1564 111 7 4 88 0 IV-III a. C. Epillio Callimachus Hecala Pfeiffer, R., Oxford, Clarendon Press, 1949. 1

CALLIMACHUS - Hecala - ΕΚΑΛΗ

fr. 230

Ἀκταίη τις ἔναιεν Ἐρεχθέος ἔν ποτε γουνῷ

fr. 231

τίον δέ ἑ πάντες ὁδῖται

ἦρα φιλοξενίης· ἔχε γὰρ τέγος ἀκλήιστον

fr. 232

            ἡ δ' ἐκόησεν,

τοὔνεκεν Αἰγέος ἔσκεν

fr. 233

ἴσχε τέκος, μὴ πῖθι

fr. 234

παρὲκ νόον εἰλήλουθας

fr. 235

ἐν γάρ μιν Τροιζῆνι κολουραίῃ ὑπὸ πέτρῃ

θῆκε σὺν ἁρπίδεσσιν

fr. 236

εὖτ' ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσσασθαι

ἄρκιος ᾖ χείρεσσιν, ἑλὼν Αἰδήψιον ἆορ

‹      καὶ τὰ› πέδιλα, τὰ μὴ πύσε νήχυτος εὐρώς

fr. 238

.    .    .    .    .    .    .    .

    ].....μεν..φ...[

  ]κέλευε δὲ μή̣π̣οτ' ἐλέγξα[ι

  ]νε.η δ' ὑπὸ πάντας ἀέθλου̣[ς

  ] σόον δέ κεν α[ὖ]θι δέχοιο

   5   ]δ̣...̣..εχ̣..ά...[

  ].αρὴν κεκύθεσθε κ.[

    ]...[.]̣..ν̣ε̣.[

  ]ε δ' ἦν τόδε χειραεσα̣[

  ]τ̣ας ἀκὴν ἔχε· τῇ δε.[

  10  ]ν̣.ο̣υ̣ αἰσυμνῆτισ[

ἥ τ' ἄκρησθ†ἵνα Γλαυκώπιον ἵζε̣ι

   ]ε̣ν ἀεὶ περὶ πότνια γα[

   ]ς ὅθι πτολέμοιό μ' ἐπ.[

     ].[    ][

.    .    .    .    .    .    .    .

  15ὄφρα μὲν οὖν ἔνδιος ἔην ἔτι, θέρμετο δὲ χθών,

τόφρα δ' ἔην ὑάλοιο φαάντερος οὐρανὸς ἦνοψ

οὐδέ ποθι κνηκὶς ὑπεφαίνετο, πέπτατο δ' αἰθήρ

ἀν̣[ν]έφελος· σ̣[

μητέρι δ' ὁππ[ότε

  20δειελὸν αἰτίζουσιν, ἄγουσι δὲ χεῖρας ἀπ' ἔργου,

τῆμος ἄρ' ἐξ.[.]...[

πρῶτον ὑπὲρ Πά[ρνηθος,] ἐπιπρὸ δὲ μᾶσσον ἐπ' ἄκρου

Αἰγαλέως θυμόεντος, ἄγων μέγαν ὑετόν, ἔστη·

τῷ δ̣' ἐπ̣[ὶ] διπλόον.[

  25τρηχέος Ὑμητ̣τ̣[οῖο

ἀστεροπα[ὶ] σελάγι[ζον

ο̣ἷ̣[ο]ν ὅτε̣ κλονέ.[

Αὐσ̣ό̣ν[ι]ον κα̣τὰ̣ π̣[όντον

ἡ δ' ἀπὸ Μηρισ̣οῖο θοὴ βορέαο κατᾶιξ

  30εἰσέπεσεν ν̣εφέλ̣[ῃσιν

...[..]ν ὅθ[

]ερ.[

.    .    .    .    .    .    .    .

fr. 238a

.    .    .

]..[ ].....[

]μεν ἐνισ̣π̣[

].[

.    .    .

fr. 238b

                .     .     .

               ].[

               ]ί̣ω.[  ]β̣υ̣[

                ]κ̣[.].[..].π̣ε̣θ̣.[

               .     .     .

fr. 238c

.    .    .

].σ̣ον̣...[

]δεν.[

.    .    .

fr. 238d

               .     .     .

               ]γ̣ε̣ν̣οιτο[

                ]μοιαη[

               .     .     .

fr. 239

    διερὴν δ' ἀπεσείσατο λαίφην

fr. 240

τὸν μὲν ἐπ' ἀσκάντην κάθισεν

fr. 241

αὐτόθεν ἐξ εὐνῆς ὀλίγον ῥάκος αἰθύξασα

fr. 242

     παλαίθετα κᾶλα καθῄρει

fr. 243

δανὰ ξύλα...κεάσαι...

fr. 244

αἶψα δὲ κυμαίνουσαν ἀπαίνυτο χυτρίδα κοίλην

fr. 245

φράσον δέ μοι, εἰς ὅ τι τεῦχος

χεύωμαι ποσὶ χύτλα καὶ ὁππόθεν

fr. 246

ἐκ δ' ἔχεεν κελέβην, μετὰ δ' αὖ κερὰς ἠφύσατ' ἄλλο

fr. 247

τινθαλέοισι κατικμήναιντο λοετροῖς

fr. 248

γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκήν

εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα

fr. 251

ἐκ δ' ἄρτους σιπύηθεν ἅλις κατέθηκεν ἑλοῦσα

οἵους βωνίτῃσιν ἐνικρύπτουσι γυναῖκες

fr. 253

ἐ]ς Μαραθῶνα κατέρχομαι ὄ̣φ̣ρ̣α̣ κ[.]π̣α̣ρ̣..

Παλλὰς] δὲ καθηγήτειρα κελεύθου.

τὼς ἄρ' ἐμεῦ μεμάθ]ηκας ἅ μ' εἴρεο· καὶ σύ [γε] μαῖα

λέξον, ἐπεὶ καὶ ἐμο]ί τι ποθὴ σέο τυτθὸν ἀκοῦσαι

 ]γ̣ρ̣ηῢσ̣ ἐ̣[ρη]μ̣αίῃ ἔνι ναίεις

              ].ι γενέθλη.

*    .    .    .    .    .    .    .

....ο̣μ̣ε̣ν̣η̣ν̣...........[

τὸν δ' ἀπ' Ἀφιδνάων ἵπποι φ[έρον ἢ βασιλεῦσιν

εἴκελον̣, ο̣ἵ τ' εἶεν Διὸς υἱέε̣[ς, ἢ θεῷ αὐτῷ.

  10μέμνημαι καλὴν μὲν α̣[

ἄλλικα χρυσείῃσιν̣ ἐεργομένην ἐνετῇσιν,

ἔργον ἀραχ̣νά̣ω̣ν...]̣..[

.    .    .    .    .    .    .    .

fr. 254

οὐ γάρ μοι πενίη πατρώιος, οὐδ' ἀπὸ πάππων

εἰμὶ λιπερνῆτις· βάλε μοι, βάλε τὸ τρίτον εἴη

fr. 255

δινομένην πέρι βουσὶν ἐμὴν ἐφύλασσον ἅλωα

fr. 256

λέξομαι ἐν μυχάτῳ· κλισίη δέ μοί ἐστιν ἑτοίμη

fr. 257

ὡς ἔμαθεν κἀκεῖνον ἀνιστάμενον

fr. 258

θηρὸς ἐρωήσας ὀλοὸν κέρας

fr. 259

ὁ μὲν εἷλκεν, ὁ δ' εἵπετο νωθρὸς ὁδίτης

fr. 260

......ἑτέρην περίαπτε καὶ εἰν ἄορ ἧκεν[

ὡ̣ς ἴδον, ὡ̣[ς] ἅμα πάντες ὑπ[έ]τ̣ρ̣εσ[α]ν ἠδ[ὲ φόβη]θεν

ἄνδρα μέγαν καὶ θῆρα πελώριον ἄντ[α ἰ]δέσθαι,

μέσφ' ὅτε δὴ Θησεύς φιν ἀπόπροθι μακρὸν ἄϋσε·

   5'μίμνετε θαρσήεντες, ἐμῷ δέ τις Αἰγέϊ πατρί

νεύμενος ὅς τ' ὤκιστος ἐς ἄστυρον ἀγγελιώτης

ὧδ' ἐνέποι ‑ πολέων κεν ἀναψύξειε μεριμνέων ‑ ·

Θησεὺς οὐχ ἑκὰς οὗτος, ἀπ' εὐύδρου Μαραθῶνος

ζ]ῳὸν ἄγων τὸν ταῦρον.' ὁ μὲν φάτο, τοὶ δ' ἀίοντες

  10π]άντες [ἱ]ὴ παιῆον ἀνέκλαγον, αὖθι δὲ μίμνον.

οὐχὶ νότος τόσσην γε χύσιν κατεχεύατο φύλλων,

οὐ βορέης οὐδ' αὐτὸς ὅτ' ἔπλετο φυλλοχόος μείς,

ὅ]σσα τότ' [ἀ]γ[ρ]ῶσται περί [τ'] ἀμφί [τ]ε Θησέϊ βάλλον,

οἵ μιν ἐκυκλώσαν]το περισταδόν, αἱ δὲ γυναῖκες

  15στόρνῃσιν ἀνέστεφον

*.........................

καί ῥ' ὅτ' ἐ̣π̣ο̣φ̣[..]........ἐ̣φ̣' ὃν ἄν τιν' ἕκαστοι

Οὐρανίδαι.ἐπάγοιεν ἐμῷ πτ[ε]ρῷ, ἀλλά ἑ Παλλάς

τ̣ῆς μὲν ἔσ̣ω δηναιω̣ν̣α̣φ̣η̣ δρ[ό]σον Ἡφαίστοιο

  20μ̣ε̣.φ̣.οτε Κεκροπιδ.....ε̣π̣.........λ.αν

λάθριον ἄρρητον, γενεῇ δ' ὅθεν οὔτε νιν ἔγνων

οὔτ' ἐδάην, φήμη δὲ κατ' ὠγυγίους εφαν[.]υται

οἰωνούς, ὡς δῆθεν ὑφ' Ἡφαίστῳ τέκεν αἶα.

τουτάκι δ' ἡ μὲν ἑῆς ἔρυμα χθονὸς ὄφρα βάλοιτο,

  25τήν ῥα νέον ψήφῳ τε Διὸς δυ[ο]καίδεκά τ' ἄλλων

ἀθανάτων ὄφιός τε κατέλλαβε μαρτυρίῃσιν,

Πελλήνην ἐφίκανεν Ἀχαιίδα· τόφρα δὲ κοῦραι

αἱ φυλακοὶ κακὸν ἔργον [ἐ]πεφράσσαντο τελέσσαι,

κίστησ..............δεσμά τ' ἀνεῖσαι.

  30*........................

.........................

.........................

.........................

............................Ἀθήνη̣ς

  35........μοῦναι δὲ παραπτυ...... κορῶναι

δαίμοσιν· οὐ γὰρ ἔγωγε τεόν ποτε πότνια θυ[μ]όν

........ὅσα πολλὰ παραίσια μήποτ' ἐλαφροί

..σομεν οἰωνοί, τότε δ' ὤφελον...........

οὕτως ἡμετέρην μὲν ἀπέπτυσεν, οὐδὲ γενέθλην

  40.........................ἀλλὰ πέσοιο

μηδέ ποτ' ἐκ θυμοῖο βαρὺς χόλος αἰὲν Ἀθήνης·

αὐτὰρ ἐγὼ τυτθὸς παρέ[ην γ]όνος· [ὀ]γδ[ο]άτ[η] γάρ

ἤδη μοι γενεὴ πέλ[εται], δεκάτη δὲ τοκεῦσι

*    .    .    .    .    .    .    .

].ελει[

  45]νον π̣[

καὶ κρῖμνον κ̣υ̣κεῶνο̣ς ἀποστάξαντος ἔραζε·

].ο̣υ̣τις ἐπέσσεται[

]ν̣[.] κακάγγελον· εἴθε γὰρ [εἴης

κεῖνον ἔτι] ζώο̣υ̣σα κατὰ χρόνον, ὄφρα τ[όδ' εἰδ]ῇς

  50ὡς] Θριαὶ τὴν γρηῢν ἐπιπνείουσι κορώνην

]ου γὰρ[..].πάντ' ἤματα, ναὶ μὰ τὸ ῥικνόν

σῦφαρ ἐμόν, ναὶ τοῦτο τὸ δένδρεον αὗον ἐόν περ

].α̣όν τε κ[α]ὶ ἄξονα καυάξαντες

].έων εἴσω πόδα πάντες ἔχουσι·

  55δεί]ελος ἀλλ' ἢ νὺξ ἢ ἔνδιος ἢ ἔσετ' ἠώς,

εὖτε κόραξ, ὃ̣σ̣ νῦν γε καὶ ἂν κύκνοισιν ἐρίζοι

καὶ γάλακι χροιὴν καὶ κύματος ἄκρῳ ἀώτῳ,

κυάνεον φὴ πίσσαν ἐπὶ πτερὸν οὐλοὸν ἕξει,

ἀγγελίης ἐπίχει̣ρα, τά οἵ ποτε Φοῖβος ὀπάσσει,

  60ὁππότε κ̣εν Φλεγύαο Κορωνίδος ἀμφὶ θυγατρός

Ἴσχυϊ πληξίππῳ σπομένης μιερόν τι πύθηται.'

τὴν μὲν ἄρ' ὣς φαμένην ὕπνος λάβε, τὴν δ' ἀίουσαν.

καδδραθέτην δ' οὐ πολλὸν ἐπὶ χρό[νον], αἶψα γὰρ ἦλθεν

στιβήεις ἄγχαυρος, ὅτ' οὐκέτι χεῖρες ἔπαγροι

  65φιλητέων· ἤδη γὰρ ἑωθινὰ λύχνα φαείνει·

ἀείδει καί πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον·

ἔγρει καί τιν' ἔχοντα παρὰ πλόον οἰκίον ἄξων

τετριγὼς ὑπ' ἄμαξαν, ἀνιάζουσι δὲ πυκνοι.

δ̣μ̣ῶοι χαλκῆες κωφώμενοι ἔνδ̣ο̣ν̣ ἀκουήν

  70.    .    .    .    .    .    .    .

fr. 261

ἡ μὲν ἀερτάζουσα μέγα τρύφος ὑψίζωνος

ἄστυρον εἰσανέβαινεν, ἐγὼ δ' ἤντησα Λυκείου

καλὸν ἀεὶ λιπόωντα κατὰ δρόμον Ἀπόλλωνος

fr. 262

  τίνος ἠρίον ἵστατε τοῦτο;

fr. 263

    ἴθι, πρηεῖα γυναικῶν,

τὴν ὁδόν, ἣν ἀνίαι θυμαλγέες οὐ περόωσι.

πολλάκι σεῖό ‹γε›, μαῖα, φιλοξείνοιο καλιῆς

μνησόμεθα· ξυνὸν γὰρ ἐπαύλιον ἔσκεν ἅπασιν

fr. 265

        ὅθεν ἠληλούθειν

fr. 266

    πολυπτῶκές τε Μελαιναί

fr. 267

γίνεό μοι τέκταινα βίου δαμάτειρά τε λιμοῦ

fr. 268

ἔστιν ὕδος καὶ γαῖα καὶ ὀπτήτειρα κάμινος

fr. 269

     ὁππότε λύχνου

δαιομένου πυρόεντες ἄδην ἐγένοντο μύκητες

fr. 270

γέντο δ' ἀλυκρά

fr. 271

σὺν δ' ἡμῖν ὁ πελαργὸς ἀμορβεύεσκεν ἀλοίτης

fr. 272

ἄνδρες ἐλαιοὶ†Δεκελειόθεν ἀμπρεύοντες

fr. 273

            Ἀπόλλωνος ἀπαυγή

fr. 274

ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχε λεπτὸς ἴουλος

ἄνθει ἑλιχρύσῳ ἐναλίγκιος

fr. 275

πάσχομεν ἄστηνοι· τὰ μὲν οἴκοθε πάντα δέδασται

fr. 276

δέκα δ' ἄστριας αἴνυτο λάτρον

fr. 277

        βόες ἧχι γέγειαι

ἄνθεα μήκωνός τε καὶ ἤνοπα πυρὸν ἔδουσι

fr. 278

τοὔνεκα καὶ νέκυες πορθμήιον οὔτι φέρονται

μούνῃ ἐνὶ πτολίων, ὅ τε τέθμιον οἰσέμεν ἄλλους

δανοῖς ἐν στομάτεσσι

fr. 279

αὐτίκα Κενθίππην τε πολύκρημνόν τε Πρόσυμναν

fr. 280

καὶ δόνακι πλήθοντα λιπὼν ῥόον Ἀστερίωνος

fr. 281

  τὺ δ' ἐγκυτὶ τέκνον ἐκέρσω

fr. 282

ὁκκόσον ὀφθαλμοὶ γὰρ ἀπευθέες, ὅσσον ἀκουή

εἰδυλίς

fr. 283

     ἵν' ἔλλερα ἔργα τέλεσκεν

fr. 284

τώ μοι ἀναδραμέτην ἅτε κερκίδες

fr. 285

Δηώ τε Κλυμένου τε πολυξείνοιο δάμαρτα

fr. 286

αὖτις ἀπαιτίζουσαν ἑὴν εὐεργέα λάκτιν

fr. 287

η ἄφαρον φαρόωσι, μέλει δέ φιν ὄμπνιον ἔργον

fr. 288

Σκύλλα γυνὴ κατακᾶσα καὶ οὐ ψύθος οὔνομ' ἔχουσα

πορφυρέην ἤμησε κρέκα

fr. 289

ἀλλὰ σὺ μὲν σιπαλός τε καὶ ὀφθαλμοῖσιν ἔφηλος

fr. 291

ἡνίκα μὲν γὰρ φαίνεται τοῖς ἀνθρώποις ταῦτα†

αὐτοὶ μὲν φιλέουσ', αὐτοὶ δέ τε πεφρίκασιν,

ἑσπέριον φιλέουσιν, ἀτὰρ στυγέουσιν ἑῷον

fr. 292

ἔπρεπέ τοι προέχουσα κάρης εὐρεῖα καλύπτρη,

ποιμενικὸν πίλημα, καὶ ἐν χερὶ χαῖον ἔχουσα

fr. 293

    στάδιον δ' ὑφέεστο χιτῶνα

fr. 294

          ὅς ῥ' ἔφυγεν μέν

Ἀρκαδίην, ἡμῖν δὲ κακὸς παρενάσσατο γείτων

fr. 295

σὺν δ' ἄμυδις φορυτόν τε καὶ ἴπνια λύματ' ἄειρεν

fr. 298

ἐπεὶ θεὸς οὐδὲ γελάσσαι

ἀκλαυτὶ μερόπεσσιν ὀιζυροῖσιν ἔδωκεν

fr. 299

Αἴσηπον ἔχεις, ἑλικώτατον ὕδωρ,

Νηπείης ἥ τ' ἄργος, ἀοίδιμος Ἀδρήστεια,

fr. 300

ἔκ με Κολωνάων τις ὁμέστιον ἤγαγε δήμου

τῶν ἑτέρων

fr. 301

βουσόον ὅν τε μύωπα βοῶν καλέουσιν ἀμορβοί

fr. 302

οἵ νυ καὶ Ἀπόλλωνα παναρκέος Ἠελίοιο

χῶρι διατμήγουσι καὶ εὔποδα Δηωίνην

Ἀρτέμιδος

fr. 303

        κενεὸν πόνον ὀτλήσοντες

fr. 304

ἀμφὶ δέ οἱ κεφαλῇ νέον Αἱμονίηθεν

μεμβλωκὸς πίλημα περίτροχον ἄλκαρ ἔκειτο

ἴδεος ἐνδίοιο

fr. 305

Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς

fr. 309

        ποσσὶ δ' ἀνελθεῖν

ἄγκος ἐς ὑψικάρηνον ἐδίζετο· πᾶσα δ' ἀπορρώξ

πέτρη ἔην ὑπένερθε καὶ ἄμβασις οὔ νύ τις ἦεν

fr. 310

    ἀείπλανα χείλεα γρηός

fr. 311

    ἀήσυρον ‹ˉ› γόνυ κάμψοι

fr. 312

ἄκμηνον δόρποιο

fr. 313

    ἁλυκὸν δέ οἱ ἔκπεσε δάκρυ

fr. 314

    ἀμιθρῆσαι

fr. 315

        ἀπούατος ἄγγελος ἔλθοι

fr. 317

           ἀσταγὲς ὕδωρ

fr. 318

σχέτλιαι ἀνθρώπων ἀφραστύες

fr. 319

ἠέρος ἀχλύσαντος

fr. 320

      βέβυστο δὲ πᾶσα χόλοιο

fr. 321

γαμβρὸς Ἐρεχθῆος

fr. 322

γέντα βοῶν μέλδοντες

fr. 323

            γοεροῖο γόοιο

fr. 324

οἰκίον εὖτε δέμοιμι

fr. 325

      δύην ἀπόθεστον ἀλάλκοι

fr. 326

αἴθ' ὄφελες θανέειν ἢ πανύστατον†ὀρχήσασθαι

fr. 327

αἰθυίης ὑπὸ πτερύγεσσιν ἔλυσαν πείσματα νηός†

fr. 328

      ἧχι κονίστραι

ἄξεινοι λύθρῳ τε καὶ εἴαρι πεπλήθασι

fr. 329

νυκτὶ δ' ὅλῃ βασιλῆας ἐλέγχομεν

fr. 330

πότμον ἐλινύσειεν

fr. 331

    ἐπήλυσιν ὄφρ' ἀλέοιτο

φώριον

fr. 332

ἐπιπρίσῃσιν ὀδόντας

fr. 333

    ἐπικλινές ἐστι τάλαντον

fr. 334

εἰκαίην τῆς οὐδὲν ἀπέβρασε φαῦλον ἀλετρίς

fr. 335

            ἠέρος ὄγμοι

fr. 336

ἑρπετὰ δ' ἰλυοῖσιν ἐνέκρυφεν

fr. 337

τὼ μὲν ἐγὼ θαλέεσσιν ἀνέτρεφον

fr. 338

Θείας ἀμνάμων

fr. 339

  Κλεωναίοιο χάρωνος

fr. 340

ἀφ' ὑμέων†κοκύῃσι καθημένη ἀρχαίῃσι

fr. 341

Κωλιάδος κεραμῆες

fr. 342

        τοῦτο γὰρ αὐτήν

κωμῆται κάλεον περιηγέες

fr. 343

οὐδ' οἷσιν ἐπὶ κτενὸς ἔσκον ἔθειραι

fr. 344

λάτριν ἄγειν παλίνορσον ἀεικέα τῷ κεραμῆι

fr. 345

τοιοῦτον γὰρ ὁ παῖς ὅδε λῆμα φαείνει

fr. 346

γαστέρι μοῦνον ἔχοιμι κακῆς ἀλκτήρια λιμοῦ

fr. 347

   λίποιμι

fr. 348

  τὸ δέ μοι μαλκίστατον ἦμαρ

fr. 350

ἠρνεόμην θανάτοιο πάλαι καλέοντος ἀκοῦσαι

μὴ μετὰ δήν ἵνα καὶ ἐπὶ σοὶ θρηνήσω ἀποθανόντι†

fr. 351

  ναὶ μὰ τόν

fr. 353

  νωσάμενος

fr. 354

  μέμβλετό μοι

fr. 355

            γέντο  δ' ἐρείκης

σκηπάνιον ‹         › ὃ δὴ πέλε γήραος ὀκχή

fr. 356

                ὀκχήσασθαι

fr. 357

                ὄμπνιον ὕδωρ

fr. 358

             εἰ δὲ Δίκη σε

πὰρ πόδα μὴ τιμωρὸς ἐτείσατο, δὶς τόσον αὖτις

ἔσσεται, ἐν πλεόνεσσι παλίντροπος,

fr. 359

εἷλε δὲ πασσαγίην, τόδε δ' ἔννεπεν

fr. 360

οἷος ἐκεῖνος ἀεὶ περιδέξιος ἥρως

fr. 361

    ἔτι πλοκάμοιο περίθριξ

fr. 362

          περιπηχύναντες

fr. 363

    καὶ ἀγλαὰ πίσεα γαίης

βόσκεο

fr. 364

πολύθρονον

fr. 365

ποιηφάγον

fr. 366

       ῥυδὸν ἀφνύνονται

fr. 367

τόδ' ἔχω σέβας

fr. 368

τοῦ μὲν ἐγὼ ζώοντος ἀναιδέσιν ἐμπήξαιμι

σκώλους ὀφθαλμοῖσι καί, εἰ θέμις, ὠμὰ πασαίμην

fr. 369

  τέρπνιστον

fr. 371

Αἴθρην τὴν εὔτεκνον ἐπ' ἀγρομένῃς ὑδέοιμι

fr. 372

  ὑδέουσιν

fr. 373

  ὑληωροί

fr. 374

ἡ δὲ πελιδνωθεῖσα καὶ ὄμμασι λοξὸν ὑποδράξ

ὀσσομένη

fr. 375

            θῆκε δὲ λᾶαν

σκληρὸν ὑπόκρηνον

fr. 376

              ὅς τε φόβῃσι

ξανθοτάταις ἐκόμα

fr. 377

  ψισθεῖεν