58 3 0 0 0 0 VIII-VI sec. a. C. Inno [Homerus] In Dianam Càssola, F., Milano, Fondazione Lorenzo Valla, 1975 0

Hymni Homerici IX - In Dianam I - Εἰς Ἄρτεμιν

Ἄρτεμιν ὕμνει Μοῦσα κασιγνήτην Ἑκάτοιο,

παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,

ἥ θ' ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος

ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει

ἐς Κλάρον ἀμπελόεσσαν, ὅθ' ἀργυρότοξος Ἀπόλλων

ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.

Καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ' ἅμα πᾶσαι ἀοιδῇ·

αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομ' ἀείδειν,

σεῦ δ' ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.