Ὦναξ Πυθῶνος μεδέων, ἑκατηβόλε, μάντι,
ὃς λάχες ἠλιβάτου κορυφῆς Παρνασσίδα πέτρην
σὴν ἀρετὴν ὑμνῶ· σὺ δέ μοι κλέος ἐσθλὸν ὀπάσσαις·
πέμπε δ' ἐπὶ πραπίδεσσιν ἐμαῖς ἐτυμηγόρον αὐδήν
5ὄφρα πολυσπερέεσσι βρότοις λιγύφωνον ἀοιδήν
ἠπύσω Μούσης ἐφετμαῖς καὶ πηκτίδι πυκνῇ.
- Νῦν γάρ σοι, λυροεργὲ, φίλον μέλος ἀείδοντι
θυμὸς ἐποτρύνει λέξαι τάπερ οὔποτε πρόσθεν
ἔφρασ' ὅταν Βακχοῖο καὶ Ἀπόλλωνος ἄνακτος
10κέντρῳ ἐλαυνόμενος, φρικώδεα κῆλ' ἐπίφαυσκον
θνητοῖς ἀνθρώποισιν ἄκη· μετὰ δ' ὅρκια μύσταις·
ἀρχαίου μὲν πρῶτα χάους ἀμέγαρτον ἀνάγκην
καὶ Κρόνον ὃς ἐλόχευσεν ἀπειρεσίοισιν ὑφ' ὁλκοῖς
Αἰθέρα καὶ διφυῆ περιωπέα κυδρὸν Ἔρωτα
15Νυκτὸς ἀειγνήτης πατέρα κλυτόν· ὃν ῥα Φάνητα
ὁπλότεροι καλέουσι βροτοί· πρῶτος γὰρ ἐφάνθη·
Βριμοῦς τ' εὐδυνάτοιο γονὰς, ἠδ' ἔργ' ἀΐδηλα
Γηγενέων, οἳ λυγρὸν ἀπ' οὐρανοῦ ἐστάξαντο
σπέρμα γονῆς, τὸ πρόσθεν ὅθεν γένος ἐξεγένοντο
20θνητῶν, οἳ κατὰ γαῖαν ἀπείριτον αἰὲν ἔασι·
θητείαν τε Ζηνὸς, ὀρεσσιδρόμου τε λατρείαν
μητρὸς ἅτ' ἐν Κυβέλοις ὄρεσιν μητίσατο κούρην
Φερσεφόνην περὶ πατρὸς ἀμαιμακέτου Κρονίωνος·
†εὐμήλου θ' Ἡρακλῆος περίφημον ἄμυξιν·
25ὅρκιά τ' Ἰδαίων, Κορυβάντων τ' ἄπλετον ἰσχύν.
Δήμητρός τε πλάνην, καὶ Φερσεφόνης μέγα πένθος,
θεσμοφόρος θ' ὡς ἦν· ἠδ' ἀγλαὰ δῶρα Καβείρων,
χρησμούς τ' ἀρρήτους Νυκτὸς περὶ Βάκχου ἄνακτος,
Λῆμνόν τε ζαθέην ἠδ' εἰναλίην Σαμοθράκην,
30αἰπεινήν τε Κύπρον, καὶ Ἀδωναίην Ἀφροδίτην
ὄργια Πραξιδίκης, καὶ †ἀρείνης νυκτὸς Ἀθήνης †
θρήνους τ' Αἰγυπτίων καὶ Ὀσίριδος ἱερὰ χύτλα.
Ἀμφὶ δὲ μαντείης ἐδάης πολυπείρονας οἴμους
θηρῶν οἰωνῶν τε καὶ ἣ σπλάγχνων θέσις ἐστίν·
35ἠδ' ὅσα θεσπίζουσιν ὀνειροπόλοισιν ἀταρποῖς
ψυχαὶ ἐφημερίων, ὕπνῳ βεβολημέναι ἦτορ·
σημείων τεράτων τε λύσεις, ἄστρων τε πορείας·
ἁγνοπόλον τε καθαρμὸν ἐπιχθονίοις μέγ' ὄνειαρ·
ἱλασμούς τε θεῶν, φθιμένων τ' ἐπινήχυτα δῶρα.
40Ἄλλα δέ σοι κατέλεξ' ἅπερ εἴσιδον ἠδ' ἐνόησα,
Ταίναρον ἡνίκ' ἔβην σκοτίην ὁδὸν, Ἄϊδος εἴσω,
ἡμετέρῃ πίσυνος κιθάρῃ δι' ἔρωτ' ἀλόχοιο·
ἠδ' ὅσον Αἰγυπτίων ἰερὸν λόγον ἐξελόχευσα,
Μέμφιν ἐς ἠγαθέην περάσας, ἱεράς τε πόληας
45Ἄπιδος ἃς πέρι Νεῖλος ἀγάρροος ἐστεφάνωται·
πάντα μάλ' ἀτρεκέως ἀπ' ἐμῶν στέρνων δεδάηκας.
- Νῦν δ' ἐπεὶ ἀερόφοιτος ἀπέπτατο δήϊος οἶστρος,
ἡμέτερον δέμας ἐκπρολιπὼν εἰς οὐρανὸν εὐρύν,
πεύσῃ ἀφ' ἡμετέρης ἐνοπῆς ὅσσα πρὶν ἔκευθον.
50Ὥς ποτε Πιερίην Λειβήθρων τ' ἄκρα κάρηνα
(ἡρώωντε καὶ ἡμιθέων πρόμος ἐξεπέρησε)
λισσόμενός μ' ἐπίκουρον ἑοῦ νόστοιο γενέσθαι
ποντοπόρῳ σὺν νηῒ πρὸς ἄξενα φῦλ' ἀνθρώπων,
ἔθνος ἐς ἀφνειὸν καὶ ἀτάσθαλον ᾧ ἐνὶ κραῖνεν
55Αἰήτης υἱὸς φαεσιμβρότου ἠελίοιο.
- Θέσφατα γὰρ Πελίας δειδίσσετο μή οἱ ὄπισθεν
χειρὸς ὕπ' Αἰσονίδα καθέλῃ βασιλήϊον ἀρχήν.
Καί οἱ ὑπὸ πραπίδεσσι δόλου τρίβον ἠπερόπευε·
τάσσε γὰρ ἐκ Κόλχων χρύσειον κῶας ἐνεῖκαι
60Θεσσαλίην εὔπωλον. Ὁ δ' ὡς κλύεν ἔκνομον αὐδήν
χεῖρας ἐπαντείνας ἐπεκέκλετο πότνιαν Ἥρην·
τήνδε γὰρ ἐκ μακάρων περιώσια κυδαίνεσκεν.
Ἡ δὲ παρ' εὐχωλῇσιν ἐφέσπετο κηδομένη περ·
ἔξοχα γὰρ μερόπων ἠγάζετο καὶ φιλέεσκεν
65δεινοβίην ἥρωα, περικλυτὸν Αἴσονος υἷα,
καί ῥα καλεσσαμένη ἐπετέλλετο Τριτογενείη.
Καί οἱ φηγινέην πρῶτον τεκτήνατο νῆα,
ἣ καὶ ὑπ' εἰλατίνοις ἐρετμοῖς ἁλιμυρέα βένθη
πρώτην ἐξεπέρησε, τρίβον δ' ἤνυσσε θαλάσσης.
70- Ἀλλ' ὅτε δὴ συνάγειρεν ἀγακλειτοὺς βασιλῆας,
Θρῄκην εἰς εὔπωλον ἐπείγετο δῖος Ἰήσων,
καί μ' ἔκιχεν κιθάρην πολυδαίδαλον ἐντύνοντα,
ὄφρα κέ σοι μέλπων προχέω μελίγηρυν ἀοιδήν,
κηλήσω δέ τε θῆρας ἰδ' ἑρπετὰ καὶ πετεηνά.
75Ἡνίκα δ' εἰς ἄντρον πολυήρατον εἰσεπέρησε,
μείλιχον ἐκ λασίων στέρνων ἀνενείκατο φωνήν·
- "Ὀρφεῦ Καλλιόπης τε καὶ Οἰάγρου φίλε κοῦρε,
Βιστονίῃ Κικόνεσσι πολυρρήνοισιν ἀνάσσων
χαῖρ' ἐπεὶ Αἱμονίους ὀχεὰς πρώτιστον ἱκάνω,
80Στρυμονίους τε ῥοὰς, Ῥοδόπης τ' αἰπεινὰ πρὸς ἄγκη.
Εἰμὶ δ' ἐγὼ Μινύαισι πανέξοχον αἷμα λελογχώς
Θεσσαλὸς Αἰσονίδης· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
Ἀλλὰ, φίλος, πρόφρων μ' ὑποδέχνυσο καὶ κλύε μῦθον
μειλιχίαις ἀκοαῖς, καὶ λισσομένῳ ὑπάκουσον
85Ἀξείνου Πόντοιο μυχοὺς καὶ Φᾶσιν ἐρυμνόν
νηῒ σὺν Ἀργῴῃ πελάσαι δεῖξαί τε θαλάσσης
παρθενίης ἀτραποὺς, ἐπιήρατον ἡρώεσσιν,
οἵ ῥα τεὴν μίμνουσι χέλυν καὶ θέσφατον ὀμφήν
ἐλπόμενοι ξυνὸν πελάγει ἐπαρηγόνα μόχθων.
90Οὐ γὰρ δὴ πλῶσαι πρὸς βάρβαρα φῦλα μέδονται
νόσφι σέθεν· καὶ γάρ ῥα ποτὶ ζόφον ἠερόεντα
νείατον εἰς κευθμῶνα, λιτῆς εἰς πυθμένα γαίης,
μοῦνον ἀπ' ἀνθρώπων πελάσαι καὶ νόστον ἀνευρεῖν·
ὧν ἕνεκεν ξυνήν τε δύην Μινύαισιν ἀρέσθαι
95καὶ κλέος ἀνθρώποισιν ἐπ' ἐσσομένοισι πυθέσθαι."
Τὸν μὲν ἐγὼ μύθοισιν ἀμειβόμενος προσέειπον·
- "Αἰσονίδη, τί με ταῦτα παραιφάμενος ἐρεείνεις,
ὄφρα κεν ἐς Κόλχους Μινύαις ἐπιήρανος ἔλθω,
νηῒ σὺν εὐσέλμῳ πλεύσας ἐπὶ οἴνοπα πόντον;
100ἤδη γάρ μοι ἅλις καμάτων, ἅλις ἔπλετο μόχθων,
ὧν ἱκόμην ἐπὶ γαῖαν ἀπείριτον ἠδὲ πόληας
Αἰγύπτῳ Λιβύῃ τε βροτοῖς ἀνὰ θέσφατα φαίνων.
Καί με ἀλητείης τε καὶ ἐξ οἴστρου ἐσάωσε
μήτηρ ἡμετέρη καί ῥ' εἰς δόμον ἤγαγεν ἄλλον
105ὄφρα τέλος θανάτοιο κίχω μετὰ γήραϊ λυγρῷ.
Ἀλλ' οὐκ ἔσθ' ὑπαλύξαι ἃ δὴ πεπρωμένα κεῖται.
Μοιρῶν ἐννεσίῃσιν ἐπείγομαι· οὐ γὰρ ἄτιμοι
ἱκεσίου Ζηνὸς κοῦραι Λιταί· ἵξομαι ἤδη
ὁπλοτέροις βασιλεῦσι καὶ ἡμιθέοις ἐνάριθμος."
110- Καὶ τότε δὴ λίπον ἄντρον ἐπήρατον ἠδ' ἐπέρησα
αὐτῇ σὺν φόρμιγγι καὶ εἰς Μινύας ἀφίκανον
λαιψηροῖσι πόδεσσιν, ὑπὲρ Παγασηΐδας ἀκτάς.
Ἔνθα δ' ἀριστήων Μινυῶν λόχος ἠγερέθοντο
στεῖνον δὴ ψαμάθους ὁμάδῳ, ῥηγμῖνα τ' Ἀναύρου.
115Ἀλλ' ὅτε δή μ' ἐνόησαν ἀταρπιτὸν ἐξανύοντα,
ἀσπασίως ἤγερθεν· ἐγήθεε δ' ἦτορ ἑκάστῳ·
αὐτὰρ ἐμυθεόμην, ἐρεείνων ἄνδρας ἀρίστους.
- Πρῶτα δὲ εἶδα βίην Ἡρακλῆος θείοιο
ὃν τέκεν Ἀλκμήνη Ζηνὶ Κρονίωνι μιγεῖσα
120ἦμος ὅτε τρισσὴν μὲν ἐλείπετο Σείριος αἴγλην
Ἠέλιος, δολιχὴ δ' ἐπεμαίετο πάντοθεν ὄρφνη·
Τῖφύν τ' Ἀγνιάδην, δολιχῆς ἰθύντορα νηός·
Θεσπιέων δ' ὅγε τῆμος ἐφ' ὕδασι Τελμισσοῖο
ἄγχουρος λαοῖς Σιφάεσι ῥεῖθρον ἄμειβεν·
125ὃς περὶ μὲν βύκταισι καὶ ἀργήεσσιν ἀέλλαις
νῆα κατιθύνειν δέδαεν πολυμήτιδι τέχνῃ·
Κάστορά θ' ἱππόδαμον Πολυδεύκεά τ' εἰσενόησα
καὶ Μόψον Τιταρῆθεν, ὃν Ἄμπυκι νυμφευθεῖσα
Χαονίην ὑπὸ φηγὸν Ἀρηγονὶς ἐξελόχευσε·
130Πηλέα τ' Αἰακίδην, Αἰγίνης ἀγλαὸν υἱόν
ὃς Δολόπεσσιν ἄνασσεν ἐνὶ Φθίῃ ἐριβώλῳ.
Τρισσὴν δ' Ἑρμείαο κλυτὴν εἰσέδρακα γένναν,
Αἰθαλίδην, ὃν ἔτικτε περικλυτὴ Εὐπολέμεια,
Μυρμιδόνος θυγάτηρ, Ἀλόπῃ ἐνὶ πετρηέσσῃ
135ἠδ' Ἔρυτον, καὶ καλὸν Ἐχίονα, τούς ποτε Νύμφῃ
Λαοθόῃ Μενετοῖο παρευνηθεὶς ἐλόχευσε
Κυλλήνης μεδέων χρυσόρραπις Ἀργειφόντης.
Αὐτίκα δ' Ἀκτορίδης καὶ βουφάγος ἦλθε Κόρωνος.
Ἴφικλος αὖ Φυλάκου δῖον γένος ἀντετόρησεν
140Βούτης τ' Αἰνειάδης, ἴκελος χρυσάορι Φοίβῳ.
Κάνθος δ' Εὐβοίηθεν Ἀβαντιάδης ἐπέρησεν
ὃν δὴ μοῖρ' ἐδάμασσε, τέλος δ' ἐπέθηκεν ἀνάγκη
φθίσθαι ὑπὲρ Λιβύης, νόστον δ' οἴκοιο λαθέσθαι.
Ἄλκωνος δὲ Φάληρος ἀπ' Αἰσήποιο ῥοάων
145ἤλυθεν, ὃς Γύρτωνος ἁλιστεφὲς ἔκτισεν ἄστυ.
Ἴφιτος αὖ μετὰ τοῖσιν ἐφέσπετο Ναυβόλου υἱός
Φωκίδος ὅς ῥ' ἤνασσε καὶ εὐπύργοιο Τανάγρης.
Λαοδόκος, Ταλαὸς καὶ Ἀρήϊος, υἱοὶ ἄμωμοι
ἦλθον Ἀβαντιάδαι περιώνυμοι οὓς τέκε Πηρώ.
150Ἰφιδάμας δ' Ἀλέου παῖς ἤλυθε· πέμψε γὰρ αὐτόν
ἴφθιμος γενέτης, Τεγέης ὅρια προλιπόντα.
Ἤλυθε δ' Ἐργῖνος, Βράγχου πολύπυρον ἄρουραν
ἐκπρολιπὼν καὶ τύρσιν ἐρυμνῆς Μιλήτοιο,
ἔνθα ῥοαὶ κλύζουσι πολυπλανέος Μαιάνδρου.
155Ἐν δὲ Περικλύμενος Νηλήϊος εἰσαφίκανεν,
ἀγχόθι Πελλήνης τε καὶ εὐύδροιο Λιπάξου
ἄστυ λιπὼν ἀφνειὸν ὀρειονόμους τε Κολώνας.
Ἐκ δὲ λιπὼν Καλυδῶνα θοὸς Μελέαγρος ἔβαινεν.
Οἰνεὺς τόν ῥ' ἐλόχευσε καὶ Ἀλθαίη ῥοδόπηχυς.
160Ἴφικλος αὖτ' ἐπέρησε λιπὼν Ἀτρακηίδα λίμνην,
σύγγονος Ἀλθαίης· περὶ δ' αὖ τίεν ἔξοχα πάντων
εὐειδῆ Μελέαγρον, ἰδ' ἀγλαὰ ἔργ' ἐδίδασκεν.
Ἀστερίων δ' ἐπέρησε πάϊς κλεινοῖο Κομήτου,
Πειρεσίην ὃς ἔναιεν ἐπ' Ἀπιδανοῖο ῥεέθροις·
165Πηνειὸς μίσγων ξυνὸν ῥόον εἰς ἅλα πέμπει.
Εὐρυδάμας δ' ἐπόρευσε λιπὼν Βοιβηΐδα λίμνην,
ἀγχόθι Πηνειοῖο καὶ εὐπελαγέος Μελιβοίης.
Αὐτὰρ ἔπειτ' Ἐλάτοιο πάϊς Πολύφημος ἵκανεν
ὅς σφιν ἐν ἠνορέῃσι μετέπρεπεν Ἡρώεσσιν·
170Ἠνειὸς Καινῆος ἀφίκετο, τόν ῥά τε φασί
μισγόμενον Λαπίθαις ὑπὸ Κενταύροισι δαμῆναι,
θεινόμενον πεύκαισι τανυφλοίοις τ' ἐλάτῃσι,
καὶ οἱ ἀνατλῆναι καὶ ἀκαμπέα γούνατ' ἐρεῖσαι
ζῳόν τ' ἐν φθιμένοισι μολεῖν ὑπὸ κεύθεα γαίης.
175Ἄδμητος δ' ἀφίκανε Φεραιόθεν, ᾧ ποτε Παιὰν
θητεύων ὑπόεικε· Διὸς δ' ἠλεύατο μῆνιν
οὕνεκά τοι Κύκλωπας ἀμαιμακέτοισιν ὀϊστοῖς
ἐν φθιτοῖσιν ἔτευξ' Ἀσκληπιοῦ εἵνεκα λώβης.
Ἤλυθε δ' Εὐρυτίων Ἴρου παῖς Ἀκτορίωνος
180τρηχείην Ὀπόεντα λιπὼν, σὺν δ' ἤλυθεν Ἴδας
Λυγκεύς θ', ὃς τήλιστα δι' αἰθέρος ἠδὲ θαλάσσης
βένθεα, καὶ Πλουτῆος ὑποχθονίοιο ῥέεθρα
μοῦνος ἀπ' ἀνθρώπων δεινοῖσιν ὀπώπεεν ὄσσοις.
Αὐτὰρ ἐπεὶ Τελαμὼν συνεφέσπετο, τόν ῥ' ἐλόχευσεν
185Αἰακῷ ἀτρύτῳ κούρη κλυτοῦ Ἀσωποῖο
Αἴγιν' ἐν κροκάλῃσιν ἀλιστεφέος Σαλαμῖνος.
Δὴ τότ' Ἄβαντος παῖς νόθος ἤλυθε καρτερὸς Ἴδμων,
τόν ῥ' ὑποκυσσαμένη τέκεν Ἀπόλλωνι ἄνακτι
Ἀμφρύσου παρὰ χεῦμα Φερητιὰς Ἀντιάνειρα.
190Τῷ καὶ μαντοσύνην ἔπορεν καὶ θέσφατον ὀμφήν
Φοῖβος, ἵν' ἀνθρώποισιν ἀρηρότα μυθίζοιτο.
Ἤλυθε δ' αὖ μετὰ τοῖσι Μενοίτιος ἐξ Ὀπόεντος,
σύγχορτος Μινύαις· ἐπὶ δ' ἤλυθε δῖος Ὀϊλεύς.
Φλίας δ' ἐξίκανε περικλυτός ὅν ποτε Βάκχῳ
195νύμφη ὑποκλινθεῖσα παρ' Ἀσωποῖο ῥοῇσι
τίκτεν, ἄμωμον ἔχοντα δέμας καὶ ἐπίφρονα μῆτιν.
Κηφεύς τ' Ἀρκαδίηθε μεθ' ἡρώεσσι πελάσθη.
Ἀλκαῖον δ' ἄν' ὅμιλον ἀπ' Ἀρκαδίης πολυμήλου
πέμψε πατὴρ γηραιὸς ἐπὶ πλόον Ἀξείνοιο·
200οὗτος δ' οὔποτε χλαῖναν ἐπὶ στιβαροῖς βάλεν ὤμοις,
ἀλλ' ἄρκτου λάσιον στέρνοις ἀμπίσχετο δέρμα.
Ναύπλιος αὖθ' ἵκανεν, Ἀμυμώνης φίλος υἱός,
ὃν τέκεν εὐνηθεῖσα περικλυτῷ Ἐννοσιγαίῳ
ἀγλαὸν ἠνορέην δέμας εἴκελον ἀθανάτοισι.
205Ταιναρίευς δ' Εὔφημος ἔβη Μαλεάτιδος ἄκρης
ἐκπρολιπὼν αὐλῶνας, ἁλικλύστους τε θεράπνας.
Ἀγκαῖός τ' ἔμολε Πλευρώνιος, ὅς ῥα πορείας
οὐρανίας ἄστρων ἐδάη, κύκλους τε πλάνητας.
Δίζετο γὰρ τά τ' ἐόντα τά τ' ἐσσόμεν' ἀνθρώποισιν.
210Ἐν δὲ Παλαιμόνιος Λέρνου νόθος ἤλυθεν υἱός·
σίνετο δὲ σφυρὰ δισσὰ πόδας δ' οὐκ ἦεν ἀρηρώς·
τοὔνεκεν Ἡφαίστοιο γόνον καλέεσκον ἅπαντες.
Ἤλυθε δ' Ἀλφειοῖο λιπὼν Πισάτιδας ὄχθας
Αὐγείης, υἱὸς πυριφεγγέος Ἠελίοιο.
215Ναὶ μὴν καὶ δίσσοι ὅρπηκες ἀμύμονες ἧκον,
Ἀμφίων κλυτόφημος ἰδ' Ἀστέριος μενεχάρμης
Πελλήνην προλιπόντ' ἠδ' ἤθεα πατρίδος αἴης.
Δισσὸν δ' αὖ Βορέου καλὸν στάχυν εἰσενόησα,
οὓς τέκ' Ἐρεχθῆος θείου κλυτὴ Ὠρείθυια
220Ἰλισσοῦ παρὰ χεῦμα θεοῦ φιλότητι μιγεῖσα·
οἳ δὴ καὶ ταρσοῖσιν ὑπουατίοις πεπότηντο,
Ζήτης καὶ Κάλαϊς δέμας εἴκελοι ἀθανάτοισιν.
Αὐτὰρ δὴ Πελίαο Φεραιόθεν ἤλυθ' ἄνακτος
ἀγχιστεύς· νηὸς γὰρ ἐπ' Ἀργῴας γεγένητο
225ἄξεινον ποτὶ Φᾶσιν ἅμ' ἡρώεσσιν ἐλάσσαι.
Σὺν δέ οἱ ἦλθ' ἕταρος Ἡρακλέεος θείοιο
καλὸς Ὕλας· τὸν δ' οὔπω ὑπὲρ δροσεροῖο γενείου
ἀργεννὰς ἐρύθηνε παρηίδας ἁβρὸς ἴουλος,
ἀλλ' ἔτι κοῦρος ἔην, πολὺ δ' ἤνδανεν Ἡρακλῆϊ.
230- Οὗτοι μὲν ποτὶ νῆα καὶ ἐς λόχον ἠγερέθοντο.
Καί ῥά οἱ ἄλλοθεν ἄλλος ἐκέκλετο ἠδ' ἀγόρευε.
Δεῖπνα δ' ἐπορσύνοντο πολυξείνοιο τραπέζης,
Αὐτὰρ ἐπεὶ σίτοιο ποτοῦ θ' ἅλις ἔπλετο θυμός,
ἥμενοι ἑξείης πόθεεν μέγα ἔργον ἕκαστος.
235Ἀνστάντες δ' ἅμα πάντες ἀπὸ ψαμάθοιο βαθείης
ἤϊον, ἔνθά τ' ἔμιμνεν ὑπὲρ ψαμάθου ἁλίη ναῦς,
τήν ῥά ποτ' εἰσορόωντες ἐθάμβεον· αὐτὰρ ἔπειτα
Ἄργος ἐφημοσύναισι νόου πόρσυνεν ὀχλίζειν,
δουρατέαισι φάλαγξι καὶ εὐστρέπτοισι κάλωσι
240πρυμνόθεν ἀρτήσας. Κάλεεν δ' ἐπὶ μόχθον ἱκάνειν
πάντας κυδαίνων. Οἱ δ' ἐσσυμένως ὑπάκουσαν·
τεύχεα δ' ἐκδύνοντο, περὶ στέρνοισι δ' ἀνῆπτον
σειραίην μήρινθον. Ἐπέβριθεν δ' ἄρ' ἕκαστος
αἶψα θοὸν ποτὶ κῦμα κατειρύσαι εὔλαλον Ἀργώ.
245Ἣ δέ οἱ ἐγχριφθεῖσα ποτὶ ψαμάθῳ βεβάρητο,
αὐαλέοις φυκέεσσιν ἐρυκομένη ποτὶ χέρσῳ
ἡρώων παλάμῃσιν ὑπὸ στιβαρῇσιν ἀπειθής.
Παχνώθη δ' αὖ θυμὸς Ἰάσονος· αὐτὰρ ἔμοιγε
νεῦσεν ὀπιπτεύων ἵνα οἱ θάρσος τε βίην τε
250μολπῇ ὑφ' ἡμετέρῃ κεκμηόσιν αἰὲν ὁρίνω.
Αὐτὰρ ἐγὼ φόρμιγγα τιτηνάμενος μετὰ χερσί,
μητρὸς ἐμῆς ἐκέρασσ' εὐτερπέα κόσμον ἀοιδῆς,
καί οἱ ἀπὸ στηθέων ὄπα λείριον ἐξελόχευσα·
- "Ἔξοχον Ἡρώων Μινυήιον αἷμα γενέθλης,
255εἰ δ' ἄγε νῦν στερροῖσιν ὑπὸ στέρνοισι κάλωας
βρίσαθ' ὁμορροθέοντες, ἐρείσατε δ' ἴχνια γαίῃ
ταρσοῖσιν ποδὸς ἄκρον ὑπερβλήδην τανύσαντες·
καὶ χαροπὸν ποτὶ χεῦμα γεγηθότες ἕλξατε νῆα.
- Ἀργὼ πεύκῃσιν τ' ἠδὲ δρυσὶ γομφωθεῖσα
260ἄι' ἐμῆς ἐνοπῆς καὶ γὰρ πάρος ἔκλυες ἤδη
ἡνίκα δένδρε' ἔθελγον ἐν ὑλήεντι κολώνῃ
πέτρας τ' ἠλιβάτους, καί μοι κατὰ πόντον ἔβαινες
οὔρε' ἀποπρολιποῦσα, ἐπέσπεο δ' αὖτε θαλάσσης
παρθενίης ἀτραπούς· σπέρχου δ' ἐπὶ Φᾶσιν ἀμείβειν,
265ἡμετέρῃ πίσυνος κιθάρῃ καὶ θεσκέλῳ ὀμφῇ."
- Δὴ τότ' ἐπιβρομέουσα Τομαριὰς ἔκλυε φηγός
ἥν οἱ ὑποτροπίην Ἄργος θέτο νηῒ μελαίνῃ
Παλλάδος ἐννεσίῃσιν· ἀνηέρθη δὲ μάλ' ὦκα
δούρατ' ἐλαφρίζουσα, θοὴ δ' ὠλίσθανε πόντῳ·
270καί οἱ ἐπειγομένη θαμινὰς ἐκέδασσε φάλαγγας
αἵ οἱ ὑπὸ τρόπι κεῖντο μιᾶς σχοίνοιο ταθεῖσαι.
Ἐν δ' ἄρ' ἔβη, λιμένος χαροπὸν δ' ἀνεχάσσατο κῦμα·
Θῖνες δ' ἀμφέκλυσθεν· ἐγήθει δὲ φρέν' Ἰήσων,
ἆλτο δ' ἔσω νεὸς Ἄργος, ἐφέσπετο δ' ἀγχόθι Τῖφυς
275καί οἱ ἐπάρτια θῆκαν ἀρηρότα πορσύνοντες,
ἱστόν τ' ἠδ' ὀθόνας· ἐπὶ δ' αὖτ' οἴηκας ἔδησαν,
πρυμνόθεν ἀρτήσαντες, ἐπεσφίγξαντο δ' ἱμᾶσιν.
Αὐτὰρ ἔπειθ' ἑκάτερθεν ἐρετμοὺς ἡπλώσαντο,
εἰσβαίνειν δ' ἐκέλευον ἐπειγομένους Μινύηας.
280τοῖσιν δ' Αἰσονίδης ἔπεα πτερόεντα προσηύδα·
- "Κέκλυτέ μευ, βασιλῆες ἀμύμονες, οὐ γὰρ ἔμοιγε
ἁνδάνει ἐν πραπίδεσσιν ἀρειοτέροισιν ἀνάσσειν.
Ὑμεῖς δ', ὅντιν' ἄρα κραδίη θυμὸς τε μενοινᾷ
ἡγεμόνα στήσασθε· καὶ ᾧ περὶ πάντα μελήσει
285σημανέειν ὅ τι κεν ῥέξαι ἔπος ἠδὲ καὶ ἔργον
πόντον ἐπιπλώσουσιν ἀφιξομένοις τ' ἐπὶ γαῖαν,
εἴτε καὶ ἐς Κόλχους καὶ ἐς ἀλλοδαποὺς ἀνθρώπους.
Καὶ γὰρ δὴ μοῦνοι σὺν ἐμοὶ πόλεες τε καὶ ἐσθλοί,
οἵ ῥα καὶ ἀθανάτου ῥίζης γένος εὐχετάασθε,
290ξυνὸν ἀνηρείψασθε πόνον, κλέος ὄφρ' ἂν ἄροισθε.
Ἀλλ' οὐ δὴ κάρτιστον ἀρειότερόν τε γενέσθαι
Ἡρακλῆος ἄνακτος ὀΐομαι· ἴστε καὶ αὐτοί."
- Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον· ἐν δ' ἄρα φωνῇ
λαὸς ἐπερρόθεεν, Μινύαις ἐπικοίρανον εἶναι
295Ἀλκείδην, ὃς πᾶσι μέγ' ἔξοχος ἦεν ἑταίροις.
Ἀλλ' οὐ πεῖθον ἄνακτα πεπνυμένον, ὅς ῥά οἱ ᾔδη
Ἥρης ἐννεσίῃσι τετιμένον Αἴσονος υἱόν,
ὥς δή οἱ κλέος ἐσθλὸν ἐπεσσομένοισιν ὄπαζεν·
ὡς ῥά οἱ αὐτὸς ἔνισπεν, Ἰήσονα κοίρανον εἶναι
300πεντήκοντ' ἐρέταισιν, ἀνὰ τραφερήν τε καὶ ὑγρήν.
Καὶ τότε δὴ μάλα πάντες ἐπῄνεον, ὡς ἐκέλευεν
Ἡρακλέης, καὶ θῆκαν Ἰήσονα κοίρανον εἶναι.
- Ἦμος δ' ἠέλιος τὸν ἀπείριτον αἰθέρα τέμνων
ἵπποις ὠκυπόδεσσι κελαινὴν ἔντυε νύκτα,
305τῆμος ἐνὶ πραπίδεσσιν ἐμήτιεν Αἴσονος υἱός
πίστιν ἐφ' ἡρώεσσι καὶ ὅρκια συνθεσιάων
θέσθαι ὄφρ' ἔμπεδα πάντα φυλασσόμενοι πεπίθοιντο·
καὶ τότε τοι, Μουσαῖε, φίλον τέκος Ἀντιοφήμου,
πορσύναι μ' ἐκέλευε θοῶς ἱερήϊα καλά.
310- Αὐτὰρ ἐγὼ ψαφαραῖσιν ἐπ' ἠϊόνεσσιν ἐνεῖκα
κᾶλα, τά τ' ἐκ δρυός ἐστι φερεσβίου· ἐν δ' ἄρ' ὕπερθε
πέπλῳ παρκατέθηκα θεοῖς ἐπινήχυτα δῶρα.
Καὶ τότε δὴ κραντῆρα βοῶν περιμηκέα ταῦρον
σφάζον, ἀνακλίνας κεφαλὴν εἰς αἰθέρα δῖαν,
315ζωόταμον· περὶ δ' αἷμα πυρῇ χέον ἔνθα καὶ ἔνθα.
Αὐτὰρ ἐπεὶ κραδίην θραύσας ποπάνοισιν ἔθηκα,
λείψας ὑγρὸν ἔλαιον, ἐπ' αὐτῷ δὲ γλάγος ἄμνης.
Ἥρωας δ' ἐκέλευσα περισταδὸν ἀμφιχυθέντας
δούρατ' ἐπαμπήξασθαι ἰδ' ἄορα κωπήεντα,
320βύρσῃ τε σπλάγχνοισι τ' ἐρειδομέναις παλάμῃσι.
Θῆκα δ' ἄρ' ἐν μέσσῳ τεῦχος κυκεῶνος ἐρείσας
ὀστράκεον, τῷ πάντα περιφραδέως ἐμέμικτο,
Δήμητρος μὲν πρῶτα φερέσβιος ἀλφίτου ἀκτή,
αἷμα δ' ἐπὶ ταύροιο, θαλάσσης θ' ἁλμυρὸν ὕδωρ.
325Στέψασθαι δ' ἐκέλευσα κύκλους ἐρόεντας ἐλαίης·
καὶ τότε χρυσείην φιάλην χείρεσσιν ἐμαῖσιν
ἀμπλήσας κυκεῶνος, ἐφεξείης ἐπένειμον
γεύειν ἄνδρα ἕκαστον ἐρισθενέων βασιλήων.
Πυρκαϊῇ δ' ἐκέλευον Ἰήσονα λαμπάδα θέσθαι
330πεύκης ἀζαλέης· ὑπὸ δ' ἔδραμε θεσπεσίη φλόξ.
Δὴ τότ' ἐγὼ πρὸς χεῦμα πολυφλοίσβοιο θαλάσσης,
χεῖρας ἐπαντείνας, τάδ' ἀπὸ γλώσσης ἀγόρευσα,
- "Ὠκεανοῦ μεδέοντες ἁλικλύστοιό τε πόντου
ἐμβύθιοι μάκαρες, καὶ ὅσοι ψαμμώδεας ἀκτάς
335ναίεθ' ἁλικροκάλους, καὶ Τηθύος ἔσχατον ὕδωρ.
Νηρέα μὲν πρώτιστα καλῶ πρέσβυστον ἁπάντων,
ἄμμιγα πεντήκοντα κόραις πάσαισιν ἐρανναῖς·
Γλαυκὴν δ' ἰχθυόεσσαν, ἀπείριτον Ἀμφιτρίτην,
Πρωτέα καὶ Φόρκυνα, καὶ εὐρυβίην Τρίτωνα,
340λαιψηρούς τ' ἀνέμους, αὔραις μίγα χρυσεοτάρσαις,
ἄστρα τε τηλεσίφαντα, καὶ ἀχλύα νυκτὸς ἐρεμνῆς
αὐγήν τ' ἠελίοιο ποδῶν προποδηγέτιν ἵππων
δαίμονας εἰναλίους τε μιγαζομένους ἥρωσιν,
ἀκταίους τε θεοὺς, ποταμῶν θ' ἁλιμυρέα ῥεῖθρα·
345αὐτόν τε Κρονίδην σεισίχθονα κυανοχαίτην,
κύματος ἐκπροθορόντα μολεῖν ἐπιτάρροθον ὅρκων.
Τόφρα μὲν οὖν ἐπίκουροι Ἰάσονος ἔμπεδον αἰεί
μίμνωμεν προφρόνως ξυνῶν ἐπαρηγόνες ἄθλων,
ζῳοὶ νοστήσωμεν ἑὰ πρὸς δώμαθ' ἕκαστος·
350ὃς δέ κε συνθεσίης δηλήσεται οὐκ ἀλεγίζων
ὅρκον ὑπερβάσιον, τούτου δ' ἐπιμάρτυροι ἔστων
ἰθύντειρα Δίκη καὶ Ἐριννύες αἰνοδότειραι."
Ὣς ἐφάμην· οἱ δ' αὖτις ὁμοφροσύνῃ κατένευσαν
ὅρκια δειμαίνοντες, ἐσημήναντο δὲ χερσίν.
355- Αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησαν τε τὸν ὅρκον,
δὴ τότε νηὸς ἑῆς κοῖλον κύτος εἰσεπέρησαν
πάντες ἐφεξείης, ὑπὸ δὲ ζυγὰ τεύχε' ἔθεντο,
χεῖρας ἐρετμώσαντες· ἐκέκλετο δ' αὐτόθι Τῖφυς
ἐκταδίοις ὅπλοις δῆσαι παρὰ κλίμακα μακρήν
360ἱστία δ' ἁπλῶσαι, λιμένος δ' ἐκ πείσματα θέσθαι.
Καὶ τότε δὴ λίγυν οὖρον ἐπιπροέηκε νέεσθαι
Ἥρη, Ζηνὸς ἄκοιτις, ἐπείγετο δ' ἐς πλόον Ἀργώ.
Οἱ δ' ἄρ' ἐπ' εἰρεσίην ἔπεχον χεῖράς τε νόον τε
ἄκμητοι βασιλῆες, ἐτέτμετο δ' ἄσπετος ἅλμη,
365ἀφροῦ ἅμ' οἰδαίνοντος ὑπὸ τρόπιν ἔνθα καὶ ἔνθα.
Τῆμος δ' ἱερὸς ὄρθρος ἀπ' Ὠκεανοῖο ῥοάων
ἀντολίας ἤνοιγεν, ἐπέσπετο δ' Ἠριγένεια
ἡδὺ φάος θνητοῖσι καὶ ἀθανάτοισι φέρουσα·
καὶ τότε δὴ σκοπιαί τε καὶ ἠνεμόεσσα κολώνη
370Πηλίου ὑλήεντος ἀπ' ἠϊόνος κατέφαινε.
Τῖφυς δ' ἀμπαύσας δισσῆς οἰήια χειρός
τυτθὸν ὑπειρεσίῃσιν ἐκέκλετο κῦμα χαράσσειν·
καί ῥα θοῶς ἀκτῇσιν ὑπέδραμον· ἐκ δ' ἄρα νηός
κλίμακα δαυρατέην λιμένων ἔντοσθε χάλασσαν.
375Ἐκ δ' ἔβαν ἥρωες Μινύαι, παύσαντο δὲ μόχθου·
τοῖσι δὲ μύθων ἦρχεν ὁμιλαδὸν ἱππότα Πηλεύς·
- "Ὦ φίλοι, ἀθρεῖτε σκοπιῆς προὔχοντα κολωνόν,
μέσσῳ ἐνὶ πρηῶνι κατάσκιον, ἐνθάδε Χείρων
ναίει ἐνὶ σπήλυγγι, δικαιότατος Κενταύρων
380οἳ τράφεν ἐν Φολόῃ, Πίνδου τ' αἰπεινὰ κάρηνα,
ὅς ῥα δικασπολίῃ μέλεται καὶ ἀκεύμασι νούσων·
ἄλλοτε δ' αὖ Φοίβου κιθάρην μετὰ χερσὶν ἀράσσων,
ἢ λιγυρὴν φόρμιγγα χελυκλόνον Ἑρμάωνος,
πᾶσι περικτιόνεσσι δικασπολίας ἀναφαίνει.
385Τόφρα καὶ ἡμέτερον κοῦρον Θέτις ἀργυρόπεζα
νήπιον, ἀρτιγένεθλον, ἐν ἀγκαλίδεσσι λαβοῦσα,
Πήλιον εἰνοσίφυλλον ἔβη, Χείρωνί τ' ἔδωκεν
εὖ καὶ ἐπισταμένως ἀγαπαζέμεν ἠδ' ἀτιτάλλειν.
Ὃν δή μοι πόθος ἐστὶ περὶ φρένα θηήσασθαι.
390Ἀλλὰ, φίλοι, πελάσωμεν ἐπὶ σπέος, ὄφρα ἴδωμαι
ἕξιν παιδὸς ἐμοῖο, καὶ ἤθεσιν οἷσι κέκασται."
- Ὣς εἰπὼν ἐξῖκεν ἀταρπιτόν· οἷ δ' ἑπόμεσθα·
Αὐτὰρ ἐπ' εἰς αὐλὴν εἰσήλθομεν ἠεροειδῆ
καὶ προσκεκλιμένος μὲν ἐπ' οὐδαίοιο χαμεύνης
395κεῖτο μέγας Κένταυρος, ἀπηρήρειστο δὲ πέτρῃ
ἱππείαισιν ὁπλαῖσι τανυσσάμενος θοὰ κῶλα.
Ἀγχοῦ δ' ἱστάμενος Θέτιδος καὶ Πηλέος υἱός
χειρὶ λύραν ἤρασσε, φρένας δ' ἐπετέρπετο Χείρων.
Ἀλλ' ὅτε δή ῥ' ἄθρησεν ἀγακλειτοὺς βασιλῆας
400ἀσπασίως ἀνόρουσε, κύσεν δ' ἄρα φῶτα ἕκαστον·
δαῖτά τ' ἐπόρσυνεν· μέθυ δ' ἀμφιφορεῦσι κόμισσεν,
ῥωγαλέαις τ' ἔστρωσεν ὑπὸ στιβάδεσσι πέτηλα·
κλινθῆναι δ' ἐκέλευσεν, ἀδαιδάλτοις δ' ὑπὸ πλακταῖς
κρεῖα χύδην προὔθηκε συῶν ἐλάφων τε ταχειῶν·
405αὐτὰρ ἔπειτ' ἐπένειμε ποτὸν μελιηδέος οἴνου.
- Ἀλλ' ὅτε δὴ δόρποιο ποτοῦ θ' ἅλις ἔπλετο θυμός
χερσὶν ἐπικροτέοντες ὁμόκλεον, ὄφρ' ἂν ἔγωγε
δηρίσω Χείρωνι διωλύγιον κιθαρίζων.
Ἀλλ' ἐγὼ οὐ πιθόμην· περὶ γάρ με ἐπήλυθεν αἰδώς,
410ὁπλότερον γεγαῶτα γεραιτέρῳ ἰσοφαρίζειν·
μέσφ' αὐτὸς Χείρων ἐλιλαίετο καί μ' ἀέκοντα
ἠνώγει ᾄδων ἐριδαινέμεν εἵνεκα μολπῆς.
Πρῶτος δ' αὖ Κένταυρος ἀείρατο πηκτίδα καλήν
ἥν ῥα τότ' ἐν χείρεσσι φέρων ὤρεξεν Ἀχιλλεύς.
415Ὅς δ' ἄρ' ἄειδε μάχην Κενταύρων ὀμβριμοθύμων,
οὓς Λαπίθαι κατέπεφνον ἀτασθαλίης ἕνεκα σφῶν
ἠδ' ὥς Ἡρακλῆϊ καταντία μαιμώοντες
ἐν Φολόῃ δήρισαν· ἐπεὶ μένος οἴνου ἔγειρεν.
- Αὐτὰρ ἔγωγε μετ' αὐτὸν ἑλὼν φόρμιγγα λιγεῖαν,
420ἐκ στόματος μελίγηρυν ἱεὶς ἀνέπεμπον ἀοιδήν·
Πρῶτα μὲν ἀρχαίου χάεος μελανήφατον ὕμνον,
ὡς ἐπάμειψε φύσεις, ὥς τ' οὐρανὸς †ἐς πέρας ἦλθε·
γῆς τ' εὐρυστέρνου γένεσιν, πυθμένας τε θαλάσσης·
πρεσβύτατόν τε καὶ αὐτοτελῆ πολύμητιν Ἔρωτα,
425ὅσσα τ' ἔφυσεν ἅπαντα, διέκρινε δ' ἄλλον ἀπ' ἄλλου·
καὶ Κρόνον αἰνολέτην, ὥς τ' ἐς Δία τερπικέραυνον
ἤλυθεν ἀθανάτων μακάρων βασιλήϊος ἀρχή.
Μέλπον θ' ὁπλοτέρων μακάρων γένεσίν τε κρίσιν τε·
καὶ Βριμοῦς, Βάκχοιο, Γιγάντων τ' ἔργ' ἀΐδηλα,
430ἀνθρώπων τ' ὀλιγοδρανέων πολυεθνέα φύτλην
ἤειδον· στεινὸν δὲ διὰ σπέος ἤλυθεν αὐδή,
ἡμετέρης χέλυος μελιχρὴν ὄπα γηρυούσης.
Ἔστατο δ' ἄκρα κάρηνα καὶ ἄγκεα δενδρήεντα
Πηλίου, ὑψηλάς τε μετὰ δρύας ἤλυθε γῆρυς.
435Καί ῥ' αἱ μὲν πρόρριζοι ἐπ' αὔλιον ἐθρώσκοντο
πέτραι τ' ἐσμαράγουν· Θῆρες δ' ἀΐοντες ἀοιδῆς,
σπήλυγγος προπάροιθεν ἀλυσκάζοντες ἔμιμνον·
οἰωνοί τ' ἐκυκλοῦντο βοαύλια Κενταύροιο
ταρσοῖς κεκμηῶσιν, ἑῆς δ' ἐλάθοντο καλιῆς.
440Αὐτὰρ ὁρῶν Κένταυρος ἐθάμβεε, χεῖρ' ἐπὶ καρπῷ
πυκνὸν ἐπισσείων, οὖδας δ' ἤρασσεν ὁπλῇσι.
Τῖφυς δ' εἰσεπέρησε νεὼς ἄπο, καί ῥ' ἐκέλευσεν
ὦκα περᾶν Μινύαισιν· ἐγὼ δ' ἄμπαυον ἀοιδῆς,
οἳ δὲ θοῶς ἤγερθεν, ἔδυνε δὲ τεύχε' ἕκαστος.
445Παῖδα δ' ἐν ἀγκαλίδεσσιν ἀνίσχανεν ἱππότα Πηλεύς,
καί ῥ' ἔκυσεν κεφαλήν τε καὶ ἄμφω φώεα καλά,
δακρυόεν γελόων· κηλήθη δὲ φρέν' Ἀχιλλεύς.
Αὐτὰρ ἐμοὶ Κένταυρος ἑῇ γέρας ὤπασε χειρί,
νεβρὴν παραλέην ξεινήιον ὄφρα φέροιμι.
450Ἀλλ' ὅτε δὴ σπήλυγγος ἄπο προθορόντες ἔβημεν
ἄκρης ἐκ σκοπιῆς ὁ γέρων ἀνὰ χεῖρας ἀείρων
Φιλλυρίδης ἠρᾶτο, θεοὺς δ' ἐπεκέκλετο πάντας
νόστον μὲν Μινύαισιν, ἰδὲ κλέος ἐσθλὸν ἀρέσθαι
ὁπλοτέροις βασιλεῦσι καὶ ἐσσομένοις μερόπεσσιν.
455- Αὐτὰρ ἐπεί τ' ἐπὶ θῖνα καὶ ἐς νέα πάντες ἔβησαν,
ἐν προτέροις θώκοισι καθίζανον· ἐν δ' ἄρ' ἐρετμοῖς
χεῖρας ἐφαπλώσαντες, ἐπί ῥ' ἅλα τύπτον ἕκαστος,
Πήλιον ἐκνεύσαντες· ὑπὲρ μέγα λαῖτμά τε πόντου
ἀφρὸς ἐπιζείων χαροπὴν λεύκαινε θάλασσαν.
460Πισσαίη δ' ἀπέκρυφθεν ἄκρη καὶ Σηπιὰς ἀκτή,
φάνθη δὲ Σκίαθος, Δολοπός τ' ἀνεφαίνετο σῆμα,
ἀγχίαλός θ' Ὁμόλη, ῥεῖθρόν θ' ἁλιμυρὲς ἐναύλου
ὃς διὰ πολλὴν γαῖαν ἱεῖ μεγαλόβρομον ὕδωρ.
Οὐλύμπου δὲ βαθυσκοπέλου πρηῶνας ἐρυμνούς
465εἰσέδρακον Μινύαι, καὶ Ἄθω δενδρώδεα κάμψαν,
Πελλήνην τ' εὐρεῖαν· ἰδὲ ζαθέην Σαμοθρῄκην,
ἔνθα καὶ ὅρκια φρικτὰ θεῶν ἄρρηκτα βροτοῖσιν,
ἄσμενοι εἰσεπέρησαν ἐμῇς ὑποθημοσύνῃσιν
ἥρωες· μέγα γάρ σφιν ὀφέλσιμον ἀνθρώποισι
470τῆσδε θυηπολίης, ἄμοτον πλωτῆρσιν ἑκάστοις.
Σιντιακαῖς δ' ὀφρῦσιν ἐκέλσαμεν ὠκύαλον ναῦν
Λήμνῳ ἐν ἠγαθέῃ· τόθι περ κακὰ ἔργα μεμήλει
θηλυτέραις· αἳ γάρ κεν ἀϊστώσαντο συνεύνους
σφῇσιν ἀτασθαλίῃσι, καὶ ἡ κλυτὴ Ὑψιπύλεια
475ἐλδομέναις κραίνεσκε, γυναικῶν εἶδος ἀρίστη.
Ἀλλὰ τί σοι περὶ τῶνδε πόλυν λόγον ἀμφαδὸν εἰπεῖν,
ὅσσον ἐφ' ἵμερον ὦρσεν ἀγαυαῖς Λημνιάδεσσι
Κύπρις ἐρωτοτρόφος, Μινύαις εἰς λέκτρα μιγῆναι;
φίλτροις Ὑψιπύλην ἐρατοῖς ἐδάμασσεν Ἰήσων·
480ἄλλῃ δ' ἄλλος ἔμικτο· καὶ ἐκλελάθοντο πορείης,
εἰ μὴ ἀποτροπίοις ἐνοπαῖς θελξίφρονι θυμῷ
ἡμετέρῳ θελχθέντες ἔβαν ποτὶ νῆα μέλαιναν,
εἰρεσίην ποθέοντες ἐπεμνήσαντο δὲ μόχθου.
- Ἔνθεν ἐς Ἑλλήσποντον ἅμ' ἠῴους φέρεν οὖρος
485ἀκραὴς Ζέφυρος, στεινῆς ἀπάτερθεν Ἀβύδου,
Ἴλιον Δαρδανίην, Πιτύην τ' ἐπὶ δέξι' ἔχοντας,
οὗ καὶ Ἀβαρνιάδος Περκώτης τ' εὔσταχυν αἶαν
ἀργυρέαις Αἴσηπος ἐπικλύζει προχοῇσιν.
Αἶψα δ' ἐπιθρώσκουσα θέεν πολυηγόρος Ἀργώ.
490Αὐτὰρ ἐπεὶ ψαμάθοισιν ἐκέλσαμεν, ἐν δ' ἄρα Τῖφυς
ἰθύντωρ ἀκάτοιο, καὶ ἀγλαὸς Αἴσονος υἱός,
σύν τ' ἄλλοι Μινύαι γλαυκώπιδι Τριτογενείῃ
θῆκαν ἀείραντες βριθὺν λίθον, ἔνθα δὲ νύμφαι
κρήνῃ ὑπ' Ἀρτακίῃ καλὰ νάματα πλημμύρουσιν·
495οὕνεκά οἱ πλώουσιν ἀνὰ πλατὺν Ἑλλήσποντον
εὔδιος ἀντεβόλησε μυχοῦ ἔντοσθε γαλήνη,
οὐδ' εἰς γαῖαν ἔριψαν ἐϋγνάμπτους ἀγκύρας,
κύμασι θεινόμενοι ὑπὸ χειμερίαισιν ἀήταις.
Ἐνθάδε προσύνοντες ἐπὶ κροκάλαις προυχούσαις
500δεῖπνά τε καὶ κλισίην, δόρπου μεμνήμεθ' ἕκαστοι.
Δὴ τότε κεκλιμένοισιν ἐπήλυθε Κύζικος ἥρως,
ὃς Δολόπων ἤνασσε περικτιόνων ἀνθρώπων.
Αἰνῆος φίλος υἱὸς ὅν οἱ τέκε δῖα γυναικῶν
Εὐσώρου θυγάτηρ Αἰνίππη καλλιπάρῃος·
505ὅς ῥα φιλοξενίῃ Μινύας ἐγέρηρεν ἅπαντας,
σφάζων πῖά τε μῆλα καὶ εἱλίποδας ἕλικας βοῦς,
ἀγροτέρους τε σύας· δῶκεν δ' ἔπι οἶνον ἐρυθρόν,
σῖτον δ' ἄφθονον ἧκεν ἀποπλώουσι φέρεσθαι,
χλαίνας τ' ἠδὲ τάπητας, ἐϋννήτους τε χιτῶνας.
510Φίλετο δ' αὖ παρεόντας ὁμηλικίης ἕνεκα σφῆς·
καί ῥα πανημερίῃσιν ἐν εἰλαπίναισιν ὅμαρτεν.
- Ἀλλ' ὅτε γ' Ὠκεανοῖο ῥόον βαπτίζετο Τιτάν,
μήνη δ' ἀστροχίτων ἔπαγεν μελαναυγέα ὄρφνην,
τῆμος ἀρηίφατοι κίον ἀνέρες, οἵ ῥα νέμοντο
515ἀρκτῴοις ἐν ὄρεσσι, τεθηπότες εἴκελα θηρσί
Τιτᾶσι, βριαροῖς τ' ἐναλίγκιοι ἠδὲ Γίγασιν·
ἓξ γὰρ χεῖρες ἑκάστῳ ἀπ' ὤμων ἀΐσσοντο.
Οὓς τότ' ἐσαθρήσαντες ἀμαιμάκετοι βασιλῆες,
ἐς μόθον ὁρμαίνοντες ἀρήϊα τεύχε' ἔδυνον.
520Καὶ ῥ' οἳ μὲν πευκῇσιν ἀμύνονθ' οἳ δ' ἐλάτῃσιν·
ἐν δ' ἔπεσαν Μινύαισι κατὰ σκοτόεσσαν ὁμίχλην.
Οὕς τοι ἐπειγομένους κτεῖνεν Διὸς ἄλκιμος υἱός,
τόξῳ ὀϊστεύων· σὺν δ' Αἰνέος ὤλεσε παῖδα
Κύζικον, οὔτι ἑκὼν, ἀλλ' ἀφραδίῃσι πεδηθείς·
525τῷ δ' ἄρα μόρσιμον ἧεν ὑφ' Ἡρακλῆι δαμῆναι.
Αἶψα δέ οἱ Μινύαι κοίλης ἔντοσθεν ἔβησαν
νηὸς τευχήρεις, ποτὶ δὲ ζυγὸν ἷζον ἕκαστος.
Τῖφυς δὲ πρύμνηθεν ἐπήπυεν ἠδ' ἐκέλευε
κλίμακα νηὸς ἔσω ἐρύσαι, καὶ πείσματα λῦσαι.
530Ἀλλ' οὔ οἱ λύοντο κάλοι, δεσμοῖσι δ' ἀφύκτοις
ὠκείης στροφάλιγγος ἀρηρότες ἐσφίγγοντο,
νῆα κατείργοντες· θάμβησε δὲ Τῖφυς ἀμύμων,
ἄφθογγος δέ οἱ ἧκε χερῶν οἰήϊα νηός
Ἀργῴης· οὐ γάρ οἱ ἐέλπετο κῦμα περῆσαι.
535Ῥείη γὰρ κοτέεσκε δεδουπότος εἵνεκα λαοῦ·
Ἀλλ' ὅτε πρὸς μέσατον νυκτὸς προὔβαινεν ἀταρπός,
ἄστρα τε τηλεφανῆ δῦνεν ῥόον Ὠκεανοῖο,
ὄσσε κυβερνήτῃ προσεπέστιχε νήδυμος ὕπνος.
Τῷ δὲ βαθὺ κνώσσοντι θεὰ μενέδουπος Ἀθήνη
540ἄγχι παρισταμένη παρ' ἐτήτυμα σήματ' ἔφαινεν·
ὧδε δ' ὁμοκλήσασα θεηγόρον ἔννεπε μῦθον·
- "Εὕδεις Ἀγνιάδη, γλυκερῷ βεβολημένος ὕπνῳ,
κῶμα περὶ βλεφάροισι βαλών· ἀλλ' ἔγρεο Τῖφυ,
κέκλεο δ' ἡρώεσσι μολεῖν ἐπὶ νήνεμον ἀκτήν,
545νηὸς ἄπο προθορόντας, ὅθι ξένος ἐν ψαμάθοισι
κεῖται ἀποφθίμενος· τῷ οἱ κτέρεα κτερεΐξαι
παμμήτειρα Ῥέη κέλεται γέρα, ἠδέ τε λοιβάς
δοῦναι ὑποχθονίοις καὶ δάκρυα λειβέμεν ὄσσων,
αἰδομένους Θέμιν ἀγνοτελῆ ξενίην τε τράπεζαν·
550ὅν ῥ' ἀέκων ἔκτεινε βαλὼν διὰ νύκτερον ὄρφνην
Ἡρακλέης, θυμὸν δὲ θεᾶς ἐχολώσατε Ῥείης.
Ἀλλ' ὁπόταν θεσμοῖς ξεῖνον σεβάσησθε θανόντα
Δίνδυμον αὐτίκ' ἔπειτα Ῥέης ἕδος εἰσαναβάντες
ἱλασμοῖς ἱεροῖς Γαίης ἀρέσασθε θύγατρα,
555πείσματα δ' ἀράμενοι, τότε δὴ μνώεσθε πλοοῖο."
- Ὣς εἰποῦσα θεὰ πάλιν ἐτράπετ', ἶσον ὀϊστῷ
οὐρανὸν ἐσσυμένη. Τοῦ δ' αὐτίκα κῶμ' ἐκεδάσθη,
πρύμνης δ' ἆλτο θοῶς· ἀνέγειρε δὲ λαὸν ἀϋτῇ
τοίχων ἔνθα καὶ ἔνθα παρακλιδὸν ὑπνώοντας,
560ψυχῇ ὑποτρομέων· ἄφαρ ἡρώεσσι δ' ὀνείρου
φάσματα πᾶσιν ἔειπεν, ἐπιδρομάδην ἀγορεύων.
Οἱ δὲ θοῶς ἤγερθεν, ἐπ' ᾐόνα δ' ἆλτο ἕκαστος.
Ἡ δὲ κατ' ὀρφναίοιο πόλου χρυσήνιος ἠὼς
ἀντολίας ἤνοιγεν, ἐδέχνυτο δ' οὐρανὸς ὄρθρον·
565καὶ τότ' ἀριστῆες Μινύαι νέκυν εἰσενόησαν
αἵματι καὶ κονίῃ πεπαλαγμένον· ἀμφὶ γὰρ ἄλλοι
δήϊοι ἀμφὶς ἔκειντο, πελώρια σώματα θηρῶν.
- Ἀλλ' οἳ μὲν βασιλῆα περισταδὸν ἀμφιχυθέντες
Κύζικον εὐξέστοισιν ὑπὸ πλακέεσσιν ἔθηκαν,
570ἂν δ' ἄρα τύμβον ἔχευαν, ἐδωμήσαντο δὲ σῆμα.
Φιτροὺς δ' αἶψα κόμιζον, ἰδ' ἔντομα πορσύνοντες
παμμέλαν' ἐν βόθροις μετεκίαθον· αὐτὰρ ἔγωγε
ψυχὴν ἱλασάμην, σπένδων μειλίγματα χύτλων
ὕδατί τ' ἠδὲ γάλακτι, μελισσορύτων ἀπὸ νασμῶν
575λοιβαῖς συμπροχέων, καὶ ἐμοῖς ὕμνοισι γεραίρων.
- Αὐτὸς δ' Αἰσονίδης προυθήκατο πᾶσιν ἄεθλον,
τυμβιδίου ἐπ' ἀγῶνος ἑταίροις ἔμμεν' ἄεθλα,
δῶρα τά οἱ πόρεν Ὑψιπύλη Λήμνοιο φέρεσθαι.
Ἀγκαίῳ μὲν δῶκε πάλης γέρας ἀμφικύπελλον
580χρύσειον πολυχανδὲς ἔχειν· Πηλῆι δ' ἔδωκε
θάσσοντι σταδίοισι, ποδωκείης ἕνεκα σφῆς
χλαῖναν φοινικέην, πολυδαίδαλον ἔργον Ἀθήνης.
Αὐτὰρ παγκρατίοιο δόκεν γέρας Ἡρακλῆϊ
ἀργύρεον κρητῆρα παναίολον· ἱππασίης δέ
585Κάστορι, χρυσείων φαλάρων πολυτεχνέα κόσμον·
πυγμαχίης δὲ τάπητα λιανθέα δῶκε φέρεσθαι
ἀθλοφόρῳ Πολυδεύκει· ὃ γὰρ κλυτὸν ᾔρατο νῖκος.
Αὐτὸς δ' εὐκαμπὲς τόξον λάβεν ἠδ' ἄρ' ὀϊστούς,
τεινάμενος δέ οἱ ἧκε βέλος, τὸ δ' ἀπέπτατο τηλοῦ·
590Δῶκε δ' ἄρ' Αἰσονίδῃ Μινύης λόχος εἵνεκα τιμῆς
πλέξας εὐανθῆ στέφανον τανυφύλλου ἐλαίης.
Αὐτὰρ ἐμοὶ μολπῆς γέρας ὤπασε δῖος Ἰήσων
ἐμβάδα χρυσείην γε τιταινομένην πτερύγεσσι.
- Λῦτο δ' ἀγὼν, φήμη δὲ διέπτατο δώματος εἴσω
595Κυζίκου οἰχομένου· τοῦ δ' ὡς κλύε σύγγαμος αἰνή
στήθεα δρυπτομένη λίγ' ἐκώκυεν· ἀμφὶ δὲ δειρῆς
ἀψαμένη μήρινθα, βρόχῳ ἀπὸ θυμὸν ὄλεσσε.
Γῆ δ' ὑποδεξαμένη πλακὶ δάκρυα, πίδακος ἧκε
βλύζουσ' ἀργυροειδὲς ὕδωρ κρήνης ἀπὸ μέσσης
600ἀέναον· Κλείτην δὲ περικτίονες καλέουσι.
- Καὶ τότε δὴ βασιλῆες ὀνειροπόλον διὰ πύστιν,
κνημὸν ἐπὶ ζάθεον καὶ Δίνδυμον ἀκρώρειαν,
ὄφρα κε μειλίξαιντ' εὐοινίστοις ἐπὶ λοιβαῖς
Ῥείην πρεσβυγενῆ, θυμὸν δ' ἀλέαιντο ἀνάσσης.
605Αὐτὰρ ἐγὼν ἑπόμην, φόρμιγγα δὲ χερσὶν ἄειρον,
Ἄργος δ' αὖθ' ἵκανε, λιπὼν εὐεργέα νῆα,
ὅσγε τανυφλοίου ἐλάτης ἀμφιπλεκὲς ἔρνος
ἀμπέλου αὐαλέης ὀξεῖ ἀπέκερσε σιδήρῳ·
Ξέσσε δ' ἐπισταμένως βρέτας ἱερὸν ἰδμοσύνῃσι,
610μίμνειν ἔμπεδον αἰὲν ἐπεσσομένοις ἀνθρώποις·
λάασι δ' εὐτύκτοις δωμήσατο οἶκον ἀνάσσῃ.
Ἐν δ' ἄρ' ἐπειγόμενοι Μινύαι (μέγα δ' ἔξοχα πάντων
Αἰσονίδης) λιθάκεσσιν ἀρηρότα βωμὸν ἔτευξαν
ᾧ ἔπι ταυροθύτους λοιβὰς ἠδ' ἱερὰ καλά
615ῥέξαν ἀριστῆες· σπονδαῖσι δ' ἐτέρπετο Ῥείη.
Αὐτὰρ ἔμ' ἤνωγον κλῇσαι θεὸν ἠδὲ γερῆραι,
ὄφρα κεν ἀντομένοις νόστον μελιηδέ' ὀπάσσοι.
- Ἀλλ' ὅτε δὴ θυέεσσι λιταῖσί τε γουνασάμεσθα,
Ἀργῴην ποτὶ νῆα κατήλθομεν· ἐν δ' ἄρα Τῖφυς
620ἥρωας πρύμνηθεν ἐκέκλετο· σὺν δ' ἄρα πάντες
ἐσσύμενοι θώκοισιν ἐπὶ προτέροισι κάθιζον,
βάντες ὑπὲρ θώκοιο, καὶ εἰρεσίης μνώοντο.
Ἀπροφάτως δ' ἀπὸ γῆς λεπτοὶ λύοντο κάλωες
πείσματα δ' ἡπλώθη· κραιπνὸν δ' ἀπὸ Δινδύμου ἄκρης
625ἴκμενον οὖρον ἐφῆκε Ῥέη λιπαροκρήδεμνος.
Ἡμεῖς δ' αὖτ' ἐπὶ νηῒ γεράσμια πέμπομεν ἱρά,
Βωμὸν ἐπιστέψαντες ἐπεσσομένοισι πυθέσθαι
Πεισματίην τόθι πείσματ' ἐεργομένης λύθεν Ἀργοῦς.
- Αὐτὰρ ἐπεί γ' ὀθόνας ἀκάτου πλήρωσεν ἀήτης,
630θῦνε διαπρήσσουσ' ἁλιμυρέα κύματα πόντου,
Μύσια δὲ σχεδόθεν παραμείβετο πείρατα γαίης·
αἶψα δὲ Ῥυνδακίους προχοὰς ἤμειψε θέουσα,
καλούς τ' ἐς λιμένας ψαμαθώδεας εἰσεπέρησε,
κέλσε δ' ἐπ' αἰγιαλῷ· προτόνοις δ' ἐπὶ χεῖρα βαλόντες,
635ἱστία μηρύσαντο καὶ ἀμφ' ἱμᾶσιν ἔδησαν,
κλίμακα δ' ἐξώκειλαν ἐπὶ χθονὸς, ἐκ δ' ἔβαν αὐτοί,
σίτου καὶ πόσιος λελιημένοι· ἀμφὶ δὲ κναμός
Ἀργάνθου κατέφαινε, βαθυσκόπελοί τε κολῶναι.
- Ἡρακλέης δ' ἠπείγετ' ἀν' ὑλήεντας ἐναύλους,
640τόξον ἔχων παλάμαις ἰδὲ τριγλώχινας ὀϊστούς
ὄφρα κε θηρήσαιτο, πόροι δ' ἐπὶ δόρπον ἑταίροις,
ἢ σύας, ἢ πόρτιν κεραὴν, ἢ ἄγριον αἶγα.
Τοῦ δ' ἀφομαρτήσαντος Ὕλας ἐξίκετο νηός
λάθρα ἐπισπόμενος· σκολιῆς δ' ἀλίτησεν ἀταρποῦ
645ὕλῃ ἔνι πλαγχθεὶς, ἐν δὲ σπέος ἥλυθε Νυμφῶν
Λιμνακίδων· αἱ δέ σφιν ἐσαθρήσασαι ἰόντα
κοῦρον ἔτ' ἀντίθεον κατερύκανον, ὄφρα σὺν αὐταῖς
ἀθάνατός τε πέλῃ καὶ ἀγήραος ἤματα πάντα.
- Ἀλλ' ὅτε πρὸς μεσάτην ἠῶ φέρεν ὠκέας ἵππους
650Ἠέλιος, κραιπνὸς δ' ἐξ οὔρεος ἔπνεεν οὖρος,
ἐν δ' ἔπεσ' ἀργενναῖς ὀθόναις, Τῖφυς δ' ἐγεγώνει
νηὸς ἔσω περάαν, θινὸς δ' ἐκ πείσματα λύειν·
οἳ δὲ κυβερνητῆρος ἐφημοσύναις ἐπίθοντο.
Εἰλατίδης δ' ἀνὰ πρῶνα θοῶς Πολύφημος ἔβαινεν,
655ὄφρα κεν Ἡρακλῆα θοῶς ἐπὶ νῆα καλέσσοι·
ἀλλ' οὔ οἱ ξύμβλητο· μολεῖν γάρ οἱ οὔτι πέπρωτο
Φᾶσιν καλλίροον μένος ὄβριμον Ἡρακλῆος.
- Αὐτὰρ ἐπηῶοι λυγρὴν ἐπεράσσαμεν αἶαν,
ἔνθ' Ἄμυκος Βεβρύκεσσιν ὑπερφιάλοισιν ἄνασσεν·
660ὅστε Πανομφαίου Ζηνὸς θέμιν οὐκ ἀλεγίζων
ἆθλον ἐπὶ ξείνοισι περικτιόνων ἀνθρώπων,
ὅστις ἐπὶ σταθμοὺς ἠδ' ἀστεμφῆ δόμον ἵξῃ,
θήκατο, πυγμαχίης ὑπερόπλου πειρηθῆναι.
Τὸν μὲν ἄρ' ἠΐστωσε βίῃ κρατερὸς Πολυδεύκης,
665τύψας ἀπροφάτως κεφαλὴν σκληροῖσιν ἱμᾶσι·
λαοὺς δ' αὖ Βεβρύκων Μινύαι χαλκῷ κατένηραν·
- Ἔνθα δ' ἀφορμηθέντες, ὑπ' εἰρεσίῃ δὲ καμόντες,
Βιθυνῶν μέγα ἄστυ βαθείῃ κέλσαμεν ἀκτῇ
σπεύδοντες προχοαῖς ἠδ' ἐν νιφαργέσιν ὕλαις,
670ἕσπεροι αὐλισθέντες ἐφωπλισσάμεθα δόρπον.
Ἔνθα ποτ' αἰνόγαμος Φινεὺς ὑπερήνορι θυμῷ
δοιοὺς ἐξαλάωσε γόνους, προβλῆσί τε πέτραις
θηρσὶν ἕλωρ προὔθηκε γυναίων εἵνεκα φίλτρων·
τοὺς δὲ καὶ ἀσκηθεῖς καὶ ὀπωπότας αὖθις ἔτευξαν
675παῖδε κλυτοῦ Βορέου· Φινεῖ δέ οἱ ὤπασαν ἄτην
ἀργαλέοιο κότου, φωτὸς δ' ἀπενόσφισαν αὐγάς.
Αὐτὰρ ἐπεὶ ζαμενὴς Βορέης στροφάδεσσιν ἀέλλαις
ἁρπάξας ἐκύλινδε διὰ δρυμὰ πυκνὰ καὶ ὕλας
Βιστονίης, ἵνα κῆρ ὀλοὴν καὶ πότμον ἐπίσπῃ.
680- Αὐτὰρ ἐπεὶ Φινῆος Ἀγηνορίδαο λιπόντες
αὖλιν, ὑπὲρ μέγα λαῖτμα θαλάσσης ἐξικόμεσθα
ἀγχοῦ Κυανέαις πέτραις, ἅς μοι ποτὲ μήτηρ
ἡμετέρη κατέλεξε περίφρων Καλλιόπεια.
Οὐ γάρ οἱ ἐξυπάλυξις ὀϊζυροῖο πόνοιο,
685ἀλλὰ κατειρύμεναι ἀνέμων ἀργῇσιν ἀέλλαις
ξυμβλῆτες πίπτουσιν ἐπ' ἀλλήλαισιν ἰοῦσαι·
δοῦπός τ' ἂμ πέλαγός τε καὶ οὐρανὸν εὐρὺν ἵκανεν
ῥηγνυμένοιο κλύδωνος, ὀρινομένης τε θαλάσσης·
κύματι παφλάζοντι περιβρέμει ἄσπετος ἅλμη.
690Ἀλλ' ἐγὼ Ἀγνιάδῃ τάδ' ἀπὸ γλώσσης ἀγόρευσα,
πρύμναν ἔπειθ' ὁρόειν ὄφρ' ἂν πεφυλαγμένος εἴη.
Τοῦ δὲ καὶ εἰσαΐοντος ἐπαχνώθη φίλον ἦτορ,
ἐν στέρνοισι δὲ κεῦθεν, ἅ οἱ τελέεσθαι ἔμελλεν,
μοῦνος ἀφ' ἡρώων· ἀλλὰ γλαυκῶπις Ἀθήνη
695Ἥρης ἐννεσίῃσιν ἐρωδιὸν ἧκε φέρεσθαι
ἄκρην ἱστοκεραῖαν· ὃ δ' ἀσχαλόων πεπότητο,
πέτραις δ' ἐν μυχάταισιν ὑπὸ πτερύγεσσιν ἀερθείς
δινεῖται· ταὶ δ' αἶψα κραδαινόμεναι ἑκάτερθεν
σύμπεσον ἀλλήλαισι, καὶ οὐρῆς ἄκρον ἔκερσαν
700ὄρνιθος· περὶ δέ σφιν ἐτώσιον ἠρείσαντο.
Τῖφυς δ' ἐκπρολιπόντος ἐρωδιοῦ αἰπὺν ὄλεθρον
σῖγα μὲν ἡρώεσσιν ἐκέκλετο· τοὶ δ' ἀΐοντες,
ἱέμενοι θοὰ κύμαθ' ὑπειρεσίῃσι χάρασσον·
αὐτὰρ ἐγὼ μολπῇσι παρήπαφον ἡμετέρῃσι
705πέτρας ἠλιβάτους· αἱ δ' ἀλλήλων ἀπόρουσαν.
Κῦμα δ' ἀνερρόχθησε· βυθὸς δ' ὑποείκαθε νηΐ,
ἡμετέρῃ πίσυνος κιθάρῃ, διὰ θέσκελον αὐδήν.
Ἀλλ' ὅτε δὴ πορθμοῖο κατὰ στόμα καὶ διὰ πέτρας
Κυανέας ἤμειψε λάλος τρόπις, αὐτίκ' ἄρ' αἵ γε
710βυσσόθεν ἐρριζοῦντο, καὶ ἔμπεδον αἰὲν ἔμιμνον.
Οὕτω γὰρ Μοῖραι τάδ' ἐπεκλώσαντο βαρεῖαι.
- Καὶ τότε δὴ προφυγόντες ἀδευκέα πήματ' ὀλέθρου,
Ῥηβανοῦ προχοαῖσι μέλαιν' ἐξικόμεθ' ἀκτήν,
νῆσον ὑπὲρ δολιχὴν Θυνηίδα, τῆς ἀπάτερθεν
715Τέμβριος ἰχθυόεις θαλεραῖς πλημμύρεται ὄχθαις,
Σαγγάριός θ' ὃς κύματ' ἐπιτρέχει Εὐξείνοιο.
Ἀλλ' ὅτ' ἐπ' αἰγιαλὸν ἐπενεισάμεθ' εἰρεσίῃσιν,
ἀμφὶ Λύκοιο ῥέεθρον ἐκέλσαμεν, ᾧ ἔπι λαοῖς
κραῖνε Λύκος ποταμοῖο φερώνυμος, ὅς ῥ' ὑπέδεκτο
720ἥρωας Μινύας, ξενίῃ δ' ὑπέδεκτο τραπέζη,
φίλετο δ' αὖ νύκτας τε καὶ ἤματα συνεχὲς αἰεί.
Ἔνθα καὶ αἶσα παρέσχε καταφθίσθαι δύο φῶτας,
Ἀμπυκίδην Ἴδμωνα, κυβερνητῆρά τε Τῖφυν.
Τοῦ μὲν δὴ κατὰ σῶμα λυγρὴ ἠρείσατο νοῦσος,
725τὸν δ' ἔκτεινεν θὴρ, σῦς ἄγριος· ἂν δ' ἄρα τοῖς γε
τύμβους χευάμενοι πολιὴν ἐπενεισάμεθ' ἅλμην,
Ἀγκαίῳ πίσυνοι· τὸν γὰρ φάσαν ἴδριν ἅπαντες
ναυτιλίης σφετέρῃσι δαημοσύνῃσι κεκάσθαι.
Αὐτὰρ πηδαλίων οἰήια λάζετο χειρί
730νῆα κατιθύνων ἐπὶ Παρθενίοιο ῥέεθρα,
ὃν δὴ Καλλίχορόν μιν ἐπώνυμόν οἱ καλέουσιν,
ὅν τοι ἐγὼ μύθοισιν ἐπὶ προτέροισιν ἔλεξα.
- Ἔνθεν ἄκραν προβλῆτα παραπλώσαντες ἔβημεν
γῆν ἐπὶ Παφλαγόνων, τὴν δὴ παράμειψε θέουσα
735Ἀργὼ ὑπὲρ μέγα λαῖτμα· Καραμβιακὴν δ' ἵκετ' ἄκρην,
ᾗ ἐνὶ Θερμώδων κεῖται Ἅλυος τε ῥέεθρον,
βάλλον ἐπ' αἰγιαλὸν, δίνας ἁλιμυρέας ἕλκον.
Νέρθε δ' ὑποθρώσκουσι βορειάδος ἀντίον ἄρκτου
μακρὰ Θεμισκύρης Δοιαντίδος ἅψεα κεῖται·
740ἄγχι δ' Ἀμαζονίδων δαμνίππων ἄστεα κεῖται,
καὶ Χάλυβες, Τιβαρηνά τ' ἔθνη, λαοί τε Βέχειρες
μίγδην ἐν Μοσύνοισι πέδον περιναιετάουσι·
λαιὰ δ' ἐπιπλώσαντες ἐκέλσαμεν αἰγιαλοῖσι
ἧχι τε Μάκροι ἔσαν Μαριανδύνοισιν ὅμουροι.
745Νέρθε δέ τοι Ἑλίκης δολιχὸς παρακέκλιται αὐχὴν
ἔνθα δ' ὑπωρείῃσιν ἐπὶ προβλῆσι κυκλοῦνται
τηλεφανεῖς αὐλῶνες ὑπὲρ μυχὸν εὐρέα κόλπου·
οὗ Σύμης ὄρος ἐστὶ πολύς τ' εὐθαλὴς λειμών,
ἐνθάδ' Ἀράξου ῥεῦμα μεγαβρεμέτου ποταμοῖο,
750ἐξ οὗ Θερμώδων Φᾶσις Τάναΐς τε ῥέουσιν,
οὗ Κόλχων κλυτὰ φῦλα καὶ Ἡνιόχων καὶ Ἀραξῶν.
Ὃν παραμειβόμενοι, μυχάτοις ἐπεπλείομεν ὅρμοις
Οὔρων, Χιδναίων τε, Χαρανδαίων, Σολύμων τε
Ἀσσυρίων τε λεὼν, τρηχὺν δ' ἀγκῶνα Σινώπης,
755καὶ Φίλυρας Ναπάτας τε καὶ ἄστεα πυκνὰ Σαπείρων
Βύζηράς τ' ἐπὶ τοῖσιν, ἰδ' ἄξενα φῦλα Σιγύμνων.
- Ἷκτο δ' ὑπὸ πνοιῇς ἀνέμου πλησίστιος Ἀργὼ
ὄρθριον, ἐρχομένης ἠοῦς ἐπ' ἀπείρονα κόσμον,
ἐσχατ' ἔπ' Ἀξείνου Φᾶσιν κατὰ καλλιρέεθρον.
760Αὐτὰρ ἐπεὶ ποταμοῖο διὰ στόμα πρηῢ ῥέοντος
ἱκόμεθ' αὐτίκ' ἄρα στέφανον καὶ τεῖχος ἐρυμνόν
Αἰήτου κατέφαινε καὶ ἄλσεα τοῖς ἔπι κῶας
χρύσεον ᾐώρητο χαλαζαίῃ ἐπὶ φηγῷ.
Ἀγκαῖος δ' ἤνωγε παραιφάμενος ἐπέεσσι
765λαίφεά τε στέλλειν, καὶ ἐπίκριον αὖθι χαλάσσαι
ἱστὸν ἀνακλίναντας, ὑπ' εἰρεσίῃ δὲ νέεσθαι.
Ὣς οἳ μὲν τὰ ἕκαστα πονήατο· αὐτὰρ Ἰήσων
αὐτίκα μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
ξυνὴν μὲν Μινύαισιν ἄδην ἀνενείκατο φωνήν,
770ἠέ γ' ἐπ' Αἰήταο μόλῃ δόμον οἶος ἀπ' ἄλλων,
μειλιχίοις στέρξῃ τε παραιφάμενος ἐπέεσσιν·
ἠὲ μεθ' ἡρώεσσι καὶ ἐς μόθον αὐτίκα λεύσσοι.
- Ἀλλ' οὐ γὰρ Μινύαισιν ἐπήνδανε πᾶσι νέεσθαι·
δεῖμα δ' ἐνὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη,
775ἀμβολίην θ' ἵνα δὴ τελέσῃ, τάπερ αἶσα γενέσθαι.
Ὦκα δ' ἄρ' οὖλον ὄνειρον ἀπ' οὐρανοῦ ἧκε φέρεσθαι
εἰς δόμον Αἰήταο· συθεὶς δ' ὅγε δεῖμα πέλωρον
Ἔσκηψεν βασιλῆα περὶ φρένας, ὅς νιν ἔδοξε
παρθένου ἣν ἀτίταλλεν ἐνὶ μεγάροισιν ἑοῖσι
780Μηδείας κόλποισιν ἐν ἱμερτοῖσι συθῆναι
ἀστέρα παμφανόωντα δι' ἠερίοιο πορείης.
Ἣ δ' ἐπεὶ ἐν πέπλοισι λάβεν κεχαρηότι θυμῷ,
ἧκε φέρουσ' εἰς χεύματ' ἐυρρείτου ποταμοῖο
Φάσιδος· ἀστέρα δ' αἰὲν ἀναρπάξαντα ῥέεθρον
785οἴχεσθαι πόντοιο δι' Ἀξείνοιο φέροντα.
- Ταῦτα δ' ἐσαθρῆσας δολίου ἐξέσσυτο ὕπνου,
ἀπροφανῆ, στυγερὸν δὲ περὶ φρένας εἵλκετο δεῖμα·
ἆλτο δ' ἄρ' ἐξ εὐνῆς· δμωσὶ δὲ οἱ ὦκ' ἐπέτελλεν
ἵππους ἐντύνειν, ὑπὸ δὲ ζεύξασθαι ἀπήνην,
790ὄφρα κε μειλίξαιτο κιὼν ἐπὶ ῥεῖθρον ἐραννόν
Φᾶσι δινήεντα, σὺν ἐνδαπίῃς μίγα νύμφαις,
ψυχάς θ' Ἡρώων, ὅσσαι τ' ἐπὶ ῥεῖθρον ἄμειβον.
Θυγατέρας δ' ἔκλῃζε θυώδεος ἐκ θαλάμοιο,
Χαλκιόπην σὺν παισὶν ἀποφθιμένου Φρίξοιο,
795ἠδ' ἁπαλὴν Μήδειαν ἀριπρεπὲς εἶδος ἔχουσαν
παρθένον αἰδοίην, ὄφρ' ἂν συνέποιτο κίοντι.
Ἄψυρτος δ' ἀπάνευθε δόμους ναίεσκε πόληος·
ἅρμα δ' ἐπὶ χρύσειον ἔβη μίγα θυγατέρεσσιν
Αἰήτης· τὸν δ' αἶψα δι' ἐκ πεδίου φέρον ἵπποι
800χεῖλος ὑπὲρ ποταμοῦ δονακώδεος, ἔνθα περ αἰεί
εὐχωλὰς ῥείθροισι καὶ ἱερὰ κάλ' ἐκόμιζεν.
- Κείναισιν δ' ὄχθαισιν ὑπόδρομος ἤλυθεν Ἀργώ.
Καί ῥα τότ' Αἰήτης εἰσέδρακεν, ἐν δ' ἄρα πολλούς,
ἑξείης ἥρωας ὁμιλαδὸν ἑδριόωντας,
805ἀθανάτοις ἰκέλους· περὶ γάρ ῥά ἑ τεύχεα λάμπε.
Τοῖσι δ' ἄρ' ἐν πάντεσσι μετέπρεπε δῖος Ἰήσων.
Ἥρη γὰρ περὶ πάμπαν ἐτίετο, καί οἱ ἔδωκε
κάλλος τε μέγεθός τε καὶ ἠνορέην ὑπέροπλον.
Ἀλλ' ὅτε δὴ σχεδὸν ὄντες ἐπ' ἀλλήλοις βάλον ὄσσε,
810Αἰήτης Μινύαι τε, περὶ φρένα παχνώθησαν.
Πρόσθε γὰρ Αἰήτης μὲν ἐφ' ἅρματος ἠέλιος ὣς
λάμπετο μαρμαρυγαῖσι πέριξ χρυσέων ἀπὸ πέπλων·
ἀμφὶ δέ οἱ στεφάνην κεφαλὴ ἔχε θυσσανόεσσαν
ἀκτῖσιν φλογέαις· σκῆπτρον δ' ἐν χερσὶν ἐνώμα
815ἀστεροπαῖς ἴκελον· δοιὼ δ' ἑκάτερθεν ἕηστον
θυγατέρες· ταῖς γάρ κεν ἀγαλλόμενος πεφόρητο.
Σμερδνὸν ὑπ' ὀφθαλμοῖσιν ἐσέδρακε νηῒ πελασθείς,
καί οἱ ἀπὸ στηθέων βριαρὴν ἀνενείκατο φωνήν
δεινὸν ὁμοκλήσας· μέγα δ' ἀντιάχων ἐγεγώνει·
820- "Φράζετον οἵτινες ἐστὲ, τί δὲ χρέος ὗμας ἱκάνει,
ἔκ ποθεν ἐλδομένοισι Κυτηΐδα γαῖαν ἀμεῖψαι,
οὐδ' ἄρ' ἐμὴν ἀλέγοντες ἀνακτορίην πεφόβησθε,
οὐδὲ λεὼν σκήπτροισιν ἐπήρανον ἡμετέροισι
Κόλχων, οἵ κεν Ἄρηϊ δορυσσόῳ εἰσὶν ἀτειρεῖς,
825ἐς μόθον ἱεμένοις εὖ εἰδότες ἶφι μάχεσθαι."
Ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Αἰσονίδῃ δ' ἄρα θάρσος ἐνὶ πραπίδεσσιν ὄπασσεν,
Ἥρη πρέσβα θεά· μέγα δ' ἀντιάχων ἐγεγώνει·
- "Οὔτέ νυ ληϊστῆρες ἱκάνομεν, οὔτέ τιν' ἄλλην
830γαῖαν ἐπιστρωφῶντες, ἐγείρομεν ὕβριος αἴσῃ
ἔργ' ἄδικ' ἀνθρώποισιν, ἃ δὴ πολέες μεμάασι
τετλάμεν ἐν βιοτῇ κέρδους ἕνεκεν σφετέροιο.
Ἀλλά μοι ἆθλον ἔταξε Ποσειδῶνος φίλος υἱός
πατροκασίγνητος Πελίας, χρύσεον ποτὶ κῶας
835λαζομένους ἀφικέσθαι ἐϋκτιμένην ἐς Ἰωλκόν.
Οὐδέ τι δὴ νώνυμνοι ἐμοὶ ἐρίηρες ἑταῖροι·
οἳ μὲν γὰρ μακάρων, οἳ δ' ἡρώων γένος ἐσμέν.
Οὐδέ τι μὴν πολέμου ἀδαήμονες οὐδὲ μόθοιο,
ξεῖνοι δ' εὐχόμεθ' εἶναι ἐφέστιοι, ὣς γὰρ ἄμεινον."
840- Ὣς φάτο· τοῦ δ' ἄρα θυμὸς ὀρίνετο ἶσος ἀέλλῃ
Αἰήτεω, καὶ σμερδνὸν ἐσέδρακεν ὀφθαλμοῖσιν,
φρικτὸν ἐφ' ἡρώεσσι δόλον καὶ μῆτιν ὑφαίνων·
ὀψὲ δὲ δὴ Μινύαισι τοίην ἀνενείκατο φωνήν·
- "Εἰ μὲν δὴ Κόλχοισιν ἀρηιφάτοισιν ἐσάντα
845μαρναμένοις ἐπιθεῖσθον, ἀποφθίσειν μένος ἀνδρῶν
ἔλπεσθ' ὥς κεν ἀδήριτον γέρας ἔσσετ' ἐν ὑμῖν,
κῶας ἀειρομένους ἰέναι πρὸς πατρίδα γαῖαν;
εἰ δέ γε παῦροι ἐόντες ὑποκλίνοιτε φάλαγγι
ἡμετέρῃ, τότε νῆα καταφθιμένοισι κεάξαι·
850εἰ δέ κέ μοι πείθοισθε, τὸ καὶ πολὺ κέρδιόν ἐστιν,
κρίναντες τιν' ἄριστον, ἢ ὃς βασιλεύτερός ἐστιν,
ὄφρά κε πειρηθεὶς ἀέθλων οὓς αὐτὸς ἐνίσπω,
κῶας ἕλῃ χρύσειον, ὃ καὶ γέρας ἔσσεται ὑμῖν."
- Ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δ' ἄρ' ὀπίσσω
855βῆσαν ἀμειβόμενοι, Μινύαις δ' ἄχος ἔπλετο θυμῷ,
καί ῥα τόθ' Ἡρακλῆος ἔχον πόθον, οὐ γὰρ ἔμιμνον
ἔθνος ἀμαιμάκετον Κόλχων καὶ θούριον Ἄρην.
- Νῦν δέ σοι, ὦ Μουσαῖε, παραδρομάδην ἀγορεύσω
οἷά περ αἰνόμοροι Μινύαι πάθον, ἠδ' ὅσ' ἔρεξαν·
860ὥς τ' ἄψορρος ὄρουσ' ἐκ δώματος Αἰήταο
Ἄργος ἐϋμμελίης Φρίξου παῖς ὅν ῥα ἔτικτε
Χαλκιόπη (τῷ γὰρ παρελέξατο πατρὸς ἐνιπῇ
ἡνίχ' ὑπὲρ νώτῳ κριοῦ Κόλχοισι πελάσθη)
ἀγγέλλων Μινύαισιν, ἃ δὴ τελέεσθαι ἔμελλε
865σφῇσιν ἀτασθαλίησι πολυφθόρου Αἰήταο·
ἠδ' ὡς παρθενίοις αὐτοῦ φίλτροις ἐδαμάσθη
αἰνόγαμος Μήδεια, θεᾶς Ἥρης διὰ βουλάς,
ἐν γάρ οἱ ἵμερον ὦρσεν ἐρωτοτρόφος Κυθέρεια,
ἧκε δ' ἄρ' ἰὸν ὑπὸ σπλάγχνοις δασπλῆτις Ἐριννύς·
870ὥς τε βόας ζεύγλαισι δαμάσσατο πυριπνέοντας
τετράγυον θέμενος σπόρον αὔλακι, τόν ῥ' ἐκόμισσε
Φρίξος ἐϋμμελίης, ὅτ' ἔβη δόμον Αἰήταο,
ἕδνον ἐνυάλιόν τε δρακοντείων ἀπ' ὀδόντων·
ἠδ' ὡς δυσμενέων σπαρτῶν στάχυν ἐξενάριξεν
875αὐτοφόνῳ παλάμῃ, πῶς δ' ἀγλαὸν ᾔρατο κῦδος
Αἰσονίδης· ὥς δ' ἦλθε δι' ἐκ μεγάρων λελαθοῦσα
λῖτι καλυψαμένη ἑανῷ, διὰ νύκτερον ὄρφνην,
παρθένος αἰνολεχής· περὶ γάρ ῥά ἑ τεῖρον ἔρωτες
νηὸς ἐπ' Ἄργῴας πελάσαι, καὶ πότνι' Ἀνάγκη
880οὔτιν' ὀπιζομένη, πατρὸς χόλον οὐκ ἀλέγουσα·
ἠδ' ὡς ἀμφιπλακεῖσα περιπτύξασά τε μορφάς,
στέρνα τε μαιμώωσα κύσεν χαρίεν τε πρόσωπον,
δάκρυσι πλημμύρουσα γενειάδας· οὐδέ τιν' αἰδῶ
ἔσχε πόθων ἥρωος, ἐλαυνομένη δ' ὑπὸ φίλτρων,
885παρθενίην ἔρριψε, γάμων τ' εὐήνορα θυμόν,
ἄλλα τ' αὖ πολλὰ καὶ ἐσύστερον αὖθις ἀκούσῃ,
- Ἀλλ' ὅτε δὴ Μήδεια λίπεν δόμον Αἰήταο
λαθριδίῃ καὶ νηὸς ἐφ' ἡμετέρης ἐπελάσθη,
δὴ τότ' ἄρα κατὰ θυμὸν ἐμηδόμεθ', ὄφρα μολόντες
890ἀμφ' ἱερῆς φηγοῖο δέρας χρύσειον ἕλωμεν
ῥᾷστα· περὶ φρεσὶ δ' ᾗσι δοκεύομεν, οὐδέ τις ἡμέων
ἔγνω μόχθον ἄελπτον· ἐφέσπετο γὰρ μέγα ἔργον
πᾶσιν ἐφ' ἡρώεσσι, κακῶν δ' ἀνεφαίνετο πυθμήν·
Πρόσθε γὰρ Αἰήταο δόμων ποταμοῖό τ' ἐρυμνοῦ,
895ἐννέ' ἐπ' ὀργυιῶν ἕρκος περιμήκετον ἄντην
φρουρεῖται πύργοισι καὶ εὐξέστοισι μύδροισιν,
ἑπτὰ περὶ στεφάνοισι κυκλούμενον· ἐν δ' ἄρα τρισσαί
χαλκήρεις πύλαι εἰσὶ πελώριοι· ἐν δ' ἄρα ταῖσι
τεῖχος ἐπιθρώσκει, περὶ δ' αὖ χρύσειαι ἐπάλξεις.
900Αὐτὰρ ἐπὶ σταθμοῖο πυλῶν τηλῶπις ἄνασσα
ἵστανεν αἰθύουσα πυρὸς σέλας, ἥν κέ νυ Κόλχοι
Ἄρτεμιν ἐμπυλίην κελαδοδρόμον ἱλάσκονται,
δεινήν τ' ἀνθρώποισιν ἰδεῖν δεινήν τ' ἐσακοῦσαι,
εἰ μή τις τελεταῖς πελάσει καὶ θύσθλα καθαρμῶν,
905ὅσσα περ ἀρήτειρα καθάρματα μύστις ἔκευθε,
δεινολεχὴς Μήδεια Κυτηιάσιν μίγα κούραις.
Οὐδέ τις ἐνδοτέρω κείνην ὁδὸν εἰσεπέρησεν
ἐνδάπιος, ξεῖνός τε βροτῶν ὑπὲρ οὐδὸν ἀμείψας·
εἴργει γὰρ πάντη δεινὴ θεὸς ἡγεμόνεια,
910λύσσαν ἐπιπνείουσα πυριγλήνοις σκυλάκεσσιν.
Ἐν δέ σφιν πυμάτῳ μυχῷ ἕρκεος ἄλσος ἀμείβει,
δένδρεσιν εὐθαλέεσσι κατάσκιον, ᾧ ἔνι πολλαί
δάφναι τ' ἠδὲ κράνειαι ἰδ' εὐμήκεις πλατάνιστοι·
ἐν δὲ πόαι ῥίζῃσι κατηρεφέες χθαμαλῇσιν,
915ἀσφόδελος, κλύμενός τε καὶ εὐειδὴς ἀδίαντος,
καὶ θρύον ἠδὲ κύπειρον, ἀριστερεών τ' ἀμενηνά,
ὅρμινόν τε καὶ εἰρύσιμον κύκλαμίς τε θεουδής,
στοιχὰς, παιονίη τε πολύκνημόν τε κάτερνες·
μανδραγόρης, πόλιόν τ', ἐπὶ δὲ ψαφαρὸν δίκταμνον
920εὔοδμός τε κρόκος, ἰδὲ κάρδαμον· ἐν δ' ἄρα κῆμος,
σμίλαξ, ἠδὲ χαμαίμηλον, μήκων τε μέλαινα,
ἄλκυα καὶ πάνακες, καὶ κάρπασον, ἠδ' ἀκόνιτον,
ἀλλά τε δηλήεντα κατὰ χθόνα πολλὰ πεφύκει.
Μέσσον δ' ἠερόμηκες ἐπὶ στύπος ἄλσεϊ πολλῷ
925ἥπλωται φηγοῖο πέριξ κλαδεῶσιν ἐρυμνόν,
ἐν δ' ἄρα οἱ χρύσειον ἐπεκρέματ' ἔνθα καὶ ἔνθα
ὅρπηκος ταναοῖο δέρας, τό κεν αἶψα δοκεύει
δεινὸς ὄφις, θνητοῖς ὀλοὸν τέρας, οὐ φατὸν εἰπεῖν.
Χρυσαῖς γὰρ φολίδεσσιν ἐθείρεται, ἐν δ' ἄρα πρέμνον
930ἀπλάτοις ὁλκοῖσι φορεύμενος ἀμφιπολεύει
σῆμα χαμαζήλοιο Διὸς, ποτὶ κῶας ἀμείβων·
φρουραῖς δ' ἀδμήτοις ἐπιμαίεται ἄμμορος ὕπνου
γλαυκοῖς ἀμφ' ὄσσοισιν ἀναιδέα κανθὸν ἑλίσσων.
- Αὐτὰρ ἐπεὶ κλύομεν τόδ' ἐτήτυμον ὡς ἐτέτυκτο,
935ἀμφί γε Μουνυχίης Ἑκάτης φρουρῆς τε δράκοντος,
πάνθ' ὅσα οἱ κατέλεξεν ἀριφραδέως Μήδεια,
διζόμεθ' ἠμὲν ἄελπτον ὀϊζυροῖο πόνοιο
ὥς κέ νιν Ἀγροτέρην μειλιξάμενοι πεπίθοιμεν,
ἠδ' ὡς θῆρα πέλωρον ἱκοίμεθα, τόφρ' ἀνελόντες
940δέρμ' ἀπονοστήσαιμεν ἑὴν ἐς πατρίδα γαῖαν.
Καὶ τότε δὴ μετὰ πᾶσιν ὁμόκλεεν ἡρώεσσι
Μόψος (ὁ γάρ τ' ἐδάη σφῇσιν τάδε μαντοσύνῃσιν)
ὄφρ' ἐμὲ γουνάσωνται, ἐπιστίβωσι δὲ ἔργον,
Ἄρτεμιν ἵλασθαι, θέλξαι δ' ὑπερήνορα θῆρα.
945Ὣς οἳ μὲν λίσσοντο περισταδόν· αὐτὰρ ἔγωγε
Αἰσονίδην ἐκέλευσα δύω δὴ φῶτε κραταιώ
Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
Μόψον τ' Ἀμπυκίδην ἰέναι πρὸς τέρματα μόχθου·
Αὐτὰρ ἐμοὶ Μήδεια συνέσπετο μούνη ἀπ' ἄλλων.
950- Ἡνίκα δ' εἰς σηκοὺς ἱκόμην ζάθεόν τε θεράπνην,
χώρῳ ἐπὶ πλακόεντι βόθρον τρίστοιχον ὄρυξα,
φιτρούς τ' ἀρκεύθοιο καὶ ἀζαλέης ἀπὸ κέδρου,
ῥάμνον τ' ὀξυτέροιο, πολυκλαύτων τ' αἰγείρων,
ὦκα φέρων νήησα πυρὴν ἔμπροσθε βόθροιο.
955Πολλὰ δέ μοι φέρε πάμπαν ἐπισταμένη Μήδεια,
φωριαμῶν ἀνελοῦσα θυώδεος ἐξ ἀδύτοιο.
Αὐτίκα δ' οὐλαοπλάσμαθ' ὑπὸ πέπλους ἐπονεύμην
ἂν δὲ πυρὴν ἐπέβαλλον, ἰδ' ἔντομα θύματ' ἔρεζον,
σκύμνους παμμέλανας σκυλάκων τρισσοὺς ἱερεύσας.
960Αἵματι δ' αὖ χάλκανθον ἰδὲ στρούθειον ἔμιξα,
κνῆκόν τε σχιστὴν, ἐπί τε ψύλλιον ἀηδὲς,
ἄγχουσάν τ' ἐρυθρὴν, ἰδὲ χάλκιμον· αὐτὰρ ἔπειτα
νηδύας ἐμπλήσας σκυλάκων, φιτροῖσιν ἔθηκα·
ὕδατι δ' αὖ μίξας χολάδας χεόμην περὶ βόθρον,
965ὄρφνινα θ' ἑσσάμενος φάρη καὶ ἀπεχθέα χαλκόν
κρούων ἐλλισάμην· αἱ δ' ὁτραλέως ἐπάκουσαν,
ῥήξασαι κενεῶνας ἀμειδήτοιο βερέθρου,
Τισιφόνη τε καὶ Ἀληκτὼ καὶ δῖα Μέγαιρα,
πεύκαις ἀζαλέαις φόνιον σέλας ἀΐσσουσαι.
970Καίετο δ' αὐτίκα βόθρος, ἐσμαράγει δ' ὀλοὸν πῦρ·
λιγνὺς δ' αἰθαλόεσσα χύθη περιμήκετα καπνόν.
Αὐτίκα δ' ἐξ Ἀΐδαο διὰ φλογὸς ἠγέρθησαν
δειναὶ, θαμβήτειραι, ἀπηνέες, ἀπροσόρατοι.
Ἣ μὲν γὰρ δέμας ἔσχε σιδήρεον, ἣν καλέουσι
975Πανδώρην χθόνιοι· σὺν δ' αἰολόμορφος ἵκανε
τρισσοκέφαλος, ἰδεῖν ὀλοὸν τέρας οὔτι δαϊκτὸν,
Ταρταρόπαις Ἑκάτη· λαιοῦ δ' ἄρ' ἐπεσσύθη ὤμου
ἵππος χαιτήεις· κατὰ δεξιὰ δ' ἦεν ἀθρῆσαι
λυσσῶπις σκυλάκη· μέσση δ' ἔφυ ἀγριόμορφος
980χερσὶν δ' ἀμφοτέραις ἔχεν ἄορα κωπήεντα.
Ἐγκύκλιαι δινεῦντο περὶ βόθρον ἔνθα καὶ ἔνθα
Πανδώρη Ἑκάτη τε· συνεσσεύοντο δὲ Ποιναί.
Ἐκ δ' ἄφαρ Ἀρτέμιδος φρουρὸν δέμας ἧκε χαμάζε
πεύκας ἐκ χειρῶν, ἐς δ' οὐρανὸν ἤραρεν ὄσσε.
985Σαῖνον δὲ σκύλακες πρόπολοι, λύοντο δ' ὀχῆες
κλείθρων ἀργυρέων, ἀνὰ δ' ἔπτατο καλὰ θύρετρα
τείχεος εὐρυμενοῦς, ὑπεφαίνετο δ' ἄλσος ἐρυμνόν.
- Αὐτὰρ ἐγὼν ὑπὲρ οὐδὸν ἔβην· τῆμος δέ τε κούρη
Αἰήτεω Μήδεια καὶ Αἴσονος ἀγλαὸς υἱός,
990Τυνδαρίδαι τ' ἤπειγον ὁμοῦ, σὺν δ' ἕσπετο Μόψος.
Ἀλλ' ὅτε δὴ σχεδόθεν κατεφαίνετο φηγὸς ἐραννή,
κρηπίς τε ξενίοιο Διὸς καὶ βώμιος ἕδρη,
ἔνθα δράκων ὁλκοῖσιν ὑπὸ πλατέεσσιν ἑλιχθείς
δινεύων ἀνάειρε κάρη βλοσυρόν τε γένειον,
995ἂν δ' ὀλοὸν σύριγξ' ἐπὶ δ' ἔβραχεν ἄσπετος αἰθήρ·
Δένδρεα δ' ἐσμαράγησε, κραδαινόμεν' ἔνθα καὶ ἔνθα
πρυμνόθεν ἐκ ῥίζης· ἰάχησε δὲ σύσκιον ἄλσος.
Αὐτὰρ ἔμ' ἠδ' ἑτάρους τρόμος ἔλλαβε· νόσφι δὲ μούνη
Μήδει' ἐνὶ στέρνοισιν ἀκαμπέα θυμὸν ἐνώμα·
1000δρέψατο γὰρ παλάμῃσι λυγρῶν ἀποθρίσματα ῥιζῶν.
Καὶ τότ' ἐγὼ φόρμιγγος ἐφήρμοσα θέσκελον ὀμφήν,
κλάγξα δ' ἄρ' ἐξ ὑπάτης χέλυος βαρυηχέα φωνήν
σιγαλέως ἄφθεγκτον ἐμοῖς ὑπὸ χείλεσι πέμπων.
Κλῇξα γὰρ ὕπνον ἄνακτα θεῶν πάντων τ' ἀνθρώπων,
1005ὄφρα μολὼν θέλξειε μένος βριαροῖο δράκοντος.
Ῥίμφα δέ μοι ὑπάκουσε, Κυτηΐδα δ' ἧκ' ἐπὶ γαῖαν.
Κοιμίσσας δ' ὅγε φῦλα πανημερίων ἀνθρώπων,
καὶ ζαμενεῖς ἀνέμων πνοιὰς, καὶ κύματα πόντου,
πηγάς τ' ἀενάων ὑδάτων, ποταμῶν τε ῥέεθρα,
1010θῆράς τ' οἰωνούς τε, τά τε ζώει τε καὶ ἕρπει,
εὐνάζων ἤμειψεν ὑπὸ χρυσέαις πτερύγεσσιν.
Ἷξε δ' ὑπὸ στυφελῶν Κόλχων εὐανθέα χῶρον·
κῶμα δ' ἄφαρ κατέμαρψε πελωρίου ὄσσε δράκοντος,
ἰσοπαλὲς θανάτῳ· δολιχὴν δ' ἀμφ' αὐχένι δειρήν
1015θῆκε καρηβαρέων φολίσιν· θάμβησε δ' ἰδοῦσα
αἰνόποτμος Μήδεια· καὶ Αἴσονος ἀγλαὸν υἷα
ἧκ' ἐπιθαρσύνουσα θοῶς πρέμνοιο λαβέσθαι
κῶας χρυσεόμαλλον· ὁ δ' οὐκ ἀπίθησεν ἀκούσας·
αὐτὰρ ἀειράμενος δέρας ἄπλετον ἷκτ' ἐπὶ νῆα.
1020- Ἥρωες Μινύαι μέγ' ἐγήθεον, ἂν δ' ἄρα χεῖρας
ἀθανάτοις ἤειραν, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
Ὣς οἳ μὲν περὶ κῶας ὀπώπεον· αἶψα δ' Αἰήτης
ἀμφιπόλων ἤκουσεν ἀποιχομένην Μήδειαν.
Ὦκα δ' ἄρ' Ἀψύρτῳ ἐπετέλλετο λαὸν ἀγεῖραι
1025μαστεύειν δ' ἄρα παῖδα κασιγνήτην καὶ ὅπατρον·
ἀλλά οἱ ὠκὺς ἔπειγε παρὰ προχοὰς ποταμοῖο
εἰς λόχον ἡρώων, ἔκιχεν δ' ἄρα παρθένον αἰνήν.
Νὺξ δὲ τότ' ἀστροχίτων μέσσην παράμειβε πορείαν,
Ἐκ δ' ἐτελεῖτο δόλος στυγερὸς καὶ κῆρες ἀϊδναί
1030Μηδείης ὑπ' ἔρωτος, ἐρικλυτοῦ Ἀψύρτοιο,
ὅν ῥα κατακτείναντες, ἐπὶ προχοὰς μεθέηκαν
ὀρνυμένου ποταμοῖο· φέρεν δ' ὅγε πνεύματι κραιπνῷ·
θεινόμενος δὲ δίναις εἰς κῦμ' ἁλὸς ἀτρυγέτοιο,
κέλσεν ὑπὲρ νήσων, Ἀψυρτίδας ἃς καλέουσιν,
1035ἀλλά οἱ οὔτι λάθον Δι' ἐπόψιον οὐδὲ θέμιστας.
Αὐτὰρ ἐπεὶ νηὸς μὲν ἔσω κίον, ἐκ δ' ἑκάτερθεν
ὄχθης πείσματ' ἔκοψαν, ὑπ' εἰρεσίῃς δὲ θοῇσι
πλεῖον ἐπειγόμενοι ποταμοῦ τάμον οὔτι κατευθύ
πόντον ἐπ' ἰχθυόεντα διὰ στόμα Φάσιδος εὐρύ
1040ἰέμεθ' ἀμπλακίῃ δ' ἐφορεύμεθα πολλὸν ὀπίσσω
αἰὲν ἀναπλείοντες· ἐλείπετο δ' ἄστεα Κόλχων
ἀφραδέσιν Μινύαις, σκοτερὴ δέ τε ἄμφεχεν ὄρφνη.
- Αὐτὰρ ἐπειγόμενοι θέομεν ῥόον ἀφραδίῃσι,
μεσσάτιοι πεδίοιο· βροτοὶ δέ μιν ἀμφινέμονται
1045Γυμνοὶ Βουονόμαι τε καὶ Ἄρκυες ἀγροιῶται,
Κερκετικῶν τ' ἀνδρῶν φῦλον, Σινδῶν τ' ἀγερώχων·
οἳ κείσαντο μεσηγὺ Χαρανδαίων τ' αὐλώνων,
Καυκάσιον παρὰ πρῶνα, διὰ στεινῆς Ἐρυθείας.
Ἀλλ' ὅτ' ἀπ' ἀντολίης ἐφάνη τερψίμβροτος ἠώς,
1050ποιανθεῖ νήσῳ προσεκέλσαμεν· ἔνθα δὲ δισσοί
χεύμασιν ἀπλώτοισι περισχίζουσι ῥέεθρα
Φᾶσις τ' εὐρυμενὴς ἀκαλαρρείτης τε Σαράγγης·
τόν ῥα πλημμύρουσα διὰ χθονὸς εἰς ἅλα πέμπει
Μαιῶτις καναχηδὸν, ἑλειονόμου διὰ ποίης.
1055Καὶ τόθ' ὑπ' εἰρεσίῃ πλέομεν διὰ νύκτα καὶ ἦμαρ·
δισσαῖς δ' ἐν τριμόροισι Βοὸς πόρον ἐξικόμεσθα
λίμνης ὄντα μεσηγὺ, βοοκλόπος οὗποτε Τιτάν
ταύρῳ ἐφεζόμενος βριαρῷ πόρον ἔσχισε λίμνης.
Καί ῥα πανημερίῃσι πονεύμενοι εἰρεσίῃσι,
1060Μαιώτας πρώτους ἀφικάνομεν ἁβροχίτωνας·
ἠδὲ Γελωνὸν ἔθνος, Βαθυχαίτων τ' ἄπλετα φῦλα,
Σαυρομάτας τε, Γέτας καὶ Γυμναίους Κέκρυφάς τε
ἀρσωπάς τ' Ἀρίμασπας, ἔθνη πολυπήμονα λαῶν
ὧν περιναιετάει ἐν γῇ Μαιώτιδα λίμνην.
1065- Αὐτὰρ ἐπεὶ μὲν τοῖσι δύην ἀμέγαρτον ἔθηκαν
ἀθάνατοι, πύματον δὲ βυθοῦ διαμείψαμεν ὕδωρ,
(ὄχθῃσι χθαμαλῇσιν ἀποβλύει αἰπὺν ὄλεθρον,
ῥοίζῳ ἐλαυνομένη· καναχεῖ δέ τοι ἄσπετος ὕλη
ἀρκτῴοις περάτεσσιν ἐπέρχεται Ὠκεανόνδε)·
1070τῷ ῥα τόθ' ἁρπαχθεῖσα διὰ στόματος κίεν Ἀργώ.
Ἐννέα μὲν νύκτας τε καὶ ἤματα μοχθίζοντες
λείπομεν ἔνθα καὶ ἔνθα βροτῶν ἀγνώσια φῦλα,
Πακτῶν Αρκτείων τε γένος, Λελίων τ' ἀγερώχων,
τοξοφόρους τε Σκύθας, Ἄρεος πιστοὺς θεράποντας·
1075Ταύρους τ' ἀνδροφάγους, οἳ ἀμειδέα θύσθλα φέρουσι
Μουνυχίῃ, βροτέῳ δ' ἐπιδεύεται αἵματι κρητήρ·
ἂν δ' ἄρ' Ὑπερβορέους, Νομάδας καὶ Κάσπιον ἔθνος.
- Αὐτὰρ ἐπεὶ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,
Ῥιπαίους αὐλῶνας ἐκέλσαμεν, ἐκ δ' ἄφαρ Ἄργώ
1080ἆγεν ἐπιπροθέουσα διὰ στεινοῖο ῥεέθρου·
ἔμπεσε δ' Ὠκεανῷ, Κρόνιον δέ ἑ κικλήσκουσι,
πόντον Ὑπερβόρεοι μέροπες, νεκρήν τε θάλασσαν·
Οὐκέτι δὲ προφυγεῖν ἐδοκεῦμεν λυγρὸν ὄλεθρον
εἰ μὴ ἄρ' ὁρμαίνουσαν ὑπὸ κρατερῇφι βίηφι
1085νῆα μολεῖν ἴθυν' ἐπὶ δεξιὸν αἰγιαλοῖο
Ἀγκαῖος, ξεστοῖσι πιθήσας πηδαλίοισιν.
Ἣ δ' ἔθορεν δισσαῖσι βιησαμένη παλάμῃσιν.
Ἀλλ' ὅτε δὴ μογερῇσιν ἐδαμνάμεθ' εἰρεσίῃσι,
χεῖρες δ' οὐκέτ' ἔμιμνον, ἀκηχέμενοι δὲ φίλον κῆρ
1090πήχεας ἀμπλέξαντες, ἐνηρείσαντο μέτωπα,
ἱδρῶ ἀποψύχοντε· κέαρ δ' ἐπετείρετο λιμῷ.
Ἀγκαῖος δ' ἐξᾶλτο, καὶ ἄλλους πάντας ὄτρυνεν
ἥρωας, μαλακοῖσι παραιφάμενος ἐπέεσσιν·
Οἳ δ' ἐπεὶ οὖν τέναγός τε πολυστρέπτοισι κάλωσι
1095βάντες ὑπὲρ τοίχων ἅλαδε σφυρὰ κοῦφα βάλοντο,
ὦκα δ' ἄρ' ἀρτήσαντο πολυστρέπτοισι κάλωσι,
πρύμνης ἐξ ὑπάτης, δολιχὴν μήρινθα βαλόντες
Ἄργος τ' Ἀγκαῖός τε καὶ ἀρχὰς δῶκαν ἑλέσθαι·
ἡρώων τοὶ δ' αἶψα δι' αἰγιαλοῖο θέοντες
1100σῦρον ἐπειγόμενοι· σὺν δ' ἕσπετο ποντοπόρος νηῦς,
τέμνουσ' ὑγρὰ κέλευθα παρὰ ξεστοῖς κροκάλοισιν.
Οὐ γάρ οἱ λιγὺς οὖρος ὑπὸ πνοιῇσιν ὄρινε
βυκτάων ἀνέμων κείνην ἅλα· κωφὰ δὲ πόντος
κεῖθ' οὗπέρ θ' Ἑλίκης καὶ Τηθύος ἔσχατον ὕδωρ.
1105- Αὐτὰρ ἐπεὶ ἕκτη φαεσίμβροτος ἤλυθεν ἠώς,
ἔθνος ἐς ἀφνειὸν καὶ πλούσιον ἐξικόμεσθα
Μακροβίων, οἳ δὴ πολέας ζώουσ' ἐνιαυτούς,
δώδεκα χιλιάδας μηνῶν ἑκατονταετήρων
πληθούσης μήνης χαλεπῶν ἔκτοσθεν ἁπάντων·
1110αὐτὰρ ἐπεὶ μηνὸς τὸ πεπρωμένον ἐξανύσωσιν,
ὕπνῳ ὑπὸ γλυκερῷ θανάτου μάρπτουσι τελευτήν·
Οὐ δ' ἄρα τοῖσι μέλει βίοτος καὶ ἔργ' ἀνθρώπων,
ποίαις δ' ἐν μεσάταις μελιηδέα φορβὰ νέμονται
ἕρσῃ ὑπ' ἀμβροσίῃ θεῖον ποτὸν ἐξαρύοντες,
1115πάντες ὁμῶς στίλβοντες ὁμηλικίην ἐρατεινήν·
Μειλιχίη δέ τοι αἰὲν ἐπ' ὀφρύσι νεῦσε γαλήνη
παίδεσιν ἠδὲ τοκεῦσιν, ἐπὶ φρεσὶν ἠδὲ νόοιο,
αἴσιμά τε ῥέζειν πεπνυμένα τ' ἐξαγορεύειν.
- Καὶ τοὺς μέν ῥ' ἀθρόους παραμείβομεν, αἰγιαλόνδε
1120ποσσὶν ἐπιστείβοντες· ἔπειτα δὲ Κιμμερίοισι
νῆα θοὴν ἐπάγοντες ἱκάνομεν, οἵ ῥά τε μοῦνοι
αἴγλης ἄμμοροί εἰσι πυριβρόμου ἠελίοιο.
Ἐν μὲν γὰρ Ῥίπαιον ὄρος καὶ Κάλπιος αὐχήν
ἀντολίας εἴργουσιν ἐπικέκλιται δὲ πελώρη
1125ἆσσον ἐπισκιάουσα μεσημβρινὸν ἠέρα Φλέγρη·
δείελον αὖ κρύπτουσι φάος ταναηκέες Ἄλπεις
κείνοισιν μερόπεσσιν, ἀχλὺς δ' ἐπικέκλιται αἰεί,
Ἔνθα δ' ἀφορμηθέντες ἐπειγομένοισι πόδεσσιν
ἵξομεν ἀγκῶνα στυφελὸν καὶ νήνεμον ἀκτήν,
1130ἔνθα περ ἀμβλύζων ποταμὸς δίναισι βαθείαις
θείει χρυσορόας Ἀχέρων κρυεροῦ διὰ χώρου,
ἀργυροειδὲς ὕδος προρέων, λίμνη τε κελαινή
ἀνδέχεται· παταγεῖ δὲ παρ' ὄχθαισιν ποταμοῖο
δένδρεα τηλεθάοντα ποτὶ σχεδὸν οἷσιν καρπός
1135βέβριθε νύκτας τε καὶ ἤματα συννεχὲς αἰεί.
Ἀμφὶ δέ οἱ χθαμαλή τε καὶ εὔβοτος Ἑρμιονεία
τείχεσιν ἠρήρεισται ἐϋκτιμέναις ἐπ' ἀγυιαῖς.
Ἐν δὲ γένη ζώουσι δικαιοτάτων ἀνθρώπων
οἷσιν ἀποφθιμένοισιν ἅλις ναῦς ἴα τέτυκται,
1140καὶ δ' αὖ αἱ ψυχαὶ μετεκίαθον εἰς Ἀχέροντα
πορθμίδος ἐκ γλαφυρῆς· σχεδόθεν δέ οἱ εἰσὶ πόληες
ἄρρηκτοί τ' Ἀίδαο πύλαι καὶ δῆμος ὀνείρων.
Ἀλλ' ὅτε δὴ καὶ τῶνδε πόλιν καὶ ἤθεα λαῶν
σφῇ ἄτῃ βαρὺν οἶτον ἀναπλήσαντες ἔβημεν,
1145δή ῥα τότ' Ἀγκαῖος νηὸς κίεν· αἶψα δὲ πάντας
εἰσβαίνειν ἐκέλευσε κεκμηότας ἄμμιγ' ἑταίρους.
Τοὺς ὅγε καὶ μύθοισι προσηύδα μειλιχίοισι·
- "Τλῆτε φίλοι τὸν μόχθον· ἐπεὶ νύ τοι οὔτι χέρειον
ἔλπομαι ἀνστήσεσθαι· ἐπιφρίσσοντα γὰρ ἤδη
1150ἀκραῆ ζέφυρον καταδέρκομαι· οὐδ' ἀτέκμαρτον
ὕδωρ Ὠκεανοῦ κελαρύζεται ἐν ψαμάθοισιν.
Ἀλλὰ θοῶς ἱστὸν μὲν ἀναστήσασθε μεσόδμῃ
λύσατε δὲ προτόνων ὀθόνας· ἐκ δ' ὅπλα χέοντες
σφίγξατ' ἐπισταμένως, τοίχων ἑκάτερθε βαλόντες."
1155- Ὣς οἳ μὲν τὰ ἕκαστα πονήατο· ἐκ δ' ἄρα κοίλης
νηὸς ἐπιβρομέουσα Τομαριὰς ἔκλαγε φηγός,
ἥν ποθ' ὑπ' Ἀργῴαισι τομαῖς ἡρμόσσατο Παλλάς.
Ὧδε δ' ἔφη (θάμβος δὲ περὶ φρένας ἵκετο πάντας)·
- "Ὤ μοι ἐγὼν, ὄφελόν με διαρραισθεῖσαν ὀλέσθαι
1160Κυανέαις πέτραισιν ἐν ἀξείνῳ τε κλύδωνι·
ἦ καὶ νῦν ἀνάπυστον ἀϊδρείῃ βασιλήων
νώνυμνον φορέεσκον· ἐπεὶ νῦν αἰεὶ Ἐριννύς
αἵματος ἐμφύλοιο δεδουπότος Ἀψύρτοιο
ὑστερόπους ἕπεται· στέργει δὲ τοι ἄτη ἐπ' ἄτην.
1165Νῦν γὰρ δὴ λυγρῆς τε καὶ ἀργεννῆς κακότητος
τίσομαι ἂν νήσοισιν Ἰερνίσιν ἆσσον ἵκωμαι .
Εἰ μὴ γάρ μ' ἱερῇσιν ἐπιγνάμψαντες ἄκρῃσι
κόλπον ἔσω γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης
ἵξεσθ', ἂμ πέλαγος Ἀτλαντικὸν ἐκτὸς ἵκωμαι."
1170- Ὣς εἰποῦσ' αὐδὴν κατερήτυεν· ἐν δ' ἄρα θυμός
παχνώθη Μινύαισι διαμπερὲς, εἴτ' ἄρ' ἔμελλον
σχήσειν λυγρὸν ὄλεθρον, Ἰάσονος εἵνεκα φίλτρων.
Πολλὰ δὲ μερμήριζον ἐνὶ φρεσὶ πευκαλίμῃσιν,
ἤ μιν ἀποφθίσωσι καὶ ἰχθύσι κύρμα βάλωσιν
1175αἰνολέχην Μήδειαν, ἀποστρέψωσι δ' Ἐριννύν,
εἰ μὴ ἄρ' ὀξὺ νόησε περικλυτὸς Αἴσονος υἱός,
καὶ τότε λισσόμενος θυμὸν κατερήτυ' ἑκάστου.
Αὐτὰρ ἐπεί τ' Ἀργοῦς ἐτυμηγόρον ἔκλυον αὐδήν
ἧντο παρὰ σκαλμοῖσι θοῶς, λάζοντο δ' ἐρετμά.
1180Ἀγκαῖος δ' οἴακας ἐπισταμένως ἐτίταινε·
Πὰρ δ' ἄρα νῆσον ἄμειβεν Ἰερνίδα, καί οἱ ὄπισθεν
ἷκτο καταΐγδην δνοφερὴ τρομέουσα θύελλα,
ἐν δ' ὀθόνας κόλπωσε· θέεν δ' ἄφαρ ὑγρὸν ἐπ' οἶδμα
νηῦς· οὐ δή τις ἐσαῦθις ἀναπνεύσεσθαι ὀλέθρου
1185ἤλπετο· δωδεκάτη γὰρ ἐπήϊεν ἠριγένεια.
Οὐδέ τις ἔγνω ᾗσιν ἐνὶ φρεσὶν, οὗ ποτ' ἄρ' ἐσμέν,
εἰ μὴ ἐσχατιαῖς ἀκαλαρρόου Ὠκεανοῖο
Λυγκεὺς εἰσενόησεν (ὁ γὰρ τηλωπὸν ὄπωπε)
νῆσον πευκήεσσαν, ἰδ' εὐρέα δώματ' ἀνάσσης
1190Δήμητρος· περὶ δ' αὖτε μέγα νέφος ἐστεφάνωται.
- Ὧν πέρι μῦθον ἅπαντ' ἔκλυες, Μουσαῖε δαΐφρον,
ὥς ποτε Φερσεφόνην τέρεν' ἄνθεα χερσὶ δρέπουσαν
ἐξάπαφον συνόμαιμοι ἀν' εὐρύ τε καὶ μέγα ἄλσος.
αὐτὰρ ἔπειθ' ὥς μιν Πλωτεὺς, κυανότριχας ἵππους
1195ζευξάμενος, κούρην ἐπεβήσατο δαίμονος αἴσῃ,
ἁρπάξας δ' ἔφερεν διὰ κύματος ἀτρυγέτοιο.
Δὴ τότ' ἐγὼν ἀπόειπον ἐπιπλώοντα νέεσθαι
νήσου ἐπὶ ῥηγμῖνα καὶ αἰγλήεντα τέρεμνα,
ἐνθ' οὔτις σὺν νηῒ πάρα μερόπων ἀνθρώπων.
1200Οὐ γάρ οἵ ἐστὶ λιμὴν νηῶν ὀχὸς ἀμφιελισσῶν,
ἀλλά γε ἠλίβατος πέτρη περὶ πάντα πέφυκεν
ὑψηλή· τά τε καλὰ φύει μενοεικέα δῶρα.
Καὶ τότ' ἄρ' οὐκ ἀπίθησε νεὼς κυανοπρώροιο
ἰθύντωρ Ἀγκαῖος, ἀνέτρεχε δ' αἶψ' ἀνορούων,
1205σκαιὸν ὑπεγκλίνας οἰήϊον· ἐν δ' ἄρ' ἔπειθε
μή τι κατευθὺ περᾶν, ἐπὶ δέξια δ' εἶργε θέουσαν.
- Ἤματι δὲ τριτάτῳ Κίρκης δόμον ἐξικόμεσθα
Λιγκαῖον ποτὶ χέρσον ἁλιστεφέας τε θεράπνας·
καὶ τότ' ἄρ' αἰγιαλοῖσιν ἐκέλσαμεν ἀχνύμενοι κῆρ,
1210πείσματα δ' ἐν πέτρῃσιν ἐδήσαμεν· ἐκ δ' ἄρ' Ἰήσων
νηὸς ἀποπροέηκε μολεῖν ἐρίηρας ἑταίρους,
διζομένος εἴ τίς σφε βροτῶν ἐπ' ἀπείρονα γαῖαν
ναιετάει, γνῷεν δὲ πόλιν καὶ ἤθεα λαῶν.
Τοῖς δ' ἄφαρ ὠμάρτησε καταντίον ἐρχομένοισι
1215κούρη ὁμογνήτη μεγαλόφρονος Αἰήταο,
Ἠελίου θυγάτηρ· Κίρκην δέ ἑ κικλήσκουσι
μήτηρ Ἀστερόπη καὶ τηλεφανὴς Ὑπερίων.
Ἥ ῥα θοῶς ἐπὶ νῆα κατήλυθεν· ἐκ δ' ἄρα πάντες
θάμβεον εἰσορόωντες· ἀπὸ κρατὸς γὰρ ἔθειραι
1220πυρσαῖς ἀκτίνεσσιν ἀλίγκιοι ἠώρηντο·
στίλβε δὲ καλὰ πρόσωπα, φλογὸς δ' ἀπέλαμπεν ἀϋτμή.
Αὐτὰρ ἐπεὶ Μήδειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
(λῖτι καλυπτομένην, ἑανῷ δ' ἀμφέσχε παρειάς
αἰδομένη· χλωρὸν γὰρ ὑπὸ στέρνοις ἀκάχητο).
1225Ἣν τότ' ἐποικτείρουσα προσηύδανε καὶ φάτο Κίρκη·
- "Ὦ δειλὴ, τί νύ τοι τοίην Κύπρις ὤπασε μοῖραν;
Οὐ γάρ τοι λελάθεσθε, ἅπερ ῥέξαντες ἱκνεῖσθε
νῆσον ἐφ' ἡμετέρην πανετώσιον οὕνεκα πατρός
γηραιοῦ κάσιός τε, τὸν ἐκπάγλως· ὀλέσαντες,
1230οὐδὲ γὰρ ὔμμε πάτρῃσιν οἴομαι ἆσσον ἱκέσθαι,
εἰ ἐν ἀναγνίστοισιν ἀλιτροσύναις ἀκέοντες,
μέσφ' ὅταν ἐκνίψησθε μύσος θείοισι καθαρμοῖς
Ὀρφέως ἰδμοσύνῃσι παρὰ κροκάλοισι Μαλείης.
Οὐδὲ γὰρ ἡμετέροιο δόμου θέμις ἐστιν ἱκέσθαι
1235προστροπίους· τοίῳ γε λύθρῳ πεπαλαγμένοι ἐστέ·
Ἀλλά μιν αὐτίκ' ἐγὼ πρόφρων ξυνήϊα πέμψω
σῖτον καὶ μέθυ λαρὸν ἔχειν, σὺν δὲ κρέα πολλά."
- Ὣς εἰποῦσ', ἄψορρος ἀπέπτατο· νηῒ δὲ μέσσῃ
δαιτός τ' ἠδὲ ποτοῖο τετυγμένα τεύχε' ἔκειτο.
1240Ἂν δ' ἄρ' ἐπειγομένοισι θέεν λιγὺς οὖρος ἀήτης·
καὶ τότε λυσάμενοι κείνης ἀπὸ πείσματα νήσου,
κῦμα διαπρήσσοντες ἀνὰ στόμα Ταρτησσοῖο
ἱκόμεθα, στήλαισι δ' ἐκέλσαμεν Ἡρακλεῆος.
Ἄκραις δ' ἀμφ' ἱεραῖσι Διωνύσοιο ἄνακτος
1245μίμνομεν ἑσπέριοι· δαιτὸς γὰρ ἐδεύετο θυμός.
Τῆμος δ' ἀντολίαισιν ἐγείρετο φωσφόρος αἴγλη,
ὄρθριοι εἰρεσίῃς γλαυκὴν ἐχαράξαμεν ἅλμην,
Σαρδῶον δ' ἱκόμεσθα βυθὸν, κόλπους τε Λατίνων,
νήσους τ' Αὐσονίας, Τυρρηνὰς δ' ἱκόμεθ' ἀκτάς·
1250Αὐτὰρ ἐπεὶ Λιλύβαιον ἐπέσχομεν ἠχέτα πορθμὸν,
Τριγλώχινά τε νῆσον ἐπέσχομεν, Ἐγκελάδοιο
Αἰτναίη φλόξ σφιν ἄρ' ἐρήτυεν μεμαῶτας,
δὴ τόθ' ὑπὲρ πρώρης ὀλοὸν περιέζεεν ὕδωρ
νειόθεν, ἐκ μυχάτου δὲ βυθοῦ ῥοίβδησε Χάρυβδις
1255κύματι καχλάζοντι, καὶ ἱστίον ἄκρον ἵκανε.
Νῆα δ' ἄρ' αὐτόθι οἱ κατέχεν ῥόος, οὐδέ μιν εἴα
προπροθέειν, οὐδ' αὐτίκ' ἀναρρώσεσθαι ὀπίσσω,
κοίλῳ ἔπὶ λυγρῷ δὲ περιστροφάδην ἀλάλητο.
Ἦ τάχα καὶ δύσεσθ' Ἀργὼ κατὰ βένθε' ἔμελλεν
1260εἰ μὴ πρεσβίστη θυγάτηρ ἁλίοιο γέροντος
εὐρυβίην Πηλῆα πόσιν λελίητο ἰδέσθαι,
μειλιχίη δ' ἐκδῦτο βυθοῦ καὶ ῥύσσατ' ὀλέθρου
Ἀργῴαν ἄκατον, καὶ ὑπ' ἰλύος ἐξεσάωσε.
- Δὴ τότε οἱ πλώοντες ἐπέσχομεν οὐ μάλα τηλοῦ
1265προβλῆτα σκόπελον· πέτρη δ' ἐφύπερθεν ἀπορρώξ
λισσοῖς χηραμόνεσσιν ἐπιθρώσκουσα βιᾶται
πόντον ἔσω, χαροπὸν δ' ἄρ' ὑποβρέμει ἔνδοθι κῦμα.
Ἔνθα δ' ἐφεζόμεναι λιγυρὴν ὄπα γηρύουσι
κοῦραι, ἀνοστήτους δὲ βροτῶν θέλγουσιν ἀκουᾷ.
1270Δὴ τότε Μινύαισιν ἐφήνδανε πύστις ἀοιδῆς
Σειρήνων· οὐδέ σφι παραπλώσεσθαι ἔμελλον
φθογγὴν οὐλομένην, χειρῶν δέ οἱ ἧκαν ἐρετμά·
Ἀγκαῖος δ' ἴθυνεν ἐπὶ προβλῆτα κολωνόν
εἰ μὴ ἐγὼ φόρμιγγα τιτηνάμενος παλάμῃσι
1275μητρὸς ἐμῆς ἐκέρασσ' εὐτερπέα κόσμον ἀοιδῆς.
- Ἤειδον δὲ λιγὺ κλάζων διὰ θέσκελον ὕμνον,
ὥς ποτέ οἱ δήρισσαν ἀελλοπόδων ὑπὲρ ἵππων·
Ζεὺς ὑψιβρεμέτης καὶ πόντιος Ἐννοσίγαιος·
Αὐτὰρ Κυανοχαῖτα χολωσάμενος Διὶ πατρί
1280τύψεν Λυκτονίην γαίην χρυσῆνι τριαίνῃ
καί ῥ' ἀΐγδην ἐσκέδασεν κατ' ἀπείρονα πόντον,
νήσους εἰναλίας ἔμεναι· τάς ῥ' ἐξονόμηναν
Σαρδώ τ' Εὔβοιάν τ' ἐπὶ δὲ Κύπρον ἠνεμόεσσαν
Δὴ τότε φορμίζοντος, ἀπὸ σκοπέλου νιφόεντος
1285Σειρῆνες θάμβησαν, ἑὴν δ' ἄμπαυσαν ἀοιδήν·
Καί ῥ' ἡ μὲν λωτοὺς, ἡ δ' αὖ χέλυν ἔκβαλε χειρῶν.
Δεινὰ δ' ἀνεστονάχησαν, ἐπεὶ πότμος ἤϊε λυγρός
μοιριδίου θανάτοιο· σφέας δ' ἀπὸ ῥωγάδος ἄκρης
ἐς βυθὸν δίσκευσαν ἁλιρροθίοιο θαλάσσης,
1290πέτραις δ' ἠλλάξαντο δέμας μορφήν θ' ὑπέροπλον.
- Αὐταρ ἐπεὶ καὶ τόνδε πότμον παράμειψε θέουσα
Ἀργὼ, κῦμα δὲ πόντου καὶ κόλπον ἵκανε,
λαιψηροῖς πλήθουσα κατὰ προτόνων ἀνέμοισι,
Κέρκυραν βαθέην ἐξίκετο, τήν σφιν ἔναιον
1295ἴδριες εἰρεσίης καὶ ἁλιπλάγκτοιο πορείης
Φαίηκες· τοῖσιν δ' ἄρ' ἐφημοσύναισι θέμιστας
Ἀλκίνοος κραίνεσκε δικαιότατος βασιλήων.
Πείσματα δ' ἁψάμενοι πορσύνομεν ἱερὰ θέσθαι
Ζηνὶ πανομφαίῳ καὶ ἐπακτίῳ Ἀπόλλωνι.
1300- Ἐν δ' ἄρ' ὑπ' εἰρεσίῃσιν ἐπειγόμενοι φορέοντο
νηυσὶν ἀπειρεσίαις βριαρὸς λόχος Αἰήταο
Κόλχων Ἐρραύνων τε, Χαρανδαίων Σολύμων τε
διζόμενος Μινύας, τόφρ' ἂν Μήδειαν ἄγοιντο
ὄψιν ἐς Αἰήταο πατρὸς, τίσειε δ' ἀμοιβάς
1305σφῇσιν ἀτασθαλίῃσιν ἀδελφειοῦ κταμένοιο.
Ἀλλ' ὅτε δὴ κοίλου λιμένας μυχῷ ἆσσον ἵκοντο,
αἶψα δ' ἄρ' Ἀλκινόοιο δόμον κήρυκες ἔβαινον,
Μηδείης λύτο γοῦνα, δέος δ' ὤχριε παρειάς,
μή οἱ ἑλὼν ἀέκουσαν ἑὸν πέμψειε δόμονδε
1310Φαιήκων βασιλεὺς, ἀνάπυστά τε ἔργα γένηται.
Ἀλλ' οὔ οἱ τάδε μοῖρα τελεσσίνοος κατένευσε,
πρὶν δή τοι Πελίαο δόμοις ἔπι λυγρὸν ὄλεθρον
αὐτῷ τε κρείοντι φέροι κακὸν οἶτον Ἰήσων.
Ἀλλ' ὅτε δὴ βασιλῆος ἀπηνέος ἔκλυεν αὐδήν
1315Ἀρήτη ῥοδόπηχυς, ἰδ' Ἀλκίνοος θεοειδής,
Ἀλκίνοος μέν ῥ' ὦκ' ἐπετέλλετο κηρύκεσσι,
κούρην ἀμφήριστον ἄγειν ἀπὸ νηὸς ἐρυμνῆς,
πατρί θ' ἑῷ †τίσεσθαι δίκην ἀλιτημοσυνάων,
Ἀρήτη δ' ᾤκτειρεν ἀγακλειτὴ βασίλεια,
1320μείλιχα παρφαμένη δὲ τὸν ὃν πόσιν, ὠδ' ἀγόρευεν·
- "Οὐ μὲν δὴ φίλον ἐστὶν ἀπό ῥ' ὤσασθαι ὅμιλον
Λέκτρα τε στορέσαι, λῦσαί τ' ἐκ πυρσὸν ἔρωτος.
Θυμαίνει μάλα γάρ σφι Διωναίη Ἀφροδίτη
ἀνδράσιν ἠδὲ γυναιξὶν, ὅτις τάδε μήσεται ἔργα.
1325Ἀλλ' εἰ μὲν κούρη πέλεται καὶ ἄχραντος ἱκάνει,
οἰχέσθω πατρός τε δόμον καὶ ἐς ἤθεα Κόλχων·
εἰ δέ κε νυμφιδίοις ὀάροις λέκτρῳ τε κλιθεῖσα
παρθενίην ᾔσχυνεν, ἑὸς πόσις ἄμμιν ἀγέσθω."
- Ὣς ἔφατ'· Ἀλκινόῳ δὲ περὶ φρένας ἤλυθε μῦθος·
1330Καί ῥ' οὕτω τάδε πάντα τελευτήσεσθαι ἔμελλεν.
Ἀλλ' οὔ οἱ βουλὴ Μινύας λάθεν· αἶψα γὰρ Ἥρη
δμωῒ δέμας εἰκυῖα, θοῶς φάτο καὶ κατένευσε,
νηὸς ἔπι προθοροῦσα, τά οἱ μήτιον ἄνακτες.
Δὴ τότε Μηδείη θαλάμων πορσύνετο λέκτρον
1335πρύμνῃ ἐπ' ἀκροτάτῃ, περὶ δ' ἐστορέσαντο χαμεύνας,
ἀμφ' αὐτῇ χρύσειον ἐφαπλώσαντες ἄωτον.
Αὐτὰρ ἐπεὶ δοράτεσσιν ἐπαρτήσαντο βοείας,
τεύχεά τε, κρύπτον τε γάμων αἰδέσσιμον ἔργον,
καὶ τότε παρθενίης νοσφίζετο κούριον ἄνθος
1340αἰνόγαμος Μήδεια δυσαινήτοις ὑμεναίοις.
Αὐτὰρ ἐπεὶ βασιλῆος ἀμύμονος ὄψιν ἵκοντο
Κόλχοι καὶ Μινύαι, καὶ ἐμυθήσαντο ἕκαστοι,
ἐκ δ' ἔλαχ' Αἰσονίδης ἄλοχον Μήδειαν ἄγεσθαι
Ἀλκινόου, τοὶ δ' ὦκα λύοντ' ἐκ πείσματα νηός
1345δὴ τόθ' ὑπ' εἰρεσίῃσι θέεν πολυηγόρος Ἀργώ,
Ἀμπρακίου κόλποιο διαπρήσσουσα κέλευθα·
- Ἔνθα τί τοι, Μουσαῖε θεηγενὲς, ἐξαγορεύσω
ὅσσα πάθον Μινύαισιν ὁμοῦ ποτὶ Σύρτιν ἀήταις
ἢ πῶς ἐξεσάωθεν ἁλιπλάγκτοιο πορείης·
1350ὅσσα τ' ἄρ' ἐν Κρήτῃ πάθον ἄλγεα τετληῶτες,
χάλκειον τριγίγαντα δοκεύμενοι ὄφρ' ἱκόμεσθα,
ὅς ῥά οἱ οὐκ εἴα λιμένων ἔντοσθεν ἱκέσθαι.
Ἠδ' ὡς στεινόμενοι βαρυηχέϊ κύματι πόντου
ῥίμφα τε κυανέῃσι βαρυνόμενοι νεφέλῃσιν,
1355ἠλπόμεθα σκοπέλοισι Μελαινείοισιν ἱκέσθαι
νῆα θοήν· Παιὰν δ' ἄρ' ἑκηβόλος ἀγχόθεν αἰέν,
Δήλου ἀπὸ κραναῆς ἧκεν βέλος, ἐκ δ' ἀνέφηνε
Μεσσατίων Σποράδων· Κρανάην δέ ἑ πάντες ὀπίσσω
νῆσον ἐπικλήσκουσι περικτίονες ἄνθρωποι.
1360- Ἀλλ' οὔ οἱ θέμις ἔσκε διαμπερὲς ἐξ ἁλὸς ἔρξαι
Αἰσονίδην· περὶ γάρ ῥα λύτρον φέρεν· ἆλτο δ' ὀπίσσω
Μοῖρ' ὀλοή· κότεεν γὰρ ἐπιφραδέως Ὑπερίων.
Ἀλλ' ὅθ' ὑπ' εἰρεσίῃς Μαλεώτιδας ἱκόμεθ' ἄκρας,
Κίρκης ἐννεσίῃσιν ἀπορρίψεσθαι ἔμελλον
1365ἀρὰς Αἰήτεω καὶ ἠλιτόποινον Ἐριννύν·
δὴ τότ' ἐγὼ Μινύαισιν ἐφ' ἱερὰ λύτρα καθαρμῶν
ῥέξα, καὶ ἐλλισάμην Γαιήοχον Ἐννοσίγαιον
νόστον ἐπειγομένοις δόμεναι γλυκερούς τε τοκῆας.
- Καί ῥ' οἳ μὲν πλώοντες ἐϋκτιμένην ἐπ' Ἰωλκόν
1370θῦνον· ἐγὼ δ' ἱκόμην ἐπὶ Ταίναρον ἠνεμόεντα,
ὄφρα κεν ἔντομα ῥέξω ἀγακλειτοῖς βασιλεῦσιν
οἵ τ' ἄρα νερτερίων βερέθρων κληῗδας ἔχουσιν.
Ἔνθεν δ' ὁρμηθεὶς ἐσύθην χιονώδεα Θρῄκην
Λειβήθρων ἐς χῶρον, ἐμὴν ἐς πατρίδα γαῖαν·
1375ἄντρον δ' εἰσεπέρησα περικλυτὸν, ἔνθα με μήτηρ
γείνατ' ἐνὶ λέκτροις μεγαλήτορος Οἰάγροιο.