4030 298 12 0 0 0 VIII-VI sec. a. C. Inno [Homerus] In Mercurium Càssola, F., Milano, Fondazione Lorenzo Valla, 1975 10

Hymni Homerici IV - In Mercurium I - Εἰς Ἑρμῆν

Ἑρμῆν ὕμνει Μοῦσα Διὸς καὶ Μαιάδος υἱόν,

Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,

ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα

νύμφη ἐϋπλόκαμος Διὸς ἐν φιλότητι μιγεῖσα

αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθ' ὅμιλον

ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων

νύμφῃ ἐϋπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,

ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,

λήθων ἀθανάτους τε θεοὺς θνητούς τ' ἀνθρώπους.

ἀλλ' ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,

τῇ δ' ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,

εἴς τε φόως ἄγαγεν, ἀρίσημά τε ἔργα τέτυκτο·

καὶ τότ' ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,

ληϊστῆρ', ἐλατῆρα βοῶν, ἡγήτορ' ὀνείρων,

νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχ' ἔμελλεν

ἀμφανέειν κλυτὰ ἔργα μετ' ἀθανάτοισι θεοῖσιν.

ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,

ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος,

τετράδι τῇ προτέρῃ τῇ μιν τέκε πότνια Μαῖα.

ὃς καὶ ἐπεὶ δὴ μητρὸς ἀπ' ἀθανάτων θόρε γυίων

οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,

ἀλλ' ὅ γ' ἀναΐξας ζήτει βόας Ἀπόλλωνος

οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.

ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον·

Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ' ἀοιδόν,

ἥ ῥά οἱ ἀντεβόλησεν ἐπ' αὐλείῃσι θύρῃσι

βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,

σαῦλα ποσὶν βαίνουσα· Διὸς δ' ἐριούνιος υἱὸς

ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε·

σύμβολον ἤδη μοι μέγ' ὀνήσιμον, οὐκ ὀνοτάζω.

χαῖρε φυὴν ἐρόεσσα χοροιτύπε δαιτὸς ἑταίρη,

ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα

αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;

ἀλλ' οἴσω σ' εἰς δῶμα λαβών· ὄφελός τί μοι ἔσσῃ,

οὐδ' ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις.

οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν·

ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα

ζώουσ'· ἢν δὲ θάνῃς τότε κεν μάλα καλὸν ἀείδοις.

Ὣς ἄρ' ἔφη· καὶ χερσὶν ἅμ' ἀμφοτέρῃσιν ἀείρας

ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.

ἔνθ' ἀναπηλήσας γλυφάνῳ πολιοῖο σιδήρου

αἰῶν' ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.

ὡς δ' ὁπότ' ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ

ἀνέρος ὅν τε θαμιναὶ ἐπιστρωφῶσι μέριμναι,

ἢ ὅτε δινηθῶσιν ἀπ' ὀφθαλμῶν ἀμαρυγαί,

ὣς ἅμ' ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.

πῆξε δ' ἄρ' ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο

πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.

ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι,

καὶ πήχεις ἐνέθηκ', ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,

ἑπτὰ δὲ συμφώνους ὀΐων ἐτανύσσατο χορδάς.

αὐτὰρ ἐπεὶ δὴ τεῦξε φέρων ἐρατεινὸν ἄθυρμα

πλήκτρῳ ἐπειρήτιζε κατὰ μέλος, ἡ δ' ὑπὸ χειρὸς

σμερδαλέον κονάβησε· θεὸς δ' ὑπὸ καλὸν ἄειδεν

ἐξ αὐτοσχεδίης πειρώμενος, ἠΰτε κοῦροι

ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,

ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον

†ὃν πάρος ὠρίζεσκον †ἑταιρείῃ φιλότητι,

ἥν τ' αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων·

ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης,

καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.

καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.

καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ

φόρμιγγα γλαφυρήν· ὁ δ' ἄρα κρειῶν ἐρατίζων

ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο,

ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσὶν οἷά τε φῶτες

φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.

Ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς ὠκεανὸν δὲ

αὐτοῖσίν θ' ἵπποισι καὶ ἅρμασιν, αὐτὰρ ἄρ' Ἑρμῆς

Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,

ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον

βοσκόμεναι λειμῶνας ἀκηρασίους ἐρατεινούς.

τῶν τότε Μαιάδος υἱὸς ἐΰσκοπος Ἀργειφόντης

πεντήκοντ' ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.

πλανοδίας δ' ἤλαυνε διὰ ψαμαθώδεα χῶρον

ἴχνι' ἀποστρέψας· δολίης δ' οὐ λήθετο τέχνης

ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,

τὰς δ' ὄπιθεν πρόσθεν, κατὰ δ' ἔμπαλιν αὐτὸς ἔβαινε.

σάνδαλα δ' αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν

ἄφραστ' ἠδ' ἀνόητα διέπλεκε, θαυματὰ ἔργα,

συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.

τῶν τότε συνδήσας νεοθηλέαν ἀγκάλῳ ὥρην

ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα

αὐτοῖσιν πετάλοισι, τὰ κύδιμος Ἀργειφόντης

ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεείνων,

οἷά τ' ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.

τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν

ἱέμενον πεδίον δὲ δι' Ὀγχηστὸν λεχεποίην·

τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός·

ὦ γέρον ὅς τε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,

ἦ πολυοινήσεις εὖτ' ἂν τάδε πάντα φέρῃσι

καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,

καὶ σιγᾶν, ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.

Τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.

πολλὰ δ' ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς

καὶ πεδί' ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.

ὀρφναίη δ' ἐπίκουρος ἐπαύετο δαιμονίη νὺξ

ἡ πλείων, τάχα δ' ὄρθρος ἐγίγνετο δημιοεργός·

ἡ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη

Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος,

τῆμος ἐπ' Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς

Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.

ἀδμῆτες δ' ἵκανον ἐς αὔλιον ὑψιμέλαθρον

καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.

ἔνθ' ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους

καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας

λωτὸν ἐρεπτομένας ἠδ' ἑρσήεντα κύπειρον,

σὺν δ' ἐφόρει ξύλα πολλά, πυρὸς δ' ἐπεμαίετο τέχνην.

δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἐπέλεψε σιδήρῳ

ἄρμενον ἐν παλάμῃ, ἄμπνυτο δὲ θερμὸς ἀϋτμή·

Ἑρμῆς τοι πρώτιστα πυρήϊα πῦρ τ' ἀνέδωκε.

πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ

οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ

τηλόσε φύζαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.

ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,

τόφρα δ' ὑποβρύχιας ἕλικας βοῦς ἕλκε θύραζε

δοιὰς ἄγχι πυρός, δύναμις δέ οἱ ἔπλετο πολλή·

ἀμφοτέρας δ' ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας·

ἐγκλίνων δ' ἐκύλινδε δι' αἰῶνας τετορήσας,

ἔργῳ δ' ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ·

ὤπτα δ' ἀμφ' ὀβελοῖσι πεπαρμένα δουρατέοισι,

σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα

ἐργμένον ἐν χολάδεσσι, τὰ δ' αὐτοῦ κεῖτ' ἐπὶ χώρης.

ῥινοὺς δ' ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,

ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι

δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον. αὐτὰρ ἔπειτα

Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα

λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας

κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.

ἔνθ' ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς·

ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα

ἡδεῖ'· ἀλλ' οὐδ' ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ

καί τε μάλ' ἱμείροντι περῆν' ἱερῆς κατὰ δειρῆς.

ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,

δημὸν καὶ κρέα πολλά, μετήορα δ' αἶψ' ἀνάειρε,

σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκαν' ἀείρας

οὐλόποδ' οὐλοκάρηνα πυρὸς κατεδάμνατ' ἀϋτμῇ.

αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων

σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην,

ἀνθρακιὴν δ' ἐμάρανε, κόνιν δ' ἀμάθυνε μέλαιναν

παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης.

Κυλλήνης δ' αἶψ' αὖτις ἀφίκετο δῖα κάρηνα

ὄρθριος, οὐδέ τίς οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν

οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,

οὐδὲ κύνες λελάκοντο· Διὸς δ' ἐριούνιος Ἑρμῆς

δοχμωθεὶς μεγάροιο διὰ κλήϊθρον ἔδυνεν

αὔρῃ ὀπωρινῇ ἐναλίγκιος ἠΰτ' ὀμίχλη.

ἰθύσας δ' ἄντρου ἐξίκετο πίονα νηὸν

ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν ὥς περ ἐπ' οὔδει.

ἐσσυμένως δ' ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς·

σπάργανον ἀμφ' ὤμοις εἰλυμένος ἠΰτε τέκνον

νήπιον ἐν παλάμῃσι περ' ἰγνύσι λαῖφος ἀθύρων

κεῖτο, χέλυν ἐρατὴν ἐπ' ἀριστερὰ χειρὸς ἐέργων.

μητέρα δ' οὐκ ἄρ' ἔληθε θεὰν θεός, εἶπέ τε μῦθον·

τίπτε σὺ ποικιλομῆτα πόθεν τόδε νυκτὸς ἐν ὥρῃ

ἔρχῃ ἀναιδείην ἐπιειμένε; νῦν σε μάλ' οἴω

ἢ τάχ' ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα

Λητοΐδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν,

ἢ σὲ φέροντα μεταξὺ κατ' ἄγκεα φηλητεύσειν.

ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν

θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.

Τὴν δ' Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·

μῆτερ ἐμὴ τί με ταῦτα †τιτύσκεαι †ἠΰτε τέκνον

νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,

ταρβαλέον καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;

αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι ἥ τις ἀρίστη

βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι

νῶϊ μετ' ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι

αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθ', ὡς σὺ κελεύεις.

βέλτερον ἤματα πάντα μετ' ἀθανάτοις ὀαρίζειν

πλούσιον ἀφνειὸν πολυλήϊον ἢ κατὰ δῶμα

ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς

κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι ἧς περ Ἀπόλλων.

εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἦ τοι ἔγωγε

πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.

εἰ δέ μ' ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,

ἄλλο τί οἱ καὶ μεῖζον ὀΐομαι ἀντιβολήσειν.

εἶμι γὰρ εἰς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·

ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας

πορθήσω καὶ χρυσόν, ἅλις τ' αἴθωνα σίδηρον

καὶ πολλὴν ἐσθῆτα· σὺ δ' ὄψεαι αἴ κ' ἐθέλῃσθα.

Ὣς οἱ μέν ῥ' ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον

υἱός τ' αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.

ἠὼς δ' ἠριγένεια φόως θνητοῖσι φέρουσα

ὤρνυτ' ἀπ' Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων

Ὀγχηστὸν δ' ἀφίκανε κιὼν πολυήρατον ἄλσος

ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα

κνώδαλον εὗρε νέμοντα παρὲξ ὁδοῦ ἕρκος ἀλωῆς.

τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·

Ὦ γέρον Ὀγχηστοῖο βατοδρόπε ποιήεντος

βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ' ἱκάνω

πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,

ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ' ἄλλων

κυάνεος, χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο

τέσσαρες ἠΰτε φῶτες ὁμόφρονες· οἱ μὲν ἔλειφθεν

οἵ τε κύνες ὅ τε ταῦρος, ὃ δὴ περὶ θαῦμα τέτυκται·

ταὶ δ' ἔβαν ἠελίοιο νέον καταδυομένοιο

ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.

ταῦτά μοι εἰπὲ γεραιὲ παλαιγενὲς εἴ που ὄπωπας

ἀνέρα ταῖσδ' ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.

Τὸν δ' ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·

ὦ φίλος ἀργαλέον μὲν ὅσ' ὀφθαλμοῖσιν ἴδοιτο

πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,

τῶν οἱ μὲν κακὰ πολλὰ μεμαότες, οἱ δὲ μάλ' ἐσθλὰ

φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον.

αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·

παῖδα δ' ἔδοξα φέριστε, σαφὲς δ' οὐκ οἶδα, νοῆσαι,

ὅς τις ὁ παῖς ἅμα βουσὶν ἐϋκραίρῃσιν ὀπήδει

νήπιος, εἶχε δὲ ῥάβδον, ἐπιστροφάδην δ' ἐβάδιζεν,

ἐξοπίσω δ' ἀνέεργε, κάρη δ' ἔχεν ἀντίον αὐτῷ.

Φῆ ῥ' ὁ γέρων· ὁ δὲ θᾶττον ὁδὸν κίε μῦθον ἀκούσας.

οἰωνὸν δ' ἐνόει τανυσίπτερον, αὐτίκα δ' ἔγνω

φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.

ἐσσυμένως δ' ἤϊξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων

ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,

πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους·

ἴχνιά τ' εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·

Ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι·

ἴχνια μὲν τάδε γ' ἐστὶ βοῶν ὀρθοκραιράων,

ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·

βήματα δ' οὔτ' ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς

οὔτε λύκων πολιῶν οὔτ' ἄρκτων οὔτε λεόντων·

οὔτε τι κενταύρου λασιαύχενος ἔλπομαι εἶναι

ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·

αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δ' αἰνότερ' ἔνθεν ὁδοῖο.

Ὣς εἰπὼν ἤϊξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,

Κυλλήνης δ' ἀφίκανεν ὄρος καταείμενον ὕλῃ

πέτρης εἰς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη

ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.

ὀδμὴ δ' ἱμερόεσσα δι' οὔρεος ἠγαθέοιο

κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.

ἔνθα τότε σπεύδων κατεβήσατο λάϊνον οὐδὸν

ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.

Τὸν δ' ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς

χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,

σπάργαν' ἔσω κατέδυνε θυήεντ'· ἠΰτε πολλὴν

πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,

ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνεείλε' ἓ αὐτόν.

ἐν δ' ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε

φή ῥα νεόλλουτος προκαλεύμενος ἥδυμον ὕπνον,

ἐγρήσσων ἐτεόν γε· χέλυν δ' ὑπὸ μασχάλῃ εἶχε.

γνῶ δ' οὐδ' ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς

νύμφην τ' οὐρείην περικαλλέα καὶ φίλον υἱόν,

παῖδ' ὀλίγον δολίῃς εἰλυμένον ἐντροπίῃσι.

παπτήνας δ' ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο

τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῗδα φαεινὴν

νέκταρος ἐμπλείους ἠδ' ἀμβροσίης ἐρατεινῆς·

πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,

πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,

οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν.

ἔνθ' ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο

Λητοΐδης μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·

Ὦ παῖ ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς

θᾶττον· ἐπεὶ τάχα νῶϊ διοισόμεθ' οὐ κατὰ κόσμον.

ῥίψω γάρ σε βαλὼν ἐς Τάρταρον ἠερόεντα,

εἰς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ

ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλ' ὑπὸ γαίῃ

ἐρρήσεις ὀλίγοισι μετ' ἀνδράσιν ἡγεμονεύων.

Τὸν δ' Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·

Λητοΐδη τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας

καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ' ἱκάνεις;

οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα·

οὐκ ἂν μηνύσαιμ', οὐκ ἂν μήνυτρον ἀροίμην·

οὐδὲ βοῶν ἐλατῆρι κραταιῷ φωτὶ ἔοικα,

οὐδ' ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν·

ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρός,

σπάργανά τ' ἀμφ' ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.

μή τις τοῦτο πύθοιτο πόθεν τόδε νεῖκος ἐτύχθη·

καί κεν δὴ μέγα θαῦμα μετ' ἀθανάτοισι γένοιτο

παῖδα νέον γεγαῶτα διὰ προθύροιο περῆσαι

βουσὶ μετ' ἀγραύλοισι· τὸ δ' ἀπρεπέως ἀγορεύεις.

χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δ' ὑπὸ χθών.

εἰ δὲ θέλεις πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι·

μὴ μὲν ἐγὼ μήτ' αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,

μήτε τιν' ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,

αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.

Ὣς ἄρ' ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων

ὀφρύσι ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,

μάκρ' ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων.

τὸν δ' ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων·

Ὦ πέπον ἠπεροπευτὰ δολοφραδὲς ἦ σε μάλ' οἴω

πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας

ἔννυχον οὔ χ' ἕνα μοῦνον ἐπ' οὔδεϊ φῶτα καθίσσαι

σκευάζοντα κατ' οἶκον ἄτερ ψόφου, οἷ' ἀγορεύεις.

πολλοὺς δ' ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας

οὔρεος ἐν βήσσῃς, ὁπόταν κρειῶν ἐρατίζων

ἀντῇς βουκολίοισι καὶ εἰροπόκοις ὀΐεσσιν.

ἀλλ' ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,

ἐκ λίκνου κατάβαινε μελαίνης νυκτὸς ἑταῖρε.

τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετ' ἀθανάτοις γέρας ἕξεις·

ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.

Ὣς ἄρ' ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.

σὺν δ' ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης

οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,

τλήμονα γαστρὸς ἔριθον ἀτάσθαλον ἀγγελιώτην.

ἐσσυμένως δὲ μετ' αὐτὸν ἐπέπταρε, τοῖο δ' Ἀπόλλων

ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.

ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο

Ἑρμῆν κερτομέων, καί μιν πρὸς μῦθον ἔειπε·

Θάρσει σπαργανιῶτα Διὸς καὶ Μαιάδος υἱέ·

εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα

τούτοις οἰωνοῖσι· σὺ δ' αὖθ' ὁδὸν ἡγεμονεύσεις.

Ὣς φάθ'· ὁ δ' αὖτ' ἀνόρουσε θοῶς Κυλλήνιος Ἑρμῆς

σπουδῇ ἰών· ἄμφω δὲ παρ' οὔατα χερσὶν ἐώθει,

σπάργανον ἀμφ' ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·

Πῇ με φέρεις Ἑκάεργε θεῶν ζαμενέστατε πάντων;

ἦ με βοῶν ἕνεχ' ὧδε χολούμενος ὀρσολοπεύεις;

ὦ πόποι εἴθ' ἀπόλοιτο βοῶν γένος· οὐ γὰρ ἐγώ γε

ὑμετέρας ἔκλεψα βόας, οὐδ' ἄλλον ὄπωπα,

αἵ τινές εἰσι βόες· τὸ δὲ δὴ κλέος οἶον ἀκούω.

δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.

Αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρέεινον

Ἑρμῆς τ' οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱὸς

ἀμφὶς θυμὸν ἔχοντες· ὁ μὲν νημερτέα φωνῶν

οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,

αὐτὰρ ὁ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν

ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον·

αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν

ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε

πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.

αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο

ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα·

κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.

συλλαλιὴ δ' ἐχ' Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ

ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον ἠῶ.

ἔστησαν δ' Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων

πρόσθε Διὸς γούνων· ὁ δ' ἀνείρετο φαίδιμον υἱὸν

Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε·

Φοῖβε πόθεν ταύτην μενοεικέα ληΐδ' ἐλαύνεις

παῖδα νέον γεγαῶτα φυὴν κήρυκος ἔχοντα;

σπουδαῖον τόδε χρῆμα θεῶν μεθ' ὁμήγυριν ἦλθε.

Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·

ὦ πάτερ ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνὸν

κερτομέων ὡς οἶος ἐγὼ φιλολήϊός εἰμι.

παῖδά τιν' εὗρον τόνδε διαπρύσιον κεραϊστὴν

Κυλλήνης ἐν ὄρεσσι πολὺν διὰ χῶρον ἀνύσσας

κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα

οὐδ' ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσ' ἐπὶ γαῖαν.

κλέψας δ' ἐκ λειμῶνος ἐμὰς βοῦς ᾤχετ' ἐλαύνων

ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης

εὐθὺ Πύλον δ' ἐλάων· τὰ δ' ἄρ' ἴχνια δοιὰ πέλωρα

οἷά τ' ἀγάσσασθαι καὶ ἀγαυοῦ δαίμονος ἔργα.

τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα

ἀντία βήματ' ἔχουσα κόνις ἀνέφαινε μέλαινα·

αὐτὸς δ' οὗτος †ὅδ' ἐκτὸς †ἀμήχανος, οὔτ' ἄρα ποσσὶν

οὔτ' ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·

ἀλλ' ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα

τοῖα πέλωρ' ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.

ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον,

ῥεῖα μάλ' ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·

αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,

ἄφραστος γένετ' ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ

χῶρον ἀνὰ κρατερόν· τὸν δ' ἐφράσατο βροτὸς ἀνὴρ

εἰς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.

αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε

καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα τὸ δ' ἔνθα,

ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικὼς

ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον, οὐδέ κεν αὐτὸν

αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν

αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.

αὐτὸς δ' αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·

οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα,

οὐδέ κε μηνύσαιμ', οὐδ' ἂν μήνυτρον ἀροίμην.

Ἦ τοι ἄρ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο Φοῖβος Ἀπόλλων·

Ἑρμῆς δ' ἄλλον μῦθον ἐν ἀθανάτοισιν ἔειπε,

δείξατο δ' εἰς Κρονίωνα θεῶν σημάντορα πάντων·

Ζεῦ πάτερ ἦ τοι ἐγώ σοι ἀληθείην ἀγορεύσω·

νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.

ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς

σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο,

οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας.

μηνύειν δ' ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,

πολλὰ δέ μ' ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,

οὕνεχ' ὁ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,

αὐτὰρ ἐγὼ χθιζὸς γενόμην· τὰ δέ τ' οἶδε καὶ αὐτός·

οὔ τι βοῶν ἐλατῆρι κραταιῷ φωτὶ ἐοικώς.

πείθεο, καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,

ὡς οὐκ οἴκαδ' ἔλασσα βόας, ὣς ὄλβιος εἴην,

οὐδ' ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τ' ἀτρεκέως ἀγορεύω.

Ἠέλιον δὲ μάλ' αἰδέομαι καὶ δαίμονας ἄλλους,

καὶ σὲ φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτὸς

ὡς οὐκ αἴτιός εἰμι· μέγαν δ' †ἐπιδαίομαι ὅρκον·

οὐ μὰ τάδ' ἀθανάτων εὐκόσμητα προθύραια.

καί ποτ' ἐγὼ τούτῳ τίσω ποτὶ νηλέα φωρὴν

καὶ κρατερῷ περ ἐόντι· σὺ δ' ὁπλοτέροισιν ἄρηγε.

Ὣς φάτ' ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης,

καὶ τὸ σπάργανον εἶχεν ἐπ' ὠλένῃ οὐδ' ἀπέβαλλε.

Ζεὺς δὲ μέγ' ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα

εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.

ἀμφοτέρους δ' ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας

ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν,

καὶ δεῖξαι τὸν χῶρον ἐπ' ἀβλαβίῃσι νόοιο

ὅππῃ δὴ αὖτ' ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.

νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δ' ἀγλαὸς Ἑρμῆς·

ῥηϊδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.

τὼ δ' ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα

ἐς Πύλον ἠμαθόεντα ἐπ' Ἀλφειοῦ πόρον ἷξον·

ἀγροὺς δ' ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον

ἡχοῦ δὴ τὰ χρήματ' ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.

ἔνθ' Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάϊνον ἄντρον

εἰς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·

Λητοΐδης δ' ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας

πέτρῃ ἐπ' ἠλιβάτῳ, τάχα δ' ἤρετο κύδιμον Ἑρμῆν·

Πῶς ἐδύνω δολομῆτα δύω βόε δειροτομῆσαι,

ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε

θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδὲ τί σε χρὴ

μακρὸν ἀέξεσθαι Κυλλήνιε Μαιάδος υἱέ.

Ὣς ἄρ' ἔφη, καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ

ἄγνου· ταὶ δ' ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο

αὐτόθεν ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι

ῥεῖά τε καὶ πάσῃσιν ἐπ' ἀγραύλοισι βόεσσιν

Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων

θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης

χῶρον ὑποβλήδην ἐσκέψατο πῦρ ἀμαρύσσων

ἐγκρύψαι μεμαώς. Λητοῦς δ' ἐρικυδέος υἱὸν

ῥεῖα μάλ' ἐπρήϋνεν ἑκηβόλον, ὡς ἔθελ' αὐτός,

καὶ κρατερόν περ ἐόντα· λαβὼν δ' ἐπ' ἀριστερὰ χειρὸς

πλήκτρῳ ἐπειρήτιζε κατὰ μέλος· ἡ δ' ὑπὸ χειρὸς

σμερδαλέον κονάβησε, γέλασσε δὲ Φοῖβος Ἀπόλλων

γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθ' ἰωὴ

θεσπεσίης ἐνοπῆς, καί μιν γλυκὺς ἵμερος ᾕρει

θυμῷ ἀκουάζοντα· λύρῃ δ' ἐρατὸν κιθαρίζων

στῆ ῥ' ὅ γε θαρσήσας ἐπ' ἀριστερὰ Μαιάδος υἱὸς

Φοίβου Ἀπόλλωνος, τάχα δὲ λιγέως κιθαρίζων

γηρύετ' ἀμβολάδην, ἐρατὴ δέ οἱ ἕσπετο φωνή,

κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνὴν

ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.

Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ

μητέρα Μουσάων, ἡ γὰρ λάχε Μαιάδος υἱόν·

τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος

ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱὸς

πάντ' ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.

τὸν δ' ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

Βουφόνε μηχανιῶτα πονεύμενε δαιτὸς ἑταῖρε

πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.

ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀΐω.

νῦν δ' ἄγε μοι τόδε εἰπὲ πολύτροπε Μαιάδος υἱὲ

ἦ σοί γ' ἐκ γενετῆς τάδ' ἅμ' ἕσπετο θαυματὰ ἔργα

ἦέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων

δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;

θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,

ἣν οὔ πώ ποτέ φημι δαήμεναι οὔτε τιν' ἀνδρῶν,

οὔτε τιν' ἀθανάτων οἳ Ὀλύμπια δώματ' ἔχουσι,

νόσφι σέθεν φηλῆτα Διὸς καὶ Μαιάδος υἱέ.

τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,

τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν

εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.

καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,

τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς

καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν·

ἀλλ' οὔ πώ τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν

οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται·

θαυμάζω Διὸς υἱὲ τάδ' ὡς ἐρατὸν κιθαρίζεις.

νῦν δ' ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,

ἷζε πέπον καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι.

νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι

σοί τ' αὐτῷ καὶ μητρί· τὸ δ' ἀτρεκέως ἀγορεύσω·

ναὶ μὰ τόδε κρανέϊνον ἀκόντιον ἦ μὲν ἐγώ σε

κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον †ἡγεμονεύσω,

δώσω τ' ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.

Τὸν δ' Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν·

εἰρωτᾷς μ' Ἑκάεργε περιφραδές· αὐτὰρ ἐγώ σοι

τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.

σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι

βουλῇ καὶ μύθοισι, σὺ δὲ φρεσὶ πάντ' εὖ οἶδας.

πρῶτος γὰρ Διὸς υἱὲ μετ' ἀθανάτοισι θαάσσεις

ἠΰς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς

ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα·

καὶ τιμὰς σὲ δέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς

μαντείας θ' Ἑκάεργε Διὸς πάρα, θέσφατα πάντα·

τῶν νῦν αὐτὸς ἐγώ σε, παῖ,  ἀφνειὸν δεδάηκα.

σοὶ δ' αὐτάγρετόν ἐστι δαήμεναι ὅττι μενοινᾷς.

ἀλλ' ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,

μέλπεο καὶ κιθάριζε καὶ ἀγλαΐας ἀλέγυνε

δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι φίλε κῦδος ὄπαζε.

εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην

καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.

εὔκηλος μὲν ἔπειτα φέρειν εἰς δαῖτα θάλειαν

καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον,

εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν

τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ

φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει

ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,

ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν

νῆϊς ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,

μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλίζοι.

σοὶ δ' αὐτάγρετόν ἐστι δαήμεναι ὅττι μενοινᾷς.

καί τοι ἐγὼ δώσω ταύτην Διὸς ἀγλαὲ κοῦρε·

ἡμεῖς δ' αὖτ' ὄρεός τε καὶ ἱπποβότου πεδίοιο

βουσὶ νομοὺς Ἑκάεργε νομεύσομεν ἀγραύλοισιν.

ἔνθεν ἅλις τέξουσι βόες ταύροισι μιγεῖσαι

μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ

κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.

Ὣς εἰπὼν ὤρεξ', ὁ δ' ἐδέξατο Φοῖβος Ἀπόλλων,

Ἑρμῇ δ' ἐγγυάλιξεν ἔχων μάστιγα φαεινήν,

βουκολίας τ' ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς

γηθήσας· κίθαριν δὲ λαβὼν ἐπ' ἀριστερὰ χειρὸς

Λητοῦς ἀγλαὸς υἱὸς ἄναξ ἑκάεργος Ἀπόλλων

πλήκτρῳ ἐπειρήτιζε κατὰ μέλος, ἡ δ' ὑπὸ νέρθεν

σμερδαλέον κονάβησε, θεὸς δ' ὑπὸ καλὸν ἄεισεν.

Ἔνθα βόες μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα

ἐτραπέτην· αὐτοὶ δὲ Διὸς περικαλλέα τέκνα

ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο

τερπόμενοι φόρμιγγι, χάρη δ' ἄρα μητίετα Ζεύς,

ἄμφω δ' ἐς φιλότητα συνήγαγε. καὶ τὰ μὲν Ἑρμῆς

Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,

σήματ' ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν

ἱμερτήν, δεδαὼς ὁ δ' ἐπωλένιον κιθάριζεν·

αὐτὸς δ' αὖθ' ἑτέρης σοφίης ἐκμάσσατο τέχνην·

συρίγγων ἐνοπὴν ποιήσατο τηλόθ' ἀκουστήν.

καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε·

Δείδια Μαιάδος υἱὲ διάκτορε ποικιλομῆτα

μή μοι ἀνακλέψῃς κίθαριν καὶ καμπύλα τόξα·

τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβιμα ἔργα

θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.

ἀλλ' εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,

ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,

πάντ' ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.

Καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε

μή ποτ' ἀποκλέψειν ὅσ' Ἑκηβόλος ἐκτεάτισται,

μηδέ ποτ' ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων

Λητοΐδης κατένευσεν ἐπ' ἀρθμῷ καὶ φιλότητι

μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,

μήτε θεὸν μήτ' ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον

σύμβολον ἀθανάτων ποιήσομαι ἠδ' ἅμα πάντων

πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα

ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον

χρυσείην τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει

πάντας ἐπικραίνουσα θεμοὺς ἐπέων τε καὶ ἔργων

τῶν ἀγαθῶν ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.

μαντείην δὲ φέριστε διοτρεφὲς ἣν ἐρεείνεις

οὔτε σε θέσφατόν ἐστι δαήμεναι οὔτε τιν' ἄλλον

ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε

πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον

μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων

ἄλλον γ' εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.

καὶ σὺ κασίγνητε χρυσόρραπι μή με κέλευε

θέσφατα πιφαύσκειν ὅσα μήδεται εὐρύοπα Ζεύς.

ἀνθρώπων δ' ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,

πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ' ἀνθρώπων.

καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται ὅς τις ἂν ἔλθῃ

φωνῇ τ' ἠδὲ ποτῇσι τεληέντων οἰωνῶν·

οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται οὐδ' ἀπατήσω.

ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι

μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν

ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,

φήμ' ἁλίην ὁδὸν εἶσιν, ἐγὼ δέ κε δῶρα δεχοίμην.

ἄλλο δέ τοι ἐρέω Μαίης ἐρικυδέος υἱὲ

καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον·

σεμναὶ γάρ τινες εἰσὶ κασίγνηται γεγαυῖαι

παρθένοι ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι

τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκὰ

οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο

μαντείης ἀπάνευθε διδάσκαλοι ἣν ἐπὶ βουσὶ

παῖς ἔτ' ἐὼν μελέτησα· πατὴρ δ' ἐμὸς οὐκ ἀλέγιζεν.

ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλῃ

κηρία βόσκονται καί τε κραίνουσιν ἕκαστα.

αἱ δ' ὅτε μὲν θυίωσιν ἐδηδυῖαι μέλι χλωρὸν

προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·

ἢν δ' ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδὴν

ψεύδονται δὴ ἔπειτα δι' ἀλλήλων δονέουσαι.

τάς τοι ἔπειτα δίδωμι, σὺ δ' ἀτρεκέως ἐρεείνων

σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείης

πολλάκι σῆς ὀμφῆς ἐπακούσεται αἴ κε τύχῃσι.

ταῦτ' ἔχε Μαιάδος υἱὲ καὶ ἀγραύλους ἕλικας βοῦς,

ἵππους τ' ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργοὺς

            *      *      *

καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι

καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών,

πᾶσι δ' ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,

οἶον δ' εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,

ὅς τ' ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.

Οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων

παντοίῃ φιλότητι, χάριν δ' ἐπέθηκε Κρονίων.

πᾶσι δ' ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ·

παῦρα μὲν οὖν ὀνίνησι, τὸ δ' ἄκριτον ἠπεροπεύει

νύκτα δι' ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.

Καὶ σὺ μὲν οὕτω χαῖρε Διὸς καὶ Μαιάδος υἱέ·

αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.