126 6 0 0 0 0 VIII-VI sec. a. C. Inno [Homerus] In Solem Càssola, F., Milano, Fondazione Lorenzo Valla, 1975 0

Hymni Homerici XXXI - In Solem - Εἰς Ἥλιον

Ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα

Καλλιόπη φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις

γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος·

γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων

αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα

Ἠῶ τε ῥοδόπηχυν ἐϋπλόκαμόν τε Σελήνην

Ἠέλιόν τ' ἀκάμαντ' ἐπιείκελον ἀθανάτοισιν,

ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν

ἵπποις ἐμβεβαώς· σμερδνὸν δ' ὅ γε δέρκεται ὄσσοις

χρυσῆς ἐκ κόρυθος, λαμπραὶ δ' ἀκτῖνες ἀπ' αὐτοῦ

αἰγλῆεν στίλβουσι, παρὰ κροτάφων τε παρειαὶ

λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον

τηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος

λεπτουργὲς πνοιῇ ἀνέμων, ὑπὸ δ' ἄρσενες ἵπποι

ἔνθ' ἄρ' ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους

θεσπέσιος πέμπῃσι δι' οὐρανοῦ ὠκεανὸν δέ.

Χαῖρε ἄναξ, πρόφρων δὲ βίον θυμήρε' ὄπαζε·

ἐκ σέο δ' ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν

ἡμιθέων ὧν ἔργα θεοὶ θνητοῖσιν ἔδειξαν.