117 6 0 0 0 0 VIII-VI sec. a. C. Inno Homerus In Dioscuros Càssola, F., Milano, Fondazione Lorenzo Valla, 1975 0

Hymni Homerici XXXIII - In Dioscuros II - Εἰς Διοσκούρους

Ἀμφὶ Διὸς κούρους ἑλικώπιδες ἔσπετε Μοῦσαι

Τυνδαρίδας Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,

Κάστορά θ' ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,

τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο

μιχθεῖσ' ἐν φιλότητι κελαινεφέϊ Κρονίωνι

σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων

ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι

χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἱ δ' ἀπὸ νηῶν

εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο

ἄρνεσσιν λευκοῖσιν ἐπ' ἀκρωτήρια βάντες

πρύμνης· τὴν δ' ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης

θῆκαν ὑποβρυχίην, οἱ δ' ἐξαπίνης ἐφάνησαν

ξουθῇσι πτερύγεσσι δι' αἰθέρος ἀΐξαντες,

αὐτίκα δ' ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,

κύματα δ' ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι,

ναύταις σήματα καλὰ πόνου σφίσιν· οἱ δὲ ἰδόντες

γήθησαν, παύσαντο δ' ὀϊζυροῖο πόνοιο.

Χαίρετε Τυνδαρίδαι ταχέων ἐπιβήτορες ἵππων·

αὐτὰρ ἐγὼν ὑμέων καὶ ἄλλης μνήσομ' ἀοιδῆς.