὴν μεσόγεων. τοὺς ἅλας δὲ πωλήσας,
πάλιν γομώσων τὸν ὄνον ἦγε καὶ πλείω
‹ἔτ'› ἐπετίθει τὸν φόρτον. ὡς δὲ μοχθήσας
διέβαινε τὸν ῥοῦν, οὗπερ ἦν πεσὼν πρῴην,
15ἑκὼν κατέπεσε, καὶ πάλιν γόμους τήξας
κούφως ἀνέστη, γαῦρος ὥς τι κερδήσας.
ὁ δ' ἔμπορος μὲν ἐπενόησε, καὶ πλείστους
σπόγγους κατῆγεν ὕστερον πολυτρήτους
ἐκ τῆς θαλάσσης, τοὺς δ' ἅλας μεμισήκει.
20ὁ δ' ὄνος πανούργως, ὡς προσῆλθε τῷ ῥείθρῳ,
ἑκὼν κατέπεσεν· ἀθρόως δὲ τῶν σπόγγων
διαβραχέντων πᾶς ὁ φόρτος ὠγκώθη,
βάρος δὲ διπλοῦν ἦλθε βαστάσας νώτοις.
[Πολλάκις ἐν οἷς τις ηὐτύχησε καὶ πταίει.]
Μῦς ταῦρον ἔδακεν. ὁ δ' ἐδίωκεν ἀλγήσας
τὸν μῦν· φθάσαντος δ' εἰς μυχὸν φυγεῖν τρώγλης,
ὤρυσσ' ἐνεστὼς τοῖς κέρασι τοὺς τοίχους,
ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη
5παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας
ὁ μῦς ἐφέρπει καὶ πάλιν δακὼν φεύγει.
ὁ δ' ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει
διηπορεῖτο. τῷ δ' ὁ μῦς ἐπιτρύξας·
"οὐχ ὁ μέγας ἀεὶ δυνατός· ἔσθ' ὅπου μᾶλλον
10τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει."
Μάνδρης ἔσω τις πρόβατα συλλέγων δείλης
κνηκὸν μετ' αὐτῶν λύκον ἔμελλε συγκλείειν.
ὁ κύων δ' ἰδὼν πρὸς αὐτὸν εἶπε "πῶς σπεύδεις
τὰ πρόβατα σῶσαι, τοῦτον εἰσάγων ἥμιν;"
Μεθύων ἐλαίῳ λύχνος ἐσπέρης ηὔχει
πρὸς τοὺς παρόντας, ὡς Ἑωσφόρου κρείσσων,
ἅπασι φέγγος ἐκπρεπέστατον λάμπει.
ἀνέμου δὲ συρίσαντος εὐθὺς ἐσβέσθη
5πνοιῇ ῥαπισθείς. ἐκ δὲ δευτέρης ἅπτων
εἶπέν τις αὐτῷ "φαῖνε, λύχνε, καὶ σίγα·
τῶν ἀστέρων τὸ φέγγος οὐκ ἀποθνῄσκει."
Νωθὴς χελώνη λιμνάσιν ποτ' αἰθυίαις
λάροις τε καὶ κήυξιν εἶπεν ἀγρώσταις·
"κἀμὲ πτερωτὴν εἴθε τις πεποιήκει."
τῇ δ' ἐντυχὼν ἔλεξεν αἰετὸς σκώπτων·
5"πόσον, χέλυμνα, μισθὸν αἰετῷ δώσεις,
ὅστις σ' ἐλαφρὴν καὶ μετάρσιον θήσω;"
"τὰ τῆς Ἐρυθρῆς πάντα δῶρά σοι δώσω."
"τοιγὰρ διδάξω" φησίν. ὑπτίην δ' ἄρας
ἔκρυψε νέφεσιν, ἔνθεν εἰς ὄρος ῥίψας
10ἤραξεν αὐτῆς οὖλον ὄστρακον νώτων.
ἡ δ' εἶπεν ἐκψύχουσα "σὺν δίκῃ θνῄσκω·
τί γὰρ νεφῶν μοι, καὶ τίς ἦν πτερῶν χρείη,
τῇ καὶ χαμᾶζε δυσκόλως προβαινούσῃ;"
Νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως.
γυνὴ δ' ἀκούει τοῦδε, κἀξαναστᾶσα
θυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδα
λαμπρῆς σελήνης ἐν φάει καλὸν λίην,
5τὸν ἄνδρ' ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι
κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω
ἐλθοῦσ' ἐποίει τὴν προθυμίην πλήρη.
ὡνὴρ δὲ ταύτης ἐξανίστατ' ἐξαίφνης
ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω
10μηδὲν χανών τε καὐτὸς ἦλθεν εἰς οἶμον.
καὶ τῇ συνεύνῳ φησί "μηδὲν ἐκπλήσσου,
τὸν παῖδα δ' ἡμῶν πεῖσον ἐν δόμοις εὕδειν."
ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος,
ἄμφω θελόντων δρᾶν τι, τῇδ' ἐρᾳθύμει.
15 Τουτὶ μὲν οὕτως· ἔμφασις δὲ τοῦ μύθου,
κακὸν ἐπιχαίνειν, ὅταν ἔχῃ τις ἐκτῖσαι.
Νεώς ποτ' αὐτοῖς ἀνδράσιν βυθισθείσης,
ἰδών τις ἔλεγεν ἄδικα τοὺς θεοὺς κρίνειν·
ἑνὸς γὰρ ἀσεβοῦς ἐμβεβηκότος πλοίῳ,
πολλοὺς σὺν αὐτῷ μηδὲν αἰτίους θνῄσκειν.
5καὶ ταῦθ' ὁμοῦ λέγοντος, οἷα συμβαίνει,
πολλῶν ἐπ' αὐτὸν ἑσμὸς ἦλθε μυρμήκων,
σπεύδοντες ἄχνας πυρίνας ἀποτρώγειν·
ὑφ' ἑνὸς δὲ δηχθεὶς συνεπάτησε τοὺς πλείους.
Ἑρμῆς δ' ἐπιστὰς τῷ τε ῥαβδίῳ παίων
10"εἶτ' οὐκ ἀνέξῃ" φησί "τοὺς θεοὺς εἶναι
ὑμῶν δικαστὰς οἷος εἶ σὺ μυρμήκων;"
Ξουθὴ χελιδών, ἡ πάροικος ἀνθρώπων,
ἔαρος καλιὴν ηὐθέτιζεν ἐν τοίχῳ,
ὅπου γερόντων οἶκος ἦν δικαστήρων·
κἀκεῖ νεοσσῶν ἑπτὰ γίνεται μήτηρ.
5[οὔπω πτερίσκοις πορφυροῖς ἐπανθούντων]
ὄφις δὲ τούτους ἑρπύσας ἀπὸ τρώγλης
ἅπαντας ἑξῆς ἔφαγεν. ἡ δὲ δειλαίη
παίδων ἀώρους συμφορὰς ἐπεθρήνει,
"οἴμοι" λέγουσα, "τῆς ἐμῆς ἐγὼ μοίρης·
10ὅπου νόμοι γὰρ καὶ θέμιστες ἀνθρώπων,
ἔνθεν χελιδὼν ἠδικημένη φεύγω."
Ξύλινόν τις Ἑρμῆν εἶχεν· ἦν δὲ τεχνίτης.
σπένδων δὲ τούτῳ καὶ καθ' ἡμέρην θύων
ἔπρασσε φαύλως. τῷ θεῷ δ' ἐθυμώθη,
χαμαὶ δ' ἀπεκρότησε τοῦ σκέλους ἄρας.
5χρυσὸς δὲ κεφαλῆς ἐρρύη καταγείσης,
ὃν συλλέγων ἅνθρωπος εἶπεν "Ἑρμεία,
σκαιός τίς ἐσσι καὶ φίλοισιν ἀγνώμων,
ὃς προσκυνοῦντας οὐδὲν ὠφέλεις ἥμας,
ἀγαθοῖς δὲ πολλοῖς ὑβρίσαντας ἠμείψω.
10τὴν εἰς σὲ καινὴν εὐσέβειαν οὐκ ᾔδειν."
[Καὶ τοὺς θεοὺς Αἴσωπος ἐμπλέκει μύθοις,
βουλόμενος ἡμᾶς νουθετεῖν πρὸς ἀλλήλους.
πλέον οὐδὲν ἕξεις σκαιὸν ἄνδρα τιμήσας,
ἀτιμάσας δ' ἂν αὐτὸν ὠφεληθείης.]
Ὁ τελμάτων ἔνοικος ὁ σκιῇ χαίρων,
ὁ ζῶν ὀρυκτοῖς βάτραχος παρ' εὐρίποις,
εἰς γῆν παρελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις·
"ἰατρός εἰμι φαρμάκων ἐπιστήμων,
5οἵων ταχ' οὐδεὶς οἶδεν, οὐδ' ὁ Παιήων,
ὃς Ὄλυμπον οἰκεῖ καὶ θεοὺς ἰατρεύει."
"καὶ πῶς" ἀλώπηξ εἶπεν "ἄλλον ἰήσῃ,
ὃς σαυτὸν οὕτω χλωρὸν ὄντα μὴ σῴζεις;"
Ὄρνις ποτ' ἠσθένησε. τῇ δὲ προσκύψας
αἴλουρος εἶπε "πῶς ἔχεις; τίνων χρῄζεις;
ἐγὼ παρέξω πάντα σοι· μόνον σῴζου."
ἡ δ' "ἢν ἀπέλθῃς" εἶπεν "οὐκ ἀποθνῄσκω."
Ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει·
λύκον δ' ἰδὼν παρόντα καὶ σαφῆ δείσας
ὄλεθρον οὕτως εἶπεν· "ὦ λύκε, θνῄσκω,
μέλλω τ' ἀποπνεῖν. σοὶ δὲ συμβαλὼν χαίρω·
5σὺ μᾶλλον ἢ γὺψ ἢ κόραξ με δειπνήσεις.
χάριν δέ μοι δὸς ἀβλαβῆ τὲ καὶ κούφην
ἐκ τοῦ ποδός μου τὴν ἄκανθαν εἰρύσσας,
ὥς μου κατέλθῃ πνεῦμ' ἀναλγὲς εἰς Ἅιδου."
κἀκεῖνος εἰπών "χάριτος οὐ φθονῶ ταύτης"
10ὀδοῦσιν ἄκροις σκόλοπα θερμὸν ἐξῄρει.
ὁ δ' ἐκλυθεὶς πόνων τε κἀνίης πάσης
τὸν κνηκίην χάσκοντα λακτίσας φεύγει,
ῥῖνας μέτωπα γομφίους τ' ἀλοιήσας.
"οἴμοι" λύκος "τάδ'" εἶπε "σὺν δίκῃ πάσχω·
15τί γὰρ ἄρτι χωλοὺς ἠρξάμην ἰατρεύειν,
μαθὼν ἀπ' ἀρχῆς οὐδὲν ἢ μαγειρεύειν;"
Ὄρνιθος ἀγαθῆς ᾠὰ χρυσᾶ τικτούσης
ὁ δεσπότης ἐνόμισεν ἐντὸς εὑρήσειν
χρυσοῦ μέγιστον ὄγκον, ὅνπερ ὠδίνειν·
θύσας δὲ ταύτην εὗρε τὴν φύσιν πάσαις
5‹τὰ πάνθ'› ὁμοίην ‹οὖσαν. ἀθρόως δ' ἕξειν›
μέγιστον ὄλβον ἐλπίσας τε καὶ σπεύσας
ἀπεστερήθη τοῦ τὰ μικρὰ κερδαίνειν.
Ὀρνιθοθήρῃ φίλος ἐπῆλθεν ἐξαίφνης,
μέλλοντι θύμβρα καὶ σέλινα δειπνήσειν.
ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει.
ὥρμησε δὴ πέρδικα ποικίλον θύσων,
5ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν.
ὁ δ' αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι·
"τὸ λοιπόν, ‹ὦ τᾶν›, δικτύῳ τί ποιήσεις,
ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει
εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων;
10τίνος μελῳδοῦ πρὸς ‹τὸν› ἦχον ὑπνώσεις;"
ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην
ἀλεκτορίσκον συλλαβεῖν ἐβουλήθη.
ὁ δ' ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας·
"πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει,
15τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ
πότ' ἐννυχεύει χρυσότοξος Ὠρίων;
ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει,
ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;"
κἀκεῖνος εἶπεν· "οἶσθα χρησίμους ὥρας·
20ὅμως δὲ δεῖ σχεῖν ‹τὸν φίλον› τί δειπνήσει."
Ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζων
τὸν κέραμον ἔθλα, καί τις αὐτὸν ἀνθρώπων
ἐπιδραμὼν κατῆγε τῷ ξύλῳ παίων.
ὁ δ' ὄνος πρὸς αὐτόν, ὡς τὸ νῶτον ἠλγήκει,
5"καὶ μὴν πίθηκος ἐχθές" εἶπε "καὶ πρώην
ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας."
Ὁδοιπορῶν ἄνθρωπος εἰς ἐρημαίην
ἑστῶσαν εὗρε τὴν Ἀληθίην μούνην,
καί φησιν αὐτῇ "διὰ τίν' αἰτίην, γραίη,
τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίην ναίεις;"
5ἡ δ' εὐθὺ πρὸς τάδ' εἶπεν ἡ βαθυγνώμων·
"ἐν τοῖς παλαιοῖς παρ' ὀλίγοισιν ἦν ψεῦδος,
νῦν δ' εἰς ἅπαντας ἐξελήλυθ' ἀνθρώπους."
[Εἰ δ' ἔστιν εἰπεῖν καὶ βεβούλησαι κλύειν,
ὁ νῦν βίος πονηρός ἐστιν ἀνθρώπων.]
(Ὁ Ζεὺς τὸν Ἑρμῆν ὀστράκοισιν ἐγγράψαι
ἁμαρτίας ‹τε κἀδικήματ'› ἀνθρώπων
ἐκέλευσε κἀς κιβωτὸν αὐτὰ σωρεύειν
‹σταθεῖσαν› αὐτοῦ πλησίην, ἐρευνήσας)
5ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ.>
τῶν ὀστράκων δὲ κεχυμένων ἐπ' ἀλλήλοις
τὸ μὲν βράδιον τὸ δὲ τάχιον ἐμπίπτει
εἰς τοῦ Διὸς τὰς χεῖρας, εἴ ποτ' εὐθύνοι.
τῶν οὖν πονηρῶν οὐ προσῆκε θαυμάζειν
10ἢν θᾶσσον ἀδικῶν ὀψέ τις κακῶς πράσσῃ.
Ὄϊς τις εἶπε πρὸς νομῆα τοιαῦτα·
"κείρεις μὲν ἡμᾶς καὶ πόκους ἔχεις κέρσας,
‹τὸ› γάλα δ' ἀμέλγων ἔστι σοι φίλον πῆξαι,
ἡμῶν δὲ τέκνα μῆλά σοι περισσεύει.
5πλέον οὐδὲν ἡμῖν, ἀλλὰ χἠ τροφὴ γαίης
ἅπασ'· ἐν ὄρεσι δ' εὐθαλὲς τί γεννᾶται;
βοτάνη γ' ἀραιὴ καὶ δρόσου γεμισθεῖσα.
‹τὴν› κύνα δὲ φέρβεις ἧμιν ἐν μέσοις ταύτην
τρέφων ὁποῖα σαυτὸν εὐθαλεῖ σίτῳ."
10τούτων ἀκούσασ' ἡ κύων ἔφη τοῖα·
"εἰ μὴ παρήμην κἀν μέσοις ἐπωλεύμην,
οὐκ ἄν ποθ' ὑμεῖς ἔσχετ' ἄφθονον ποίην·
ἐγὼ δὲ περιτρέχουσα πάντα κωλύω
δρηστῆρα λῃστὴν καὶ λύκον διωκτῆρα."
Ὄνον τις ἔτρεφε καὶ κυνίδιον ὡραῖον,
τὸ κυνίδιον δ' ἔχαιρε παῖζον εὐρύθμως,
τὸν δεσπότην τε ποικίλως περισκαῖρον·
κἀκεῖνος ‹αὖ› κατεῖχεν αὐτὸ τοῖς κόλποις.
5ὁ δ' ὄνος γ' ἔκαμνεν ἑσπέρης ἀλετρεύων
πυρὸν φίλης Δήμητρος, ἡμέρης δ' ὕλην
κατῆγ' ἀφ' ὕψους, ἐξ ἀγροῦ θ' ὅσων χρείη·
καὶ μὴν ἐν αὐλῇ παρὰ φάτναισι δεσμώτης
ἔτρωγε κριθὰς χόρτον, ὥσπερ εἰώθει.
10δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας,
σκύμνον θεωρῶν ἁβρότητι σὺν πάσῃ,
φάτνης ὀνείης δεσμὰ καὶ κάλους ῥήξας
ἐς μέσσον αὐλῆς ἦλθ' ἄμετρα λακτίζων.
σαίνων δ' ὁποῖα καὶ θέλων περισκαίρειν,
15τὴν μὲν τράπεζαν ἔθλασ' ἐς μέσον βάλλων
ἅπαντα δ' εὐθὺς ἠλόησε τὰ σκεύη·
δειπνοῦντα δ' ἰθὺς ἦλθε δεσπότην κύσσων,
νώτοις ἐπεμβάς· ἐσχάτου δὲ κινδύνου
θεράποντες ἐν μέσοισιν ὡς ‹τὸν ἄνδρ'› εἶδον,
20ἐσάωσαν ‹αὐτὸν ἐξ ὄνου γνάθων ὄντως›·
κρανέης δὲ κορύναις ἄλλος ἄλλοθεν κρούων
ἔθεινον, ὥστε καὐτὸς ὕστατ' ἐκπνείων
"ἔτλην" ἔλεξεν "οἷα χρή με, δυσδαίμων·
τί γὰρ παρ' οὐρήεσσιν οὐκ ἐπωλεύμην,
25βαιῷ δ' ὁ μέλεος κυνιδίῳ παρισούμην;"
Πάγης ἀλώπηξ οὐκ ἄπωθεν ἑστῶσα
βουλὰς ἐκίνει ποικίλας, τί ποιήσει.
λύκος δὲ ταύτην πλησίος θεωρήσας
ἐγγὺς προσελθὼν τὸ κρέας λαβεῖν ᾔτει.
5ἡ δ' εἶπεν "ἦκε τῇδε καὶ δέχου χαίρων·
φίλος γὰρ εἶ μοι τῶν ἄγαν ἀναγκαίων."
ὁ δ' ἀθρόως ἐπῆλθεν· ὡς δὲ προσκύψας
τὸ σκυτάλιον ‹τ'› ἔσεισε καὶ χαλασθείσης
ῥάβδου μέτωπα σύν τε ῥῖνας ἐπλήγη,
10"ἀλλ' εἰ τοιαῦτα" φησί "τοῖς φίλοις δώσεις
τὰ δῶρα, πῶς σοί τις φίλος συναντήσει;"
Νέος ἐν κύβοισιν οὐσίην ἀναλώσας
στολὴν ἑαυτῷ κατέλιπεν μίαν ‹μούνην›,
χειμῶνος ὄντος μὴ πάθοι τι ῥιγώσας.
ἀλλ' αὐτὸν ἡ χεὶρ ἐξέδυσε καὶ ταύτης.
5πρὸ γὰρ εἴαρος λιποῦσα ‹τὰς› κάτω Θήβας
ἐφάνη χελιδὼν ἐκπεσοῦσα τῆς ὥρης·
ταύτης ἀκούσας μικρὰ τιττυβιζούσης
"τί μοι περισσῶν" εἶπε "φαρέων χρείη;
ἰδοὺ χελιδὼν ἥδε· καῦμα σημαίνει."
10ὡς δ' εἶπεν, ἐλθὼν τοῖς κύβοισιν ὡμίλει
καὶ σμικρὰ παίξας τὴν στολὴν ἐνικήθη.
νιφετὸς δ' ἐπῆλθε καὶ χάλαζα φρικώδης,
κροκύδος δὲ καινῆς πᾶσιν ἦν τότε χρείη.
γυμνὸς δ' ἐκεῖνος τῆς θύρης ὑπεκκύψας
15καὶ τὴν λάλον χελιδόν' ‹αὖ› κατοπτεύσας
πεσοῦσαν ὥσπερ στρουθίον ‹τι› τῷ ψύχει
"τάλαινα" φησίν "εἴθε μοι τότ' οὐκ ὤφθης·
ὡς γὰρ σεαυτὴν κἀμὲ νῦν διεψεύσω."
Ὄϊς μονήρης λύκον ἔφευγεν ἐξαίφνης
ἰδοῦσα, σηκοῦ δ' ἐντὸς ἦλθεν ἀκλείστου·
θυσίη γὰρ ἦν τις κατὰ τύχην ἑορταίη.
ὁ λύκος δ' ἔσω μὲν οὐ παρῆλθε τοῦ τείχους,
5ἔξω δ' ἐφεστὼς τὴν ὄιν καθωμίλει
"ὁρᾷς" λέγων "τὸν βωμὸν αἵματος πλήρη;
ἔξελθε, μή τις συλλάβῃ σε καὶ θύσῃ."
ἡ δ' εἶπε "μή μου τῆς ἀσυλίης κήδου·
καλῶς ἔχει μοι· κἂν δὲ τοῦτο συμβαίνῃ,
10θεοῦ γενοίμην σφάγιον ἢ λύκου θοίνη."
Ὄνος παλιούρων ἤσθι' ὀξέην χαίτην.
τὸν δ' εἶδ' ἀλώπηξ, ἑρπύσασα δ' εἰρήκει·
"πῶς, οὗτος, ἁπαλῇ κἀξανειμένῃ γλώσσῃ
σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις;"
Οὐρή ποτ' ὄφεως οὐκέτ' ἠξίου πρώτην
κεφαλὴν βαδίζειν οὐδ' ἐφείπεθ' ἑρπούσῃ·
"κἀγὼ γάρ" εἶπεν "ἐν μέρει προηγοίμην."
τὰ λοιπὰ δὲ μέλε' εἶπεν "οὐχὶ σιγήσῃ;
5πῶς, ὦ τάλαινα, χωρὶς ὀμμάτων ἥμας
ἢ ῥινὸς ἄξεις, οἷς ἕκαστα τῶν ζῴων
τὰ πορευτὰ βαίνει πᾶν τε κῶλον εὐθύνει;"
τὴν δ' οὐκ ἔπειθε, τὸ φρονοῦν δ' ἐνικήθη
τῷ μὴ φρονοῦντι· λοιπὸν ἦρχε τῶν πρώτων
10τὤπισθεν, οὐρὴ δ' ἡγεμὼν καθειστήκει
σύρουσα τυφλῇ πᾶν τὸ σῶμα κινήσει·
κοῖλον δὲ πέτρης εἰς βάραθρον ἠνέχθη
καὶ τὴν ἄκανθαν ταῖς πέτραισι συντρίβει.
σαίνουσα δ' ἱκέτευεν ἡ πρὶν αὐθάδης·
15"δέσποινα κεφαλή, σῶσον εἰ θέλεις, ἥμας·
κακῆς γὰρ ἔριδος σὺν κακοῖς ἐπειράθην.
εἰς πρῶτον οὖν μᾶλλόν με ‹σοι› καθιστάσῃ
ἐγὼ προσέξω," φησί, "μή ποτ' ἀρχούσης
ἐμοῦ τι δόξῃς ὕστερον κακῶν κύρειν."
Πέρδικά τις πριάμενος ἐντρέχειν οἴκῳ
ἀφῆκεν· ἡδέως γὰρ εἶχε τοῦ ζῴου.
κἀκεῖνος εὐθὺς κλαγγὸν ἐξ ἔθους ᾄδων
πᾶσαν κατ' αὐλὴν ἄχρι βημάτων ᾔει.
5γαλῆ πρὸς αὐτὸν ἡπίβουλος ὡρμήθη
καὶ πρῶτον εἶπε "τίς μὲν εἶ, πόθεν ‹δ'› ἥκεις;"
ὁ δ' "ἠγόρασμαι" φησί "προσφάτως ‹πέρδιξ›."
"ἐγὼ χρόνον τοσοῦτον ἐνθαδὶ τρίβω
καὶ μ' ἔνδον ἔτεκεν ἡ μυοκτόνος μήτηρ,
10ἀλλ' ἡσυχάζω καὶ πρὸς ἑστίην εὕδω·
σὺ δ' ἄρτι πως ὠνητός, ὡς λέγεις, ἥκων
παρρησιάζῃ" φησί "καὶ κατακρώζεις;"
Υἱὸν μονογενῆ δειλὸς εἶχε πρεσβύτης
γενναῖον ἄλλως καὶ θέλοντα θηρεύειν.
τοῦτον καθ' ὕπνους ὑπὸ λέοντος ᾠήθη
θανόντα κεῖσθαι· ‹καὶ φοβούμενος› μήπως
5ὕπαρ γένηται καὶ τὸ φάσμ' ἀληθεύσῃ,
κάλλιστον οἶκον ἐξελέξατ' ἀνδρῶνα,
ὑψηλὸν, εὐδμητὸν ‹τε χ›ἠλίου πλήρη,
κἀκεῖ τὸν υἱὸν παρεφύλασσε συγκλείσας.
χὤπως ἔχῃ τι βουκόλημα τῆς λύπης
10ἐνέθηκε τοίχοις ποικίλας γραφὰς ζῴων,
ἐν οἷς ἅπασι καὶ λέων ἐμορφώθη.
ὁρῶντα δ' αὐτὸν μᾶλλον εἶχεν ἡ λύπη
καὶ δή ποθ' ἑστὼς τοῦ λέοντος οὐ πόρρω
"κάκιστε θ‹ηρῶν" εἶπεν "ὡς› σὺ τὸν ψεύστην
15ὄνειρον ‹ἄλλως› ὄμμασιν πατρὸς δείξας
ἔχεις με φρουρῇ περιβαλὼν γυναικείῃ.
τί δὴ 'πὶ σοὶ λόγοισιν ‹εἶμι› κοὐκ ἔργον
ποιῶ ‹βίαιον;" τῷ δὲ φρουρίου› τοίχῳ
ἐπέβαλε χεῖρας τὸν λέοντα τυφλώσων,
20σκόλοψ ‹ἀποσχισθεὶς› δὲ ‹τοῦ ξύλου› τούτῳ
‹ἔδυν'› ὑπ' ὄνυχα, χὠ ‹πατὴρ› καθαιμώδους
‹φλογώσεως› τὰς σάρκας ‹εὐθὺς› εἰσδύσης
‹ἅπαντα› ποιῶν ἤνυσ' ‹οὐδὲν ὁ τλήμων›·
θέρμη δ' ἐπ' αὐτοῖς ‹υἱὸν› ἄχρι βουβώνων
25ἀνῆψεν ‹ὥστε τὸν βίον τελευτῆσαι›.
ὁ πρέσβυς οὕτως οὐκ ἔσωσε τὸν παῖδα
μέλλοντα θνῄσκειν ‹ὑπὸ λέοντος ἀψύχου›.
Ἅ σοι πέπρωται ταῦτα τλῆθι γενναίως
καὶ μὴ σοφίζου· τὸ χρεὼν γὰρ οὐ φεύξῃ.
Ὄνυξιν ἄρας ἄρνα λιπαρὸν ἐκ ποίμνης
ἤνεγκε παισὶν δεῖπνον αἰετὸς δώσειν·
τὸ δ' αὐτὸ πράξειν καὶ κολοιὸς ὡρμήθη.
καὶ δὴ καταπτὰς ἀρνὸς ἐσχέθη νώτοις
5"δίκην δ' ἀνοίης" εἶπεν "ἀξίως τίνω·
τί γὰρ ὢν κολοιὸς αἰετοὺς ἐμιμούμην;
Πέρδικά τις γεωργὸς ὃν τεθηρεύκει
θύειν ἔμελλεν ἑσπέρης ‹τι› δειπνήσων.
τὸν δ' ἱκέτευε τ‹αῦτα· "μὴ σὺ› ποιήσῃς·
‹πολλὰς ἐγώ σοι" φησί "δέσποτ',› ἢν ζήσω,
‹πέρδικας ἄλλας ἀντ' ἐμοῦ› κυνηγήσω
5........ ἀπατῶν ...........
"μᾶλλόν σ' ἐ‹γὼ δι'› αἰτίην καλὴ‹ν θύς›ω,
ὅτι τοῦς συνα‹ίμους καὶ φί›λους ἐνεδρεύεις."
Ὄνος λεοντῆν ἰσχίοις ἐφαπλώσας
ἔφασκεν εἶναι πᾶσι φοβερὸς ἀνθρώποις·
10σκιρτῶν δ' ἐπήδα, καὶ φυγὴ μὲν ἀνθρώπων
‹δι' αὐτὸν› ἦν, φυγὴ δὲ ποιμνίων ‹πάντων›.
ἀνέμου δ' ἀέντος, τῆς δορῆς δὲ τοῦ νώτου
ἀπορρυείσης ὄνος ἐὼν ἐφωράθη.
καί τις πρὸς αὐτὸν εἶπε τῷ ξ‹ύλῳ παίων›·
15"‹ὄνος› πεφυκὼς ‹μὴ λέοντα μιμήσῃ."›
Χειμῶνος ὥρῃ σῖτον ἐκ μυχοῦ σύρων
ἔψυχε μύρμηξ, ὃν θέρους σεσωρεύκει.
τέττιξ δὲ τοῦτον ἱκέτευε λιμώττων
δοῦναί τι καὐτῷ τῆς τροφῆς, ὅπως ζήσῃ.
5"τί οὖν ἐποίεις" φησί "τῷ θέρει τούτῳ;"
"οὐκ ἐσχόλαζον, ἀλλὰ διετέλουν ᾄδων."
γελάσας δ' ὁ μύρμηξ τόν τε πυρὸν ἐγκλείων
"χειμῶνος ὀρχοῦ" φησίν "εἰ θέρους ηὔλεις."
Γάλλοις ἀγύρταις εἰς τὸ κοινὸν ἐπράθη
ὄνος τις οὐκ εὔμοιρος ἀλλὰ δυσδαίμων,
ὅστις φέρῃ πτωχοῖσι καὶ πανουργοῦσιν
πείνης ἄκος δίψης τε καὶ τὰ τῆς τέχνης.
οὗτοι δὲ κύκλῳ πᾶσαν ἐξ ἔθους κώμην
περιιόντες ἔλεγον ‹ᾖα›· τίς γὰρ ἀγροίκων
οὐκ οἶδεν Ἄττιν λευκὸν ὡς ἐπηρώθη;
τίς οὐκ ἀπαρχὰς ὀσπρίων τε καὶ σίτων
ἁγνῷ φέρων δίδωσι τυμπάνῳ Ῥείης; ...
Αἱ δρῦς ποτ' εἰς Ζηνὸς πρόσωπον ἐλθοῦσαι
τοιῶνδε μύθων μεμπτικῶν ἐπειρῶντο·
"ὦ Ζεῦ, γενάρχα καὶ πατὴρ φυτῶν πάντων,
εἰ κοπτόμεσθα, πρὸς τί κἀξέφυς ἥμας;"
πρὸς ταῦτα δ' ὁ Ζεὺς μειδιῶν ἔλεξ' οὕτως·
"αὐταὶ καθ' αὑτῶν εὐπορεῖτε τὴν τέχνην·
εἰ μὴ γὰρ ὑμῖν στέλεα πάντ' ἐγεννήθη,
οὐκ ἂν γεωργῷ πέλεκυς ἐν δόμοις εἴη."
Ἔχιν γεωργὸς ἐκπνέοντ' ὑπὸ ψύχους
λαβὼν ἔθαλπεν· ἀλλ' ἐκεῖνος ἡπλώθη
τῇ χειρὶ προσφύς, καὶ δακὼν ἀνιήτως
ἔκτεινεν [αὐτὸν τὸν θέλοντ' ἀναστῆσαι.]†
θνῄσκων δὲ μῦθον εἶπεν ἄξιον μνήμης·
"δίκαια πάσχω τὸν πονηρὸν οἰκτείρας."