23639 2073 14 72 31 0 I-II d. C. Biografia Plutarchus Fragmenta Sandbach, F.H., Leipzig, Teubner, 1967. 54

PLUTARCHUS - Fragmenta

Indice dei Moralia

ΕΠΑΜΕΙΝΩΝΔΑΣ ΚΑΙ ΣΚΙΠΙΩΝ

[1]    Plut. Vit. Agesilai, c. 28. Πολλῶν δὲ σημείων μοχθηρῶν γενομένων, ὡς ἐν τῷ Περὶ Ἐπαμεινώνδου γέγραπται, καὶ Προθόου τοῦ Λάκωνος ἐναντιουμένου πρὸς τὴν στράτειαν, οὐκ ἀνῆκεν ὁ Ἀγησίλαος ἀλλ' ἐξέπραξε τὸν πόλεμον.

[2]    Plut. Vit. Pyrrhi, c. 8. Ἀννίβας δὲ συμπάντων ἀπέφαινε τῶν στρατηγῶν πρῶτον μὲν ἐμπειρίᾳ καὶ δεινότητι Πύρρον, Σκιπίωνα δὲ δεύτερον, ἑαυτὸν δὲ τρίτον, ὡς ἐν τοῖς περὶ Σκιπίωνος γέγραπται.

ΣΚΙΠΙΩΝ ΑΦΡΙΚΑΝΟΣ

[3]    Plut. Vit. Ti. Gracchi, c. 21. Σκιπίων ὁ Ἀφρικανός, οὗ δοκοῦσι Ῥωμαῖοι μηδένα δικαιότερον μηδὲ μᾶλλον ἀγαπῆσαι, παρὰ μικρὸν ἦλθεν ἐκπεσεῖν καὶ στερέσθαι τῆς πρὸς τὸν δῆμον εὐνοίας, ὅτι πρῶτον μὲν ἐν Νομαντίᾳ τὴν τελευτὴν τοῦ Τιβερίου πυθόμενος ἀνεφώνησεν ἐκ τῶν Ὁμηρικῶν (α 47).

   Ὣς ἀπόλοιτο καὶ ἄλλος ὅ τις τοιαῦτά γε ῥέζοι·

ἔπειτα τῶν περὶ Γάιον καὶ Φούλβιον αὐτοῦ δι' ἐκκλησίας πυνθανομένων, τί φρονοίη περὶ τῆς Τιβερίου τελευτῆς, οὐκ ἀρεσκομένην τοῖς ὑπ' ἐκείνου πεπολιτευμένοις ἀπόκρισιν ἔδωκεν. ἐκ τούτου γὰρ ὁ μὲν δῆμος ἀντέκρουσεν αὐτῷ λέγοντι, μηδέπω τοῦτο ποιήσας πρότερον, αὐτὸς δὲ τὸν δῆμον εἰπεῖν κακῶς προήχθη. περὶ μὲν οὖν τούτων ἐν τῷ Σκιπίωνος βίῳ τὰ καθ' ἕκαστα γέγραπται.

[4]    Plut. Vit. C. Gracchi, c. 10. Καὶ ὅτε Σκιπίων ὁ Ἀφρικανὸς ἐξ οὐδενὸς αἰτίου προφανοῦς ἐτελεύτησε καὶ σημεῖά τινα τῷ νεκρῷ πληγῶν καὶ βίας ἐπιδραμεῖν ἔδοξεν, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται, τὸ μὲν πλεῖστον ἐπὶ τὸν Φούλβιον ἦλθε τῆς διαβολῆς, ἐχθρὸν ὄντα καὶ τὴν ἡμέραν ἐκείνην ἐπὶ τοῦ βήματος τῷ Σκιπίωνι λελοιδορημένον, ἥψατο δὲ καὶ τοῦ Γαΐου ἡ ὑπόνοια.

ΤΙΒΕΡΙΟΣ

   (v. fr. 182)

[5]

ΝΕΡΩΝΟΣ ΒΙΟΣ

   Plut. Vit. Galbae, c. 2. Νυμφίδιος γὰρ Σαβῖνος ὢν ἔπαρχος, ὥσπερ εἴρηται, μετὰ Τιγελλίνου τῆς αὐλῆς ...

ΗΡΑΚΛΕΟΥΣ ΒΙΟΣ

[6]    Plut. Vit. Thesei, c. 29. Ὅτι δ' Ἡρακλῆς πρῶτος ἀπέδωκε νεκροὺς τοῖς πολεμίοις ἐν τοῖς Περὶ Ἡρακλέους γέγραπται.

[7]    Aulus Gellius, 1.1. Plutarchus in libro quem de Herculis, quantum inter homines fuit, animi corporisque ingenio et virtutibus conscripsit scite subtiliterque ratiocinatum Pythagoram philosophum dicit in reperienda modulandaque a aaa. a fere constaret curriculum stadii quod est Pisis apud Iovem Olympium Herculem pedibus suis metatum idque fecisse longum pedes sescentos, cetera quoque stadia in terra Graecia ab aliis postea instituta pedum quidem esse numero sescentum sed tamen esse aliquantulum breviora, facile intellexit modum spatiumque plantae Herculis, ratione proportionis habita, tanto fuisse quam aliorum procerius quanto Olympicum stadium longius esset quam cetera. comprehensa autem mensura Herculani pedis, secundum naturalem membrorum omnium inter se competentiam modificatus est atque ita id collegit quod erat consequens, tanto fuisse Herculem corpore excelsiorem quam alios quanto Olympicum stadium ceteris pari numero factis anteiret.

[8]    Arnobius, contra Gentes, 4. p. 144. Chaeroneus Plutarchus a a a, Oetaeis verticibus Herculem post morborum comitialium ruinas dissolutum in cinerem prodidit.

[9]

ΠΙΝΔΑΡΟΥ ΒΙΟΣ

   Eustathius, Prooem. Comm. Pindaricorum, c. 25. Ἐπιμεμέληται ὑπὸ τῶν παλαιῶν καὶ εἰς γένους ἀναγραφὴν τὴν κατά τε Πλούταρχον καὶ ἑτέρους, παρ' οἷς φέρεται ὅτι κώμη Θηβαίων οἱ Κυνοσκέφαλοι.

[10]

ΚΡΑΤΗΤΟΣ ΒΙΟΣ

   Julian. Orat. 7 p. 200b. Ἐντυχὼν δὲ τῷ Χαιρωνεῖ Πλουτάρχῳ τὸν Κράτητος ἀναγράψαντι βίον οὐδὲν ἐκ παρέργου [τοῦ] μανθάνειν δεήσῃ τὸν ἄνδρα.

[11]

ΔΑΙΦΑΝΤΟΣ

   Plut. Mul. Virt. 244B. Τὸ δὲ τῶν Φωκίδων ἐνδόξου μὲν οὐ τετύχηκε συγγραφέως, οὐδενὸς δὲ τῶν γυναικείων ἔλαττον εἰς ἀρετήν ἐστι, μαρτυρούμενον ἱεροῖς τε μεγάλοις, ἃ δρῶσι Φωκεῖς ἔτι νῦν περὶ Ὑάμπολιν, καὶ δόγμασι παλαιοῖς, ὧν τὸ μὲν καθ' ἕκαστον τῆς πράξεως ἐν τῷ Δαϊφάντου βίῳ γέγραπται.

[12]

ΑΡΙΣΤΟΜΕΝΗΣ

   Stephanus Byz. s. v. Ἀνδανία. Ἐκ ταύτης Ἀριστομένης ἐγένετο ἐπιφανέστατος στρατηγός. τοῦτον οἱ Λακεδαιμόνιοι πολλάκις αὐτοὺς νικήσαντα θαυμάσαντες, ὡς μόλις ἐκράτησαν ἐν τοῖς Μεσσηνιακοῖς, ἀνατεμόντες ἐσκόπουν, εἰ παρὰ τοὺς λοιποὺς ἔστι τι. καὶ εὗρον σπλάγχνον ἐξηλλαγμένον καὶ τὴν καρδίαν δασεῖαν, ὡς Ἡρόδοτος καὶ Πλούταρχος καὶ Ῥιανός (Coll. Alex. fr. 53).

ΑΙΤΙΑΙ ΤΩΝ ΑΡΑΤΟΥ ΔΙΟΣΗΜΕΙΩΝ

[13]    Schol. in Arat. Phaen. 820:

   ἠελίῳ καὶ μᾶλλον ἐοικότα σήματα κεῖται

   Αἱ τοῦ ἡλίου πρὸς τὸν ἀέρα διαφοραὶ κυριώτεραι τῶν τῆς σελήνης εἰσί· δυναστεύων γὰρ ἡμέρας σαφέστερα δείκνυσι τὰ τεκμήρια. δεύτερον δὲ ὅτι λαμπρότερός ἐστι, καὶ εἰ μὴ μεγάλη καὶ ἰσχυρὰ τοῦ ἀέρος εἴη μεταβολή, οὐκ ἂν κρατηθείη· τὰς γὰρ μικρὰς καὶ ἐλαφρὰς ἀναστέλλει καὶ σκεδάννυσιν. οὕτω Πλούταρχος.

[14]    Schol. in Arat. Phaen. 828:

   ἀλλ' οὐχ ὅπποτε κοῖλος ἐειδόμενος περιτέλλῃ.

   Αἱ ἐν τῷ ἡλίῳ κοιλότητες οὔκ εἰσιν αὐτοῦ, φαντασίαι δὲ εἰσὶ τῆς ὄψεως κατ' ἐπιπρόσθεσιν ζοφεροῦ ἀέρος. οὐ γὰρ τὸ μέσον ὁρᾶται ἀλλ' ἡ κύκλῳ ἁψίς· λαμπρὰ ‹δὲ› οὖσα δοκεῖ περιφέγγειν καὶ εἰς τὸ ἐκλιπὲς ἔμφασιν κοιλότητος παρέχειν. ὃν τρόπον γὰρ οἱ ζῳγράφοι ἀντρώδεις τόπους γράφοντες φωτὶ τραχύνουσι τὴν ὄψιν, ἅτε τῇ φύσει τοῦ μὲν λαμπροῦ προβάλλοντος ἔξω καὶ διωθοῦντος τὴν φαντασίαν τοῦ δὲ μέλανος ὑποσκιάζειν καὶ βαθύνεσθαι δοκοῦντος, οὕτω καὶ περὶ τὸν ἥλιον τὸ [μὴ] φαινόμενον τῇ ὄψει κατὰ ἀντίφραξιν τοῦ ἀέρος, ἡ ἐκκοπὴ τοῦ μέσου λαμπροῦ, διὰ τὴν σκιὰν ὑποφαίνεται.

   Ὃ ὅλην ποιεῖ τὴν ἀντίφραξιν· ὁ ἀὴρ σφόδρα πιληθεὶς καὶ παχὺς ζοφωθεὶς διὰ χειμέριον τὸ ζῴδιον. Πλούταρχος.

[15]    Schol. in Arat. Phaen. 829-830:

   οὐδ' ὁπότ' ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα    σχιζόμεναι βάλλωσι, τὰ δ' αὖ περὶ μέσσα φαείνῃ.

   Ὥσπερ ἐπὶ τῶν ὀφθαλμικῶν, ὅταν συμβαίνῃ κοιλαίνεσθαι τοὺς ὀφθαλμούς, δηλονότι ἐξασθενήσαντος τοῦ σώματος, ἢ ὥσπερ ὅταν βλέφαρον καταγαγόντες ἢ περιθλίψαντες τῷ λύχνῳ τὴν ὄψιν προσβάλλωμεν, οὐ φαίνεται συνεχὲς τὸ φῶς ἀλλὰ πλάγιαι καὶ σποράδες αἱ αὐγαί· οὕτως ὅταν ἀχλὺς ἢ νέφωσις ἀνώμαλος πρὸ τοῦ ἡλίου στᾶσα περιθλίψῃ καὶ σείσῃ τὸν τῆς ὄψεως κῶνον εἰς λεπτὰς ἀκτῖνας καὶ ῥαβδοειδεῖς, ὃ πάσχομεν αὐτοὶ τῇ αἰσθήσει, τοῦτο περὶ τὸν ἥλιον εἶναι δοκοῦμεν. οὕτω Πλούταρχος.

[16]    Schol. in Arat. Phaen. 1033-1036:

   μηδ' ὅτε ...

   ἢ πῦρ αὔηται σπουδῇ καὶ ὑπεύδια λύχνα,

   πιστεύειν χειμῶνι.

   Τὰ καυστὰ βραδέως ἐξάπτεται παχυμεροῦς τοὺς πόρους ἐπιφράττοντος τοῦ ἀέρος· διόπερ οἱ τὰς δᾷδας ἅπτοντες προτρίβουσιν ἐν τῇ τέφρᾳ, ἵνα ἀποκρουσθῇ εἴ τι ἔνικμον [ᾖ] καὶ τὸ πῦρ τῆς ὕλης μᾶλλον ἅψηται. οὕτω Πλούταρχος.

[17]    Schol. in Arat. Phaen. 1047:

   πρῖνοι μὲν θαμινῆς ἀκύλου κατὰ μέτρον ἔχουσαι

   Κατὰ μέτρον δὲ ἔχουσαι ἀντὶ τοῦ συμμέτρως ἔχουσαι τῶν καρπῶν. φησὶν οὖν ὁ Θεόφραστος ὅτι ὁ πρῖνος καὶ ἡ σχῖνος αὐχμηρὰ τῇ κράσει καὶ ξηρότερα τῶν ἄλλων πεφυκότα πολὺν καρπὸν οὐ φέρει, ἐὰν μὴ εἰς βάθος ὑγρανθῇ. εἰκότως οὖν τῇ τούτων ἀφορίᾳ καταμαντεύονται περὶ τῶν σπερμάτων οἱ γεωργοί, μιᾶς αἰτίας οὔσης δι' ἣν ἀμφοτέροις ἡ πολυκαρπία· εἰ δ' ὑπερβάλλει τοῦ καρποῦ τὸ πλῆθος, οὐκ ἀγαθὸν σημεῖον· ἄμετρον γὰρ ἐπομβρίαν καὶ πλεονασμὸν ὑγρότητος ἡ περὶ τὸν ἀέρα ἄνεσις καὶ θηλύτης δηλοῖ. οὕτω Πλούταρχος.

[18]    Schol. in Arat. Phaen. 1051-1052:

   τριπλόα δὲ σχῖνος κυέει, τρισσαὶ δέ τε αὖξαι,

   γίνονται καρποῖο, φέρει δέ τε σήμαθ' ἑκάστη

   Ὅσα γὰρ τὴν σχῖνον ἐκ τοῦ ἀέρος ὠφελεῖ, ταῦτα καὶ τὸν σῖτον· ὁμοίως καὶ τὰ βλάπτοντα. δείγματα οὖν τῶν σπόρων ὁ πρῶτος ἐν τῇ σχίνῳ ἐστὶ τῶν πρώτων, καὶ τῶν μέσων ὁ μέσος, καὶ ὁ τρίτος τῶν τελευταίων. οὕτω Πλούταρχος.

[19]    Schol. in Arat. Phaen. 1057-1058:

   ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται,

   κείνῳ γ' ἐξ ἄλλων ἄροσις πολυλήιος εἴη.

   Οὐ μόνον ἐν τοῖς ζῴοις συμπάθειά ἐστι, ἀλλὰ καὶ ἐν τοῖς φυτοῖς. ὁσαοῦν κεκραμένην ὑγρότητι ἢ ψυχρότητι παραπλησίως ἔχει τὴν ἕξιν [ἢ] τρέφεται ἀπὸ τῶν ὁμοίων καὶ τοῖς αὐτοῖς εὐθηνεῖ καὶ μαραίνεται. διὸ πολλὰ μετ' ἀλλήλων συνακμάζει καὶ καρποφορεῖ, τὰ μὲν θέρει τὰ δὲ χειμῶνι τινὰ δὲ καὶ ἔαρι. τῶν μὲν οὖν αἱ κράσεις διάφοροι, τῶν δ' ὅμοιαι καὶ συγγενεῖς σφόδρα· τῶν οὖν τὴν ὁμοίαν κρᾶσιν ἐχόντων εἰσὶ πρῖνος, σχῖνος, σκίλλα, πυρός. οὕτω Πλούταρχος.

[20]    Schol. in Arat. Phaen. 1094-1096:

   οὐδὲ μὲν ὀρνίθων ἀγέλαις ἠπειρόθεν ἀνήρ,

   ἐκ νήσων ὅτε πολλαὶ ἐπιπλήσσωσιν ἀρούραις

   ἐρχομένου θέρεος, χαίρει ...

   Ξηρότεραι γὰρ αἱ νῆσοι τῶν ἠπείρων ὑπάρχουσαι, ὥς φησι Πλούταρχος, θᾶττον καὶ ῥᾷον τοῦ αὐχμηροῦ καταστήματος ἀντιλαμβάνονται. διὸ καὶ τὰ ὄρνεα φεύγει καὶ ταῖς ἠπείροις ἐπιπελάζει· καὶ ἄχθεται μὲν ὁ γεωργὸς τῇ τῶν ὀρνίθων ἐπιδημίᾳ τὸν αὐχμὸν ὑποπτεύων, χαίρει δὲ ταῖς αὐταῖς ὄρνισιν ὁ αἰπόλος, ὅταν ἐν κόσμῳ καὶ τεταγμέναι φέρωνται, ὡς πλείονος γάλακτος γενησομένου διὰ τὸ ἔνθερμον εἶναι τὸν ἐνιαυτόν.

ΕΙ Η ΤΩΝ ΜΕΛΛΟΝΤΩΝ ΠΡΟΓΝΩΣΙΣ ΩΦΕΛΙΜΟΣ

[21]    Stobaeus 1.5.19 (`1. p. 81 W.). Πλουτάρχου ἐκ τοῦ Εἰ ἡ τῶν μελλόντων πρόγνωσις ὠφέλιμος.

   Τὸ γὰρ εἱμαρμένον ἄτρεπτον καὶ ἀπαράβατον, 'χὤπερ μόνον ὀφρύσι νεύσῃ, καρτερὰ τούτῳ κέκλωστ' ἀνάγκα' (fr. chor. mel. adesp. 19 D., 99 P.) [καὶ πεπρωμένη] διὰ τοῦτο τὴν εἱμαρμένην ‹καὶ Πεπρωμένην› καὶ Ἀδράστειαν καλοῦσιν, ὅτι πέρας ταῖς αἰτίαις ἠναγκασμένον ἐπιτίθησιν ἀνέκφευκτος οὖσα καὶ ἀναπόδραστος.

[22]    Stobaeus 2.8.25 (`2. p. 158 W.). ἐκ τοῦ Πλουτάρχου Εἰ ἡ τῶν μελλόντων πρόγνωσις ὠφέλιμος.

   Ὁ δὲ Νέστωρ οὐκ ἀβέλτερος, ὕπνου φθονῶν τοῖς τὰς ναῦς φυλάσσουσι καὶ διακελευόμενος (Κ 192-193)

   'οὕτω νῦν φίλα τέκνα φυλάσσετε, μηδέ τιν' ὕπνος

   αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν';

οὐ γενησόμεθα, φησί τις, οὐδ' ἂν καθεύδωμεν, εἰ πεπρωμένον ἐστὶ μὴ ἁλῶναι τὸν ναύσταθμον. τίς οὐκ ἂν εἴποι πρὸς τοὺς ταῦτα ληροῦντας, ὅτι καθείμαρται μὲν ἴσως ἅπαντα ταῦτα, συγκαθείμαρται δ' ἑκάστῳ τὸ διὰ τούτων καὶ τὸ ἐν τούτοις καὶ οὕτω καὶ τὸ μὴ ἄλλως συντελεῖσθαι δίχα τούτων; οὐ γὰρ ἔστι φυλακὴ καθευδόντων οὐδὲ νίκη φευγόντων οὐδὲ θερίσαι μὴ σπειράντων γῆν ἀγαθὴν καὶ καθαράν, οὐδὲ γεννῆσαι μὴ συγγενόμενον γυναικὶ ἡλικίαν ἐχούσῃ καὶ σώματος φύσιν γόνιμον, οὐδ' ἄγρας τυχεῖν ἐν ἀθήροις χωρίοις.

[23]    Stobaeus 3.3.41 (`3. p. 207 H.). ἐκ τοῦ Πλουτάρχου Εἰ ἡ τῶν μελλόντων πρόγνωσις ὠφέλιμος.

   Ἀλλὰ μὴν ἡ φρόνησις οὐ σωμάτων ἀλλὰ πραγμάτων ὄψις ἐστί, πρὶν ἐν αὐτοῖς γενέσθαι τὸν ἄνθρωπον, ὅπως ἄριστα χρήσεται τοῖς ἀπαντῶσι καὶ προστυγχάνουσι, παρέχουσα διασκοπεῖν τὸ μέλλον. τὸ μὲν οὖν σῶμα πρόσω μόνον ὠμμάτωται τοῖς δ' ὄπισθεν τυφλόν ἐστιν ἀτεχνῶς, ἡ δὲ διάνοια καὶ τὰ παρῳχημένα βλέπειν τῇ μνήμῃ πέφυκεν· ὁ γὰρ ἐγκαθήμενος ἀεὶ καὶ οἰκουρῶν γραμματεὺς ἐν ἡμῖν, ὥς φησιν ὁ Πλάτων (Philebus 39a), οὗτός ἐστι καὶ προγεγονὼς ‹τῶν› ἐνταῦθα, τῆς ψυχῆς εἴτε μέρος εἴτε ὄργανον, ᾧ τῶν πραγμάτων ἀντιλαμβάνεται φερομένων καὶ φυλάττει καὶ ἵστησι καὶ κύκλον ποιεῖ, τὸ παρῳχημένον ἐπιστρέφουσα καὶ συνάπτουσα τῷ παρόντι καὶ παραρρεῖν εἰς τὸ ἄπειρον οὐκ ἐῶσα καὶ ἀνύπαρκτον καὶ ἄγνωστον.

[24]

ΕΙΣ ΕΜΠΕΔΟΚΛΕΑ

   Hippolytus, Refutatio haeresium 5.20.5. Τετέλεσται δὲ ταῦτα (sc. Orphica quaedam) καὶ παραδέδοται ἀνθρώποις πρὸ τῆς Κελεοῦ καὶ Τριπτολέμου καὶ Δήμητρος καὶ Κόρης καὶ Διονύσου ἐν Ἐλευσῖνι τελετῆς ἐν Φλιοῦντι τῆς Ἀττικῆς· πρὸ γὰρ τῶν Ἐλευσινίων μυστηρίων ἔστιν ἐν τῇ Φλιοῦντι ‹τῆς› λεγομένης Μεγάλης ὄργια. ἔστι δὲ παστὰς ἐν αὐτῇ, ἐπὶ δὲ τῆς παστάδος ἐγγέγραπται μέχρι σήμερον ἡ [τὰ τῶν] πάντων τῶν εἰρημένων λόγων ἰδέα. πολλὰ μὲν οὖν ἐστι τὰ ἐπὶ τῆς παστάδος ἐκείνης ἐγγεγραμμένα περὶ ὧν Πλούταρχος ποιεῖται λόγους ἐν ταῖς πρὸς Ἐμπεδοκλέα δέκα βίβλοις· ἔστι δὲ τοῖς πλείοσι καὶ πρεσβύτης τις ἐγγεγραμμένος πολιὸς πτερωτός, ἐντεταμένην ἔχων τὴν αἰσχύνην, γυναῖκα ἀποφεύγουσαν διώκων κυανοειδῆ· ἐπιγέγραπται δὲ ἐπὶ τοῦ πρεσβύτου 'φάος ῥυέντης', ἐπὶ δὲ τῆς γυναῖκος 'περεηφικόλα'.

ΕΙΣ ΤΑ ΗΣΙΟΔΟΥ ΕΡΓΑ

[25]    Schol. in Hesiodi OD 7:

   ῥεῖα δέ τ' ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει

   Τὸν ποικίλον τὸ ἦθος διὰ πανουργίαν 'σκολιὸν' ὀνομάζει. τοῦτον οὖν ἰθύνειν λέγει τὸν Δία, πάλιν εἰς τὸ ἁπλοῦν ἐπανάγοντα ἦθος διὰ τὸ κολάζειν αὐτὸν ἐπὶ τῇ πανουργίᾳ. τὸν αὐθάδη καὶ ὑπερόπτην εὐτελῆ ποιεῖ καὶ ταπεινόν. ἡ γὰρ αὐθάδεια πρὸς καταφρόνησιν ἐγείρει τῶν ἄλλων ἁπάντων, ἡ δὲ ταπείνωσις εἰς ἔννοιαν ἄγει τοῦ μηδὲν ἡμᾶς διαφέρειν τῶν ὁμοίων καὶ μετρίους ποιεῖ τὸ ἦθος.

[26]    Ibid. in OD 41:

   οὐδ' ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ' ὄνειαρ.

   Ἴσως δὲ καὶ ἀφ' ἱστορίας τοῦτο λέγει. Ἕρμιππος γὰρ ἐν τῷ ‹Περὶ› τῶν ἑπτὰ σοφῶν περὶ τῆς ἀλίμου βρώσεως λέγει (F. H. G. III. 37, 40). [μέμνηται δὲ τῆς ἀλίμου καὶ Ἡρόδωρος ἐν τῷ πέμπτῳ τοῦ καθ' Ἡρακλέα λόγου (F. Gr. Hist. I. 31 F 1) καὶ Πλάτων ἐν ‹τῷ› τρίτῳ τῶν Νόμων (677DE)]. Ἐπιμενίδην φησὶ μικρόν τι ἐδεσμάτιον προσφερόμενον ὧδε ὅλην διατελεῖν τὴν ἡμέραν ἄσιτον καὶ ἄποτον. ἦν δ' ἐξ ἀσφοδέλου καὶ μαλάχης, ὅπερ αὐτὸν ἄλιμον καὶ ἄδιψον ἐποίει.

[27]    Ibid. in OD 48:

   ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης.

   Εἰ δὲ ἀγκυλομήτης ὁ Προμηθεύς (οὕτω γὰρ γράφειν δεῖ καθὰ καὶ Πλούταρχος) ...

[28]    Ibid. in OD 126:

   πλουτοδόται, καὶ τοῦτο γέρας βασιλήιον ἔσχον.

   Καὶ πλουτοδότας εἶναι δεῖ τοὺς βασιλικοὺς ἄνδρας καὶ καθαρεύειν πάσης τῆς κακουργίας καὶ τῆς τῶν χρημάτων ἐπιθυμίας, ὧν εἰσιν ἄλλοις χορηγοὶ κατὰ βούλησιν τῶν θεῶν.

[29]    Ibid. in OD 127-128:

   δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν

   ἀργύρεον ποίησαν Ὀλύμπια δώματ' ἔχοντες.

   Ὅτι δὲ ἄργυρος ἰοῦ δεκτικός, ὡς καὶ διίησιν ἔξω τεγγόμενος ὑπὸ τῶν ὑγρῶν τὴν θερμότητα καὶ ψυχρότητα παντὸς μᾶλλον κεράμου καὶ χαλκοῦ, δῆλον. ψύχεται γὰρ τὸ ὕδωρ ἐν αὐτῷ ῥᾳδίως καὶ θερμαίνεται περιτιθεμένων ψυχρῶν ἢ θερμῶν, ὥστε διὰ τῶν πόρων τούτων καὶ ἰὸν δέχεσθαι, τοῦ χρυσοῦ πυκνοτάτου ὄντος.

[30]    Ibid. in OD 143-145:

   Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων

   χάλκειον ποίησ', οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,

   ἐκ μελιᾶν δεινόν τε καὶ ὄβριμον ‑ ‑ ‑

   Τοῦτο τὸ γένος εἰκότως τρίτον οὔτε νοερὸν ὂν οὔτε πανοῦργον, ἀλλὰ δεινὸν ὄντως καὶ εἰς τυραννικὴν δυναστείαν ἐκλακτίσαν καὶ φονικόν, τῶν σωμάτων μόνων ἐπιμελές. διό φησιν

   'ἄπλατοι, μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι

   ἐξ ὤμων ἐπέφυκον'.

δηλοῖ γὰρ ὅτι τῶν σωμάτων τὴν ῥώμην ἤσκουν οἱ ἐν τούτῳ τῷ γένει, τῶν δ' ἄλλων ἀμελοῦντες περὶ τὴν τῶν ὅπλων κατασκευὴν διέτριβον καὶ τῷ χαλκῷ πρὸς τοῦτο ἐχρῶντο, ὡς τῷ σιδήρῳ πρὸς γεωργίαν, διά τινος βαφῆς τὸν χαλκὸν στερροποιοῦντες ὄντα φύσει μαλακόν. ἐκλιπούσης δὲ τῆς βαφῆς, ἦλθον ἐπὶ τὴν τοῦ σιδήρου καὶ ἐν τοῖς πολέμοις χρῆσιν. τοῦτο δὴ τὸ χαλκοῦν γένος 'ἐκ μελιᾶν' εἶπε φῦναι δωρικῶς, ἀντὶ τοῦ ἐκ τῶν μελιῶν τῶν δένδρων, οὐχὶ ἐκ τῶν Μελιῶν Νυμφῶν (καὶ γὰρ Μελίας Νύμφας εἶναί φασιν· ἄτοπον δὲ τὸ ἐκ τοῦ θείου γένους ὄντας θηριώδεις φῦναι) ἀλλ' ὡς ἐκ δένδρων στερεῶν καὶ δυσσήπτων γεγονότας τά τε σώματα γενέσθαι ἰσχύοντας καὶ τὰ ἤθη ἀτεράμονας καὶ βιαίους.

[31]    Ibid. in OD 199-200:

   ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ' ἀνθρώπους

   Αἰδῶς καὶ Νέμεσις ‑ ‑ ‑

   Τουτέστι τὸ τῶν κακῶν ἔσχατον. ἀναιδείας γὰρ κρατησάσης καὶ φθόνου τῶν ἀνθρώπων, πάντῃ τὸ γένος ἡμῶν ἀπολιπεῖν αἰδῶ καὶ νέμεσιν· τούτων γὰρ ἀπόπτωσίς ἐστιν ἡ ἀναίδεια καὶ ὁ φθόνος, ἀλλ' οὗτος μὲν εἴδωλον ὢν νεμέσεως (δοκεῖ γὰρ καὶ αὐτὸς ἐπὶ τοῖς παρ' ἀξίαν εὐτυχοῦσιν ἀγανακτεῖν), ἡ δ' ἀναίδεια οὐχὶ εἴδωλον τῆς αἰδοῦς ἀλλὰ τὸ ἐναντιώτατον πρὸς αὐτὴν ὑποκρινόμενον τὴν παρρησίαν. ... καλῶς οὖν καὶ Πλάτων (CAF I. 660) ἐρωτηθεὶς τί ποτε προσγέγονε τοῖς κατ' αὐτὸν ἀνθρώποις, ἀπεκρίνατο μὴ αἰσχύνεσθαι κακοὺς ὄντας. ὅτι δὲ θεῖον πρᾶγμα καὶ ἡ νέμεσις, δηλοῖ τὸ καὶ θεοῖς αὐτὴν ὑπάρχειν· 'νεμέσησε δὲ πότνια Ἥρη' φησὶν ἡ ποίησις (Θ 198). φθόνος δ' ἔξωθεν θείου χοροῦ παντός.

[32]    Ibid. in OD 214-215:

   ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδέ μιν ἐσθλὸς

   ῥηιδίως φερέμεν δύναται βαρύθει δέ θ' ὑπ' αὐτῆς.

   Λέγει δὲ ἐσθλοὺς οὐ τοὺς τῇ τύχῃ καὶ τῇ δυνάμει προέχοντας, ὥς φησι Πλούταρχος, ἀλλὰ τοὺς κατ' ἀρετὴν προέχοντας, ἐκ τούτου μᾶλλον δεικνὺς τὴν ὕβριν ἀφόρητον. οἱ μὲν γὰρ ἐν δυνάμει καὶ σφόδρα δυσχεραίνουσιν ἐπὶ ταῖς ἐκ τῶν ἀσθενεστέρων εἰς αὐτοὺς ὕβρεσιν· οἱ δὲ κατ' ἀρετὴν ζῶντες καὶ ταύτας τὰς ὕβρεις διαπτύουσιν. οὐδὲ γὰρ χείρων ἐγώ, φησὶν ὁ Σωκράτης, ἂν ὁ δεῖνα ἐπὶ κόρρης πατάξῃ με ἀδίκως.

[33]    Ibid. in OD 219:

   αὐτίκα γὰρ τρέχει ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.

   Σκολιὰς δὲ δίκας λέγει νῦν τὰς κακῶς δεδικασμένας διὰ τὸ μηδὲν ὑγιὲς φρονεῖν τοὺς δικάζοντας ἀλλ' ἐμπαθῶς δικάζειν· πᾶν γὰρ πάθος σκολιόν, ὡς ἁπλοῦν τὸ ἀπαθές.

[34]    Ibid. in OD 220:

   τῆς δὲ δίκης ῥόθος ἑλκομένης ‑ ‑ ‑

   Τὸν ῥόθον οἱ μὲν ἤκουσαν τὸν ψόφον, ὅθεν καὶ ῥόθιον καλεῖσθαι τὸ κτυποῦν κῦμα καὶ ῥεῦμα· Πλούταρχος δὲ βοιωτιάζων (οὕτω γὰρ καλεῖν φασι Βοιωτούς) τὰς ὀρεινὰς ὁδοὺς τὰς στενὰς καὶ δυσάντεις ῥόθους ὀνομάζεσθαί φησιν. εἰ οὖν τοῦτο κρατοίη, λέγοι ἂν ὅτι, τῆς δίκης ἑλκομένης ὑπὸ τῶν ἐπὶ δώροις τὰς δίκας κρινόντων σκολιῶς, ῥόθος ἐστί, τουτέστι δυσάντης ἡ ὁδὸς καὶ τραχεῖα, δι' ἧς ἕλκεται ὑπὸ τῶν δικαστῶν· ἀντίκειται γὰρ τῷ εὐθεῖ τὸ σκολιὸν καὶ τῷ λείῳ τὸ τραχὺ καὶ τῷ εὐδιοδεύτῳ τὸ στενὸν καὶ δυσχωρίαν ἔχον· τοιαύτη δὲ ἐστὶ πᾶσα μοχθηρὰ κρίσις.

[35]    Ibid. in OD 230:

   οὐδέ ποτ' ἰθυδίκῃσι μετ' ἀνδράσι λιμὸς ὀπηδεῖ

   Οὔκουν οὐδὲ οἱ Λακεδαιμόνιοι λιμὸν εὐλαβοῦντο δι' εὐτέλειαν διαίτης, ἣν ἔχοντες τῶν ἀδικιῶν ἐκαθάρευον· ταῖς γὰρ πολυτελείαις ἡ πλεονεξία συνεισελθοῦσα λιμοῦ γίνεται πρόξενος.

[36]    Ibid. in OD 240:

   πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα.

   Τοῦτο δοκεῖ μὲν οὐκ εἶναι κατὰ δίκην, τὸ ἑνὸς ἕνεκα πονηροῦ πόλιν ὅλην διδόναι ποινήν. δύναται δὲ λέγειν ὅτι μοχθηροῦ ἑνὸς ὄντος ὥσπερ νοσήματος ἡ πόλις παραπολαύουσα πολλάκις εἰς ὅλην ἑαυτὴν ἀναμάττεται τὴν πονηρίαν ἐξομοιουμένη τῷ ἑνί . δύναται δὲ κἀκεῖνο σημαίνειν ὅτι ἑνὸς ὄντος πονηροῦ δίδωσιν ἡ πᾶσα πόλις δίκην, ὡς ἐξὸν κωλύειν μὴ κωλύουσα τὴν τοῦ ἑνὸς πονηρίαν. οὕτω καὶ τοῦ Ἀγαμέμνονος αὐθαδῶς τῷ ἱερεῖ προσενεχθέντος, εἰς πάντας Ἕλληνας διέτεινεν ὁ λοιμός, ὡς παρέντας βοηθῆσαι τῷ ἱερεῖ· καὶ τοῦ Αἴαντος ἀσεβήσαντος περὶ τὸ τῆς Ἀθηνᾶς ἱερόν, πάντες ἔνοχοι τῇ δίκῃ γεγόνασιν, ὡς μὴ ἀγανακτήσαντες ἐπὶ τῷ ἀσεβήματι. δεῖ γὰρ μὴ ἐπιτρέπειν τοῖς ὑβρισταῖς μηδὲ συνεπινεύειν τοῖς ἀδίκοις, δυναμένους μὲν παῦσαι περιορῶντας δὲ τοῦ παῦσαι τὴν ἐξουσίαν τῶν πονηρῶν.

[37]    Ibid. in OD 244:

   Δεῖ δὲ συνάπτειν τῷ

   'λιμὸν ὁμοῦ καὶ λοιμόν, ἀποφθινύθουσι δὲ λαοί',

τοὺς ἐν τοῖς πολλοῖς φερομένους ὑπερβάντα δύο στίχους, ‹τὸ›

   'ἢ τῶν γε στρατὸν ‹εὐρὺν› ἀπώλεσεν'

καὶ τὰ ἑξῆς. οὕτω Πλούταρχος.

[38]    Ibid. in OD 270-272:

   νῦν δὴ ἐγὼ μήτ' αὐτὸς ἐν ἀνθρώποισι δίκαιος

   εἴην μήτ' ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον

   ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει.

   (Τὸ μὲν λεγόμενον φανερόν· εἰ μὴ ἔστι δίκη καὶ τιμωρία κατὰ τῶν ἀδίκων, μηδ' ἕξουσί τι πλέον οἱ δίκαιοι τῶν ἀδίκων ἐν τῷδε τῷ παρόντι ὃ ἐφορᾷ ὁ Ζεύς, μήτ' αὐτὸς εἴην δίκαιος μήτε παῖς ἐμός· δίκης γὰρ οὐκ οὔσης, ὄνομα μόνον ἔσται τὸ δίκαιον.) εἰ δὲ δὴ τὸ δίκαιον αἱρετόν, κἂν μὴ ᾖ πρόνοια, καὶ φευκτὸν τὸ ἄδικον, δῆλον ὅτι πᾶς οὗτος ὁ λόγος περιττός. διόπερ ὁ Πλούταρχος τοὺς ἑπτὰ τούτους στίχους ἐκβάλλει ἀπὸ τοῦ

   'πάντα ἰδὼν Διὸς ὀφθαλμὸς ...'

ἕως τοῦ

   'ἀλλὰ τά γ' οὔπω ἔολπα τελεῖν Δία μητιόεντα',

ὡς ἀναξίους τῆς Ἡσιόδου περὶ δικαίων καὶ ἀδίκων κρίσεως.

[39]    Ibid. in OD 282-284:

   ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας

   ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,

   τοῦ δέ τ' ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται.

   Τὰ γὰρ τῶν πατέρων ἀδικήματα χραίνει καὶ τοὺς ἐκγόνους αὐτῶν καὶ ἐνόχους ἀποφαίνει ταῖς τιμωρίαις· καὶ γὰρ ὀνείδη καὶ ἀδοξίαι αὐτοῖς ἐκ τῶν ἀδικιῶν συμβαίνουσι, καὶ τίσεις ἐκ τῶν ἁμαρτημάτων ἀπολαμβάνοντες, ὧν ἔσχον ἀδικήσαντες οἱ πατέρες αὐτῶν, συναπολαύουσι τῶν ὀφειλομένων ἐκείνοις κολάσεων . ἄλλως δὲ γινώσκει τὸ θεῖον ὡς τοῖς ἤθεσιν αὐτῶν ἐμπέφυκέ τι τῆς ἀδίκου τῶν γεννησάντων προαιρέσεως κἂν ἡμᾶς λανθάνωσι, καὶ εἰκότως ταύτην ἐν αὐτοῖς ὁρῶντες τὴν ῥίζαν ἐκκόπτουσι διὰ τῶν τιμωριῶν καὶ τοῦ μὴ ἐνεργῆσαι κωλύουσιν ὡς ἰατροὶ προκαθαίροντές τινας ὧν ὑφορῶνται νόσους.

[40]    Ibid. in OD 286:

   σοὶ δ' ἐγὼ ἐσθλὰ νοέων ἐρέω ‑ ‑ ‑

   Κάλλιστα τὸ φιλόσοφον ἦθος οἷόν ἐστιν εἶπε διὰ τούτων ὁ Πλούταρχος δηλοῦσθαι. τὸν μὲν γὰρ Ἀρχίλοχον καὶ τὸν Ἱππώνακτα βλασφημίας συγγράψαι κατὰ τῶν λυπησάντων· Τιμοκράτην δὲ καὶ Μητρόδωρον τοὺς Ἐπικουρείους, ἀδελφοὺς ὄντας καὶ προσκρούσαντας ἀλλήλοις, ἐκδοῦναι κατ' ἀλλήλων συγγράμματα. καὶ τί δεῖ τούτους λέγειν, ὅπου γε καὶ Ξενοφάνην διὰ δή τινα πρὸς τοὺς κατ' αὐτὸν φιλοσόφους καὶ ποιητὰς μικροψυχίαν σίλλους ἀτόπους συνθεῖναι κατὰ πάντων φιλοσόφων καὶ ποιητῶν; ἀλλὰ τὸν ὄντως μουσικὸν Ἡσίοδον μηδὲν τοιοῦτο παθεῖν· οὐ γὰρ μουσικοῦ τὸ μελαγχολᾶν· λυπηθέντα δὲ πρὸς τὸν ἀδελφὸν ἀντὶ τοῦ βλασφημεῖν νουθετεῖν, εἰδότα τοῦτο δὴ τὸ τοῦ Σωκράτους, ὅτι πᾶς ὁ κακὸς ἄκων ἐστὶ κακός· δεῖται οὖν νουθεσίας, καὶ ἴσως ἐπιγνώσεται ἑαυτὸν ὄντα κακόν.

[41]    Ibid. in OD 287:

   τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι.

   Οὐκ ἀποδεκτέον τὸ ἰλαδόν, ὡς Πλούταρχος ἐξηγήσατο, τὸ πᾶσαν ἐγκολπίσασθαι κακίαν ὁμοῦ δηλοῦν.

[42]    Ibid. in OD 293:

   Ζήνων μὲν ὁ Στωικὸς ἐνήλλαττε τοὺς στίχους, λέγων

   'οὗτος μὲν πανάριστος ὃς εὖ εἰπόντι πίθηται·

   ἐσθλὸς δ' αὖ κἀκεῖνος ὃς αὑτῷ πάντα νοήσῃ·'

τῇ εὐπειθείᾳ τὰ πρωτεῖα διδούς, τῇ φρονήσει δὲ τὰ δευτερεῖα (SVF I 235). Ἀρίστιππος δὲ ἀπ' ἐναντίας ὁ Σωκρατικὸς ἔλεγε τὸ συμβούλου δεῖσθαι χεῖρον εἶναι τοῦ προσαιτεῖν (fr. 17 Mannebach, I 55 Giannantoni). ὁ δὲ Ἡσίοδος τοῦ μέτρου μάλιστα τυγχάνει, τρεῖς ἕξεις διελών, τὴν ἔμφρονα τὴν ἀνόητον τὴν μέσην· ὧν ἡ μὲν ἀρίστη καὶ τῷ θείῳ παραπλησία· καὶ γὰρ τὸ θεῖον αὔταρκες, ὥσπερ καὶ ὁ ἑαυτῷ πάντα νοῶν καὶ προορῶν ὅσα ἂν ᾖ καὶ εἰς τὸν ἔπειτα χρόνον ἀμείνω. ἡ δὲ φευκτοτάτη τὸ μήθ' ἑαυτῷ δύνασθαι τὰ ὀρθὰ λογίζεσθαι μήτ' ἄλλοις ἕπεσθαι συμβούλοις ἐθέλειν. μέση δὲ τούτων ἡ τοῦ συνορατικοῦ μὲν τῶν ἀμεινόνων οὐκ ἔχουσα δύναμιν, ἐπακολουθητικὴ δὲ τοῦ συνορῶντος. καὶ ταῦτα μὲν οὕτως ἔχει· μάλιστα δὲ ἄξιον ἐπαίνου τὸ εἰπεῖν τί τοῦ ἔμφρονος ἴδιον· οὐ γὰρ τὸ τὰ παρόντα ὁρᾶν καὶ τὰ ἐγγύς, ἀλλὰ καὶ τὸ τὰ ἐσόμενα προορᾶν· τοῦτο γὰρ δηλοῖ τὸ φράσασθαι ἅπερ ἂν εἴη ἐπὶ τὰ ἀμείνω.

[43]    Ibid. in OD 313:

   πλούτῳ δ' ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.

   Μηδεὶς λοιδορείτω τὸν στίχον εἰς τὸν πολυάρατον πλοῦτον ὁρῶν ‹τὸν› πόρρω τῆς ἀρετῆς ἐσκηνημένον, ἀλλὰ πλοῦτον οἰέσθω νῦν λέγεσθαι τὴν ἀπὸ τῶν ἔργων πορισθεῖσαν ἀφθονίαν τοῖς ἐργαζομένοις δικαίαν οὖσαν καὶ ἀπὸ τῶν οἰκείων πόνων ἠθροισμένην. εἴρηται γὰρ ἐν τοῖς ἔμπροσθεν ἐκ τῶν ἔργων τοὺς ἀνθρώπους γίνεσθαι πολυμήλους καὶ ἀφθόνους καὶ ἀφνειούς. τῷ δὲ τοιούτῳ πλούτῳ ἕπεσθαι πάντως τὴν ἀρετὴν καὶ τὴν δόξαν· ἕπεσθαι δ' οὐχ ὡς παρακολουθήματα ὄντα ταῦτα τῆς εὐπορίας ἀλλ' ὡς συνυπάρχοντα τῷ τοιούτῳ πλούτῳ· καὶ ὡς παντός, ὃς ἂν οὕτω πλουτῇ, καὶ δόξαν ἀγαθὴν κεκτημένου καὶ δηλοῦντος ὅτι ἀρετὴν ἔχει, δι' ἣν προσκαρτερεῖ τοῖς οἰκείοις ἔργοις.

[44]    Ibid. in OD 314:

   δαίμονι δ' οἷος ἐῆσθα, τὸ ἐργάζεσθαι ἄμεινον

   Δαίμων οὐ μόνον ὁ ἀπονέμων ἡμῖν τὸν βίον καὶ διοικῶν τὰ ἡμέτερα κρείττων ἡμῶν καλεῖται, ἀλλὰ καὶ αὐτὸς ὁ ἀπ' ἐκείνου βίος ἑκάστοις ἀπονεμόμενος, εἰς ὃν βλέποντες τοὺς μὲν εὐδαιμονεῖν φαμεν τοὺς δὲ κακοδαιμονεῖν· ὡς καὶ τύχη λέγεται ἥ τε ἐπιτροπεύουσα τοὺς βίους ἡμῶν καὶ τὸ ἀποδιδόμενον ἑκάστοις παρ' αὐτῆς· ὅθεν καὶ εὐτυχεῖν τινας καὶ δυστυχεῖν λέγομεν. τοῦτο οὖν φησιν ὁ Ἡσίοδος προτρέπων εἰς τὸ μὴ ζῆν ἀργόν, ὅτι ὁποῖος ἂν ἑκάστῳ τυγχάνῃ βίος ἀποδεδομένος, τούτῳ ἄμεινον ἐργάζεσθαι, εἴτε ἀμείνων εἴτε χείρων· καὶ μὴ ποιεῖσθαι πρόφασιν ἀργίας ἡλικίαν ἢ τύχην ἢ ἄλλο τι τοιοῦτον, ἀλλὰ πάντως ἔργον τι ζητεῖν ἢ γεωργικὸν ἢ τεκτονικὸν ἢ ἐμπορικὸν ἢ ἄλλ' ὁτιοῦν.

[45]    Ibid. in OD 317:

   αἰδῶς δ' οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει.

   Καὶ τοῦτον καὶ τὸν ἑξῆς στίχον παρεμβεβλῆσθαι, ληφθέντας ἀπὸ τοῦ Ὁμήρου, καὶ Πλούταρχος εἶπε.

[46]    Ibid. in OD 327-334:

   ἶσον δ' ὅς θ' ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ,

   ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ

   ...............................

   ...............................

   ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ

   νειμείη χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν,

   τῷ δ' ἦτοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν

   ἔργων ἀντ' ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.

   Διαφερόντως δὲ τοῦ Διὸς ἐμνημόνευσεν, ἐπειδὴ πάσας εἰς τὸν θεὸν τοῦτον ἀνῆγον τὰς τοιαύτας προσηγορίας Ἱκέσιον καλοῦντες ὡς ἔφορον τῶν ἱκετῶν καὶ Ξένιον ὡς τῶν ξένων προστάτην ‹καὶ› Ὁμόγνιον ὡς τῶν συγγενῶν μάλιστα φύλακα καὶ τῶν πρὸς τοὺς ὁμογνίους καθηκόντων. οὕτω γὰρ καὶ τῶν ἐν ὀρφανίᾳ ζώντων αὐτὸν ἔλεγον κηδεμόνα, πατέρα νομίζοντες πάντων καὶ ὧν οὔκ εἰσιν ἄνθρωποι πατέρες, καὶ βοηθὸν τῶν ἀδικουμένων πατέρων ὑπὸ τῶν παίδων. ἀγάλματα γάρ εἰσιν οἱ πατέρες τοῦ πάντων πατρός, τοῦ Διός· οἱ δ' εἰς τὰ ἀγάλματα τῶν θεῶν δυσσεβεῖς, εἰς αὐτοὺς ἀναφέρουσι τοὺς θεούς, ὧν τὰ ἀγάλματα, τὴν δυσσέβειαν· ὥστε εἰκότως ἔφη τὸν Δία καὶ νεμεσᾶν τούτοις καὶ πᾶσιν ὁμοῦ τῶν ἀδίκων ἔργων, ἅπερ διηριθμήσατο, χαλεπὴν ἀποδιδόναι ἔκτισιν. αὕτη γὰρ ἡ ἀμοιβὴ τῶν ἀδικημάτων τιμωρία τις οὖσα τῆς ἀδικίας ἀκόλουθος.

[47]    Ibid. in OD 336:

   κὰδ δύναμιν δ' ἔρδειν ἱέρ' ἀθανάτοισι θεοῖσιν.

   Τὸ μὲν θύειν, ὅπερ εἰώθασιν οἱ νεώτεροι λέγειν, ἔρδειν ὠνόμαζον οἱ παλαιοὶ καὶ ῥέζειν. τὸ δ' ἀπάρχεσθαι τῶν παρόντων διὰ τοῦ θύειν ἐδήλουν καὶ θυηλὰς τὰς ἀπαρχὰς ἐκάλουν· 'ὁ δ' ἐν πυρὶ βάλλε θυηλάς' φησὶν Ὅμηρος. (Ι 220) ... τὸ μὲν οὖν κατὰ δύναμιν ἔρδειν ἀφαιρεῖται πᾶσαν τὴν πολυτέλειαν ἐπὶ τῇ προφάσει τῆς εὐσεβείας ἡδυπάθειαν εἰσάγουσαν, καλῶς οὖν τοῦ Λάκωνος εἰπόντος, ὃς ἐρωτηθεὶς διὰ τί εὐτελῆ θύουσιν ἔφη ὅτι ἵνα πολλάκις θύωσιν. οὕτω γὰρ καὶ Νουμᾶς Ῥωμαίοις, ὡς Λυκοῦργος Λακεδαιμονίοις, προσέταξεν ἀπὸ τῶν εὐτελεστάτων θύειν. τὸ γοῦν μὴ ὑπερβάλλειν τὴν περιουσίαν ἐν τῇ θεραπείᾳ τῶν θεῶν πρεπωδέστατόν ἐστι παράγγελμα τοῖς εἰς αὐτὸ μόνον βλέπουσι τὸ ὅσιον· τὴν δ' ἁγνείαν καὶ καθαρότητα μάλιστα προηγουμένως δεῖ σπουδάζεσθαι τοῖς ἱερουργεῖν μέλλουσι, τὴν μὲν ἐν αὐτῇ τῇ ζωῇ ‑ τοιαύτη δ' ἐστὶν ὅση ἂν ἐξάντης ᾖ πάσης ἀσελγείας πάσης ἀδικίας πάσης ἐμπαθείας· ταύτην γὰρ ἂν εἴποιμεν κυρίως ἁγνεύειν, καὶ μετὰ ταύτην τὴν ἀποχὴν τῶν βρωμάτων καὶ τῶν ποτῶν κατὰ τὰ πάτρια ἤθη· καὶ γὰρ ἄλλα ἄλλοις ἐστίν, ὧν ὁ μετασχὼν εἴργεται τῶν νομίμων θυσιῶν ‑ τὴν δὲ ἐν τοῖς ὀργάνοις πᾶσι τοῖς ἱεροῖς, ‹τοῖς› τόποις ἐν οἷς δεῖ θύειν, τοῖς περὶ τὸ σῶμα ἡμῶν κόσμοις. γελοῖον γὰρ τοῖς καθαρωτάτοις προσιόντας οἷς θύουσιν ἀκαθάρτοις χρῆσθαί τισιν, ἢ ἐν τοῖς μεμολυσμένοις οἴκοις τοῦτο πράττοντας ἢ μοῖραν τῷ ἱερῷ προσάγοντας ἔκ τινος μεμιασμένης ἐνεργείας ἢ ἐσθῆτα φέροντας ἀκάθαρτον, ὅπου γε καὶ τῷ πάντα καθαίροντι πυρὶ παρήγγελται χρῆσθαι μὴ ἐξ ἀκαθάρτου οἰκίας ληφθέντι. τὸ ‹δ'› αὖ ἱλάσκεσθαι τοὺς θεοὺς ταῖς ἀπαραλείπτοις σπονδαῖς καὶ τοῖς μετὰ τούτων θυέσσιν, ἀρχομένης ἡμέρας ἢ νυκτός, οἷον ψαιστοῖς ἢ ἄλλοις τισὶ τοιούτοις, ἐνδείκνυται· καὶ ὅτι χρὴ ταῖς τοιαύταις ἀπαρχαῖς ταῖς εὐπορίστοις ἀπάρχεσθαι τῶν προσόδων αὐτοῖς, διὰ τῆς συνεχείας τηροῦντας αὐτῶν τὸ πρὸς ἡμᾶς εὐμενές· ἡ γὰρ ἱλέωσις οὐκ ἐκείνοις προστίθησιν ὃ μὴ εἶχον, ἀλλ' ἡμᾶς ἐπιτηδειοτέρους ποιήσει πρὸς τὸ μενόντων αὐτῶν ἀεὶ τοιούτων οἷοί πέρ εἰσι μετέχειν ἀκωλύτως· καὶ τοῦτο δηλοῖ τὸ εὐμενές, τὸ μένειν ἡμῖν τὸ εὖ ἀεὶ παρὰ τῶν θεῶν, καὶ ὡς ἐκεῖνοι διαμένουσιν ἀεὶ ὅμοιοι ὄντες.

[48]    Ibid. in OD 342-343:

   τὸν φιλέοντ' ἐπὶ δαῖτα καλεῖν, τὸν δ' ἐχθρὸν ἐᾶσαι.

   τὸν δὲ μάλιστα καλεῖν ὅς τις σέθεν ἐγγύθι ναίει.

   Ταῦτα καὶ τὰ ἑπόμενα τούτοις περὶ τῶν πρὸς τοὺς φίλους καὶ γείτονας καθηκόντων ἔχει τὴν παραίνεσιν οὐκ ὄντα ‹εὐ›ηθικὰ ὥς τισιν ἔδοξεν ἀλλ' εἰς εὐγενὲς ἦθος καὶ δεξιὸν προσάγοντα τὸν πειθόμενον. οὐ γὰρ δεῖ τὰ αὐτὰ φίλοις καὶ ἐχθροῖς ἀποδιδόναι οὐδ' ὁμοίως ἑκατέρους ὁμοτραπέζους ποιεῖσθαι καὶ ὁμοσπόνδους, ἡγουμένους καὶ τράπεζαν βωμὸν εἶναι τῆς Ἑστίας καὶ ‹θεῶν› πάντων τῶν τὴν τροφὴν δωρησαμένων. θύειν μὲν οὖν καὶ ὑμνεῖν νόμος πρὸ τοῦ τῆς τροφῆς ἅψασθαι· δεῖ οὖν μὴ τοὺς ἐχθροὺς ἄγειν ἐπὶ δαῖτα φιλίαν δὴ ὑποκρινομένους, ἀλλὰ τοὺς ὄντως φίλους, οἷς καὶ κοινωνεῖν ὅσιον ὡς τῆς ἄλλης φιλίας οὕτω καὶ ἁλῶν καὶ σπονδῶν καὶ ἑστίας [θεῶν] καὶ φιλοφροσύνης. καὶ γὰρ εἰ ὡς ἔτυχε καὶ τοὺς ἐχθροὺς ἑστιῶμεν, τί ποιήσομεν ἐκείνων ἡμᾶς ἐν μέρει καλούντων ἐπὶ τὰ ὅμοια; μὴ ὑπακούοντες γὰρ ἀδικήσομεν τοὺς ὑπακούσαντας, ὑπακούοντες δὲ προησόμεθα ἑαυτοὺς ἀνθρώποις ἀπεχθῶς διακειμένοις.

[49]    Ibid. in OD 346, 348:

   πῆμα κακὸς γείτων, ὅσσον τ' ἀγαθὸς μέγ' ὄνειαρ

   ..................................

   οὐδ' ἂν βοῦς ἀπόλοιτ' εἰ μὴ γείτων κακὸς εἴη.

   Ταῦτα καὶ διὰ τῆς ἱστορίας ὁ Πλούταρχος ἐπιστώσατο· καὶ γὰρ Αἰτωλοὺς καὶ Ἀκαρνᾶνας, Ἕλληνας ὄντας καὶ γείτονας, ἐκτρῖψαι διὰ πλεονεξίαν ἀλλήλους, καὶ Χαλκηδονίους καὶ Βυζαντίους διὰ τὴν ἔμφυτον δυσμένειαν περὶ σκαλμοῦ διενεχθέντας ἐν τῷ Βοσπόρῳ ναυμαχῆσαι· καὶ ἐπὶ τῶν ἰδιωτικῶν γειτνιάσεων πολλὰ μὲν ἀγαθὰ συμβαίνειν διὰ ταύτας, ὡς ἐπὶ Φλάκκου καὶ Κάτωνος, πολλὰ δὲ τὰ ἐναντία· τὰς γὰρ γειτνιάσεις ἀφορμὰς προξενεῖν ἐνίοτε πολλῶν ἐπηρειῶν. αὐτὸς μὲν οὖν τὸν βοῦν εἰς παράδειγμα παρέλαβε· δεῖ δ' ἐκτείνειν ἐπὶ τὰ ὅμοια τὸν λόγον, ὡς οὐκ ἂν οὐδὲν ἀπόλοιτο ‹εἰ μὴ› διὰ τὸν γείτονα. πρὸς ἃ καὶ οἱ παλαιοὶ νόμοι βλέποντες ἐδικαίωσαν τῶν ἀπολλυμένων τοὺς γείτονας τὴν τίμην συνεισάγειν.

[50a]    Tzetzes in OD 346:

   Δείκνυσι τοῦτο Πλούταρχος. Θεμιστοκλέα γάρ φησιν ἢ Κάτωνα πιπράσκοντα τὸν ἀγρὸν λέγειν ὅτι ἀγαθὸν ἔχει γείτονα.

[50b]    Scholia in OD 348:

   Λέγεται ὅτι Θεμιστοκλῆς χωρίον πιπράσκων ἐκέλευσε κηρύττεσθαι ὅτι ἀγαθὸν ἔχει γείτονα.

[51a]    Scholia in OD 353-354:

   τὸν φιλέοντα φιλεῖν καὶ τῷ προσιόντι προσεῖναι,

   καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ.

   Τούτους ὁ Πλούταρχος ἐκβάλλει τοὺς στίχους. ὁ γὰρ μέλλων λέγειν ὅτι τοῖς ἀγαθοῖς τὸ διδόναι προσήκει καὶ ὡς χαίρουσι διδόντες, ἄτοπος ἂν εἴη λέγων καὶ διδόναι τῷ διδόντι καὶ μὴ διδόναι τῷ μὴ διδόντι· οὕτω γὰρ ἂν τὰς δόσεις ἀναγκαίας ἐποίει, τὰς δὲ προκαθηγουμένας τῶν εὐεργεσιῶν ἐξέκοψεν.

[51b]    Tzetzes in OD 353:

   Ὁ μὲν Πλούταρχος τούτους ὀβελίζει τοὺς στίχους, λέγων οὐδέποτε ἂν γενέσθαι φίλον, εἰ τῶν φιλιωθησομένων ἑκάτερος ἀναμένει παρὰ τοῦ ἑτέρου προφιλιωθῆναι.

[52]    Schol. in OD 355:

   δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δ' οὔ τις ἔδωκεν.

   Τὸν δώτην καὶ ἀδώτην οὐ λέγει τὸν δεδωκότα πρότερον ἢ μὴ δεδωκότα ‑ καὶ γὰρ ἂν καὶ τοῦτο ὑπεναντίως ἔλεγε τοῖς περὶ τῶν ἀγαθῶν δόγμασιν ‑ ἀλλὰ τὸν δωρητικὸν καὶ μὴ δωρητικὸν χαρίτων ἐμμελῶν καὶ χαριέντων. ὁ Πλούταρχος εἰκάζει τοὺς τοιούτους, ὅσοι προαίρεσιν δωρητικὴν ἔχουσι, τοῖς σφαιρίζουσιν, οἳ λαβόντες τὴν ὑπ' ἀλλήλων ῥιφεῖσαν σφαῖραν οὔτε κατέχουσιν οὔτε ἀντιπέμπουσι τοῖς μὴ εἰδόσι σφαιρίζειν, ἀλλὰ τοῖς ἀντιπέμψαι δυναμένοις.

[53]    Ibid. in OD 359-362:

   ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,

   καί τε σμικρὸν ἐόν, τό γ' ἐπάχνωσεν φίλον ἦτορ.

   εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο

   καὶ θαμὰ τοῦτ' ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.

   Δοκεῖ μὲν ἀπηρτῆσθαι τοῦτο τοῦ προρρηθέντος· ἔχει δὲ καὶ συνέχειαν. ἐπειδὴ γὰρ εἶπεν ὅτι, κἂν ᾖ σμικρὸν τὸ ἀφαιρεθέν, παχνοῖ τὸν ἀφαιρεθέντα διὰ τὴν ἀκούσιον ἀφαίρεσιν, ἐπήγαγεν ὅτι τὸ σμικρὸν ἐπισωρευόμενον μὲν μέγα τι γίνεται, ἀφαιρούμενον δ' εἰς τὸ μηδὲν καταλήγει· ὥστε εἰκότως λυπεῖ καὶ τὸ σμικρὸν ἀφαιρούμενον. καὶ εἰ τοῦτο ἀληθές, ὀρθῶς Ἀριστοτέλης ἔλεγεν ὅτι χείριστον τῶν ἐν τῷ βίῳ τὸ μὴ παρὰ τοῦτο λεγόμενον· εἰ γὰρ καταφρονοῖτο ὡς μικρὸν ἕκαστον καὶ ἐπιλέγοιμεν μὴ παρὰ τοῦτο, κακῶς πράξομεν· ἐν μὲν οὖν οἰκονομίαις λιμώξομεν τοῦτο ἀεὶ ἐπᾴδοντες· ἐν δὲ τῇ διαίτῃ νοσήσομεν πολλάκις μὲν παρορῶντες τὸ ὀρθόν, λέγοντες δὲ ταύτην τὴν φωνήν· ἡ γὰρ καθ' ἓν ἕκαστον ἔλλειψις μεγάλην ἀθροίζει τοῖς παρορῶσι τὴν βλάβην.

[54]    Ibid. in OD 368-369:

   ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,

   μεσσόθι φείδεσθαι· δειλὴ δ' ἐν πυθμένι φειδώ.

   Καὶ ἐν τοῖς πατρίοις ἐστὶν ἑορτὴ Πιθοιγία, καθ' ἣν οὔτε οἰκέτην οὔτε μισθωτὸν εἴργειν τῆς ἀπολαύσεως τοῦ οἴνου θεμιτὸν ἦν, ἀλλὰ θύσαντας πᾶσι μεταδιδόναι τοῦ δώρου τοῦ Διονύσου. καλῶς οὖν εἴρηται δεῖν 'ἀρχομένου πίθου κορέσασθαι', καὶ τῇ ἑορτῇ συμφώνως· δεῖ δὲ καὶ φειδοῦς ταμιευομένοις τὴν ἀπόλαυσιν, ὥστε καὶ εἰσαῦθις ἡμῖν γενέσθαι καὶ αὖθις. εἰ δ' ἀπαναλωθέντος τοῦ πλείστου τὸ λειπόμενον ὀλίγον εἴη, χαλεπὴν εἶναι τὴν φειδώ· τοῦτο γάρ, φησί, τάχα ἂν καὶ τραπείη καὶ ἄχρηστον γένοιτο τοῖς φεισαμένοις.

[55]

   Ibid. in OD 370-372:

   μισθὸς δ' ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.

   καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.

   πίστιες ἄρτοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.

   Τούτους δέ τινες τοὺς στίχους ἐξέβαλον· ὁ δὲ Πλούταρχος ἐγκρίνει· δεῖν γὰρ καὶ τὸν φίλον συνεργὸν παραλαμβάνειν ἐπὶ ὡρισμένῳ μισθῷ· ἔχθραν γὰρ προξενεῖ τὸ τῆς ἀμοιβῆς μετὰ τὸ ἔργον ἐλλιπὲς ἀδοκήτως ὑπάρξαν. τούτῳ δ' ὅμοιον καὶ τὸ τὰ πρὸς τοὺς ἀδελφοὺς συναλλάγματα μὴ ἀμάρτυρα ποιεῖσθαι. τὸ δ' ἐπαχθὲς ἀφαιρῶν εἶπεν ὅτι γελάσας, τουτέστιν ὡς παίζοντας καὶ μὴ σπουδάζοντας. πολλοὺς γὰρ ἀπολέσθαι διὰ τὸ πιστεῦσαί τισιν οἷς ἀπιστεῖν δέον, ἀπιστῆσαι δὲ πάλιν οἷς πιστεῦσαι δέον.

[56]    Ibid. in OD 375:

   ὃς δὲ γυναικὶ πέποιθε, πέποιθ' ὅ γε φηλήτῃσι.

   Τοῦτον ὁ Πλούταρχος χαράττει τὸν στίχον.

[57]    Ibid. in OD 376:

   μουνογενὴς δὲ πάις σῴζοι πατρώιον οἶκον.

   Δόξειεν ἂν ἄτοπος ὁ στίχος εἶναι καὶ ἀγανακτοῦντος, ὅτι γέγονεν οὐ μόνος τῷ πατρί. μήποτε, φησὶν ὁ Πλούταρχος, καὶ Πλάτων (Leges 923) ἕπεται τῷ Ἡσιόδῳ καὶ Ξενοκράτης (fr. 97 Heinze), καὶ Λυκοῦργος πρὸ τούτων· οἳ πάντες ᾤοντο δεῖν ἕνα κληρονόμον καταλιπεῖν· καὶ τοῦτο ἦν τὸ ὑπὸ Ἡσιόδου λεγόμενον.

[58]    Tzetzes in OD 378:

   γηραιὸς δὲ θάνοις ἕτερον παῖδ' ἐγκαταλείπων.

   Οἱ περὶ Πρόκλον καὶ Πλούταρχον ἀδιανόητον τοῦτό φασιν εἶναι καὶ περισσόν.

[59]    Schol. in OD 380:

   πλείων μὲν πλεόνων μελέτη, μείζων δ' ἐπιθήκη.

   Μήποτε δέ, φησὶν ὁ Πλούταρχος, ἐκεῖνο λέγει τὸ τοῦ Λάμπιδος, ὅτι πλείων μὲν ἡ φροντὶς ἐπὶ τοῦ πλείονος πλούτου, μείζων δ' ἡ ἐπίδοσις, ἣν 'ἐπιθήκην' εἶπεν, αὐτοῦ συναύξοντος ἑαυτὸν τοῦ πλούτου διὰ τὴν τῶν ὀργάνων εὐπορίαν καὶ τῶν ὑπηρετῶν. ὃ καὶ ὁ Λάμπις εἴρηκεν ἐρωτηθεὶς πῶς ἐκτήσατο τὸν ‹πλοῦτον· τὸν› μὲν γὰρ ὀλίγον ἔφη χαλεπῶς, τὸν δὲ πολὺν ῥᾳδίως, πολλῶν ὄντων ἤδη τῶν ὑπουργούντων.

[60]    Ibid. in OD 391:

   γυμνὸν σπείρειν ‑ ‑ ‑

   Κάλλιον δέ, φησὶν ὁ Πλούταρχος, μετὰ τὸν σπόρον ὑετὸν συμβῆναι ἢ πρὸ σπόρου· δῆλον δέ· τὰ γὰρ μετὰ Πλειάδα σπαρέντα καὶ πρὸ τροπῶν φύεσθαι ἑβδομαῖα ‑ ἐν Αἰγύπτῳ δὲ καὶ τριταῖα ‑ τὰ δὲ μετὰ τροπὰς μόλις ἐν τριπλασίῳ τούτου τοῦ χρόνου. οὕτως τὸ ἐπιγενέσθαι ὑετὸν ἀγαθὸν μᾶλλον ἢ τὸ προγενέσθαι. οἱ δ' ἀρχαῖοι καὶ πρωϊαίτερον ἔσπειρον, ὡς δῆλον ἐκ τῶν Ἐλευσινίων τελετῶν, ἐν αἷς ἐλέγετο 'πάριθι κόρη γέφυραν· ὅσον οὔπω †τριπόλεον δέ' (Carmina Popularia 50 Diehl 31 Page).

[61]    Ibid. in OD 414:

   ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο

   καύματος ἰδαλίμου μετοπωρινὸν ὀμβρήσαντος

   Ζηνός ...........................

   ................................

   ................................

   ................................

   τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ

   ὕλη .............................

   Λέγοι δ' ἂν καὶ τὴν ἄβρωτον ὑπὸ τῶν ἐγγινομένων θηριδίων τοῖς φυτοῖς, ὡς ἀδηκτοτάτην οὖσαν, οἷον θριπῶν καὶ τερηδόνων, ἃ διεμφύεται τοῖς δένδρεσι σηπομένης τῆς ἐν αὐτοῖς ὑγρότητος. τὸ δ' ἐν τούτῳ ὑλοτομεῖν ὀρθόν, ὅτε ξηρὰ μέν ἐστι τὰ δένδρα, ἀποδεδωκότα τὸν οἰκεῖον καρπόν, καὶ οὐκέτι κάμνει περὶ τὴν ἐκτροφὴν αὐτοῦ, μετρίας δὲ ἔτυχεν ὑγρότητος ἀλλ' οὐ πολλῆς ἤδη πρὸς τὸ οἰκεῖον, τοῖς τέμνουσιν ὥστε [γε] μὴ σήπεσθαι μετὰ τὴν τομήν. εἰς ὅ τινας βλέποντας καὶ φθινούσης τέμνειν τῆς σελήνης ἀλλὰ μὴ πανσελήνου μηδ' αὐξανομένης· ἡ γὰρ τοῦ φωτὸς ἐπίδοσις ὑγρότερα ποιεῖ τὰ δένδρα καὶ εὐεπίφορα τεμνόμενα πρὸς τὴν σῆψιν.

[62]    Ibid. in OD 423:

   ὅλμον μὲν τριπόδην ‑ ‑ ‑

   Πολὺς ἐν τούτοις ὁ Πλούταρχος ἀμυνόμενος τοὺς γελῶντας τὸν Ἡσίοδον τῆς σμικρολογίας, καὶ Πλάτωνα (Leges 746E) λέγων περὶ τῆς τῶν σκευῶν ἐν τοῖς οἴκοις διειλέχθαι συμμετρίας καὶ Λυκοῦργον περὶ τῆς τῶν θυρῶν κατασκευῆς, ἵν' ἀπὸ πρίονος ὦσι καὶ πελέκεως μόνον ἀποίκιλοι. δεῖν οὖν ἀποδέχεσθαι καὶ τὸν Ἡσίοδον μέτρα παραδόντα καὶ ὅλμου καὶ ὑπέρου καὶ ἄξονος καὶ σφύρας. καὶ τοὺς ἀρχαίους δὲ πολὺν καὶ τούτων ποιεῖσθαι λόγον καὶ τῶν εὑρετῶν Πάμφων μὲν τιμᾶν, διότι τὸν λύχνον πρῶτος εὗρε καὶ τὸ ἐκ τούτου φῶς εἰσήγαγεν εἴς τε τὰ ἱερὰ καὶ τὴν ἰδίαν χρῆσιν, τὸν δὲ τῶν Πιτθέων δῆμον διὰ τοῦτο οὕτως ὀνομάσαι, διότι τῶν πίθων ἐπενοήσαντο τὴν πλάσιν· ὥστε μὴ τὴν πολυτέλειαν προσήκειν θαυμάζειν ἀλλὰ τὴν τῶν χρειωδῶν, κἂν εὐτελῆ τυγχάνῃ, περιποίησιν.

[63a]    Schol. in OD 426:

   τρισπίθαμον δ' ἄψιν τάμνειν δεκαδώρῳ ἁμάξῃ.

   Σπιθαμὴ μέν ἐστιν ἁπλωθείσης τῆς χειρὸς ‹ἀπὸ τοῦ ἀντίχειρος› ἐπὶ τὸ ἄκρον τοῦ σμικροτάτου δακτύλου διάστημα ... δῶρον δὲ τὸ αὐτό πως καὶ παλαιστή, ἀλλ' αὕτη μὲν ἐκ τῶν τεσσάρων δακτύλων ὀρθῶς συντεθέντων, δῶρον δὲ τούτων συστραφέντων καὶ τοῦ ἀντίχειρος ἐγερθέντος.

[63b]

   Hesych. s. v. δεκαδώρῳ ἁμάξῃ.

   Ἧς ἡ διάμετρος τῶν τροχῶν δέκα δώρων. δῶρον δέ, ὡς μέν τινες, ἡ παλαιστή· ὡς δ' ἕτεροι, ὅταν τοὺς τέσσαρας δακτύλους συστρέψας ἐγείρῃς τὸν ἀντίχειρα, ὡς Πλούταρχος.

[64]

   Schol. in OD 427:

   ... φέρειν δὲ γύην ...

   (Τὸν μὲν οὖν γύην εἶναι κελεύει πρίνινον, προσθείς 'ἢ κατ' ἄρουραν εἰ εὕροις, ἢ κατ' ὄρος, πρίνινον.) οὐ γὰρ εὔπορος Βοιωτοῖς ἡ πρῖνος, φησὶν ὁ Πλούταρχος, ἀλλὰ τοῖς πτελεΐνοις ἀντὶ τῶν πρινίνων χρῶνται τοὺς γύας κατασκευάζοντες.

[65]    Ibid. in OD 435:

   δάφνης ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες

   Τὸ δ' ἄσηπτον ἐδήλωσεν εἰπὼν ἀκιώτατον· ὁ δὲ Πλούταρχος ἐξηγήσατο τὴν αἰτίαν, λέγων εἶναί τι θηρίδιον, ὃ καλεῖται κίς, διεσθίον τὰ ξύλα· τοῦτο καὶ Πίνδαρον οὕτω καλεῖν περὶ τοῦ χρυσοῦ λέγοντα (fr. 222 Bergk, 261 Turyn)

   'κεῖνον οὐ σῆς, οὐ κὶς δάμναται',

ὡς ἄσηπτον· ἐγγίνεται δ' οὖν τὰ τοιαῦτα θηρίδια τοῖς γλυκέσι καὶ μαλακοῖς ξύλοις, δάφνη δὲ καὶ πτελέα δριμύτατα.

[66]    Ibid. in OD 453-354:

   ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἅμαξαν.

   ῥηίδιον δ' ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.

   (Τούτων τὸ μὲν ὁ 'ἀβούτης' εἴποι ἂν αἰτῶν βόας ἵν' ἀρόσῃ τοῦ καιροῦ καλοῦντος, τὸ δ' ὁ εὐπορῶν βοῶν ἀποκρίναιτο ἄν, ὅτι καὶ οἱ παρ' αὐτῷ βόες ἔργα ἔχουσι, καὶ διὰ τοῦτο οὐκ ἂν αἰτούμενος δοίη.) ὃ καὶ ὁ Λάκων τὴν κυνῆν αἰτούμενος εἰπεῖν λέγεται πρὸς τὸν αἰτοῦντα· 'εἰ μὲν εὐδία, ἔσται καὶ σοὶ ἄχρηστος· εἰ δὲ χειμών, καὶ ἐμοὶ χρήσιμος'. καὶ γὰρ καὶ περὶ τῶν βοῶν ἐρεῖ ταὐτὸν ὁ αἰτηθείς· 'εἰ μὲν καιρὸς τοῦ ἀροῦν, καὶ σοὶ ἄχρηστοι· εἰ δὲ καιρός, κἀμοὶ χρήσιμοι'.

[67]    Ibid. in OD 465:

   εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ' ἁγνῇ.

   Ταῦτα καὶ θεοσεβείας ἐστι δόγματα, τρέποντα τοὺς ἔργων ἁπτομένους ἐπὶ τὰς παρακλήσεις τῶν τὰ ἔργα ταῦτα ἐφορώντων καὶ τελειοῦν δυναμένων θεῶν· καὶ οὐδὲν ἀπολείπει πρὸς τέρψιν, εἰ ἐννοήσομεν τὸν ἀροῦν μέλλοντα, λαβόμενον τῆς ἐχέτλης, ἣν προείπομεν ὅ τι ποτὲ δηλοῖ τοῦ ἀρότρου μέρος, πρὶν ἐλάσῃ τοὺς βόας, μάρτυρα καλοῦντα τοῦ ἔργου τὸν Δία καὶ τὴν Δήμητραν, τὸν μὲν ὡς τελεσιουργὸν διὰ τῶν ὄμβρων τῆς σπορᾶς, τὴν δ' ὡς προστάτιν τῶν γονίμων δυνάμεων τῆς γῆς. ὁ γοῦν πάντα τὰ παρ' ἑαυτοῦ ποιήσας οὐχ ἁπλῶς αἰτεῖ τοὺς θεοὺς ἀλλ' ὥσπερ ἀπαιτεῖ τὸ τέλος. ὡς οὖν ἔλεγε Σωκράτης εὔχεσθαι δεῖν μουσικὴν τὸν μανθάνοντα καὶ γονὴν παίδων τὸν γαμοῦντα, οὕτω καὶ Ἡσίοδος καρπῶν γονὴν τὸν τῆς ἐχέτλης ἤδη λαμβανόμενον καὶ ὅρπηκα φέροντα καὶ ἐπάγοντα τοῖς νώτοις τῶν βοῶν ὥστε κινηθῆναι καὶ ἑλκύσαι τὸ ἄροτρον.

[68]    Ibid. in OD 486-489:

   ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι

   τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπ' ἀπείρονα γαῖαν,

   τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδ' ἀπολήγοι,

   μήτ' ἄρ' ὑπερβάλλων βοὸς ὁπλὴν μήτ' ἀπολείπων.

   Ὅτι δ' ὁ τοιοῦτος ὄμβρος χρήσιμος, πιστοῦται ἀπὸ τοῦ τὴν Σικελίαν εὐκαρπεῖν, πολλοὺς δεχομένην ἐαρινοὺς ὄμβρους· καὶ ἀπὸ τοῦ προσηνὲς εἶναι τῇ γῇ τότε τὸ ὕδωρ ὑποθερμαινόμενον, καὶ νηπίοις οὖσι τοῖς καρποῖς συμφέρον· καὶ ἀπὸ τοῦ τινας καὶ ἐν ἰσημερίᾳ σπείραντας ἐαρινῇ πολλοὺς θερίσαι καρπούς· καὶ γὰρ ὁ τριμηνιαῖος λεγόμενος πυρὸς ὑπὸ τοιούτων ὄμβρων ἐκτρέφεσθαι ἔοικε τῶν ἐαρινῶν.

[69]    Ibid. in OD 496-497:

   μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ

   σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.

   Τῶν λιμωττόντων τοὺς πόδας παχύνεσθαί φησι τὸ δ' ἄλλο σῶμα λεπτύνεσθαι. καὶ εἷς νόμος ἦν Ἐφεσίων, μὴ ἐξεῖναι πατρὶ παῖδας ἀποθέσθαι, ἕως ἂν διὰ λιμὸν παχυνθῇ τοὺς πόδας. ἴσως δὲ καὶ τὴν ἀπὸ καθίσεως καὶ ἀργίας πάχυνσιν δηλοῖ τῶν ποδῶν· γίνεται γὰρ τοῦτο τοῖς ἐπὶ πολὺ καθημένοις. ἐὰν οὖν ἐν τοῖς ἀλεεινοῖς οἴκοις ἀργὸς καθιζάνῃς, λεπτῇ χειρὶ διὰ λιμὸν τοὺς παχεῖς ὄντας πόδας πιέσεις. ἔοικε δὲ καὶ ἡ ἐν τοῖς λιμοῖς πάχυνσις εἶναι κατὰ φύσιν, ὡς ὁ Πλούταρχος· δεῖται γὰρ τὸ ἐν ἡμῖν θερμόν, ἵνα μένῃ, τῆς ἔξωθεν τροφῆς, ἣν οὐ δεχόμενον δαπανᾷ τὸ σῶμα καὶ αὐτοῦ τι ἀποσπᾷ· δι' ἀσθένειαν δ' ἀδυνατοῦν ἀλλοιῶσαι τὸ ἀποσπώμενον ἄπεπτον [ὂν] ἀφίησι· καὶ αὐτὸ μὲν τὰ μέσα καὶ τὰ ἄνω λεπτύνει τοῦ σώματος, ἐν οἷς ἐστι πλεῖον· ἐκεῖνο δ' ἄρα τὸ ἄπεπτον εἰς τὸ κάτω φέρεται, καὶ οὕτω δὴ παχύνει τοὺς πόδας.

[70]    Ibid. in OD 502503:

   δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·

   οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.

   Διὰ τούτου τοῦ παραγγέλματος καὶ τὰ ὅμοια νοητέον. οὐκ ἀεὶ εὐτυχήσομεν· παρασκευαστέον οὖν καὶ πρὸς τὰς περιστάσεις. οὐδ' ἀεὶ ὑγιανοῦμεν· φροντιστέον οὖν καὶ τῶν ‹ταῖς› νόσοις ἐπιτηδείων.

[71a]    Ibid. in OD 504:

   μῆνα δὲ Ληναιῶνα.

   Πλούταρχος οὐδένα φησὶ μῆνα Ληναιῶνα Βοιωτοὺς καλεῖν· ὑποπτεύει δ' ἢ τὸν Βουκάτιον αὐτὸν λέγειν, ὅς ἐστιν ἡλίου τὸν αἰγόκερων διιόντος (καὶ τοῦ βούδορα τῷ Βουκατίῳ συνᾴδοντος διὰ τὸ πλείστους ἐν αὐτῷ διαφθείρεσθαι βόας) ἢ τὸν Ἑρμάϊον, ὅς ἐστι μετὰ τὸν Βουκάτιον εἰς ταὐτὸν ἐρχόμενος τῷ Γαμηλιῶνι, καθ' ὃν καὶ τὰ Λήναια παρ' Ἀθηναίοις· Ἴωνας δὲ τοῦτον οὐδ' ἄλλως, ἀλλὰ Ληναιῶνα καλεῖν.

[71b]    Hesych. s. v. Ληναιών.

   Οὐδένα τῶν μηνῶν Βοιωτοὶ οὕτω καλοῦσιν· εἰκάζει δὲ ὁ Πλούταρχος Βουκάτιον. καὶ γὰρ ψυχρός ἐστιν. ἔνιοι δὲ τὸν Ἑρμάϊον, ὃς κατὰ τὸν Βουκάτιόν ἐστιν· καὶ γὰρ Ἀθηναῖοι τὴν τῶν Ληναίων ἑορτὴν ἐν αὐτῷ ἄγουσιν.

[72]    Ibid. in OD 524:

   ὅτ' ἀνόστεος ὃν πόδα τένδει.

   Ἀριστοτέλης δέ φησι (HA 591ab) ψεῦδος εἶναι τὸ κατὰ τοὺς πολύποδας· αὐτοὺς γὰρ ἑαυτοὺς μὴ κατεσθίειν ἀλλ' ὑπὸ τῶν παγούρων κατεσθίεσθαι.

[73]    Ibid. in OD 539-540:

   τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,

   μηδ' ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.

   Τοῦτο συμβαίνει τοῖς ῥιγῶσι· πιεζομένων γὰρ τῶν τριχῶν κατὰ τὰς ῥίζας ὑπὸ τῆς ψυχρότητος καὶ πυκνώσεως περὶ αὐτὰς γινομένης αἴρονται ὀρθαί.

[74]    Ibid. in OD 541-542:

   ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο

   ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.

   Ἐκ βοείων δερμάτων εἶναι κελεύει τὰ ὑποδήματα, καὶ τούτων τῶν ἰσχυρῶν· τοιαῦτα δ' εἶναι τὰ τῶν σφαγέντων βοῶν, ἀλλ' οὐ τὰ τῶν αὐτομάτως ἀποθανόντων. εἰκότως· ἀποθνήσκουσι μὲν γὰρ ἢ νοσήσαντες ἢ γηράσαντες ὥστε ἠσθενηκότες, τῶν δὲ σφαγέντων ἡ ἐν τοῖς δέρμασιν ἐνοῦσα δύναμις μένει. δεῖν οὖν ἐκ τούτων εἶναι τὰ ὑποδήματα· δεῖν δὲ καὶ πίλοις ἔνδοθεν χρῆσθαι συμφύεσθαι τοῖς ποσὶ δυναμένοις καὶ μειζόνως ἀλεαίνειν· τὰ γὰρ ἄκρα μείζονος δεῖται βοηθείας ὡς πορρώτερον ὄντα τοῦ μέσου, ἐν ᾧ τὸ ἔμφυτον θερμόν.

[75]    Ibid. in OD 548-552:

   ἠῷος δ' ἐπὶ γαῖαν ἀπ' οὐρανοῦ ἀστερόεντος

   ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις·

   ὅς τε ἀρυσσάμενος ποταμῶν ἄπο αἰεναόντων,

   ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ,

   ἄλλοτε μὲν ὕει ποτὶ ἕσπερον, ἄλλοτ' ἄησι

   πυκνὰ Θρηϊκίου Βορέω νέφεα κλονέοντος.

   Ταῦτα λέγεται φυσικῶς περὶ τῶν εἰς τὸν ἀέρα φερομένων ἐκ τῶν ὑγρῶν τῶν ἐπὶ γῆς οἷον ποταμῶν ἢ λιμνῶν ἀναθυμιάσεων ... τὴν δὲ θέσιν ‹αὐτοῦ› μεταξὺ [αὐτὴν] γῆς καὶ οὐρανοῦ τάσιν ἐκάλεσεν ὡς καὶ εἰς ὕψος χωροῦντος καὶ εἰς τὰ κοῖλα καταδυομένου τῆς γῆς. τοῦτον δέ φησιν ἀπὸ τῶν ποταμῶν ἀρυσάμενον τὰς ἀτμίδας αἴρεσθαι ὑπὲρ τὴν γῆν ἀνάγοντα ταύτας. διὰ γὰρ τὴν ψῦξιν τὸ θερμὸν εἴσω τῆς γῆς εἰργόμενον ἀναπέμπει τὰς ἀτμίδας καὶ ἐκ τῶν ποταμῶν τῶν ἐν αὐτῇ καὶ ἐκ τῶν φρεάτων· καὶ ἔστιν ἰδεῖν τοῦτο ἐναργῶς ἀποτελούμενον ἀπὸ τῶν ἁλυκῶν καὶ φρεατίων ἀνάδοσιν ἕωθεν τοιαύτην ἀτμώδη. ὁ οὖν ἀὴρ δεχόμενος ταύτας ὑψοῖ διὰ τῆς τῶν ἀνέμων συστροφῆς, καὶ ὅταν τοῦτο γένηται τότε μὲν ὡς πρὸς ἑσπέραν ὕει, ψυχθείσης τῆς ἀτμίδος, τότε δὲ εἰς πνευμάτων μεταβάλλει συστάσεις.

[76]    Ibid. in OD 559-560:

   τῆμος τὤμισυ βουσίν, ἐπ' ἀνέρι δὲ πλέον εἴη

   ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.

   Διὰ τὸν χειμέριον μῆνα τροφὴν πλείονα κελεύει διδόναι, τοῖς μὲν βουσὶ τὸ ἥμισυ τῆς εἰωθυίας προστιθέντα, τοῖς δ' ἀνθρώποις πλέον ἢ τὸ ἥμισυ· εἰ μὴ ἄρα τὸ ἥμισυ καὶ τὸ πλέον δεῖ συντάττειν, ἵν' ἀμφοτέροις πλέον ἢ τὸ ἥμισυ διδῷ τις τοῦ ἔθους· πέττεται γὰρ χειμῶνος ὄντος ἡ τροφὴ μᾶλλον ἐν μήκει τῶν νυκτῶν· ἥ τε γὰρ θερμότης εἴσω καθειργμένη διὰ τὴν ἔξωθεν πύκνωσιν πλείονα δαπανᾷ· καὶ μῆκος αἱ νύκτες ἔχουσαι πλείονα πέττουσι τροφήν, ἣν 'ἁρμαλιάν' εἶπεν ὡς προσφιλῆ τοῖς τρεφομένοις καὶ εὐάρμοστον.

[77]    Ibid. in OD 561:

   ταῦτα φυλασσόμενος ....

   Τοῦτον καὶ τοὺς ἑξῆς δύο διαγράφει Πλούταρχος ... τούτων δὲ διαγραφέντων ἀκόλουθα τὰ ἑξῆς [ᾖ].

[78]    Ibid. in OD 571:

   ἀλλ' ὁπόταν φερέοικος ...

   Ὁ μὲν Θρᾷξ Διονύσιος ἔλεγε φερέοικον τὸν κοχλίαν, ἐπιτιμῆσαι δέ φησιν ‹ὁ Πλούταρχος› αὐτῷ τινα τοῦτο λέγοντι Ἀρκάδα· εἶναι γὰρ ἐν Ἀρκαδίᾳ τὸν φερέοικον ὁρᾶν μελίττῃ ἐοικότα σμικρότατον κάρφη καὶ συρφετὸν ἑαυτῷ συνάγοντα στεγοποιεῖσθαι διὰ τοὺς χειμῶνας, βαίνειν δ' ἀνὰ τὰ φυτὰ θέρους, τὸν δὲ κοχλίαν μὴ φαίνεσθαι θέρους, ἀλλ' ὁπόταν ὄμβρος γένηται ἀναδυόμενον [φαίνεσθαι] διὰ τῶν φυτῶν βαίνειν, ἕλκοντα τὸ κοῦφον ἐξόπισθεν ὄστρακον.

[79]

   Ibid. in OD 580-581:

   ἠώς, ἥ τε φανεῖσα πολέας ἐπέβησε κελεύθου

   ἀνθρώπους.

   Τὸν μὲν οὖν Ὅμηρόν φησιν ὁ Πλούταρχος ἐπιθέτοις εἰς τέρψιν εὐδοκιμοῦσι κοσμῆσαι τὴν ἡμέραν 'κροκόπεπλον' αὐτὴν λέγοντα καί 'ῥοδοδάκτυλον·' τὸν δ' Ἡσίοδον μειζόνως ἀπὸ τῶν ἔργων, ἐφ' ἃ δὴ προϊοῦσα κινεῖ τοὺς ἀνθρώπους καὶ ἀπὸ τῆς ἐκλύσεως εἰς τὴν ἐνεργὸν μεθίστησι ζωήν.

[80]    Ibid. in OD 586:

   μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες.

   Ὡς ψυχρότεραι τὴν κρᾶσιν καὶ διὰ τοῦτο βράδιον ὀργῶσαι ἀναθερμαινόμεναι. οἱ δ' ἄνδρες ἀφαυρότεροι διὰ τῆς ἔξωθεν θέρμης ἀφαυαινόμενοι, φύσει θερμότεροι ὄντες καὶ ξηρότεροι τῶν γυναικῶν. τοιαῦτα δὲ καὶ τὸν Ἀλκαῖον ᾄδειν (fr. 94 Diehl)

   'οἴνῳ πνεύμονας τέγγε· τὸ γὰρ ἄστρον περιτέλλεται,

   ἁ δ' ὥρα χαλεπά,

   ἀχεῖ δ' ἐκ πετάλων ἁδέα τέττιξ,

   ἀνθεῖ δὲ καὶ σκόλυμος· νῦν δὲ γυναῖκες μιαρώταται,

   λεπτοὶ δέ τοι ἄνδρες, ἐπεὶ κεφαλὴν καὶ γόνατα

   Σείριος ἄζει.'

[81]    Ibid. in OD 591-596:

   καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης

   πρωτογόνων τ' ἐρίφων· ἐπὶ δ' αἴθοπα πινέμεν οἶνον,

   ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,

   ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα,

   κρήνης τ' αἰενάου καὶ ἀπορρύτου, ἥ τ' ἀθόλωτος,

   τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.

   Ἐργάτῃ μὲν ἡ τροφὴ πρέπουσα πληροῦν βοείων κρεῶν τὴν γαστέρα, καὶ ἐν σκιᾷ δὲ καθήμενον καὶ ὑπὸ Ζεφύρου καταπνεόμενον πίνειν ἐπὶ τῇ κρεωφαγίᾳ, μίξαντα κρηναῖον ὕδωρ τῷ οἴνῳ, τρία μέτρα πρὸς ἕν· οὐ γὰρ διαρρέουσιν ἀνθρώποις γράφει δίαιταν, ἀλλ' ἐκπονοῦσι τὴν γῆν καὶ αὐτουργοῖς καὶ βιωτικοῖς· τοῖς γὰρ τοιούτοις οὐδὲν προσφορώτερον τῆς ἰσχυρᾶς καὶ δυσφθάρτου ταύτης τροφῆς, οὐ χιόνων δεομένοις οὐδὲ ῥιπιδίων, ἀλλὰ φυσικῆς εὐπνοίας, οἷος ὁ ἀκραὴς Ζέφυρος, καθαρὸς ὤν· τὰ γὰρ βόρεια λήγοντα συνάπτεται τοῖς δυτικοῖς πνεύμασι . τὸ δὲ ταύτην ἐπαινέσαι τὴν κρᾶσιν τοῦ οἴνου καὶ τοῦ ὕδατος ἄτοπον εἶναι δοκεῖ· λέγεται γὰρ

   'ἢ πέντε πίνειν ἢ τρί' ἢ μὴ τέσσαρα'·

τὸ δὲ τρία μιγνύναι πρὸς ἓν τοιοῦτον εἶναι δοκεῖ. ἀλλ' ἐκεῖναι μὲν αἱ κράσεις, δύο πρὸς ἓν καὶ τριῶν πρὸς δύο, κατὰ λόγους διπλάσιον καὶ ἡμιόλιον, τοὺς ἡγεμόνας τῶν πολλαπλασίων καὶ ἐπιμορίων, εἰς μέθην εἰσὶ πινόντων· αὕτη δὲ σωφρόνως πινόντων. καὶ μὴν καὶ περὶ ὕδατος ἄλλοι μὲν γράφουσιν εἰς σταθμὸν ἀποβλέποντες ἐκλεγόμενοι τὸ κουφότερον· καί τινες καὶ ὑδροστάτας κατασκευάζουσι, δι' ὧν τὸ βαρὺ καὶ κοῦφον ὕδωρ κρίνουσι· καίτοι πολλαχοῦ κοῦφον μέν ἐστι πονηρὸν δέ, ὡς ἐν Χαλκίδι Πλούταρχος ἱστορεῖ τὸ τῆς Ἀρεθούσης. οἱ δὲ καὶ τὸ ῥᾳδίως οἴνῳ κεραννύμενον δοκιμάζουσιν ὕδωρ ἄριστον, πολλῆς δεόμενον πείρας καὶ διαφόρων οἴνων εἰς τὸ φωραθῆναι μὴ τοιοῦτον ὄν· ἄλλοι δὲ εἰς κεράμειον ποτήριον ὕδωρ ἐμβαλόντες ἐῶσι δι' ὅλης μεῖναι νυκτός, εἶτα γενομένης ἡμέρας ὁρῶσιν εἴ τινα ἐντὸς τῆς κύλικος ἔχει γεώδη περιφέρειαν συστᾶσαν καὶ μελανίζουσαν· καὶ τοῦτο σημεῖον τίθενται τῆς τοῦ ὕδατος φαυλότητος, οὐδ' οὗτοι πεῖραν παραδιδόντες εὐπόριστον. πάντων δὴ οὖν τῶν τοιούτων ἁπλούστερον ὁ Ἡσίοδος κελεύει τῷ γεωργικῷ μιγνύναι τῷ οἴνῳ ὕδωρ ἐκ κρήνης ἀπορρύτου, ἵν' ᾖ κινούμενον καὶ λεπτὸν καὶ ἀθόλωτον, ἀλλὰ μὴ γεῶδες.

[82]    Ibid. in OD 639-640:

   ὀιζυρῇ ἐνὶ κώμῃ ‑

   Ἄσκρῃ.

   Κεῖται μὲν οὖν ὑπὲρ τὴν ὁδόν, ἣν βαδίζουσιν οἱ ἐπὶ τὸ Μουσεῖον ἀπιόντες, ἡ Ἄσκρη. τοῦ δ' Ἑλικῶνος ἐκκειμένου τοῖς ἀνέμοις, καὶ θαυμαστὰς μὲν ἀναπαύλας ἔχοντος ἐν θέρει δυσηνέμου δὲ ὄντος ἐν χειμῶνι, τὴν Ἄσκρην ἐν τῷ μεσημβρινῷ κειμένην τοῦ ὄρους τῆς μὲν ἐκ τῶν ἀνέμων ἀπολαύειν βίας ἐν δὲ τῷ θέρει τὸ εὔπνουν μὴ ἔχειν. ἀοίκητον δ' αὐτὴν ὁ Πλούταρχος ἱστορεῖ καὶ τότε εἶναι, Θεσπιέων ἀνελόντων τοὺς οἰκοῦντας, Ὀρχομενίων δὲ τοὺς σωθέντας δεξαμένων· ὅθεν καὶ τὸν θεὸν Ὀρχομενίοις προστάξαι τὰ Ἡσιόδου λείψανα λαβεῖν καὶ θάψαι παρ' αὑτοῖς, ὡς καὶ Ἀριστοτέλης (fr. 565) φησὶ γράφων τὴν Ὀρχομενίων πολιτείαν.

[83]    Ibid. in OD 643:

   νῆ' ὀλίγην αἰνεῖν.

   Αἰνεῖν δέ τινες ἀντὶ τοῦ παραιτεῖσθαι παρέλαβον, †τὸ 'χαίρειν' λέγειν ἢ παρέρχεσθαι ἢ οὐκ αἰνεῖν ὡς δεινήν, ὥσπερ ἐπαινὴν Περσεφόνειαν.

[84]    Ibid. in OD 654-662:

   ἔνθα δ' ἐγὼν ἐπ' ἄεθλα δαίφρονος Ἀμφιδάμαντος

   Χαλκίδα τ' εἰσεπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ

   ἆθλ' ἔθεσαν παῖδες μεγαλήτορες· ἔνθα μέ φημι

   ὕμνῳ νικήσαντα φέρειν τρίποδ' ὠτώεντα.

   τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσ' ἀνέθηκα,

   ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.

   τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·

   ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·

   Μοῦσαι γάρ μ' ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.

   Ταῦτα πάντα περὶ τῆς Χαλκίδος ‹καὶ› τοῦ Ἀμφιδάμαντος καὶ τοῦ ἄθλου καὶ τοῦ τρίποδος ἐμβεβλῆσθαί φησιν ὁ Πλούταρχος οὐδὲν ἔχοντα χρηστόν. τὸν μὲν οὖν Ἀμφιδάμαντα ναυμαχοῦντα πρὸς Ἐρετριέας ὑπὲρ τοῦ Ληλάντου ἀποθανεῖν· ἆθλα δ' ἐπ' αὐτῷ καὶ ἀγῶνας θεῖναι τελευτήσαντι τοὺς παῖδας· νικῆσαι δ' ἀγωνιζόμενον τὸν Ἡσίοδον καὶ ἆθλον μουσικὸν τρίποδα λαβεῖν καὶ ἀναθεῖναι τοῦτον ἐν τῷ Ἑλικῶνι, ὅπου καὶ κάτοχος ἐγεγόνει ταῖς Μούσαις, καὶ ἐπίγραμμα ἐπὶ τούτῳ θρυλοῦσι. πάντα οὖν ταῦτα ληρώδη λέγων ἐκεῖνος ἀπ' αὐτῶν ἄρχεται τῶν εἰς τὸν καιρὸν τοῦ πλοῦ συντεινόντων, "ἤματα πεντήκοντα."

[85]    Ibid. in OD 706:

   εὖ δ' ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.

   Τοῦτο μετὰ τοὺς περὶ γάμου λόγους προοίμιόν ἐστι τῶν ῥηθησομένων παιδευμάτων· δεῖ γὰρ πρὸ πάντων στοχάζεσθαι τοῦ κεχαρισμένου τοῖς θεοῖς. καὶ γὰρ ὡς Πλάτων φησὶν ὁ βλέπων εἰς τὸ θεῖον ἐξ ἀσελγημάτων [αὐτοῦ] φυλάττειν ἑαυτὸν σπουδάζει καὶ πάντων ἀσεβημάτων· καὶ γὰρ ὁ τοὺς ἀγαθοὺς ἄνδρας αἰσχυνόμενος, παρόντων αὐτῶν ἀπέχεται τούτων, μή τί γε ὁ τοὺς θεούς. καὶ τί λέγω τοὺς ἀγαθοὺς αὐτούς; ἀλλὰ καὶ εἰκόνας ἀγαθῶν τινες σέβονται, καὶ ὑπ' αὐταῖς ὀκνοῦσί τινα πονηρὰν πρᾶξιν πρᾶξαι, ὡς ἡ μὴ προσιεμένη τὸν ἐραστὴν ἑταίρα δρᾶσαί τι ἄσχημον ὑπὸ τῇ τοῦ Ξενοκράτους εἰκόνι τοῦ σώφρονος.

[86]    Ibid. in OD 707-708:

   μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·

   εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.

   Τὴν κατὰ φύσιν ἡμῶν σχέσιν πρὸς ἀλλήλους τῆς κατὰ προαίρεσιν εἶναι τιμιωτέραν φησὶν οὗτος ὁ λόγος. καὶ γὰρ τὴν μὲν ἀποθέσθαι ἐφ' ἡμῖν· τῆς δὲ τὸν δεσμὸν ἐπήγαγε τὸ πᾶν αὐτὴν φυλάττειν βέβαιον· δεῖν οὖν μείζονα τιμὴν νέμειν ἀδελφοῖς ἢ ἑταίροις· καὶ γὰρ καὶ τοῖς πατράσιν οὕτω φίλα πράξομεν, οὓς δεῖ μετὰ θεοὺς τιμᾶν ὡς ἀγάλματα, φησίν, ὄντας ἐφέστια θεῶν. οὕτω δὲ καὶ τὴν οἰκείαν πόλιν τινὲς εἶπον ἐγγυτέραν τῆς μὴ οἰκείας, κἂν μᾶλλόν τις ἐν ταύτῃ τυγχάνῃ τιμώμενος, διὰ τὴν κατὰ φύσιν σχέσιν. καὶ ὀρθῶς ὁ Παναίτιος, πολίτην αὐτὸν Ἀθηναίων ποιεῖσθαι σπευδόντων, εἶπε τῷ σώφρονι μίαν πόλιν ἀρκεῖν (fr. 27 van Straaten) καὶ ὁ τῶν Σπαρτιατῶν βασιλεὺς πρὸς τὸν Ἀρκάδα τὸν ξένον, εἰπόντα πρὸς αὐτὸν ὅτι φιλολάκων οἴκοι καλοῖτο, 'κάλλιόν τοι' εἶπεν 'εἰ φιλόπολις ἐκαλοῦ μᾶλλον ἢ φιλολάκων' ... (τούτῳ δ' ἀκόλουθον τὸ ἑξῆς, ὅτι, εἴ τινα ποιησόμεθα φίλον, ἀπροσκρούστους εἶναι δεῖ πρὸς αὐτόν). καὶ γὰρ ἡ τῶν Πυθαγορείων παραίνεσις, οὐχ ὅτι προτέρους ἁμαρτάνειν εἰς φίλον διακωλύσειεν ἄν, ἀλλὰ καὶ τὰ ἁμαρτήματα τοῦ φίλου πρᾴως φέρειν, ἕως ἂν δυνώμεθα, παρακελεύεται. καὶ ἔχει τὸ παράγγελμα πρὸς τῇ ἄλλῃ δικαιοσύνῃ καὶ τὸ ἔμφρον· εἰκὸς γὰρ ἡμᾶς καὶ θαρρήσαντας τυγχάνειν τινὰ τῷ φίλῳ, καὶ δεῖ μηδὲν εἰς αὐτὸν ποιεῖν λύον τὴν σχέσιν.

[87]    Ibid. in OD 709:

   μηδὲ ψεύδεσθαι γλώσσης χάριν.

   Μὴ μόνον παραιτεῖσθαι τὸν φίλον λυπεῖν διά τινος ἔργου προσκρούοντα, ἀλλὰ μηδὲ ψευδόμενον πρὸς αὐτὸν φαίνεσθαι διὰ περιττὴν καὶ ἀνόνητον τῆς γλώττης ὁρμήν· καὶ γὰρ τοῦτο λυπηρὸν καὶ προάγον εἰς ἀπέχθειαν· ὁ γὰρ ψευδόμενος καὶ ἀπατῶν οὐ φίλος· ὅθεν τοῦτο παραιτητέον. ὃ καὶ Πλάτων εἶπε (Legg. 730c), τὸν ἑκουσίως ψευδόμενον ἄπιστον εἰκότως εἶναι, τὸν δ' ἄπιστον ἄφιλον. μέγα οὖν σημεῖον ἤθους οὐ φιλητικοῦ τὸ ψευδολόγον [εἶναι] πρὸς ὃν οἴεται φίλον εἶναι καὶ ἐπιθολοῦν τὴν φιλίαν.

[88]    Ibid. in OD 717-718:

   μηδέ ποτ' οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ

   τέτλαθ' ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.

   Τὴν πενίαν ἢ ἡμεῖς ἑαυτοῖς προξενοῦμεν διχῶς ἢ δι' ἀργίαν ἢ δι' ἀσωτίαν πενόμενοι, ἢ ἀπὸ τοῦ παντὸς ἔχομεν ἀποκληρωθεῖσαν ἡμῖν. ταύτην οὖν ἀξιοῖ μὴ ὀνειδίζειν, ὡς τήν γε παρ' ἡμᾶς ἀξίαν εἶναι μυρίων ὀνειδῶν οὐ βοηθουμένην ὑφ' ἡμῶν. οὕτω δὴ καὶ νόσον τὴν μὲν εἱμαρμένην οὐ δεῖ ὀνειδίζειν, τὴν δ' ἀπὸ τῆς ἡμετέρας ἀκρασίας διὰ τὴν ἀκρασίαν ὀνειδιστέον, οἷς ἐξὸν ὑγιαίνειν οὐχ ὑπάρχει τοῦτο δι' αὐτήν.

[89]    Ibid. in OD 719-721:

   γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος

   φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης·

   εἰ δὲ κακὸν εἴποις, τάχα κ' αὐτὸς μεῖζον ἀκούσαις.

   Ὁ μὲν θησαυρὸς τῆς γλώττης ἐστὶν ἡ κρύψις τῶν νοημάτων ἡ ἐν τῇ ψυχῇ καὶ τῶν φαντασιῶν τῶν μὴ γενομένων ἐκφόρων ὑπὸ τῆς γλώττης προπετῶς κινουμένης· δεῖ γὰρ τὴν κρίσιν ἐπιμετρεῖν τῇ γλώσσῃ τὸν καιρὸν τῆς κινήσεως, ἀλλ' οὐ ταύτην κυρίαν εἶναι ἑαυτῆς. τὸ δὲ πλείστην μὲν αὐτῆς εἶναι χάριν μετρίας οὔσης, ἀρχὴν δὲ γίνεσθαι μειζόνων καὶ ἀλγεινοτέρων ἀκουσμάτων τὴν προπέτειαν αὐτῆς, ἄμφω παρέστησε, καὶ ὅτι αἱρετὸν τοῦτο τὸ μόριον καὶ ὅτι φευκτόν· ὡς Πιττακόν φασι, πέμψαντος αὐτῷ τοῦ Ἀμάσιδος ἱερεῖον καὶ ἀξιώσαντος ἀντιπέμψαι τῶν μορίων αὐτοῦ τὸ κάλλιστον ἅμα καὶ χείριστον, ἐξελόντα τὴν γλῶσσαν ἀποστεῖλαι. καὶ ἔοικεν ἡ φύσις τὸ μὲν τῶν ὀδόντων ἕρκος αὐτῆς θεῖναι πρόσθεν, κατακλείουσα μαλακὴν αὐτὴν οὖσαν καὶ εὐκίνητον, τὸν δ' ἐγκέφαλον ἄνω θεῖναι, παρὰ τοῦ λόγου τὸ μέτρον αὐτῇ δεῖν ὑπάρχειν ἐνδεικνυμένη.

[90]    Ibid. in OD 724-725:

   μηδέ ποτ' ἐξ ἠοῦς Διὶ λείβειν αἴθοπα οἶνον

   χερσὶν ἀνίπτοισιν.

   Τοῦτο καθαρότητός ἐστι παράγγελμα. πολλὰ γὰρ αἱ χεῖρες τῶν ἀναγκαίων μὲν ἀκαθάρτων δὲ ποιοῦσιν· εἰς τὴν οὖν πρὸς τὸ θεῖον ἐνέργειαν δέονται καθάρσεως, διότι τὸ θεῖον καθαρόν. δεῖ δὲ τὸ ὅμοιον αὐτοῖς ὑπηρετεῖν· μὴ σπένδειν οὖν μὴ προκαθήραντας τὰς χεῖρας. πολλῷ ἄρα μᾶλλον τῷ ὅλῳ σώματι δεῖ καθαρῶς πράττειν τὰ πρὸς θεούς· ἐκ γὰρ ἀκαθάρτων τῶν ὀργάνων εἰ τιμῴημεν αὐτούς, ἀποπτύουσιν ἡμῶν τὰς ἐπὶ τοῖς ἔργοις τοιούτοις ἀράς· αὗται γάρ εἰσιν αἱ ἐπαραὶ ταῖς θυσίαις ἢ ταῖς σπονδαῖς ἐπᾳδόμεναι. ἐν μὲν οὖν Σπάρτῃ τοῖς ‹πολίταις οἱ› εἰς ἀρχὴν καθισταμένοι [οἱ] ἔφοροι προεκήρυττον μὴ τρέφειν μύστακας, ἵνα τοὺς τὸ φαῦλον τοῦτο καὶ εὐτελὲς παραβάντας μειζόνως κολάζωσιν· ὁ δ' Ἡσίοδος νίπτεσθαι τὰς χεῖρας παραινῶν πρὸ τοῦ σπένδειν ἐνδείκνυται τὸν περὶ τοῦτο μὴ πεισόμενον μείζονος ἄξιον εἶναι καταγνώσεως, ὡς ἀνεπιτήδειον πρὸς παιδείαν.

[91]    Ibid. in OD 733-744:

   μηδ' αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθεν οἴκου

   ἑστίῃ ἐμπελαδὸν παραφαινέμεν.

   Ταῦτα τῆς ἀπαιδευσίας ὄντα ἔκγονα, κἂν σμικρὰ ᾖ, δεῖ παραφυλάττειν, καλῶς τοῦ Πλουτάρχου λέγοντος, ὅτι καθάπερ ἐν λόγοις τὸ μὴ σολοικίζειν οὐ θαυμαστόν, ἀλλὰ τὸ σολοικίζειν καταγέλαστον, καὶ ἐν τοῖς ἔργοις οὐ τὸ μὴ πράττειν τὰ τοιαῦτα ἐπαινετόν, ἀλλὰ τὸ πράττειν ἐπονείδιστον· δεῖν οὖν ‹τὸν› μεμολυσμένον ἀπὸ γονῆς ἀποκρύπτειν τὰ αἴτια τοῦ μολυσμοῦ, καὶ μὴ γυμνοῦν ἐγγὺς τῆς ἑστίας· βωμὸς γὰρ καὶ αὕτη τῶν θεῶν καὶ καθημερινῶν θυσιῶν καὶ σπονδῶν ὑποδοχή.

[92]    Ibid. in OD 742-743:

   μηδ' ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ

   αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.

   Παρακελεύεται τοίνυν μὴ ἐν εὐωχίαις θεῶν τέμνειν τοὺς ὄνυχας· τεμόντας γὰρ καὶ καθηραμένους ἐκείναις δεῖ παραβάλλειν, ἀλλ' οὐκ ἐν αὐταῖς τοῦτο ποιεῖν· καὶ γὰρ τρόπον τινὰ νεκροῦν ἐστι τῶν ἐν ἡμῖν τινα μορίων, ἀφαιροῦντας αὐτὰ τοῦ σώματος, ὡς συμπεφυκότα ᾧ ποτε τρέφεται. χρὴ οὖν [εἰ] μηδὲ ταῦτα, προαποθνῄσκοντα τοῦ λοιποῦ σώματος, ἀποστερεῖν ζωῆς ἐν ταῖς ἄσβεστον ἐχόντων τὴν ζωὴν θεῶν εὐωχίαις· ἀλλότριον γὰρ ἐκείνων τὸ τοιοῦτον.

[93]    Ibid. in OD 744-745:

   μηδέ ποτ' οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε

   πινόντων.

   Πολλὰ τοιαῦτα καὶ τοῖς Πυθαγορείοις ἐλέγετο· ζυγὸν μὴ ὑπερβαίνειν καὶ χελιδόνα μὴ εἰσδέχεσθαι καὶ μαχαίρᾳ πῦρ μὴ σκαλεύειν, συμβολικῶς παραινοῦντας τῶν ὀργιζομένων μὴ ἐπεγείρειν διὰ λόγων παροξυντικῶν τὸ πάθος, καὶ φλυάρους μὴ εἰσάγειν εἰς τὸν οἶκον καὶ λάλους, καὶ μὴ δεῖν τὸ δίκαιον ὑπερβαίνειν. τοιοῦτον οὖν καὶ τὸ ἐπιτιθέναι τῷ κρατῆρι τὴν οἰνοχόην συμβολικὸν παίδευμα· τουτέστι μὴ ἐπίπροσθεν ἄγειν τοῦ κοινοῦ τὸ ἴδιον. ὁ μὲν γὰρ κρατὴρ προὔκειτο κοινὸς ἐν ταῖς τραπέζαις, ἐκ δὲ τῆς οἰνοχόης ἀρυόμενοι ἔπινον οἱ συνδειπνοῦντες. μήτ' οὖν τὸ μέρος νομίζειν τοῦ ὅλου ὑπέρτερον μήτε τὸ ἴδιον τοῦ κοινοῦ προτιμότερον· χαλεπὴν γὰρ εἶναι τὴν ἐπ' αὐτῷ μοῖραν ὡς ἑπομένην ἔχοντι ποινὴν ἀπὸ τοῦ παντός, ἐν ᾧ τὰ ὅλα τῶν μερῶν ἐθέλει κρατεῖν.

[94]    Ibid. in OD 746-747:

   μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,

   μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.

   Οἱ μὲν ὅτι δεῖ τὰς οἰκίας πρὸ χειμῶνος συντελεῖν· ὁ γὰρ κρωγμὸς τῆς κορώνης χειμῶνος σύμβολον· οἱ δ' ὅτι μὴ ἀτελῆ δεῖ τὸν οἶκον ἐᾶν, μὴ ψόγον ἐπαγάγῃ παρ' ἄλλων, οὓς τῇ κορώνῃ ἀπείκασεν, ὡς πολλὰ ἂν φθεγξαμένους νεμεσῶντας ἐπὶ τῷ ἐλλιπεῖ . δεῖ δὲ καὶ ἐπὶ τὰ ἄλλα τὸ παράγγελμα διατείνειν καὶ μηδὲν τῶν ἡμετέρων ἔργων ἀτελὲς περιορᾶν φερόμενον, ἀλλ' ἑκάστῳ τὸ προσῆκον ἐπάγειν τέλος.

[95]    Ibid. in OD 748-749:

   μηδ' ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα

   ἔσθειν μηδὲ λούεσθαι.

   Θυσίαν ταύτην ὁ Πλούταρχος πρόχειρον καὶ καθημερινὴν εἶπεν ὀρθῶς, ἀφ' ὧν μέλλομεν ἐσθίειν ἱερὰ πάντα ποιοῦντας διὰ τοῦ ἀπάρξασθαι. καὶ γὰρ αἱ τῶν ἱερῶν τραπεζώσεις τοῦτο εἶχον· ἀπαρξάμενοι γὰρ ἀπ' αὐτῶν ἐδαίνυντο. χρῆναι δὲ καὶ ἐπὶ τῶν λουτρῶν τὸ αὐτὸ δρᾶν· ἐλούοντο δὲ περιχεόμενοι 'κατὰ κρατός τε καὶ ὤμων'· χρῆν οὖν καὶ τούτου πρότερον ἀφορίσαι τι πρὸ τῆς ἡμετέρας χρήσεως ἱερὸν θεῶν, καὶ οὕτω τὸ λοιπὸν εἰς τὴν ἀναγκαίαν χρείαν παραλαμβάνειν.

[96]    Ibid. in OD 750-752:

   μηδ' ἐπ' ἀκινήτοισι καθίζειν, οὐ γὰρ ἄμεινον,

   παῖδα δυωδεκαταῖον, ὅ τ' ἀνέρ' ἀνήνορα ποιεῖ,

   μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.

   Μήποτε δὲ κάλλιον Πλούταρχος, ὅτι μὴ δεῖ τὰ νεογνὰ ἀκίνητα ἐᾶν καὶ ἀποτίθεσθαι ἐν ἀκινήτοις· ἀσθενέστερα γὰρ γίνεται· κινεῖν δ' αὐτὰ ὅτι μάλιστα, κἂν ἐπί τινων αὐτά τις καθίζῃ, ‹ἐπὶ› κινουμένων καθίζειν καὶ σαλεύειν διὰ τούτων, οἷά τισιν εὐκίνητα κλινίδια μεμηχάνηται πρὸς τὴν τῶν παιδίων εὐνήν.

[97]    Ibid. in OD 753:

   μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι.

   Μὴ δεῖν συναπογυμνοῦσθαι ταῖς γυναιξὶ τοὺς ἄνδρας· πρὸς γὰρ τῷ ἀσχήμονι καὶ ἀπόρροιαί τινες ἐκ τῶν γυναικείων σωμάτων καὶ περιττωμάτων χωροῦσιν, ὧν ἀναπίμπλασθαι τοὺς ἄνδρας μολυσματῶδές ἐστι· καὶ τοῖς εἰς τὸν αὐτὸν ἀέρα εἰσιοῦσι καὶ τοῖς εἰς τὸ αὐτὸ ὕδωρ ἀνάγκη τούτων ἀπολαύειν.

[98]    Ibid. in OD 757-759:

   Μηδέ ποτ' ἐν προχοαῖς ποταμῶν ἅλαδε προρεόντων,

   Μηδ' ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ' ἐξαλέασθαι,

   Μηδ' ἐναποψύχειν.

   Ταῦτα διαγράφει Πλούταρχος, ὡς εὐτελῆ καὶ ἀνάξια παιδευτικῆς Μούσης· μὴ οὐρεῖν ἐν προχοαῖς ποταμῶν ἢ ἐπὶ κρηνῶν μηδ' ἀποπατεῖν· τοῦτο γὰρ τὸ ἀποψύχειν.

[99]    Ibid. in OD 760-764:

   ὧδ' ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην

   .................................

   .................................

   .................................

   θεὸς νύ τίς ἐστι καὶ αὐτή.

   (Τοῦτο τὸ τέλος ἐστὶ τῶν παραγγελμάτων, ἱκανὸν εἰς τὸ παιδεῦσαι ἡμᾶς τὸ ἑαυτῶν ἦθος, εὐλαβουμένους τὴν φήμην.) οὐ γὰρ ὅσον ἀρετῆς οἱ ἄνθρωποι σφάλλονται, τοσοῦτον καὶ κρίσεως ἀρετῆς, φησὶν ὁ Πλάτων ... ἔτι δὲ καὶ ἀρξαμένην ταύτην παῦσαι χαλεπόν· εἰώθασι γὰρ οἱ ἄνθρωποι πολλαπλασιάζειν ἃς ἂν παραλάβωσι φήμας καὶ ἐκ σμικρῶν μεγάλας ποιεῖν. καὶ τέλος προσέθηκεν ὅτι κινδυνεύει καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀληθὴς εἶναι πᾶσα φήμη 'ἣν λαοὶ πολλοὶ φημίξωσι', καὶ διὰ τοῦτο ἔχειν τι καὶ αὐτὴν θεῖον· πολλάκις γοῦν ὁ μὲν ἄρξας αὐτῆς οὐκ ἔστιν, εὔστοχος δ' αὕτη δι' αὐτῶν ἀναφαίνεται τῶν ἀποβαινόντων, ὥστε εἰκότως δεῖ φυλάττεσθαι τὴν κακὴν φήμην. κατὰ τοῦτο οὖν χρήσιμον τὸ δεῖν καὶ δόξαν ὑφορᾶσθαι τὸν παιδευόμενον. οὐ γὰρ ἁπλῶς ἀληθὲς ὃ ἔλεγε Γοργίας· ἔλεγε δέ 'τὸ μὲν εἶναι ἀφανὲς μὴ τυχὸν τοῦ δοκεῖν, τὸ δὲ δοκεῖν ἀσθενὲς μὴ τυχὸν τοῦ εἶναι' (B 26 DielsKranz). παρὰ γὰρ τοῖς πολλοῖς καὶ τὸ δοκεῖν ἰσχὺν ἔχει καὶ τὰ ἐκ τοῦ δοκεῖν ἀποβαίνοντα δυσχερῆ δείκνυται οὐκ ὄντα ὀλίγα. μᾶλλον οὖν, ὡς Ξενοκράτης ἔλεγε τοῦ μὲν [οὖν] φίλον Ἀλέξανδρον ἔχειν ἕνεκα μηδ' ἂν τὸν δάκτυλον κινῆσαι, τοῦ δὲ μὴ ἐχθρὸν πάντα ἂν πρᾶξαι (fr. 105 Heinze), οὕτω καὶ Ἡσίοδος τῆς μὲν παρὰ τοῖς πολλοῖς δόξης ἀξιοῖ ποιεῖσθαι λόγον μηδένα, τῆς δ' ἀδοξίας, ἵνα μὴ συμβῇ, πάντα ποιεῖσθαι λόγον.

[100]    Plut. Vit. Camilli, c. 19. Περὶ δ' ἡμερῶν ἀποφράδων εἴτε χρὴ τίθεσθαί τινας εἴτε [μὴ] ὀρθῶς Ἡράκλειτος (B 106 DielsKranz) ἐπέπληξεν Ἡσιόδῳ τὰς μὲν ἀγαθὰς ποιουμένῳ, τὰς δὲ φαύλας, ὡς ἀγνοοῦντι φύσιν ἡμέρας ἁπάσης μίαν οὖσαν, ἑτέρωθι διηπόρηται.

[101]    Schol. in OD 765-766:

   ἤματα δ' ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν

   πεφραδέμεν δμώεσσι.

   Αἱ περὶ τῆς τῶν ἡμερῶν ἐκλογῆς καὶ ἀπεκλογῆς παραινέσεις ἔχουσι μὲν τὰς ἀρχὰς ἐκ τῶν παρατηρήσεων, ἄλλαι δὲ παρ' ἄλλοις ἐκράτησαν, ἐπεὶ καὶ παρ' Ὀρφεῖ λέγονταί τινες αὐτῶν διακρίσεις καὶ ἐν τοῖς Ἀθηναίων πατρίοις διωρίσθησαν αἱ μὲν ἀγαθαί τινες αἱ δὲ φαῦλαι μέσαι δέ τινες εἶναι. καὶ οὐχ ὅλας ἡμέρας μόνον ὑπέλαβόν τινες εὐκαιρίαν ἔχειν πρὸς καταρχάς τινων πράξεων ἀλλὰ καὶ μόρια τῆς ἡμέρας, ὁτὲ μὲν τὰ ἑωθινὰ ἐπαινοῦντες ὁτὲ δὲ τὰ περὶ δείλην ὀψίαν, ὅπου δὲ καὶ τοῖς μὲν θεοῖς οἰκεῖα τὰ πρὸς μεσημβρίαν εἰρήκασιν, ἥρωσι δὲ τὰ μετὰ μεσημβρίαν. ὁ γοῦν Ἡσίοδος τὰς πολλὰς ἐν τούτοις εἰδὼς τῶν κατ' αὐτὸν παρατηρήσεις, εἰς τὰς ἡλίου κινήσεις καὶ σελήνης καὶ τὰς πρὸς ἀλλήλους σχέσεις αὐτὸς ἀποβλέψας ἀνάγει τὰς τῶν ἐπιτηδείων καὶ ἀνεπιτηδείων διαφοράς, ἀφ' ὧν μάλιστα γίνεται πάντα μὲν τὰ θνητὰ τῶν κινουμένων, ἄλλα δὲ μᾶλλον ἄλλων. πρὸς τὰς δὲ [τὰς] περιόδους αὐτῶν οἰκείως ἢ ἀλλοτρίως ἔχει [τῶν γινομένων]. δηλοῖ δὲ καὶ τῶν φυτῶν τὰ μὲν σελήνῃ συγκινούμενα τὰ δὲ ἡλίῳ· τὰ μὲν γὰρ ῥόδα καὶ ἴα καὶ μετὰ τούτων τὰ ἡλιοτρόπια πρὸς ἥλιον ἀνίσχοντα τρέπει τὰ φύλλα καὶ πρὸς καταδυόμενον ὡσαύτως εἰς ἑσπέραν ῥέποντα, τὰ δὲ τῶν ἐλαιῶν φύλλα διδάσκει καὶ τοὺς γεωργικοὺς γεγονέναι τροπὰς ἢ χειμερινὰς ἢ θερινὰς διὰ τῆς ἑαυτῶν περιστροφῆς, ὁτὲ μὲν ἄνω τὸ μελάντερον ἰσχόντων ὁτὲ δὲ τὸ λευκόν. τὰ δὲ τῶν αἰλούρων ὄμματά φασι καὶ τὰ σπλάγχνα τῶν μυῶν πάντων φθίνειν μὲν σελήνης ληγούσης, αὔξεσθαι δὲ ἀκμαζούσης ‹...› εἰ μὲν περὶ πανσέληνον ἐξαιρεθείη, τὴν μὲν γόνιμον ἀρχὴν ἔτι φυλάττει καὶ αὖθις βλαστάνει κατὰ τὴν προσήκουσαν ὥραν, εἰ δὲ φθινούσης, ἄγονον γίνεται. καὶ ἁπλῶς τὰ μὲν πληρουμένης εὐθηνεῖται τὰ δὲ ληγούσης αὐτῆς, τοῖς μὲν ὠφελίμου τῆς ὑγρότητος οὔσης ἣν διαχεῖ τὸ σεληναῖον φῶς αὐξανόμενον, τοῖς δὲ βλαβερᾶς.

[102]    Aulus Gellius 20.8.

Id etiam, inquit, multo mirandum est magis, quod apud Plutarchum in quarto in Hesiodum commentario legi: 'cepetum revirescit et congerminat decedente luna, contra autem inarescit adulescente; eam causam esse dicunt sacerdotes Aegyptii cur Pelusiotae cepe non edint, quia solum olerum omnium contra lunae augmenta atque damna vices minuendi et augendi habeat contrarias.'

[103]    Schol. in OD 770-771:

   πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·

   τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ.

   Τὴν δὲ σῦν ἀνίερον Αἰγύπτιοί φασιν, ὅτι μίξεσι χαίρει κρυπτομένης ὑπὸ τοῦ ἡλίου τῆς σελήνης. καὶ μήποτε καὶ τοῦτο τὸ ζῷον, ὡς χθόνιον καὶ γεννήσεσι χαῖρον, οἰκεῖόν ἐστι πρὸς ταύτην εἰκότως μάλιστα τῆς θεοῦ τὴν συνοδικὴν φάσιν, ἣν πρὸς ἥλιον λόγον ἔχειν ὡς θήλεος πρὸς ἄρρενά φασιν. (μετὰ δὲ ταύτην ... ἐπαινεῖ τὰς τρεῖς· τὴν ἔνην ... τὴν τετράδα, τὴν ἑβδόμην, καὶ πάσας ἱερὰς λέγων), τὴν δὲ ἑβδόμην καὶ ὡς Ἀπόλλωνος γενέθλιον ὑμνῶν, διὸ καὶ Ἀθηναῖοι ταύτην ὡς Ἀπολλωνιακὴν τιμῶσι δαφνοφοροῦντες καὶ τὸ κανοῦν ἐπιστέφοντες καὶ ὑμνοῦντες τὸν θεόν.

[104]    Ibid. in OD 780-781:

   μηνὸς δ' ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι

   σπέρματος ἄρξασθαι· φυτὰ δ' ἐνθρέψασθαι ἀρίστη.

   Καλῶς ἐπέστησεν ὁ Πλούταρχος ὅτι τὸ σπεῖραι καὶ τὸ φυτεῦσαι οὐχ ὑπὸ τῶν αὐτῶν ἔοικεν ὠφελεῖσθαι. τὸ μὲν γὰρ σπέρμα δεῖ καταβληθὲν κρυφθῆναι πρῶτον εἴσω τῆς γῆς καὶ σαπῆναι, καὶ οὕτως ἑαυτοῦ διαδοῦναι τὴν δύναμιν εἰς τὴν περικρύψασαν αὐτὸ γῆν, ἵν' ἐξ ἑνὸς πυροῦ τυχὸν ἢ κριθῆς γένηται πλῆθος. διὸ καὶ ὑετοῦ δεῖσθαι καὶ πάχνης αὐτό φασι τὴν ἀρχὴν πιεζόντων ἔσω καὶ χεόντων τὰς ἐν αὐτῷ φυσικὰς δυνάμεις. τὸ δὲ φυτὸν ῥιζωθὲν βλαστῆσαι χρὴ καὶ ἀναδοῦναι τὸν ἐν τῇ ῥίζῃ κρυπτόμενον λόγον, οἷον διοιχθείσῃ διὰ φωτός· ὥστ' εἰκότως τὴν τρισκαιδεκάτην πρὸς μὲν τὸ σπείρειν ἀνεπιτήδειον εἶναι, πρὸς δὲ τὸ φυτεύειν ἐπιτηδείαν· διὸ καὶ τὸ 'ἐνθρέψασθαι' οἰκείως ἔχει πρὸς τὴν φυτείαν· τὸ γὰρ προκαλέσασθαι τὸν ῥιζικὸν λόγον καὶ εἰς ἐπίδοσιν ἄγειν καὶ βλάστην ἐσήμηνε διὰ τοῦ ὀνόματος, πρὸς ἃ συντελεῖ πλεῖον ὂν τὸ ἐκ τῆς σελήνης ἐν ταύτῃ φῶς.

[105]    Ibid. in OD 782-784:

   ἕκτη δ' ἡ μέσση μάλα σύμφορός ἐστι φυτοῖσιν,

   ἀνδρογόνος δ' ἀγαθή· κούρῃ δ' οὐ σύμφορός ἐστιν,

   οὔτε γενέσθαι πρῶτ' οὔτ' ἂρ γάμου ἀντιβολῆσαι.

   Τὴν ἑκκαιδεκάτην μέσην ἕκτην εἰπὼν ὠφέλιμον εἶναι τοῖς φυτοῖς φησιν δι' ἣν εἴπομεν αἰτίαν· τὸ γὰρ φῶς θερμὸν ὂν τὸ σεληναῖον καὶ ὑγρὸν προκαλεῖται τὴν βλάστην αὐτῶν. τῶν δὲ ἀνθρώπων ἄρρεσι μὲν σπέρμασι σύμφορον θήλεσι δὲ ἀσύμφορον· αἴτιον δὲ τούτων ὅτι τὸ μέν ἐστι ξηρότερον τὸ δ' ὑγρότερον τῶν σπερμάτων, οἷς καὶ αὐτὸ τὸ ἄρρεν διαφέρει τοῦ θήλεος· καὶ διὰ ταῦτά φασι καὶ τὰς συλλήψεις τὰς μὲν βορείων πνευμάτων ὄντων γινομένας εἶναι ἀρρενογόνους τὰς δὲ νοτίων θηλυγόνους. καὶ μέντοι καὶ τὰς διαθρώσεις τῶν θηλέων ἐμβρύων βραδυτέρας γίνεσθαι ἢ τῶν ἀρρένων διὰ τὸ πλῆθος ἐκεῖ τῆς ὑγρότητος, μὴ ῥᾳδίως κρατουμένης ὑπὸ τῆς δημιουργούσης ἐν τῇ θερμότητι φύσεως. φυσικῶς οὖν εἴρηται τὴν ἑκκαιδεκάτην ἀρρενογόνον μὲν ἄριστον εἶναι θήλεσι δὲ ἀσύμφορον· ἔχει δέ τινα καὶ πρὸς γάμους ἐναντίωσιν, τῆς σελήνης πάμπολυ τοῦ ἡλίου διεστώσης. διὸ καὶ Ἀθηναῖοι τὰς πρὸς σύνοδον ἡμέρας ἐξελέγοντο πρὸς γάμους καὶ τὰ Θεογάμια ἐτέλουν τότε, φυσικῶς εἶναι πρῶτον οἰόμενοι γάμον τὴν σελήνης πρὸς ἥλιον σύνοδον.

[106]    Ibid. in OD 790-791:

   μηνὸς δ' ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον

   ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.

   Τὴν ὀγδόην τοῦ μηνὸς τοῦ Ποσειδῶνος ἱερὰν ὡς ἐπὶ τρία διαστᾶσαν πρώτην τῷ τριαινούχῳ θεῷ προσήκειν εἰκότως λέγουσι καὶ †τριχίτωνι, τριῶν ἄρχοντι τῶν ἐν κινήσει στοιχείων. διὸ καὶ τοὺς ταύρους αὐτῷ φέροντες ἀνῆκαν ὡς ὁρμητικοὺς καὶ τοὺς κάπρους· ἄμφω γὰρ διὰ θυμὸν ἀκάθεκτοι γίνονται, πραΰνονται δὲ ἐκτμηθέντες. εἰκότως οὖν ‹πρὸς› τὴν τῷ κινητικῷ θεῷ προσήκουσαν ἡμέραν ‑ ὃς καὶ τὴν ἀκίνητον γῆν κινεῖ Ἐνοσίχθων καλούμενος ‑ ᾠκείωσαν ταῦτα τὰ ζῷα ὁρμητικὰ ὄντα· καὶ μήποτε τὸν μὲν ταῦρον ὡς τῆς ὑγρᾶς οὐσίας κινητικῷ, τὸν δὲ κάπρον ὡς τῆς ξηρᾶς. τοῦ δὲ αὐτοῦ ἐστι τὸ κινεῖν καὶ ἠρεμεῖν τὰς ἀστάτους τῶν κινουμένων ὁρμάς· διὸ καὶ ὁ θεὸς οὗτος οὐ μόνον Ἐνοσίχθων ἀλλὰ καὶ Ἀσφάλειος ὑμνεῖται, καὶ οἱ τοὺς σεισμοὺς παύειν ἐθέλοντες Ποσειδῶνι θύουσιν. ἔχει δ' ἄρα καὶ ἡ πραΰνουσα διὰ τῆς τομῆς τὰ ζῷα τὰ οἰκεῖα τῷ θεῷ πρᾶξις οἰκειότητα πρὸς τὴν ἱερὰν τοῦ Ποσειδῶνος ταύτην ἡμέραν.

[107]    Ibid. in OD 791:

   Τὰς ἡμιόνους οἰκειοῦσι τῇ σελήνῃ· διὸ καί τινες αὐτήν φασιν ἐφ' ἡμιόνων ὀχεῖσθαι. καὶ γὰρ ὁ μὲν ἵππος ἡλιακόν ἐστι ζῷον ὡς εὔδρομον, ‹ὁ δ' ὄνος› χθόνιον ὡς Τυφῶνι φίλον καὶ συνουσιαστικόν. ἡ δὲ σελήνη μέση ἀμφοῖν, γῆς μὲν ἔχουσα τὸ σκοτίζεσθαι, ἡλίου δὲ τὸ οἰκεῖον εἰληχέναι φῶς· ταύτῃ μὲν οὖν ᾠκείωται πρὸς αὐτὴν ἡ ἡμίονος.

[108]    Ibid. in OD 797-799:

   πεφύλαξο δὲ θυμῷ

   τετράδ' ἀλεύασθαι φθίνοντός θ' ἱσταμένου τε

   ἄλγεα θυμοβορεῖν.

   Τοὺς πρὸ τούτων τέσσαρας στίχους οὐδὲ μνήμης ὁ Πλούταρχος ἠξίωσεν, ὡς ἂν μὴ φερομένους· τούτους δ' ἐξηγούμενος ἀξιοῖ μὴ ἐγκαλεῖν τῷ Ἡσιόδῳ ὡς ἂν γελοίως εἰπόντι μὴ χρῆναι λύπας ἑαυτῷ κινεῖν ἐν ταύταις, ὡς δέον ἐν ἄλλαις τισὶ τοῦτο ποιεῖν· οὐ γὰρ τοῦτο λέγειν, ἀλλ' ὡς ἐν ἱεραῖς ταύταις μάλιστα τὰς λυπηρὰς ἀποσκευάζεσθαι ἐνεργείας, ἃς εἰ καὶ ἄλλοτε δεῖ ὡς ἀναγκαίας αἱρεῖσθαι, ἐν ταύταις οὐ δέον. τὰς δὲ τετράδας ἄμφω εἶναι ἱεράς, τὴν μὲν ὡς μάλιστα τὸ σεληναῖον ἐκφαίνουσαν φῶς, τὴν δὲ ὡς τοῦτον ἔχουσαν πρὸς τὴν τριακάδα λόγον, ὃν ἡ ἑβδόμη πρὸς τὴν νουμηνίαν· καὶ γὰρ ἡ τετάρτη καὶ εἰκοστὴ ἑβδόμην ἔχει τάξιν πρὸς τὴν ἐσχάτην.

[109]    Ibid. in OD 805-807:

   μέσσῃ δ' ἑβδομάτῃ ...

   ............................

   ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα.

   Τὸ μὲν οὖν ὑλοτομεῖν τηνικαῦτα συμβαίνει τοῖς ἔμπροσθεν ἐν οἷς εἶπε τότε χρῆναι τοῦτο ποιεῖν ὅταν ἄρχηται τὸ μετόπωρον·

   τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ (OD 420),

μετρίως ξηρῶν ὄντων τῶν ξύλων ὑγρότητός τέ τινος οὐκ ἐπιδεῶν. †ἡ γὰρ αὐτὴ τῆς ὥρας εὔκαιρος καὶ μηνὸς ἡ ἑπτακαιδεκάτη χρήσιμος, ὅτε τὸ μὲν φῶς τῆς σελήνης πρόσθεσιν οὐκέτ' ἔχει πανσελήνου γεγονυίας, ἔνικμα δέ πῶς ἐστι τὰ ξύλα καὶ διὰ τῆς ἐλαττώσεως τοῦ φωτὸς ἐλαττοῦται τὸ ὑγρὸν ἀφ' οὗ συμβαίνειν εἴωθεν ἡ σῆψις.

[110]    Ibid. in OD 809:

   τετράδι δ' ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.

   Καὶ τοῦτο συμβαίνει τοῖς περὶ τῆς τετράδος ἀξιώμασιν· εἰ γὰρ στιγμῇ μὲν ἡ μονὰς ἀνάλογος γραμμῇ δ' ἡ δυὰς ἐπιπέδῳ δ' ἡ τριάς, δῆλον ὡς τῷ στερεῷ προσήκοι ἂν ἡ τετράς· εἰκότως οὖν ἐπιτηδεία πρὸς σύμπηξιν τῶν νεῶν. εἰ δὲ καὶ πρώτη τὸ ἰσάκις ἴσον ἔχει καὶ πρώτη πάντας τοὺς ἁρμονικοὺς περιέχει λόγους, ὡς εἴπομεν, καὶ ταύτῃ πρὸς τὸ εἰρημένον ἔργον εὐκαιρίαν δίδωσιν. οὐδὲν γὰρ οὕτως ἁρμονίας δεῖται τῶν ἔργων, ὡς ναῦς μέλλουσα καὶ ἀέρος κινήσει μαχεῖσθαι καὶ θαλάσσῃ πολλῇ, καὶ μόνην ἔχουσα τὴν ἀπὸ τῆς ἁρμονίας βοήθειαν τοῦ σῴζεσθαι, τάχα καὶ Ὁμήρου διὰ τοῦτο μόνον καλέσαντος Ἁρμονίδην τὸν ναυπηγόν· εἰ δὲ τὰς ναῦς ὡς κούφας ἀραιὰς ἐκάλεσε (δεῖ γὰρ αὐτὰς εἶναι κούφας ἐπιπλεῖν μελλούσας), δῆλός ἐστι καὶ αὐτὸς τὴν μὲν πύκνωσιν βαρύτητος αἰτίαν τὴν δὲ μάνωσιν κουφότητος ὑπολαβών.

[111]    Ibid. in OD 814-816:

   παῦροι δ' αὖτ' ἴσασι τρισεινάδα μηνὸς ἀρίστην

   ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι

   βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι.

   Τρίτην εἰνάδα τὴν εἰκοστὴν εἶπεν ἐνάτην ... φησὶ γὰρ τῆς σελήνης ἀρχομένης ἀποκρύπτεσθαι δοκεῖν καὶ τὰ θυμοειδέστερα τῶν ἀλόγων ἀμβλύνειν τὸν θυμὸν καὶ μὴ ὁμοίως ἀνθίστασθαι τοῖς δαμάζουσιν, ἀσθενέστερα γινόμενα. καὶ τὸ περὶ τὴν ἄνοιξιν δὲ τοῦ πίθου φυσικῶς εἴρηκε. μάλιστα γάρ φασι περὶ τὰς πανσελήνους ἐξίστασθαι τὸν οἶνον διὰ τὴν ἀπὸ τῆς σελήνης ὑγρὰν θέρμην, ὥστ' εἰκότως ὅταν ἥκιστα τοῦτο προβάλῃ κελεύει τὸν πίθον ἀνοίγειν καὶ τοῦ οἴνου πεῖραν λαμβάνειν.

[112]    Ibid. in OD 819:

   τετράδι δ' οἶγε πίθον.

   Τὴν μέσην τετράδα ταύτην λέγων τὴν τεσσαρεσκαιδεκάτην ἐπαινεῖ καὶ ὡς πίθοιγον καὶ ὡς πᾶσιν ἀρίστην· καὶ γὰρ τὸ φῶς τῆς σελήνης πλούσιον ἅμα τῷ ἡλίῳ καταδυομένῳ ἀνατελλούσης ... καί τις Αἰγύπτιος μυθολογεῖ μῦθος τὸν Ὄσιριν τοσαῦτα ἔτη βασιλεῦσαι ὁπόσος ἐστὶν ὁ τῶν ἡμερῶν τούτων ἀριθμός, ἐνδεικνύμενος ὡς ἐμοὶ δοκεῖ πάντων αὐτὸν εἶναι τῶν γεννητῶν δημιουργὸν καὶ τελεσιουργόν, μετὰ τῶν σεληνιακῶν ἀκτίνων τέχνῃ τεύχοντα τὴν γένεσιν τῶν τε αὐξητικῶν καὶ τῶν μειωτικῶν, ἵνα καὶ γίνηται τὰ τῇδε καὶ φθείρηται.

ΕΙΣ ΤΑ ΝΙΚΑΝΔΡΟΥ ΘΗΡΙΑΚΑ

[113]    Schol. in Nicandri Theriaca 94:

   Ἐν δὲ χεροπληθῆ καρπὸν νεοθηλέα δαύκου

   λειαίνειν τριπτῆρι.

   Δαύκου· δύο γένη τῆς βοτάνης, ἡ μὲν Κρητικὴ ἡ δὲ Ἀσιατική. Πλούταρχος πλείονα μέν φησιν γένη αὐτῆς εἶναι, τὸ δὲ κοινὸν τῆς δυνάμεως ἰδίωμα δριμὺ καὶ πυρῶδες, ὡς καὶ ἡ γεῦσις αἰσθάνεται καὶ ὄσφρησις· καὶ πειρώμενον δῆλον εἶναι· καὶ γὰρ ἔμμηνα κινεῖ σφόδρα καὶ διαλύει στρόφους τῇ θερμότητι, καὶ τῶν περὶ τὸν θώρακα σπλάγχνων καθαρτικὸν καὶ πρόσετί γε μὴν λεπτυντικὸν ἔχει σθένος.

[114]    Schol. (Ambr. C. 32 sup.) in Nicandri Theriaca 333.

   Ὁ Πλούταρχος τὰς πικρὰς ἀμυγδάλας φησὶ τὰς τῶν προσώπων ἐξαιρεῖν ἐφηλίδας.

[115]    Stephanus Byz. s. v. Κορόπη. Νίκανδρος ἐν Θηριακοῖς (613):

   ᾗ ἐν Ἀπόλλων

   μαντείας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν.

   Οἱ δὲ ὑπομνηματίσαντες αὐτὸν Θέων καὶ Πλούταρχος καὶ Δημήτριος ὁ Χλωρός φασι· 'Νίκανδρος Ὀροπαῖος καὶ Κοροπαῖος Ἀπόλλων. ἀγνοεῖ δὲ ὅτι Ἀμφιαράου ἱερόν, ‹οὐκ› Ἀπόλλωνός ἐστι.' λέγεται δὲ κατ' ἔλλειψιν τοῦ ι Κοροπαῖος [Κορόπη]. Κορόπη δὲ Θεσσαλίας πόλις. βέλτιον δ' ὑπονοεῖν ὅτι ἡμάρτηται. καὶ γράφεται Ὀροπαῖος. Ὀρόπη γὰρ πόλις Εὐβοίας, ὅπου Ἀπόλλωνος διασημότατον ἱερόν.

ΚΑΤΑ ΗΔΟΝΗΣ

[116]    Stobaeus 3.6.49 (3 p. 297 H.). Πλουτάρχου ἐκ τοῦ Κατὰ ἡδονῆς.

   Ὅτι τὰ σώματα ἀνίησιν ἡ ἡδονή, καθ' ἡμέραν ἐκμαλάττουσα ταῖς τρυφαῖς, ὧν ἡ συνέχεια παραιρεῖται τὸν τόνον, ἀναχαλῶσα τὴν ἰσχὺν αὐτῶν. ἐξ ὧν ῥᾳστώνη μὲν νόσων ῥᾳστώνη δὲ καμάτων, προμελετώμενον δ' ἐν νεότητι γῆρας.

[117]    Stobaeus 3.6.50 (3 p. 297 H). ἐν ταὐτῷ·

   Θηρίον ἐστὶ δουλαγωγὸν ‹ἡ› ἡδονή, ἀλλ' οὐκ ἄγριον· εἴθε γὰρ ἦν· φανερῶς ἂν πολεμοῦσα ταχέως ἑάλω· νῦν δὲ καὶ ταύτῃ μισητότερον, ὅτι κλέπτει τὴν ἔχθραν ὑποδυομένη σχῆμα εὐνοίας. ὥστε διχῶς ἀποτρόπαιον καὶ ὧν βλάπτει καὶ ὧν ψεύδεται.

[118]    Stobaeus 3.6.51 (3. p. 298 H). ἐν ταὐτῷ·

   Τὰς μὲν οὖν δικαίας ἡδονὰς οὐκέτ' ἂν ἡδονὰς οὔτε καλέσαιμεν οὔτε νομίσαιμεν, ἀλλὰ θεραπείας. ὅσαι δὲ παρὰ ταύτας, πᾶσαι ὕβρεις περιτταί εἰσι, πεπληρωμένα βιαζόμεναι, καὶ ταῖς ποικιλίαις κολακεύουσαι λανθάνουσι βλάπτουσαι· ὁ δὲ εἰς τὰ ἡμέτερα νόμος ὁ καὶ τῶν ἀλόγων ζῴων, ‹ὧν› μετὰ τὸ ἀκέσασθαι τὰς ἐπιθυμίας οὐδενὸς ὄρεξις, ἀλλὰ κόρος τῶν ἐπειγόντων ἀβιάστοις ἡδοναῖς.

[119]    Stobaeus 3.6.52 (3 p. 298 H). ἐν ταὐτῷ·

   Μή τις προδότας ἐπαινεῖ; τοιοῦτόν ἐστιν ἡ ἡδονή, προδίδωσι τὰ τῆς ἀρετῆς. μή τις βασανιστάς; τοιοῦτόν ἐστι τὸ ἥδεσθαι, βασανίζει τὰ τῆς σωφροσύνης. μή τις φιλαργυρίαν; ἀπλήρωτόν ἐστιν ἑκάτερον. τί τηλικούτῳ χαίρομεν θηρίῳ, ὃ κολακεῦον ἡμᾶς ἀναλίσκει.

[120]    Stobaeus 3.6.53 (3 p. 299 H.). ἐν ταὐτῷ·

   Τί δ' οὐ πάντων ὁρώντων ἀριστεύεις, ἀλλὰ καὶ σαυτὸν αἰδούμενος φεύγεις, νυκτὶ καὶ σκότῳ τοῖς ἀμαρτύροις πιστεύων τὴν ὕβριν; οὐδεὶς γὰρ τῶν καλῶν ἔργων σκότος προβάλλει, τὸ φῶς αὐτοῖς μαρτυρεῖν αἰσχυνόμενος· ἀλλ' ὅλον ἅμα τὸν κόσμον ἥλιον γενέσθαι πρὸς ἃ κατορθοῖ βούλοιτ' ἄν. ἅπασα δὲ κακία ὁρᾶσθαι γυμνὴ φυλάττεται, σκέπην προβαλλομένη τὰ πάθη. ἀποκόψαντες οὖν αὐτὰ γυμνὰς βλέπωμεν τὰς ἡδονάς· μεθύουσιν εἰς ἀναισθησίαν, λαγνεύουσιν εἰς αἰῶνα, καθεύδουσιν εἰς ἔργα, οὐκ ἐπιστρέφονται πόλεων, οὐ φροντίζουσι γονέων, οὐκ αἰσχύνονται νόμους.

[121]

ΚΑΤ' ΙΣΧΥΟΣ

   Stobaeus 4.12.14 (4 p. 344 H.). Πλουτάρχου ἐκ τοῦ Κατ' ἰσχύος.

   Τί δέ σοι τοιοῦτον ἀγαθὸν †εὐτυχεῖται μᾶλλον, ὡς ἕνεκα τούτου μητρυιὰν μὲν τῶν ἀνθρώπων μητέρα δὲ τῶν ἀλόγων ζῴων γεγενῆσθαι τὴν φύσιν, μεγέθους καὶ ὠκύτητος καὶ ὀξυωπίας χάριν; ἡ δ' ἀνθρώπων ἴδιος ἰσχὺς ὁ ψυχῆς ἐστι λογισμός, ὃς καὶ ἵππους ἐχαλίνωσε καὶ βόας ἀρότροις ὑπέζευξε καὶ ἐλέφαντας ὑπὸ δρυμὸν εἷλε ποδάγραις καὶ τὰ ἐναέρια κατέσπασε καλάμοις καὶ τὰ βύθια δεδυκότα δικτύοις ἀνήγαγε· τοῦτ' ἐστὶν ἰσχύς. ἡ δ' ἔτι μείζων, ὅταν γῆς περιόδους καὶ οὐρανοῦ μεγέθη καὶ ἀστέρων κύκλους διώκουσα μὴ κάμῃ· ταῦτ' ἦν Ἡρακλέους ἄξια. τίς γὰρ οὐκ ἂν βούλοιτο μᾶλλον Ὀδυσσεὺς εἶναι ἢ Κύκλωψ;

ΚΑΤΑ ΠΛΟΥΤΟΥ

v. ΠΕΡΙ ΠΛΟΥΤΟΥ

ΟΜΗΡΙΚΑΙ ΜΕΛΕΤΑΙ

[122]    Aulus Gellius 4.11. Plutarchus quoque, homo in disciplinis gravi auctoritate, in primo librorum quos de Homero composuit Aristotelem philosophum scripsit eadem ipsa de Pythagoricis scripsisse, quod non abstinuerint edundis animalibus, nisi pauca carne quadam. verba ipsa Plutarchi, quoniam res inopinata est, subscripsi: Ἀριστοτέλης δὲ μήτρας καὶ καρδίας καὶ ἀκαλήφης καὶ τοιούτων τινῶν ἄλλων ἀπέχεσθαί φησιν τοὺς Πυθαγορικούς, χρῆσθαι δὲ τοῖς ἄλλοις.

[123]    Idem 2.8. Plutarchus secundo librorum, quos de Homero composuit, imperfecte atque praepostere atque inscite syllogismo esse usum Epicurum dicit verbaque ipsa Epicuri ponit: ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ, τὸ δὲ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς. 'nam praetermisit' inquit 'quod in prima parte sumere debuit, τὸν θάνατον εἶναι ψυχῆς καὶ σώματος διάλυσιν· tunc deinde eodem ipso, quod omiserat, quasi posito concessoque ad confirmandum aliud utitur. progredi autem hic' inquit 'syllogismus, nisi illo prius posito, non potest.'

[124]    Idem 2.9. In eodem libro idem Plutarchus eundem Epicurum reprehendit, quod verbo usus sit parum proprio et alienae significationis. ita enim scripsit Epicurus: ὅρος τοῦ μεγέθους τῶν ἡδονῶν ἡ παντὸς τοῦ ἀλγοῦντος ὑπεξαίρεσις. 'non' inquit 'παντὸς τοῦ ἀλγοῦντος sed παντὸς τοῦ ἀλγεινοῦ dicere oportuit. detractio enim significanda est doloris' inquit 'non dolentis'.

[125]    Galen, Hippocratis et Platonis Dogmata 3. p. 265 Mü. (v. 300 Kühn).

   Ἐν οἷς ἐγὼ μὲν ἐκπλήττομαι τῇ μεγαλοψυχίᾳ τοῦ Χρυσίππου· δέον γὰρ ὡς ἄνθρωπον ἀνεγνωκότα τοσούτους ποιητὰς καὶ γινώσκοντα σαφῶς ἅπασι τοῖς δόγμασιν αὐτοῦ μαρτυροῦντας ἄλλοτε κατ' ἄλλα τῶν ἐπῶν, ὥσπερ καὶ Πλούταρχος ἐπέδειξεν ἐν τοῖς τῶν Ὁμηρικῶν μελετῶν, ἐκλέγειν μὲν ἐξ αὐτῶν ὅσα μαρτυρεῖ τῷ σπουδαζομένῳ πρὸς αὐτοῦ δόγματι ...

[126]    Schol. in Eur. Alcestim 1128.

   Ψυχαγωγοί τινες γόητες ἐν Θετταλίᾳ οὕτω καλούμενοι, οἵτινες καθαρμοῖς τισι καὶ γοητείαις τὰ εἴδωλα ἐπάγουσί τε καὶ ἐξάγουσιν· οὓς καὶ Λάκωνες μετεπέμψαντο, ἡνίκα τὸ Παυσανίου εἴδωλον ἐξετάραξε τοὺς προσιόντας τῷ ναῷ τῆς Χαλκιοίκου, ὡς ἱστορεῖ Πλούταρχος ἐν ταῖς Ὁμηρικαῖς μελέταις.

[127]    Schol. in Il. Ο 624; Et. Magn. s. v. ἀνεμοτρεφές.

   Ἀντὶ τοῦ ὑπὸ ἀνέμου γεγυμνασμένον, ἰσχυρόν. τὰ γὰρ ὑπεύδια καὶ κατασκιαζόμενα τῶν δένδρων εὐγενῆ μὲν καὶ λεῖον τὸν ὅρπηκα ποιεῖ, ἀσθενῆ δὲ καὶ μαλακὸν καὶ ἀγύμναστον ἀναδίδωσιν· οἷς δὲ προσπίπτει τραχὺς ἀὴρ καὶ ἀνεμώδης, ταῦτα ταῖς τῶν πνευμάτων τριβόμενα πληγαῖς εὔτονον καὶ δύσθρυπτον ἔχει τὴν στερρότητα, ὥς φησι Πλούταρχος ἐν μελέταις Ὁμηρικαῖς.

ΟΤΙ ΚΑΙ ΓΥΝΑΙΚΑ ΠΑΙΔΕΥΤΕΟΝ

[128]    Stobaeus 3.18.27 (3 p. 520 H). Πλουτάρχου ἐκ τοῦ Ὅτι καὶ γυναῖκα παιδευτέον.

   Τῷ Διονύσῳ νάρθηκα καὶ λήθην συγκαθιεροῦσιν, ὡς μὴ δέον μνημονεύειν τῶν ἐν οἴνῳ πλημμεληθέντων ἀλλὰ νουθεσίας παιδικῆς δεομένων. ᾧ συνᾴδει καὶ τὸ 'μισέω μνάμονα συμπόταν'. ὁ δ' Εὐριπίδης (Or. 213) τῶν ἀτόπων τὴν λήθην σοφὴν εἴρηκε.

[129]    Stobaeus 3.18.31 (3 p. 521 H). Πλουτάρχου ἐκ τοῦ Ὅτι καὶ γυναῖκα παιδευτέον.

   Ἀμαθίην, ὥς φησιν Ἡράκλειτος (B 95 DielsKranz) καὶ ἄλλως κρύπτειν ἔργον ἐστὶν ἐν οἴνῳ δὲ χαλεπώτερον· καὶ Πλάτων (Legg. 650A) δέ φησιν ἐν οἴνῳ τὰ ἤθη φανερὰ γίνεσθαι, ὥσπερ καὶ Ὅμηρος (φ 35)

   'οὐδὲ τραπέζῃ

   γνώτην ἀλλήλων'.

[130]    Stobaeus 3.18.32 (3 p. 521 H). τοῦ αὐτοῦ.

   Σοφοκλῆς ἐμέμφετο Αἰσχύλῳ, ὅτι μεθύων ἔγραφε· 'καὶ γὰρ εἰ τὰ δέοντα ποιεῖ' φησίν 'ἀλλ' οὐκ εἰδώς γε'.

[131]    Stobaeus 4.1.140 (4 p. 89 H.), 4.31.46 (`5 p. 749 H.). Πλουτάρχου ἐκ τοῦ Ὅτι καὶ γυναῖκα παιδευτέον.

   Μὴ παιδὶ μάχαιραν, ἡ παροιμία φησίν· (Par. gr. 1.276, 2.528) ἐγὼ δὲ φαίην ἄν· 'μὴ παιδὶ πλοῦτον μηδὲ ἀνδρὶ ἀπαιδεύτῳ δυναστείαν'.

[132]    Stobaeus 4.32.15 (5 p. 784 H.). Πλουτάρχου ἐκ τοῦ Ὅτι καὶ γυναῖκα παιδευτέον.

   Ἀρχύτας ἀναγνοὺς τὸν Ἐρατοσθένους Ἑρμῆν, τοῦτον ἐπήνεγκε τὸν στίχον (fr. 3 Powell)

   'χρειὼ πάντ' ἐδίδαξε· τί δ' οὐ χρειώ κεν ἀνεύροι;'

καὶ τοῦτον (fr. 4)

   'ὀρθοῦ· καὶ γὰρ μᾶλλον ἐπωδίνουσι μέριμναι'.

[133]    Stobaeus 4.52.43 (5 p. 1085 H.). Πλουτάρχου ἐκ τοῦ Ὅτι καὶ γυναῖκα παιδευτέον.

   Τροφώνιος καὶ Ἀγαμήδης ποιήσαντες ἐν Δελφοῖς ναὸν ᾔτουν παρὰ τοῦ Ἀπόλλωνος τὸν μισθόν· ὁ δ' αὐτοῖς ἔφη δώσειν τῇ ἑβδόμῃ ἡμέρᾳ· καὶ τῇ ἑβδόμῃ ἀπέθανον. ἔτι δὲ Κλέοβις καὶ Βίτων, Κυδίππης τῆς μητρὸς αὐτῶν εὐξαμένης τῇ Ἥρᾳ δοῦναι τοῖς παισὶν ὅπερ ἂν εἴη κάλλιστον, ὅτι ἑαυτοὺς ὑποζεύξαντες τὴν μητέρα εἰς τὸ ἱερὸν ἀνήγαγον, τὸν βίον παραχρῆμα κατέστρεψαν· εἰς οὓς καὶ τοιόνδε τις ἐπίγραμμα πεποίηκεν·

   'οἵδε Βίτων Κλέοβίς τ' ἐπὶ σώμασιν οἰκείοισιν

   ζεῦγλαν ζευξάμενοι μητέρα ἣν ἀγέτην

   Ἥρας εἰς ἱερόν· λαοὶ δέ μιν ἐζήλωσαν

   εὐτεκνίας παίδων. ἡ δὲ χαρεῖσα θεᾷ

   εὔξατο παῖδε τυχεῖν τοῦ ἀρίστου δαίμονος αἴσης,

   οὕνεκ' ἐτίμησαν μητέρα τὴν σφετέρην.

   αὐτοῦ δ' εὐνηθέντε λίπον βίον ἐν νεότητι,

   ὡς τόδ' ἄριστον ἐὸν καὶ μακαριστότατον.'

ΠΕΡΙ ΕΡΩΤΟΣ

[134]    Stobaeus 4.20.34 (4 p. 444 H.). Πλουτάρχου ἐκ τοῦ Περὶ ἔρωτος.

   Τῶν Μενάνδρου δραμάτων ὁμαλῶς ἁπάντων ἓν συνεκτικόν ἐστιν, ὁ ἔρως, οἷον πνεῦμα κοινὸν διαπεφοιτηκώς. ὄντ' οὖν μάλιστα θιασώτην τοῦ θεοῦ καὶ ὀργιαστὴν τὸν ἄνδρα συμπαραλαμβάνωμεν εἰς τὴν ζήτησιν, ἐπεὶ καὶ λελάληκε περὶ τοῦ πάθους φιλοσοφώτερον. ἄξιον γὰρ εἶναι θαύματος φήσας τὸ περὶ τοὺς ἐρῶντας, ὥσπερ ἔστιν, †ἅμα λαλεῖ, εἶτ' ἀπορεῖ καὶ ζητεῖ πρὸς ἑαυτόν (fr. 568),

   'τίνι δεδούλωνταί ποτε;

   ὄψει; φλύαρος· τῆς γὰρ αὐτῆς πάντες ἂν    ἤρων· κρίσιν γὰρ τὸ βλέπειν ἴσην ἔχει.

   ἀλλ' ἡδονή τις τοὺς ἐρῶντας ἐπάγεται

   συνουσίας; πῶς οὖν ἕτερος ταύτην ἔχων

   οὐδὲν πέπονθεν, ἀλλ' ἀπῆλθε καταγελῶν,

   ἕτερος ‹δ'› ἀπόλωλε; καιρός ἐστιν ἡ νόσος

   ψυχῆς· ὁ πληγεὶς δ' †εἴσω δὴ τιτρώσκεται.'

ταῦτα τίν' ἐστὶ σκεψώμεθα· καὶ γὰρ ἔχει τι κρουστικὸν καὶ κινητικὸν αἴτιον ‹ὁ ἔρως, εἰ καὶ μήτε τὴν ὄψιν› μήτε τὴν συνουσίαν αἰτίαν εἶναι πιθανόν ἐστι· ἀρχαὶ γὰρ αὗταί τινες ἴσως, ἡ δ' ἰσχὺς καὶ ῥίζωσις τοῦ πάθους ἐν ἑτέροις. ἡ δ' ἀπόδειξις ἐλαφρὰ καὶ οὐδ' ἀληθής· οὐ γὰρ ἔχει κρίσιν ‹ἴσην› τὸ βλέπειν, ὥσπερ οὐδὲ τὸ γεύεσθαι. καὶ γὰρ ὄψις ὄψεως καὶ ἀκοῆς ἀκοὴ φύσει τε μᾶλλον διήρθρωται καὶ τέχνῃ συγγεγύμνασται πρὸς τὴν τοῦ καλοῦ διάγνωσιν, ἐν μὲν ἁρμονίαις καὶ μέλεσιν αἱ τῶν μουσικῶν ἐν δὲ μορφαῖς καὶ ἰδέαις αἱ τῶν ζῳγράφων· ὥσπερ εἰπεῖν ποτε Νικόμαχον λέγουσι πρὸς ἄνθρωπον ἰδιώτην φήσαντα μὴ καλὴν αὐτῷ φανῆναι τὴν Ζεύξιδος Ἑλένην· 'λάβε γάρ' ἔφη 'τοὺς ἐμοὺς ὀφθαλμούς, καὶ θεός σοι φανήσεται'. πολὺ δὲ καὶ μυρεψοὶ περὶ τὰ ὀσφραντὰ καὶ νὴ Δί' ὀψοποιοὶ περὶ τὰ γευστὰ διατριβῇ καὶ συνηθείᾳ διαφέρουσαν ἡμῶν κρίσιν ἔχουσι. πάλιν δὲ τὸ συνουσίᾳ τὸν ἐρῶντα μὴ κρατεῖσθαι, διὰ τὸ τῇ αὐτῇ συγγενόμενον ἄλλον ἀπαλλαγῆναι καὶ καταφρονῆσαι, τοιοῦτόν ἐστιν, οἷον εἰ λέγοι τις μηδὲ χυμῶν ἡδονῇ δεδουλῶσθαι Φιλόξενον τὸν ὀψοφάγον, ὅτι τῶν αὐτῶν Ἀντισθένης γευσάμενος οὐδὲν ἔπαθε τοιοῦτον· μηδ' ὑπὸ οἴνου μεθύειν Ἀλκιβιάδην, ὅτι Σωκράτης πίνων τὸν ἴσον οἶνον ἔνηφεν.

   Ἀλλὰ ταῦτα μὲν ἐάσωμεν, τὰ δ' ἐφεξῆς, ἐν οἷς ἤδη τὴν αὑτοῦ δόξαν ἀποφαίνεται, σκοπῶμεν. 'καιρός ἐστιν ἡ νόσος ψυχῆς.' εὖ καὶ ὀρθῶς. δεῖ γὰρ ἅμα τοῦ πάσχοντος εἰς ταὐτὸ καὶ τοῦ ποιοῦντος ἀπάντησιν γενέσθαι, πρὸς ἄλληλά πως ἐχόντων· ὡς ἄκυρον εἰς τὴν τοῦ τέλους ἀπεργασίαν ἡ δραστικὴ δύναμις, ἂν μὴ παθητικὴ διάθεσις ᾖ. τοῦτο δ' εὐστοχίας ἐστὶ καιροῦ τῷ παθεῖν ἑτοίμῳ συνάπτοντος ἐν ἀκμῇ τὸ ποιεῖν πεφυκός.

[135]    Stobaeus 4.20.67 (4 p. 468 H.). ἐκ τῶν Πλουτάρχου Ὅτι οὐ κρίσις ὁ ἔρως.

   Οἱ μὲν γὰρ νόσον τὸν ἔρωτα οἱ δ' ἐπιθυμίαν ‹οἱ δὲ φιλίαν› οἱ δὲ μανίαν οἱ δὲ θεῖόν τι κίνημα τῆς ψυχῆς καὶ δαιμόνιον, οἱ δ' ἄντικρυς θεὸν ἀναγορεύουσιν. ὅθεν ὀρθῶς ἐνίοις ἔδοξε τὸ μὲν ἀρχόμενον ἐπιθυμίαν εἶναι τὸ δ' ὑπερβάλλον μανίαν τὸ δ' ἀντίστροφον φιλίαν τὸ δὲ ταπεινότερον ἀρρωστίαν τὸ δ' εὐημεροῦν ἐνθουσιασμόν. διὸ καὶ πυρφόρον αὐτὸν οἵ τε ποιηταὶ λέγουσιν οἵ τε πλάσται καὶ γραφεῖς δημιουργοῦσιν, ὅτι καὶ τοῦ πυρὸς τὸ μὲν λαμπρὸν ἥδιστόν ἐστιν τὸ δὲ καυστικὸν ἀλγεινότατον.

[136]    Stobaeus 4.20.68 (4 p. 469 H.). ἐν ταὐτῷ.

   Ὥσπερ γὰρ τοὺς φίλους ὑγιαίνοντας μέν, ἂν πλημμελῶσιν, ἐξελέγχειν καὶ νουθετεῖν κράτιστόν ἐστιν, ἐν δὲ ταῖς παρακοπαῖς καὶ τοῖς φρενιτισμοῖς εἰώθαμεν μὴ διαμάχεσθαι μηδ' ἀντιτείνειν ἀλλὰ καὶ συμπεριφέρεσθαι καὶ συνεπινεύειν· οὕτω τοὺς δι' ὀργὴν ἢ πλεονεξίαν ἁμαρτάνοντας ἀνακόπτειν τῇ παρρησίᾳ δεῖ καὶ κωλύειν, τοῖς δ' ἐρῶσιν ὥσπερ νοσοῦσι συγγνώμην ἔχειν. διὸ κράτιστον μὲν ἐξ ἀρχῆς τοιούτου πάθους σπέρμα μὴ παραδέχεσθαι μηδ' ἀρχήν· ἂν δ' ἐγγένηται, ἴθι ἐπὶ ἀποτροπαίων βωμοὺς θεῶν κατὰ τὸν Πλάτωνα (Legg. 854b), ἴθι ἐπὶ τὰς τῶν σοφῶν ἀνδρῶν συνουσίας, ἐξέλασον αὑτοῦ τὸ θηρίον πρὶν ὄνυχας φῦσαι καὶ ὀδόντας· εἰ δὲ μή, μαχέσῃ τελείῳ κακῷ, τὸ παιδίον τοῦτο καὶ νήπιον ἐναγκαλιζόμενος. τίνες δ' εἰσὶν οἱ τοῦ ἔρωτος ὄνυχες καὶ ὀδόντες; ὑποψία, ζηλοτυπία. ἀλλ' ἔχει τι πιθανὸν καὶ ἀνθηρόν. ἀμέλει καὶ ‹ἡ› Σφὶγξ εἶχεν ἐπαγωγὸν τὸ ποίκιλμα τοῦ πτεροῦ, καὶ

   'εἰ μὲν πρὸς αὐγὰς ἡλίου, χρυσωπὸν ἦν

   νώτισμα θηρός· εἰ δὲ πρὸς νέφη βάλοι,

   κυανωπὸν ὥς τις Ἶρις ἀντηύγει σέλας'.

οὕτω δὴ καὶ ὁ ἔρως ἔχει τι χάριεν καὶ οὐκ ἄμουσον ἀλλ' αἱμύλον καὶ ἐπιτερπές· ἁρπάζει δὲ καὶ βίους καὶ οἴκους καὶ γάμους καὶ ἡγεμονίας, οὐκ αἰνίγματα προβάλλων ἀλλ' αὐτὸς αἴνιγμα δυσεύρετον ὢν καὶ δύσλυτον, εἰ βούλοιτό τις προτείνειν τί μισεῖ καὶ φιλεῖ, τί φεύγει καὶ διώκει, τί ἀπειλεῖ καὶ ἱκετεύει, τί ὀργίζεται καὶ ἐλεεῖ, ‹τί› βούλεται παύσασθαι καὶ οὐ βούλεται, τί χαίρει τῷ αὐτῷ μάλιστα καὶ ἀνιᾶται, †τοῦτο λῦσαι καὶ θεραπεῦσαι. τῆς μὲν γὰρ Σφιγγὸς τὸ αἴνιγμα τὰ πλεῖστα καὶ πεπλασμένα ἔχει· οὔτε γὰρ τρίπους ὁ γέρων ἀληθῶς, εἴ ‹τι› προσείληφε τοῖς ποσὶ βοηθεῖν, οὔτε τετράπους ὁ νήπιος, ἐπεὶ ταῖς χερσὶν ὑπερείδει τὴν τῶν βάσεων ὑγρότητα καὶ ἀσθένειαν. τὰ δὲ τῶν ἐρώντων πάθη ἀληθῆ· στέργουσιν, ἐχθραίνουσι· τὸν αὐτὸν ποθοῦσιν ἀπόντα, τρέμουσι παρόντος· κολακεύουσι, λοιδοροῦσι, προαποθνῄσκουσι, φονεύουσιν, εὔχονται μὴ φιλεῖν, καὶ παύσασθαι φιλοῦντες οὐ θέλουσι· σωφρονίζουσι καὶ πειρῶσι, παιδεύουσι καὶ διαφθείρουσιν, ἄρχειν θέλουσι καὶ δουλεύειν ὑπομένουσι. τοῦτ' αἴτιον γέγονε μάλιστα τοῦ μανίαν ὑποληφθῆναι τὸ πάθος·

   'ἤρων· τὸ μαίνεσθαι δ' ἄρ' ἦν ἔρως βροτοῖς'

ἐρωτικὸς ἀνὴρ Εὐριπίδης φησίν.

[137]    Stobaeus 4.20.69 (4 p. 470 H.). τοῦ αὐτοῦ Περὶ ἔρωτος.

   Ὁ ἔρως οὔτε τὴν γένεσιν ἐξαίφνης λαμβάνει καὶ ἀθρόαν ὡς ὁ θυμός, οὔτε παρέρχεται ταχέως καίπερ εἶναι πτηνὸς λεγόμενος· ἀλλ' ἐξάπτεται μαλακῶς καὶ σχεδὸν οἷον ἐντήκων ἑαυτόν, ἁψάμενός τε τῆς ψυχῆς παραμένει πολὺν χρόνον, οὐδ' ἐν γηρῶσιν ἐνίοις ἀναπαυόμενος ἀλλ' ἐν πολιαῖς ἀκμάζων ἔτι πρόσφατος καὶ νεαρός· ἂν δὲ καὶ λήξῃ καὶ διαλυθῇ, χρόνῳ μαρανθεὶς ἢ λόγῳ τινὶ κατασβεσθείς, οὔπω παντάπασιν ἐξαπήλλακται τῆς ψυχῆς ἀλλ' ἐναπολείπει πυρίκαυτον ὕλην καὶ σημεῖα θερμά, καθάπερ οἱ κεραυνοὶ τυφόμενοι. λύπης μὲν γὰρ οὐδὲν ἀπαλλαγείσης ἴχνος ἐν τῇ ψυχῇ παραμένει σύνοικον οὐδ' ὀργῆς τραχείας πεσούσης, συστέλλεται δὲ καὶ φλεγμονὴ ἐπιθυμίας παρεχούσης τραχὺ κίνημα· τὰ δ' ἐρωτικὰ δήγματα, κἂν ἀποστῇ τὸ θηρίον, οὐκ ἐξανίησι τὸν ἰόν, ἀλλ' ἐνοιδεῖ τὰ ἐντὸς σπαράγματα, καὶ ἀγνοεῖται τί ἦν, πῶς συνέστη, πόθεν εἰς τὴν ψυχὴν ἐνέπεσεν.

[138]    Stobaeus 4.21.25 (4 p. 492 H.). Πλουτάρχου ἐκ τοῦ Περὶ ἔρωτος.

   Καὶ τοὺς καλοὺς ὁρᾶν μὲν ἐπιτερπέστατον, ἅψασθαι δὲ καὶ λαβεῖν οὐκ ἀκίνδυνον· μᾶλλον δέ, ὥς φησιν ὁ Ξενοφῶν (Cyrop. 5.1.16), τὸ μὲν πῦρ τοὺς ἁψαμένους κάει μόνον, οἱ δὲ καλοὶ καὶ τοὺς μακρὰν ἑστῶτας ὑφάπτουσιν· ἡ γὰρ ὄψις λαβὴ τοῦ πάθους ἐστί.

ΠΕΡΙ ΕΥΓΕΝΕΙΑΣ

[139]    Stobaeus 4.29.21 (5 p. 708 H. = Ps.Plut. De nobilitate . ). Πλουτάρχου ἐκ τοῦ Κατὰ εὐγενείας.

   Τί γὰρ ἄλλο νομίζομεν εἶναι τὴν εὐγένειαν, εἰ μὴ παλαιὸν πλοῦτον ἢ παλαιὰν δόξαν, οὐδέτερον ἐφ' ἡμῖν ὄν, ἀλλὰ τὰ μὲν τύχης ἀδήλου τὰ δ' ἀκρισίας χάριν ἀνθρωπίνης; ὥστ' ἐκ δυεῖν ἀλλοτρίων κρέμαται τὸ πεφυσημένον ὄνομ' ἡ εὐγένεια. καὶ ὁ πλοῦτος μὲν οὐχ ὁμοίους αὐτῷ τοὺς γεννηθέντας ποιεῖ, ἀλλ' ὁ ἐξ ἀρετῆς γεννηθεὶς εἰκονίζεται, τῶν ἐπὶ τῆς ψυχῆς δικαίων εἰς τοὺς ἐκγόνους διαχεομένων. καὶ τοῦτ' ἔστιν ἡ ὄντως εὐγένεια, ὁμοίωσις δικαιοσύνης.

   Stobaeus 4.29.22 (5 p. 709 H. = Ps.Plut. De nobilitate . ). ἐν ταὐτῷ.

[140]  Ἆρ' οὖν εὐγενέστερος ἦν ὁ Μίδου πλοῦτος τῆς Ἀριστείδου πενίας; καίτοι ὁ μὲν ‹ἀπέθανεν› οὐδ' ἐντάφια καταλιπών, τῷ δὲ Φρυγὶ πάντ' ἂν ἐδύνατ' εἶναι τάφος. ἀλλ' οὐκ ἐν πλουσίῳ τὸ εὐγενές. πυρὸς ἔχει τινὰ τρόπον πᾶσα πονηρία· ἀμφότερα χωρὶς τροφῆς ἀφανίζεται σβεννύμενα. ἡ δὲ Σωκράτους ἀδοξία, μαίας καὶ ἑρμογλύφου πατρός, οὐκ ἦν εὐγενεστέρα τῆς Σαρδαναπάλλου δόξης; μὴ σύ γε νομίζεις ὅτι Ξέρξης εὐγενέστερος ἦν Κυνεγείρου; καίτοι ὁ μὲν ὑπὲρ τῆς ἰδίας πατρίδος ἀπεκόπη τὴν χεῖρα, ὁ δ' ὑπὲρ τοῦ ζῆν ἔφυγεν, ἀντὶ τῆς μεγάλης βασιλείας μεγάλην περικειμένος δειλίαν.

[141]    Stobaeus 4.29.51 (5 p. 722 H. = Ps.Plut. De nobilitate . ). Πλουτάρχου ὑπὲρ εὐγενείας.

   Ἄπιστος ἡ τῶν σοφιστῶν συκοφαντία κατὰ τῆς εὐγενείας, εἰ μηδὲ τὰ ἐν μέσῳ καὶ πᾶσι γνώριμα σκοποῦσιν, ὅτι πρὸς τὰς ὀχείας τοὺς εὐγενεῖς ἵππους καὶ κύνας ὠνοῦνται καὶ κιχρῶνται καὶ ἀμπέλων εὐγενῆ σπέρματα καὶ ἐλαιῶν καὶ τῶν ἄλλων δένδρων, ἀνθρώπου δ' οὐδὲν ὄφελος νομίζουσιν εὐγένειαν εἰς τὰς μελλούσας διαδοχάς, ἀλλὰ ταὐτὸ πείθονται βάρβαρον εἶναι καὶ Ἑλληνικὸν σπέρμα καὶ οὐκ οἴονται λεληθυίας τινὰς ἀρχὰς καὶ σπέρματ' ἀρετῆς συγκαταβάλλεσθαι τοῖς γεννωμένοις, ὥσπερ τῷ Τηλεμάχῳ τοῦ Ὀδυσσέως, ἐφ' οὗ καὶ πάνυ †τῷ ὀνόματι ὁ ποιητὴς εἴρηκεν (β 271)

   'ἐνέστακται μένος ἠύ',

ὡς ἂν ἐν ταῖς σπερμάτων ὀλίγαις σταγόσι καὶ τῶν ἀρετῆς συρρεόντων ἀγαθῶν.

[142]

ΠΕΡΙ ΗΜΕΡΩΝ

   Plut. Vit. Camilli, c. 19. Οἱ ‹δ'› Ἀθηναῖοι καὶ τὴν περὶ Νάξον ἐνίκων ναυμαχίαν, ἧς Χαβρίας ἐστρατήγει, τοῦ Βοηδρομιῶνος περὶ τὴν πανσέληνον, ἐν δὲ Σαλαμῖνι περὶ τὰς εἰκάδας, ὡς ἡμῖν ἐν τῷ Περὶ ἡμερῶν ἀποδέδεικται.

[143]

ΠΕΡΙ ΗΣΥΧΙΑΣ

   Stobaeus 4.16.18 (4 p. 398 H.). Πλουτάρχου ἐκ τοῦ Περὶ ἡσυχίας.

   Σοφὸν ἔοικε χρῆμα τὸ τῆς ἡσυχίας πρός τ' ἄλλα καὶ εἰς ἐπιστήμης καὶ φρονήσεως μελέτην· λέγω δ' οὐ τὴν καπηλικὴν καὶ ἀγοραίαν, ἀλλὰ τὴν μεγάλην, ἥτις ἐξομοιοῖ θεῷ τὸν αὐτὴν ἀναλαβόντα. αἱ μὲν γὰρ ἐν ταῖς πόλεσι καὶ τοῖς τῶν ἀνθρώπων ὄχλοις γινόμεναι μελέται γυμνάζουσι τὴν λεγομένην δριμύτητα, πανουργίαν οὖσαν· ὥστε τοὺς ἐν αὐταῖς ἄκρους οἷον ὑπὸ μαγείρων τῶν ἐν ταῖς πόλεσι χρειῶν διαπεποικιλμένους ‹πόσα μὲν οὐχὶ › πόσα δ' οὐχὶ καὶ διακονήματα δεινὰ ἐργάζεσθαι. ἡ δ' ἐρημία, σοφίας οὖσα γυμνάσιον, ἠθοποιὸς ἀγαθὴ καὶ πλάττει καὶ μετευθύνει τῶν ἀνδρῶν τὰς ψυχάς. οὐδὲν γὰρ αὐταῖς ἐμπόδιόν ἐστι τῆς αὐξήσεως, οὐδὲ πρὸς πολλὰ καὶ μικρὰ νόμιμα προσπταίουσαι κάμπτονται †εὐθύ, καθάπερ αἱ ταῖς πόλεσιν ἐναπειλημμέναι ψυχαί· ἀλλ' ἐν ἀέρι καθαρῷ καὶ τὰ πολλὰ ἔξω διαιτώμεναι τῶν ἀνθρώπων ἀνίασιν ὀρθαὶ καὶ πτεροφυοῦσιν, ἀρδόμεναι τῷ διαυγεστάτῳ τε καὶ λειοτάτῳ ῥεύματι τῆς ἡσυχίας, ἐν ᾧ τά τε μαθήματα τοῦ νοῦ θεοειδέστερα καὶ καθαρώτερον ὁρᾷ. διὰ τοῦτό τοι καὶ τῶν θεῶν τὰ ἱερά, ὅσα ἐκ τοῦ ἀρχαίου πάλαι νενόμισται, τοῖς ἐρημοτάτοις χωρίοις ‹ἐνίδρυσαν› οἱ πρῶτοι, μάλιστα δὲ Μουσῶν τε καὶ Πανὸς καὶ Νυμφῶν καὶ Ἀπόλλωνος καὶ ὅσοι μουσικῆς ἡγεμόνες θεοί, διακρίναντες, ὡς οἶμαι, τὰς παιδείας †κατὰ τῶν ἐν ταῖς πόλεσι δεινῶν τε καὶ μιαρῶν τινῶν.

ΠΕΡΙ ΚΑΛΛΟΥΣ (?)

[144]    Stobaeus 4.21.12 (4 p. 485 H.). Πλουτάρχου Ὑπὲρ κάλλους.

   Τί γάρ; οὐ σύνθετον φύσις ἀνθρώπων ἐκ σώματος καὶ ψυχῆς; ἢ θάτερον ἀρκοῦν ἡμῖν; καὶ πῶς οἷόν τε; τὸ μὲν γὰρ οὐκ ἂν εἴη μὴ χρώμενον ψυχῇ, ψυχὴ δ' οὐκ ἂν εἴη μὴ ἔχουσα τὸ συνερεῖδον. τί οὖν; ὥσπερ ἐξ ἴσου κοσμεῖται ἑκάτερα τοῖς συγγενέσιν, ἡ μὲν δικαιοσύνῃ καὶ σωφροσύνῃ καὶ φρονήσει, τὸ δ' ἰσχύι καὶ κάλλει καὶ ὑγιείᾳ. καὶ πῶς οὐ θαυμαστὸν λέγειν τὰ τῆς ψυχῆς καλά, τὰ τοῦ σώματος ὑπερορῶντα;

[145]    Stobaeus 4.21.13 (4 p. 485 H.). ἐν ταὐτῷ.

   Ἡ γοῦν τοῦ σώματος εὐμορφία ψυχῆς ἐστιν ἔργον σώματι χαριζομένης δόξαν εὐμορφίας. πεσέτω γοῦν θανάτῳ τὸ σῶμα, καὶ τῆς ψυχῆς μετῳκισμένης, οὐ στάσις, οὐ χρῶμα, οὐκ ὀφθαλμός, οὐ φωνή, οὐδὲν ἔτι καταλείπεται τῶν ἐρασμίων, προδεδομένον ὑπὸ τῶν ἀρχαίων οἰκητόρων· ὥστε καὶ ‹τὴν› ψυχὴν συνυβρίζεις λανθάνων, ἧς ἔστιν ἀνθρώπου κάλλος.

[146]    Stobaeus 4.21.22 (4 p. 491 H.). Πλουτάρχου.

   Ἀλλὰ μήν, ὥσπερ ἔφην, οὐδὲν τῶν ἄλλων ‹καλλῶν› κινδύνων γένεσίς ἐστιν, ἀλλὰ μόνου τοῦ σώματος. τὰ μὲν γὰρ τῆς ψυχῆς κάλλη καὶ σωτηρίας ἐλπίδες εἰσί, φρόνησις, εὐσέβεια, δικαιοπραγία· καὶ τὸ παιδείας εὐπρόσωπον κάλλος οἴκου καὶ πόλεως καὶ ἐθνῶν ἀθόρυβος εἰρήνη διατελεῖ γιγνομένη· ἡ δὲ γυναικῶν εὐμορφία ἀφορμὴ τοῖς πάθεσι καὶ ταῖς ἐπιθυμίαις.

[147]

ΠΕΡΙ ΜΑΝΤΙΚΗΣ

   Stobaeus 4.18a.10 (4 p. 414 H.). Πλουτάρχου ἐκ τοῦ Περὶ μαντικῆς.

   Τῶν τεχνῶν, ὡς ἔοικε, τὰς μὲν ἡ χρεία συνέστησεν ἐξ ἀρχῆς καὶ μέχρι νῦν διαφυλάσσει ‑

   'χρειὼ πάντ' ἐδίδαξε, τί δ' οὐ χρειώ κεν ἀνεύροι'

τῶν ἀναγκαίων; ‑ ὑφαντικὴν οἰκοδομικὴν ἰατρικὴν καὶ ὅσαι περὶ γεωργίαν ἀναστρέφονται· τὰς δ' ἡδονή τις προσηγάγετο καὶ κατέσχε, τὴν τῶν μυρεψῶν καὶ τῶν ὀψοποιῶν καὶ κομμωτικὴν πᾶσαν καὶ ἀνθοβαφίαν. ἔστι δ' ὧν τὴν πιθανότητα καὶ τὴν ἀκρίβειαν καὶ τὸ καθάριον ἀγαπῶντες ἐκμανθάνουσι καὶ περιέπουσιν, ὡς ἀριθμητικὴν καὶ γεωμετρίαν καὶ κανονικὴν πᾶσαν καὶ ἀστρολογίαν, ἅς φησιν ὁ Πλάτων (Rep. 528c) καίπερ ἀμελουμένας 'βίᾳ ὑπὸ χάριτος αὔξεσθαι'.

[148]

ΠΕΡΙ ΟΡΓΗΣ

   Stobaeus 3.20.70 (3 p. 555 H.). Πλουτάρχου ἐκ τοῦ Περὶ ὀργῆς.

   Ὅσα δ' ὀργῇ χρώμενοι πράττουσιν ἄνθρωποι, ταῦτ' ἀνάγκη τυφλὰ εἶναι καὶ ἀνόητα καὶ τοῦ παντὸς ἁμαρτάνειν. οὐ γὰρ οἷόν τ' ὀργῇ χρώμενον λογισμῷ χρῆσθαι, τὸ δ' ἄνευ λογισμοῦ ποιούμενον πᾶν ἄτεχνόν τε καὶ διεστραμμένον. λόγον οὖν ἡγεμόνα χρὴ ποιησάμενον οὕτως ἐπιχειρεῖν τοῖς κατὰ τὸν βίον ἔργοις, τὰς ἑκάστοτε προσπιπτούσας ὀργὰς διωθούμενον καὶ διανεύοντα, ὥσπερ οἱ κυβερνῆται τὰ κύματα προσφερόμενα. ἔστι γοῦν οὐκ ἔλαττον τὸ δέος, ὀργῆς ‹δ'› ἀντιπρῴρου κυλινδουμένης, αὑτόν τε καὶ σύμπαντα οἶκον ἔστιν ἄρδην ἀπολέσαι καὶ ἀνατρέψαι μὴ διαπλεύσαντα δεξιῶς. οὐ μὴν ἀλλ' ἐπιμελείας εἰς αὐτὰ δεῖ καὶ μελέτης ἢ καὶ μάλιστα ἁλίσκονται κατ' ἄκρας· ‹κατορθοῦσι δὲ μάλιστα› οἱ παραδεξάμενοι τὸν θυμὸν ὡς σύμμαχον ἀρετῆς, ἀπολαύοντες ὅσον αὐτοῦ χρήσιμόν ἐστιν ἔν τε πολέμῳ καὶ νὴ Δί' ἐν πολιτείαις, τὸ πολὺ δ' αὐτοῦ καὶ τὸ ἐπιπολάζον ‹σπουδάζοντες› ἐκκρίνειν καὶ ἐκβάλλειν τῆς ψυχῆς, ὅπερ ὀργή τε καὶ πικρία καὶ ὀξυθυμία λέγεται, νοσήματα ἥκιστα ταῖς ἀνδρείαις ψυχαῖς πρέποντα. τίς οὖν ἐν ἡλικίᾳ τούτων γίγνεται μελέτη; ἐμοὶ μὲν δοκεῖ μάλιστ' ἂν ὧδε γίγνεσθαι, πόρρωθεν ἡμῶν προμελετώντων καὶ προαπαντλούντων ‹τὸ› πλεῖστον, οἷον ἐν οἰκέταις τε καὶ πρὸς γυναῖκας τὰς γαμετάς. ὁ γὰρ οἴκοι πρᾷος καὶ δημοσίᾳ πρᾶος πολὺ μᾶλλον ἔσται, τοιοῦτος ἔνδοθεν καὶ ὑπὸ τῶν οἴκοι πεποιημένος †αὐτῷ τῆς αὑτοῦ ψυχῆς εἶναι ἀγαθός.

ΠΕΡΙ (vel ΚΑΤΑ) ΠΛΟΥΤΟΥ

[149]    Stobaeus 4.31c.85 (5 p. 765 H.). Πλουτάρχου Κατὰ πλούτου.

   Φύσει μὲν γὰρ δυσχαλίνωτον ὄρεξις, προσλαβοῦσα δὲ καὶ πλούτου χορηγίαν ἀχαλίνωτον.

[150]    Stobaeus 4.31c.86 (5 p. 765 H.). ἐν ταὐτῷ.

   Ἀλλ' ἀπληστία καὶ ἄπιστός ἐστιν ἐν αὐτοῖς μανία, τοιούτῳ μὲν ἐνθουσιασμῷ χρῆσθαι περὶ τὴν κτῆσιν, ὡς εἰ κτήσαιντο μηκέτι καμουμένους, τοσαύτῃ δ' ἀμελείᾳ περὶ τὰ ληφθέντα, ὡς μὴ γενόμενα. δυσερωτιῶσι δὲ τῶν ἀπόντων, ὑπερορῶντες ὧν ἔχουσιν· οὐδὲν γὰρ οὕτως ἀγαπῶσιν ὡς [δὲ] ἐλπίζουσιν. οὐκ οἶδα πότερον αὐτοῖς ἄμεινόν ἐστιν, ἔχειν ἢ προσδοκᾶν· ἔχοντες γὰρ οὐ χρῶνται, προσδοκῶντες δὲ κάμνουσι. τί οὖν ἐπαινοῦμεν τοιοῦτον ἀγαθόν, οὗ πέρας ἔστιν οὐδέν, ἀλλ' ᾧ τὸ ληφθὲν ἑτέρων ἀρχή;

[151]    Stobaeus 4.32a.16 (5 p. 784 H.). Πλουτάρχου Κατὰ πλούτου.

   Οὐδέποτε λιμὸς ἐγέννησε μοιχείαν, οὐδέποτε ἀπορία χρημάτων ἀσωτίαν. βραχεῖά τίς ἐστι σωφροσύνη τὸ πενητεύειν, ὀλίγη τις εὐνομία τὸ ἀπορεῖσθαι.

[152]    Stobaeus 4.32a.17 (5 p. 784 H.). Ἀρκεσιλάου·

   Ἀρκεσίλαος τὴν πενίαν λυπρὰν μὲν ἔλεγεν εἶναι ὥσπερ καὶ τὴν Ἰθάκην, ἀγαθὴν δὲ κουροτρόφον, ἐθίζουσαν συνεῖναι λιτότητι καὶ καρτερίᾳ, καὶ καθόλου γυμνάσιον ἀρετῆς ἔμπρακτον.

ΠΕΡΙ ΤΟΥ ΔΙΑΒΑΛΛΕΙΝ (?) vel ΠΕΡΙ ΔΙΑΒΟΛΗΣ (?)

[153]    Stobaeus 3.20.59 (3 p. 551 H.). Πλουτάρχου ἐκ τοῦ Περὶ διαβολῆς.

   Οἱ νεώνητοι δοῦλοι πυνθάνονται οὐκ εἰ δεισιδαίμων ἢ φθονερὸς ὁ δεσπότης, ἀλλ' εἰ ὀργίλος.

[154]    Stobaeus 3.38.31 (3 p. 714 H.). Πλουτάρχου ἐκ τοῦ ‹Περὶ τοῦ› διαβάλλειν.

   Τὸν φθόνον ἔνιοι τῷ καπνῷ εἰκάζουσι· πολὺς γὰρ ἐν τοῖς ἀρχομένοις ὤν, ὅταν ἐκλάμψωσιν ἀφανίζεται. ἥκιστα γοῦν τοῖς πρεσβυτέροις φθονοῦσιν.

[155]    Stobaeus 3.38.32 (3 p. 715 H.). Πλουτάρχου ἐκ τοῦ ‹Περὶ τοῦ› διαβάλλειν.

   Ἱππίας λέγει δύο εἶναι φθόνους· τὸν μὲν δίκαιον, ὅταν τις τοῖς κακοῖς φθονῇ τιμωμένοις· τὸν δ' ἄδικον, ὅταν τοῖς ἀγαθοῖς. καὶ διπλᾶ τῶν ἄλλων οἱ φθονεροὶ κακοῦνται· οὐ γὰρ μόνον τοῖς ἰδίοις κακοῖς ἄχθονται, ὥσπερ ἐκεῖνοι, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς.

[156]    Stobaeus 3.42.10 (3 p. 761 H.). Πλουτάρχου ἐκ τοῦ ‹Περὶ τοῦ› διαβάλλειν.

   Ἱππίας φησὶν ὅτι δεινόν ἐστιν ἡ διαβολία, οὕτως ὀνομάζων· ὅτι οὐδὲ τιμωρία τις κατ' αὐτῶν γέγραπται ἐν τοῖς νόμοις, ὥσπερ τῶν κλεπτῶν· καίτοι ἄριστον ὂν κτῆμα τὴν φιλίαν κλέπτουσιν, ὥστε ἡ ὕβρις κακοῦργος οὖσα δικαιοτέρα ἐστὶ τῆς διαβολῆς διὰ τὸ μὴ ἀφανὴς εἶναι.

ΠΕΡΙ ΤΩΝ ΕΝ ΠΛΑΤΑΙΑΙΣ ΔΑΙΔΑΛΩΝ

[157]    Eusebius, Praep. Ev. 3 Prooem. Λαβὼν ἀνάγνωθι τοῦ Χαιρωνέως Πλουτάρχου τὰς περὶ τῶν προκειμένων φωνάς, ἐν αἷς σεμνολογῶν παρατρέπει τοὺς μύθους ἐφ' ἅς φησιν εἶναι μυστηριώδεις θεολογίας, ἃς δὴ ἐκκαλύπτων τὸν μὲν Διόνυσον τὴν μέθην εἶναί φησιν ... τὴν δὲ Ἥραν τὴν γαμήλιον ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν· εἶθ', ὥσπερ ἐπιλελησμένος τῆς ἀποδόσεως, ἑτέραν ἑξῆς ἐπισυνάψας ἱστορίαν τὴν Ἥραν οὐκέτι ὡς τὸ πρότερον ἀλλὰ τὴν Γῆν ὀνομάζει, λήθην δὲ καὶ νύκτα τὴν Λητώ· καὶ πάλιν τὴν αὐτὴν τῇ Λητοῖ φησιν εἶναι τὴν Ἥραν· εἶτ' ἐπὶ τούτοις εἰσάγεται αὐτῷ ὁ Ζεὺς εἰς τὴν αἰθέριον δύναμιν ἀλληγορούμενος. καὶ τί με δεῖ ταῦτα προλαμβάνειν, αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ ἀνδρὸς ὧδέ πως ἐν οἷς ἐπέγραψεν Περὶ τῶν ἐν Πλαταιαῖς Δαιδάλων τὰ λανθάνοντα τοὺς πολλοὺς τῆς ἀπορρήτου περὶ θεῶν φυσιολογίας ἐκφαίνοντος;

   Ὅτι μὲν οὖν ἡ παλαιὰ φυσιολογία καὶ παρ' Ἕλλησι καὶ βαρβάροις λόγος ἦν φυσικὸς ἐγκεκαλυμμένος μύθοις, τὰ πολλὰ δι' αἰνιγμάτων καὶ ὑπονοιῶν ἐπίκρυφος, καὶ μυστηριώδης θεολογία τά τε λαλούμενα τῶν σιγωμένων ἀσαφέστερα τοῖς πολλοῖς ἔχουσα καὶ τὰ σιγώμενα τῶν λαλουμένων ὑποπτότερα, κατάδηλόν ἐστιν τοῖς Ὀρφικοῖς ἔπεσι καὶ τοῖς Αἰγυπτιακοῖς καὶ Φρυγίοις λόγοις· μάλιστα δ' οἱ περὶ τὰς τελετὰς ὀργιασμοὶ καὶ τὰ δρώμενα συμβολικῶς ἐν ταῖς ἱερουργίαις τὴν τῶν παλαιῶν ἐμφαίνει διάνοιαν.

   Οἷον, ἵνα μὴ μακρὰν τῶν ἐνεστηκότων λόγων βαδίζωμεν, οὐ νομίζουσιν οὐδ' ἀξιοῦσι κοινωνίαν εἶναι πρὸς Διόνυσον Ἥρᾳ· φυλάσσονται δὲ συμμιγνύναι τὰ ἱερά, καὶ τὰς Ἀθήνησιν ἱερείας ἀπαντώσας φασὶν ἀλλήλαις μὴ προσαγορεύειν, μηδ' ὅλως κιττὸν εἰς τὸ τῆς Ἥρας εἰσκομίζεσθαι τέμενος, οὐ διὰ τὰς μυθικὰς καὶ φλυαρώδεις ζηλοτυπίας, ἀλλ' ὅτι γαμήλιος μὲν ἡ θεὸς καὶ νυμφαγωγός, ἀπρεπὲς δὲ τὸ μεθύειν νυμφίοις καὶ γάμοις ἀναρμοστότατον, ὥς φησιν ὁ Πλάτων (Legg. 775bd)· ἀκρατοποσία γὰρ ταραχὴν ἐμποιεῖ καὶ ψυχαῖς καὶ σώμασιν, ὑφ' ἧς ἄπλαστα καὶ πεπλανημένα ῥιζοῦται κακῶς τὰ σπειρόμενα καὶ κυϊσκόμενα. πάλιν οἱ θύοντες Ἥρᾳ τὴν χολὴν οὐ καθαγίζουσιν ἀλλὰ κατορύττουσι παρὰ τὸν βωμόν, ὡς δέον ἄθυμον καὶ ἄχολον καὶ καθαρεύουσαν ὀργῆς καὶ πικρίας ἁπάσης τὴν γυναικὸς καὶ ἀνδρὸς εἶναι συμβίωσιν.

   Τοῦτο δὲ τὸ συμβολικὸν εἶδος ἐν τοῖς λόγοις καὶ τοῖς μύθοις μᾶλλόν ἐστιν· οἷον ἱστοροῦσι τὴν Ἥραν ἐν τῇ Εὐβοίᾳ τρεφομένην ἔτι παρθένον ὑπὸ τοῦ Διὸς κλαπῆναι, καὶ διακομισθεῖσαν ἐνταῦθα κρύπτεσθαι, Κιθαιρῶνος αὐτοῖς μυχὸν ἐπίσκιόν τινα καὶ θάλαμον αὐτοφυῆ παρασχόντος· ἐλθούσης δὲ τῆς Μακρίδος κατὰ ζήτησιν (ἦν δὲ Ἥρας τιθήνη) καὶ βουλομένης ἐρευνᾶν, οὐκ ἐᾶν τὸ Κιθαιρῶνα πολυπραγμονεῖν οὐδὲ τῷ χωρίῳ προσάγειν, ὡς τοῦ Διὸς ἐκεῖ τῇ Λητοῖ συναναπαυομένου καὶ συνδιατρίβοντος. ἀπελθούσης δὲ τῆς Μακρίδος, οὕτω τότε μὲν διαλαθεῖν τὴν Ἥραν, ὕστερον δὲ τῇ Λητοῖ χάριν ἀπομνημονεύουσαν ὁμοβώμιον θέσθαι καὶ σύνναον· ὥστε καὶ Λητοῖ Μυχίᾳ προθύεσθαι· τινὲς δὲ Νυχίαν λέγουσι. σημαίνεται δ' ἐν ἑκατέρῳ τῶν ὀνομάτων τὸ κρύφιον καὶ διαλεληθός. ἔνιοι δὲ τὴν Ἥραν αὐτὴν ἐκεῖ τῷ Διὶ λάθρᾳ συνοῦσαν καὶ λανθάνουσαν οὕτω φασὶ Λητὼ Νυχίαν προσηγορεῦσθαι· φανερῶν δὲ τῶν γάμων γενομένων καὶ περὶ τὸν Κιθαιρῶνα πρῶτον ἐνταῦθα καὶ τὰς Πλαταιὰς τῆς ὁμιλίας ἀνακαλυφθείσης, Ἥραν Τελείαν καὶ Γαμήλιον αὐτὴν προσαγορευθῆναι.

   Οἱ δὲ φυσικῶς μᾶλλον καὶ πρεπόντως ὑπολαμβάνοντες τὸν μῦθον οὕτως εἰς ταὐτὸ τῇ Λητοῖ συνάγουσι τὴν Ἥραν. γῆ μέν ἐστιν ἡ Ἥρα καθάπερ εἴρηται, νὺξ δ' ἡ Λητώ 'ληθώ' τις οὖσα τῶν εἰς ὕπνον τρεπομένων. νὺξ δ' οὐδέν ἐστιν ἄλλο πλὴν σκιὰ γῆς· ὅταν γὰρ πλησιάσαντα ταῖς δυμαῖς ἀποκρύψῃ τὸν ἥλιον, ἀναπλατυνομένη μελαίνει τὸν ἀέρα· καὶ τοῦτ' ἔστι τὸ ἐκλειπτικὸν ὀλίσθημα τῶν πανσελήνων, ὅταν τῆς σελήνης περιφερομένης ἡ σκιὰ τῆς γῆς ἐπιψαύσῃ καὶ διαθολώσῃ τὸ φέγγος.

   Ὅτι δ' οὐκ ἄλλη τίς ἐστι τῆς Ἥρας ἡ Λητώ, μάθοιτ' ἂν ἐνθένδε. τὴν Ἄρτεμιν δήπου θυγατέρα Λητοῦς καλοῦμεν, ἀλλὰ καὶ Εἰλείθυιαν τὴν αὐτὴν ὀνομάζομεν· οὐκοῦν ἥ τε Ἥρα καὶ ἡ Λητὼ δύο εἰσὶ μιᾶς θεοῦ προσηγορίαι. πάλιν ἐκ μὲν Λητοῦς ὁ Ἀπόλλων ἐκ δ' Ἥρας ὁ Ἄρης γέγονε· μία δ' ἐστὶν ἀμφοτέρων δύναμις, καὶ κέκληται Ἄρης μὲν ὡς 'ἀρήγων' τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν, Ἀπόλλων δ' ὡς 'ἀπαλλάττων' καὶ 'ἀπολύων' τῶν περὶ σῶμα νοσηματικῶν παθῶν τὸν ἄνθρωπον. διὸ καὶ τῶν ἐμπυρωτάτων ἄστρων καὶ πυριφλεγεστάτων ὁ μὲν ἥλιος Ἀπόλλων κέκληται ὁ δὲ πυροειδὴς Ἄρης ἐπωνόμασται. καὶ οὐκ ἀπὸ τρόπου ἐστὶν τὴν αὐτὴν θεὸν Γαμήλιον λέγεσθαι καὶ μητέρα Εἰλειθυίας καὶ Ἡλίου νομίζεσθαι· γάμου μὲν γὰρ τέλος γένεσίς ἐστιν, γένεσις δ' ἡ εἰς ἥλιον καὶ φῶς ἐκ σκότους πορεία· καὶ καλῶς ἔφη ὁ ποιητής (Π 187)

   'αὐτὰρ ἐπειδὴ τόν γε μογοστόκος Εἰλείθυια

   ἐξάγαγε προφόωσδε καὶ ἠελίου ἴδεν αὐγάς'.

εὖ ὁ ποιητὴς τῇ μὲν προθέσει τὴν σύνθεσιν ‹συν›έθλιψεν, ἐμφαίνων τὸ βεβιασμένον τῆς ὠδῖνος, τέλος δὲ τῆς γενέσεως ἐποίησεν ἥλιον ἰδεῖν. οὐκοῦν ἡ αὐτὴ θεὸς ἐποίησε καὶ γάμον συνελθεῖν, ἵνα γένεσιν παρασκευάσῃ.

   Δεῖ δ' ἴσως καὶ τὸν εὐηθέστερον μῦθον εἰπεῖν. λέγεται γὰρ ὁ Ζεύς, τῆς Ἥρας αὐτῷ διαφερομένης καὶ μηκέτι φοιτᾶν εἰς ταὐτὸ βουλομένης ἀλλὰ κρυπτούσης ἑαυτήν, ἀμηχανῶν καὶ πλανώμενος Ἀλαλκομενεῖ τῷ αὐτόχθονι συντυχεῖν καὶ διδαχθῆναι ὑπὸ τούτου, ὡς ἐξαπατητέον τὴν Ἥραν σκηψάμενον γαμεῖν ἑτέραν. συνεργοῦντος δὲ τοῦ Ἀλαλκομενέως, κρύφα τεμόντας αὐτοὺς εὐκτέανον καὶ παγκάλην δρῦν μορφῶσαί τ' αὐτὴν καὶ καταστεῖλαι νυμφικῶς, Δαιδάλην προσαγορεύσαντας· εἶθ' οὕτως ἀναμέλπεσθαι μὲν τὸν ὑμέναιον, λουτρὰ δὲ κομίζειν τὰς Τριτωνίδας Νύμφας, αὐλοὺς δὲ καὶ κώμους τὴν Βοιωτίαν παρασχεῖν· περαινομένων δὲ τούτων οὐκέτι τὴν Ἥραν καρτερεῖν, ἀλλὰ καταβᾶσαν ἐκ τοῦ Κιθαιρῶνος, τῶν Πλαταιατίδων αὐτῇ γυναικῶν ἑπομένων, ὑπ' ὀργῆς καὶ ζηλοτυπίας θέουσαν ἐλθεῖν πρὸς τὸν Δία, καὶ τοῦ πλάσματος φανεροῦ γενομένου, διαλλαγεῖσαν μετὰ χαρᾶς καὶ γέλωτος αὐτὴν νυμφαγωγεῖν· τιμὴν δὲ τῷ ξοάνῳ προσθεῖναι, καὶ Δαίδαλα τὴν ἑορτὴν προσαγορεῦσαι, κατακαῦσαι δ' ὅμως αὐτὸ καίπερ ἄψυχον ὂν ὑπὸ ζηλοτυπίας.

   Ὁ μὲν οὖν μῦθος τοιοῦτος, ὁ δὲ λόγος αὐτοῦ τοιόσδε. Ἥρας καὶ Διὸς διαφορὰ καὶ στάσις οὐδὲν ἄλλο πλὴν στοιχείων δυσκρασία καὶ τάραχός ἐστιν, ὅταν ἀλλήλοις μηκέτι συμμετρῆται κατὰ κόσμον, ἀλλὰ καὶ ἀνωμαλίας καὶ τραχύτητος ἐγγενομένης δυσμαχήσαντα λύσῃ τὴν κοινωνίαν καὶ φθορὰν τῶν ὅλων ἀπεργάσηται. ἂν μὲν οὖν ὁ Ζεύς, τουτέστιν ἡ θερμὴ καὶ πυρώδης δύναμις, αἰτίαν παράσχῃ τῆς διαφορᾶς, αὐχμὸς τὴν γῆν καταλαμβάνει· ἐὰν δὲ περὶ τὴν Ἥραν, τουτέστι τὴν ὑγρὰν καὶ πνευματικὴν φύσιν, ὕβρις τις ἢ πλεονασμὸς γένηται, ῥεῦμα ἦλθε πολὺ καὶ συνώμβρισε καὶ κατέκλυσε τὰ πάντα. τοιούτου δέ τινος γενομένου καὶ περὶ τοὺς τότε χρόνους, καὶ μάλιστα τῆς Βοιωτίας βυθισθείσης, ὡς πρῶτον ἀνέδυ τὸ πεδίον καὶ ἡ πλήμμυρα ἐλώφησεν, ὁ μὲν ἐξ εὐδίας κόσμος τοῦ περιέχοντος ὁμόνοια καὶ διαλλαγὴ τῶν θεῶν ἐλέχθη. πρῶτον δ' ἀνέσχεν ἐκ τῆς γῆς τῶν φυτῶν ἡ δρῦς, καὶ ταύτην ἠγάπησαν οἱ ἄνθρωποι, τροφὴν βίου καὶ σωτηρίας διαμονὴν παρασχοῦσαν. οὐ γὰρ μόνον τοῖς εὐσεβέσιν, ὡς Ἡσίοδός φησιν, ἀλλὰ καὶ τοῖς ὑπολειφθεῖσι τῆς φθορᾶς

   'ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας' (OD 233).

[158]    Ibid. 3.8.1. λέγει δ' οὖν Πλούταρχος ὧδέ πῃ κατὰ λέξιν.

   Ἡ δὲ τῶν ξοάνων ποίησις ἀρχαῖον ἔοικεν εἶναί τι καὶ παλαιόν, εἴγε ξύλινον μὲν ἦν τὸ πρῶτον εἰς Δῆλον ὑπὸ Ἐρυσίχθονος Ἀπόλλωνι ‹πεμφθὲν› ἐπὶ τῶν θεωριῶν ἄγαλμα, ξύλινον δὲ τὸ τῆς Πολιάδος ὑπὸ τῶν αὐτοχθόνων ἱδρυθέν, ὃ μέχρι νῦν Ἀθηναῖοι διαφυλάττουσιν. Ἥρας δὲ καὶ Σάμιοι ξύλινον εἶχον ἕδος, ὥς φησιν Καλλίμαχος (fr. 100 Pfeiffer)·

   'οὔπω Σκέλμιον ἔργον ἐύξοον, ἀλλ' ἐπὶ τεθμὸν

   δηναιὸν γλυφάνων ἄξοος ἦσθα σανίς.

   ὧδε γὰρ ἱδρύοντο θεοὺς τότε· καὶ γὰρ Ἀθήνης

   ἐν Λίνδῳ Δαναὸς λιτὸν ἔθηκεν ἕδος'.

   Λέγεται δὲ Πείρας ὁ πρῶτος Ἀργολίδος Ἥρας ἱερὸν εἱσάμενος τὴν ἑαυτοῦ θυγατέρα Καλλίθυιαν ἱέρειαν καταστήσας, ἐκ τῶν περὶ Τίρυνθα δένδρων ὄγχνην τεμὼν εὐκτέανον, Ἥρας ἄγαλμα μορφῶσαι. πέτραν μὲν γὰρ εἰς θεοῦ κόπτειν εἰκόνα σκληρὰν καὶ δύσεργον καὶ ἄψυχον οὐκ ἐβούλοντο, χρυσὸν δὲ καὶ ἄργυρον ἡγοῦντο γῆς ἀκάρπου καὶ διεφθαρμένης χρώματα νοσώδη καὶ κηλῖδας ἐξανθεῖν ὥσπερ μώλωπας ὑπὸ πυρὸς ῥαπισθείσης· ἐλέφαντι δὲ παίζοντες μὲν ἔσθ' ὅπου προσεχρῶντο ποικίλματι τρυφῆς.

ΠΕΡΙ ΦΙΛΙΑΣ ΕΠΙΣΤΟΛΗ

[159]    Stobaeus 2.31.82 (2 p. 215 W.). ἐκ τῆς Περὶ φιλίας ἐπιστολῆς.

   Ἡ παιδεία, κἂν μηδὲν ἕτερον ἀγαθὸν ἔχῃ, τό γε συμφοιτᾶν ‹δι'› αὐτὴν νυκτὸς καὶ ἡμέρας ἔξω κακίας, οἷς ἂν ᾖ τις αἰδώς· καὶ πολλοὶ σφᾶς αὐτοὺς καὶ ἄλλους

[160]    Stobaeus 2.46.15 (2 p. 262 W.). ἐκ τῆς Περὶ φιλίας ἐπιστολῆς.

   Ὡς μέντοι λαμπρόν ἐστιν εὖ ποιεῖν, οὕτως ἀμειπτέον, ἵνα μὴ μόνον ἀχαριστίας ὄφλῃ τις δίκην, ἀλλὰ καὶ βλάβους κοινοῦ τῶν εὖ πεισομένων εἰσαῦθις ἑτέρων ἀνακοπῇ πρὸς εὐεργεσίαν.

[161]    Stobaeus 3.2.34 (3 p. 186 H.). ἐκ τῆς ἐπιστολῆς τῆς Περὶ φιλίας.

   Κακίας αὑτῶν πλάσσονταί τινες ῥημάτων εὐπρεπείᾳ, τὸ μὲν φιλοσώματον ‹φιλόκαλον, τὸ δ' ἄγροικον› ἁπλοῦν, τὸ δὲ φιλάργυρον προμηθὲς ἀποκαλούμενοι.

[162]    Stobaeus 3.2.35 (3 p. 186 H.). ἐν ταὐτῷ.

   Πολύβουλον εἶναι καὶ πολύτροπον, ἔνθα δεῖ καὶ τέχνης κατ' ἀλλοφύλων πολεμίων, χρήσιμον καὶ ἀναγκαῖον· ἐπίβουλον δ' ἦθος καὶ κακομηχανώτατον διὰ παντὸς ἔχειν καὶ κατὰ πάντων οὐ τῇ τῶν ἀγχινόων, ὥς τινες οἴονται, τῇ δὲ τοῦ πονηροτάτου μερίδι προστίθημι.

[163]    Stobaeus 4.5.68 (4 p. 221 H.). ἐκ τῆς ἐπιστολῆς τῆς Περὶ φιλίας.

   Μάρτυς δ' ἄριστος ὁ μηθὲν μὲν εὖ παθών, ἀπὸ δὲ τῆς εἰς ἄλλους εὐνοίας κρίνων.

[164]    Stobaeus 4.7.42 (`4 p. 258 H.). Πλουτάρχου ἐκ τῆς ἐπιστολῆς τῆς Περὶ φιλίας.

   Ἡμερότητι τοίνυν καὶ εὐεργεσίᾳ μᾶλλον ἢ φόβῳ πρὸς εὔνοιαν ὑπακτέον.

[165]    Stobaeus 4.7.43 (4 p. 258 H.). ἐν ταὐτῷ.

   Ἠπίους οὖν εἶναι δεῖ μετὰ τοῦ ἔμφρονος εἰς τὸ κοινῇ λυσιτελές.

[166]    Stobaeus 4.12.11 (`4 p. 344 H.). ἐκ τῆς ἐπιστολῆς τῆς Περὶ φιλίας.

   Ἔτι δὲ κολάσεως ἀπαραιτήτου φόβος αἴτιός ἐστιν ἀπονοίας· ὁ γὰρ ὄλεθρον αὑτοῦ προλαβὼν ὁμόσε χωρεῖ κινδύνοις.

[167]    Stobaeus 4.28.8 (5. p. 678 H.). ἐκ τῆς ἐπιστολῆς τῆς Περὶ φιλίας.

   Γάμος γὰρ ἀπὸ μὲν φιλίας διττῆς κράσεως βελτίων, ἑτέρως δὲ σφαλερός.

[168]    Stobaeus 4.31.126 (5 p. 778 H.). ἐκ τῆς ἐπιστολῆς τῆς Περὶ φιλίας.

   Πλούτῳ μέντοι χρηστέον ὡς ὕλῃ τινός, οὐκ ἐπὶ παντὸς ὁμοίως.

[169]    Stobaeus 4.31.127 (5 p. 779 H.). ἐν ταὐτῷ.

   Ἀρετὴν οὖν τοῖς πᾶσι μᾶλλον εὐκτέον ἢ πλοῦτον ἀνοήτοις σφαλερόν· ὑπὸ γὰρ χρημάτων αὔξεται κακία. καὶ ὅσῳ τις ἂν ἄφρων ᾖ, τοσούτῳ πλέον ἐξυβρίζει, τὸ λυσσῶδες αὑτοῦ τῶν ἡδονῶν ἐκπληροῦν ἔχων.

[170]    Stobaeus 4.33.20 (5 p. 805 H.). ἐκ τῆς ἐπιστολῆς τῆς Περὶ φιλίας.

   Ἐν πενίᾳ μέν τις διετέλεσεν εὐδαίμων, ὡς ἥκιστα δὲ πλουτῶν κἀν ἀρχαῖς.

[170]    Ibid. Τοσοῦτον ὑπεραίρει πενίας ἀγαθόν, ὥστ' αἰσχροῦ πλούτου νόμιμος ἀνὴρ ἀλλάξαιτ' ἂν πενίαν· εἴ γε μὴ τῶν ποτ' Ἀθηναίων ὁ πλουσιώτατος ἀμείνων ἦν Ἀριστείδου καὶ Σωκράτους [Θεμιστοκλῆς ὁ Νεοκλέους] ἐν πενίᾳ τῆς ἀρετῆς· ὁ δὲ πλοῦτος ἐκείνου αὐτοῦ καὶ αὐτὸς ἐξίτηλός τε καὶ ἀνώνυμος. φαύλῳ γὰρ ἅμα τῷ θανάτῳ πάντα συνοίχεται, τὸ δὲ καλὸν αἰώνιον.

[172]

ΠΕΡΙ ΦΥΣΕΩΣ ΚΑΙ ΠΟΝΩΝ

   Photius, Bibliotheca 161. Περί τε φύσεως καὶ πόνων, ὅπως τε πολλοὶ πολλάκις πόνῳ τὴν φύσιν οὐκ εὖ φερομένην ὤρθωσαν, ἕτεροι δὲ καλῶς ἔχουσαν ἐξ ἀμελείας διέφθειραν, ὅπως τε ἔνιοι ἐν μὲν νέοις βραδεῖς ἐνεωρῶντο πᾶσι καὶ ἀσύνετοι, ἀκμασάντων δὲ εἰς τὸ ταχὺ καὶ συνετὸν αὐτοῖς ἡ φύσις ἐξέλαμψε.

ΠΕΡΙ ΨΥΧΗΣ

[173]    Origenes contra Celsum, v. 57. Παράδοξα δὲ πράγματα τοῖς ἀνθρώποις ἐπιφαίνεσθαί ποτε καὶ τῶν Ἑλλήνων ἱστόρησαν οὐ μόνον οἱ ὑπονοηθέντες ἂν ὡς μυθοποιοῦντες ἀλλὰ καὶ οἱ πολὺ ἐπιδειξάμενοι γνησίως φιλοσοφεῖν καὶ φιλαληθῶς ἐκτίθεσθαι τὰ εἰς αὐτοὺς φθάσαντα. τοιαῦτα δ' ἀνέγνωμεν παρὰ ... τῷ Χαιρωνεῖ Πλουτάρχῳ ἐν τοῖς Περὶ ψυχῆς.

[174]    Aulus Gellius 1.3.31. Super hoc eodem Chilone Plutarchus philosophus in libro Περὶ ψυχῆς primo verbis his ita scripsit: Χείλων ὁ παλαιός, ἀκούσας τινὸς λέγοντος μηδένα ἔχειν ἐχθρόν, ἠρώτησεν εἰ μηδένα φίλον ἔχει, νομίζων ἐξ ἀνάγκης ἐπακολουθεῖν καὶ συνεμπλέκεσθαι φιλίαις ἀπεχθείας.

[175]    Aulus Gellius 15.10. Plutarchus in librorum, quos Περὶ ψυχῆς inscripsit, primo, cum de morbis dissereret in animos hominum incidentibus, virgines dixit Milesii nominis, fere quot tum in ea civitate erant, repente sine ulla evidenti causa voluntatem cepisse obeundae mortis, ac deinde plurimas vitam suspendio amisisse. id cum accideret in dies crebrius, neque animis earum mori perseverantium medicina adhiberi quiret, decrevisse Milesios, ut virgines, quae corporibus suspensis demortuae forent, ut hae omnes nudae cum eodem laqueo, quo essent praevinctae, efferrentur. post id decretum virgines voluntariam mortem non petisse, pudore solo perterritas tam inhonesti funeris.

[176]    Eusebius, Praep. Ev. 11.36.1. συγγενῆ δὲ τούτοις (sc. Platonis de Ere historiae) καὶ ὁ Πλούταρχος ὧδέ πῃ ἐν τῷ πρώτῳ Περὶ ψυχῆς ἱστορεῖ.

   Ἀντύλλῳ δὲ τούτῳ καὶ αὐτοὶ παρῆμεν ἅμα Σωσιτέλει καὶ Ἡρακλέωνι διηγουμένῳ. νοσῶν γὰρ ἔναγχος ἀβιώτως ἔχειν ἐδόκει τοῖς ἰατροῖς· ἀνενεχθεὶς δὲ μικρὸν ἔκ τινος οὐ βεβαίου καταφορᾶς, ἄλλο μὲν οὐδὲν οὔτ' ἔπραξεν οὔτ' εἶπε παρακινητικόν, ἔλεγε δὲ τεθνάναι καὶ πάλιν ἀφεῖσθαι καὶ μὴ τεθνήξεσθαι τὸ παράπαν ὑπὸ τῆς ἀρρωστίας ἐκείνης, ἀλλὰ καὶ κακῶς ἀκηκοέναι τοὺς ἀγαγόντας αὐτὸν ὑπὸ τοῦ κυρίου· πεμφθέντας γὰρ ἐπὶ Νικανδᾶν, αὐτὸν ἥκειν ἀντ' ἐκείνου κομίζοντας. ὁ δὲ Νικανδᾶς ἦν σκυτοτόμος, ἄλλως δὲ τῶν ἐν παλαίστραις γεγονότων καὶ πολλοῖς συνήθης καὶ γνώριμος. ὅθεν οἱ νεανίσκοι προσιόντες ἔσκωπτον αὐτὸν ὡς ἀποδεδρακότα καὶ διεφθαρκότα τοὺς ἐκεῖθεν ὑπηρέτας· αὐτὸς μέντοι δῆλος ἦν εὐθὺς ὑποθραττόμενος καὶ δυσχεραίνων· τέλος δὲ πυρετοῦ προσπεσόντος, ἐξαίφνης ἀπέθανε τριταῖος. οὗτος δ' ἀνεβίω καὶ περίεστιν εὖγε ποιῶν, ἡμῖν ξένων ἐπιεικέστατος.

[177]    Stobaeus 4.52.48 (5 p. 1087 H.). Θεμιστίου ἐκ τοῦ Περὶ ψυχῆς.

   Ταῦτα τοῦ Τίμωνος εἰπόντος, ὑπολαβὼν ὁ Πατροκλέας 'ὁ μὲν λόγος' εἶπεν 'οὐχ ἧττον ἰσχυρὸς ἢ παλαιός, ἔχει δ' ὅμως ἀπορίας. εἰ γὰρ ἡ δόξα τῆς ἀφθαρσίας παμπάλαιός ἐστι, πῶς αὖ πάλιν τὸ τοῦ θανάτου δέος πάντων πρεσβύτατον ‹εἰκὸς› εἶναι τῶν φόβων, εἰ μὴ νὴ Δία καὶ πάντας ἡμῖν τοῦτο τοὺς ἄλλους ἐγγεγέννηκεν; οὐ γὰρ νεαρὸν οὐδὲ πρόσφατόν ἐστι τὸ κλαίεσθαι τὸν τεθνηκότα, καὶ ταῦτα δὴ τὰ θρηνώδη καὶ δύσφημα τῶν ὀνομάτων ἐπιλέγεσθαι, τὸν ἄθλιον καὶ τὸν οἰκτρόν.'

   'Ἀλλ' οὕτω μέν' ἔφη ὁ Τίμων 'λογιζόμενοι καὶ τὰ ἄφθαρτα δοξάζουσι συνδιαλύεσθαι ‹τοῖς› φθειρομένοις. ὅτι μὲν οὖν τὸ μετηλλαχέναι καὶ μεθίστασθαι καὶ οἴχεσθαι τὸν τεθνηκότα δυσχεροῦς οὐδενὸς ἁπλῶς, ἀμείψεως δέ τινος ἢ μεταβολῆς ὑπόνοιαν δίδωσιν, οὐκ ἄδηλόν ἐστι· ὅποι δ' αὕτη γίγνεται τοῖς μεταλλάττουσιν ἡ μεταβολή, καὶ πότερον εἰς χεῖρον ἢ βέλτιον, ἐκ τῶν ἄλλων ὀνομάτων σκοπῶμεν. αὐτὸ τοίνυν τὸ τοῦ θανάτου πρῶτον οὐχ ὑπὸ γῆν ἔοικεν οὐδὲ κάτω δεικνύναι χωροῦν τὸ μετηλλαχὸς ἀλλ' ἄνω φερόμενον καὶ θέον· διὸ δὴ καὶ λόγον ἔχει καθάπερ ἐκ καμπῆς τινος ἀνείσης οἷον ἐξᾴττειν καὶ ἀναθεῖν τὴν ψυχὴν ἀποπνέοντος τοῦ σώματος ἀναπνέουσαν αὐτὴν καὶ ἀναψύχουσαν. ὅρα δὲ τὸ ἀντικείμενον θανάτῳ, τὴν γένεσιν, ὡς τοὐναντίον δηλοῖ ῥοπήν τινα κάτω καὶ νεῦσιν ἐπὶ γῆν ἐκείνου τοῦ περὶ τὴν τελευτὴν πάλιν ἀναθέοντος· ᾗ καὶ γενέθλιον τὴν ‹πρώτην› ἡμέραν καλοῦσιν, ὡς ἄθλων καὶ πόνων μεγάλων ἀρχὴν γενομένην. μᾶλλον δ' ἴσως ἀφ' ἑτέρας ταὐτὸ συζυγίας κατοψόμεθα καὶ σαφέστερον. ἀπολύεσθαι γὰρ τὸν ἀποθνῄσκοντα καὶ τὴν τελευτὴν ἀπόλυσιν καλοῦσιν, ἂν δὲ ἔρημαι σώματος· τοῦτο γὰρ 'δέμας' ὀνομάζουσιν, ὡς 'δεδεμένης' ὑπ' αὐτοῦ τῆς ψυχῆς ἐνταῦθα παρὰ φύσιν· οὐδὲν γὰρ ἐν ᾧ πέφυκεν εἶναι κατέχεται βίᾳ, καὶ τὸ δεδέσθαι τήν τε 'βίαν' ταύτην παραγαγόντες ὠνόμασαν 'βίον', ὥσπερ οἶμαι τὴν 'ἑσπέραν' Ὅμηρος 'ἕσπερον'. ὅθεν ἀντίφωνον τοῦ βίου ὄνομα γέγονε τὸ ἀναπαύεσθαι τὸν θνῄσκοντα, μεγάλης καὶ παρὰ φύσιν ἀνάγκης ἀπαλλαττόμενον.

[178]    Stobaeus IV.52.49 (v. p. 1089 H.). ἐν ταὐτῷ.

   'Οὕτω κατὰ τὴν εἰς τὸ ὅλον μεταβολὴν καὶ μετακόσμησιν ὀλωλέναι τὴν ψυχὴν λέγομεν ἐκεῖ γενομένην· ἐνταῦθα δ' ἀγνοεῖ, πλὴν ὅταν ἐν τῷ τελευτᾶν ἤδη γένηται· τότε δὲ πάσχει πάθος οἷον οἱ τελεταῖς μεγάλαις κατοργιαζόμενοι. διὸ καὶ τὸ ῥῆμα τῷ ῥήματι καὶ τὸ ἔργον τῷ ἔργῳ τοῦ τελευτᾶν καὶ τελεῖσθαι προσέοικε. πλάναι τὰ πρῶτα καὶ περιδρομαὶ κοπώδεις καὶ διὰ σκότους τινὲς ὕποπτοι πορεῖαι καὶ ἀτέλεστοι, εἶτα πρὸ τοῦ τέλους αὐτοῦ τὰ δεινὰ πάντα, φρίκη καὶ τρόμος καὶ ἱδρὼς καὶ θάμβος· ἐκ δὲ τούτου φῶς τι θαυμάσιον ἀπήντησεν καὶ τόποι καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καὶ χορείας καὶ σεμνότητας ἀκουσμάτων ἱερῶν καὶ φασμάτων ἁγίων ἔχοντες· ἐν αἷς ὁ παντελὴς ἤδη καὶ μεμυημένος ἐλεύθερος γεγονὼς καὶ ἄφετος περιιὼν ἐστεφανωμένος ὀργιάζει καὶ σύνεστιν ὁσίοις καὶ καθαροῖς ἀνδράσι, τὸν ἀμύητον ἐνταῦθα τῶν ζώντων ‹καὶ› ἀκάθαρτον ἐφορῶν ὄχλον ἐν βορβόρῳ πολλῷ καὶ ὁμίχλῃ πατούμενον ὑφ' ἑαυτοῦ καὶ συνελαυνόμενον, φόβῳ δὲ θανάτου τοῖς κακοῖς ἀπιστίᾳ τῶν ἐκεῖ ἀγαθῶν ἐμμένοντα. ἐπεὶ τό γε παρὰ φύσιν τὴν πρὸς τὸ σῶμα τῇ ψυχῇ συμπλοκὴν εἶναι καὶ σύνερξιν ἐκεῖθεν ἂν συνίδοις'.

   'Πόθεν;' ἔφη ὁ Πατροκλέας. ‑ 'ὅτι τῶν περὶ ἡμᾶς παθῶν ὁ ὕπνος ἥδιστόν ἐστι. πρῶτα μὲν γὰρ αἴσθησιν ἀλγηδόνος πάσης σβέννυσι διὰ τὴν ἡδονὴν πολλῷ τῷ οἰκείῳ κεραννυμένης· ἔπειτα τῶν ἄλλων ἐπιθυμιῶν κρατεῖ, κἂν ὦσι σφοδρόταται. καὶ γὰρ πρὸς ἡδονὴν οἱ φιλοσώματοι δυσανασχετοῦσιν, ἐπιόντος αὐτοῖς τοῦ καθεύδειν, καὶ περιβολὰς ἐρωμένων προΐενται καταδαρθάνοντες. καὶ τί δεῖ ταῦτα λέγειν, ὅπου καὶ τὴν ἀπὸ τοῦ μανθάνειν καὶ διαλέγεσθαι καὶ φιλοσοφεῖν ἡδονὴν καταλαμβάνων ὁ ὕπνος ἀποκλείει, τῆς ψυχῆς ὥσπερ ἀπὸ ῥεύματος λείου καὶ βαθέος ὑποφερομένης; ἡδονὴ δὲ δὴ πᾶσα μὲν ἴσως οὐσίαν ἔχει καὶ φύσιν ἀλγηδόνος ἀπαλλαγήν, αὕτη δὲ καὶ παντάπασιν· οὐδενὸς γὰρ ἔξωθεν οἷον ἐπιτερποῦς καὶ κινητικοῦ προσιόντος, ἡδόμεθα καταδαρθάνοντες· ἀλλ' ἐπίπονόν τινα καὶ κοπώδη καὶ σκληρὰν ἔοικεν ἐξαιρῶν ὕπνος διάθεσιν ἥδιστον εἶναι· αὕτη δ' ἐστὶν οὐχ ἑτέρα τῆς πρὸς τὸ σῶμα τὴν ψυχὴν συνδεούσης. χωρίζεται γὰρ ἐν τῷ καθεύδειν ἀνατρέχουσα καὶ συλλεγομένη πρὸς ἑαυτὴν ἐκ τοῦ διατετάσθαι πρὸς τὸ σῶμα καὶ διεσπάρθαι ταῖς αἰσθήσεσι. καίτοι λέγουσί τινες ὡς καταμίγνυσι μᾶλλον ὁ ὕπνος πρὸς τὸ σῶμα τὴν ψυχήν, οὐκ ὀρθῶς λέγοντες· ἀντιμαρτυρεῖ γὰρ τῇ ἀναισθησίᾳ καὶ ψυχρότητι καὶ βάρει καὶ ὠχρότητι τὸ σῶμα κατηγοροῦν τῆς ψυχῆς ἔκλειψιν μὲν ὅταν τελευτήσῃ μετάστασιν δ' ὅταν καθεύδῃ. καὶ τοῦτ' ἐστὶ τὸ τὴν ἡδονὴν ποιοῦν, ἀπόλυσις καὶ ἀνάπαυλα τῆς ψυχῆς, ὥσπερ ἄχθος κατατιθεμένης καὶ πάλιν ἀναλαμβανούσης καὶ ὑποδυομένης. φεύγειν γὰρ ἔοικε κομιδῇ τὸ σῶμα θνῄσκουσα δραπετεύειν δὲ καταδαρθάνουσα. διὸ θνῄσκουσι μὲν ἔνιοι μετὰ πόνων καθεύδουσι δὲ μεθ' ἡδονῆς ἅπαντες· ὅπου μὲν γὰρ ἀπορρήγνυται παντάπασιν ὁ δεσμός, ὅπου δ' ἐνδίδωσι καὶ χαλᾶται καὶ γίγνεται μαλακώτερος, οἷον ἁμμάτων ἀφιεμένων τῶν αἰσθήσεων παραλυομένων καὶ προϊεμένων τὴν περὶ τὸ σῶμα τῆς ψυχῆς ἔντασιν.'

   'Εἶτα πῶς' εἶπεν ὁ Πατροκλέας 'οὐ δυσφοροῦμεν οὐδ' ἀλγοῦμεν ἐγρηγορότες;' 'πῶς δέ' ἔφη ὁ Τίμων 'κειρομένων μὲν αἰσθάνεται κουφότητος ἡ κεφαλὴ καὶ ῥᾳστώνης, κομώντων δὲ βαρύτητος αἴσθησιν οὐ πάνυ παρεῖχεν; καὶ λυθέντες μὲν ἐκ δεσμῶν ἥδονται, δεδεμένοι δ' οὐκ ἀλγοῦσι; καὶ φῶς ἐπεισενεχθὲν ἐξαίφνης συμποσίῳ τινὶ συνηρεφεῖ θόρυβον καὶ κρότον ὑφ' ἡδονῆς ἐποίησε, πρότερον δὲ τὸ ἀλαμπὲς ἐδόκει μὴ ἐνοχλεῖν μηδὲ λυπεῖν τὴν ὄψιν; ἓν γὰρ αἴτιον, ὦ φίλε, τούτων ἁπάντων, ὅτι τῷ παρὰ φύσιν τὸ κατὰ μικρὸν συνήθη καὶ σύντροφον ἐποίει τὴν αἴσθησιν, ὥστε μὴ πάνυ δυσχεραίνειν πάσχουσαν, ἀπαλλαγείσης δὲ καὶ μεταβαλούσης εἰς τὴν φύσιν, φαίνεται παρευθύς, τῷ οἰκείῳ τἀλλότριον καὶ τῷ ἡδομένῳ τὸ λυποῦν ὅτι παρῆν καὶ βαρῦνον. οὕτω δὴ καὶ τὴν ψυχὴν τῇ πρὸς τὰ θνητὰ πάθη καὶ μέρη καὶ ὄργανα κοινωνίᾳ τὸ παρὰ φύσιν καὶ ἀλλότριον οὐ πάνυ δοκεῖ πιέζειν ὑπὸ μακρᾶς συνηθείας· αἰσθάνεται δὲ ῥᾳστώνης καὶ κουφότητος μεθ' ἡδονῆς ἀφιεμένη τῶν διὰ τοῦ σώματος ἐνεργειῶν· ἐκείναις γὰρ ἐνοχλεῖται καὶ περὶ ἐκείνας ἐκπονεῖται καὶ ἀπ' ἐκείνων σχολῆς δεῖται καὶ ἀναπαύσεως· ἃ δ' αὐτὴ καθ' αὑτὴν ἐνεργεῖ κατὰ φύσιν, τὸ σκοπεῖν ἀεί τι καὶ λογίζεσθαι καὶ μνημονεύειν καὶ θεωρεῖν, πρὸς ταῦτα ἄτρυτός ἐστι καὶ ἀκόρεστος. καὶ γὰρ ὁ κόρος κόπος ἐν ἡδοναῖς ἔοικεν εἶναι τῷ μετὰ σώματός τι τὴν ψυχὴν πάσχειν, ἐπεὶ πρός γε τὰς αὑτῆς ἡδονὰς οὐκ ἀπαγορεύει· συμπεπλεγμένη δέ, ὥσπερ εἴρηται, τῷ σώματι ταὐτὰ τῷ Ὀδυσσεῖ πέπονθεν· ὡς γὰρ ἐκεῖνος τῷ ἐρινεῷ προσφὺς εἴχετο καὶ περιέπτυσσεν οὐ ποθῶν οὐδ' ἀγαπῶν ἐκεῖνον, ἀλλὰ δεδιὼς ὑποκειμένην τὴν Χάρυβδιν (μ 432), οὕτως ἔοικεν ἡ ψυχὴ ‹τοῦ σώματος› ἔχεσθαι καὶ περιπεπλέχθαι δι' εὔνοιαν οὐδεμίαν αὐτοῦ καὶ χάριν, ἀλλ' ὀρρωδοῦσα τοῦ θανάτου τὴν ἀδηλότητα.

   'κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισι' (OD 42)

κατὰ τὸν σοφὸν Ἡσίοδον, οὐ σαρκίνοις τισὶ δεσμοῖς πρὸς τὸ σῶμα τὴν ψυχὴν κατατείναντες, ἀλλ' ἕνα δεσμὸν αὐτῇ καὶ μίαν φυλακὴν μηχανησάμενοι καὶ περιβαλόντες, τὴν ἀδηλότητα καὶ ἀπιστίαν τῶν μετὰ τὴν τελευτήν· ἐπεὶ τήν γε πεισθεῖσαν, ὅσα ἀνθρώπους περιμένει τελευτήσαντας καθ' Ἡράκλειτον (Β 27), οὐδὲν ἂν κατάσχοι.'

[179]

ΣΤΡΩΜΑΤΕΙΣ

   Eusebius, Praep. Ev. 1.7.16. Τούτῳ δ' ἂν εὕροις συμφώνους καὶ τοὺς πλείστους τῶν παρ' Ἕλλησι φιλοσόφων, ὧν ἐγώ σοι τὰς περὶ ἀρχῶν δόξας καὶ τὰς πρὸς ἀλλήλους διαστάσεις καὶ διαφωνίας, ἐκ στοχασμῶν ἀλλ' οὐκ ἀπὸ καταλήψεως ὁρμηθείσας, ἀπὸ τῶν Πλουτάρχου Στρωματέων ἐπὶ τοῦ παρόντος ἐκθήσομαι. σὺ δὲ μὴ παρέργως, σχολῇ δὲ καὶ μετὰ λογισμοῦ θέα τῶν δηλουμένων τὴν πρὸς ἀλλήλους διάστασιν.

   Θάλητα πρῶτον πάντων φασὶν ἀρχὴν τῶν ὅλων ὑποστήσασθαι τὸ ὕδωρ· ἐξ αὐτοῦ γὰρ εἶναι τὰ πάντα καὶ εἰς αὐτὸ χωρεῖν. μεθ' ὃν Ἀναξίμανδρον, Θάλητος ἑταῖρον γενόμενον, τὸ ἄπειρον φάναι τὴν πᾶσαν αἰτίαν ἔχειν τῆς τοῦ παντὸς γενέσεώς τε καὶ φθορᾶς· ἐξ οὗ δή φησι τούς τε οὐρανοὺς ἀποκεκρίσθαι, καὶ καθόλου τοὺς ἅπαντας ἀπείρους ὄντας κόσμους. ἀπεφήνατο δὲ τὴν φθορὰν γίγνεσθαι καὶ πολὺ πρότερον τὴν γένεσιν, ἐξ ἀπείρου αἰῶνος ἀνακυκλουμένων πάντων αὐτῶν. ὑπάρχειν δέ φησι τῷ μὲν σχήματι τὴν γῆν κυλινδροειδῆ, ἔχειν δὲ τοσοῦτον βάθος ὅσον ἂν εἴη τρίτον πρὸς τὸ πλάτος. φησὶ δὲ τὸ ἐκ τοῦ ἀιδίου γόνιμον θερμοῦ τε καὶ ψυχροῦ κατὰ τὴν γένεσιν τοῦδε τοῦ κόσμου ἀποκριθῆναι, καί τινα ἐκ τούτου φλογὸς σφαῖραν περιφυῆναι τῷ περὶ τὴν γῆν ἀέρι ὡς τῷ δένδρῳ φλοιόν, ἧς ἀπορραγείσης καὶ εἴς τινας ἀποκλεισθείσης κύκλους, ὑποστῆναι τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας. ἔτι φησὶν ὅτι κατ' ἀρχὰς ἐξ ἀλλοειδῶν ζῴων ὁ ἄνθρωπος ἐγεννήθη, ἐκ τοῦ τὰ μὲν ἄλλα δι' ἑαυτῶν ταχὺ νέμεσθαι, μόνον δὲ τὸν ἄνθρωπον πολυχρονίου δεῖσθαι τιθηνήσεως· διὸ καὶ κατ' ἀρχὰς οὐκ ἄν ποτε τοιοῦτον ὄντα διασωθῆναι. ταῦτα μὲν οὖν ὁ Ἀναξίμανδρος.

   Ἀναξιμένην δέ φασι τὴν τῶν ὅλων ἀρχὴν τὸν ἀέρα εἰπεῖν, καὶ τοῦτον εἶναι τῷ μὲν μεγέθει ἄπειρον, ταῖς δὲ περὶ αὐτὸν ποιότησιν ὡρισμένον· γεννᾶσθαί τε πάντα κατά τινα πύκνωσιν τούτου καὶ πάλιν ἀραίωσιν. τήν γε μὴν κίνησιν ἐξ αἰῶνος ὑπάρχειν· πιλουμένου δὲ τοῦ ἀέρος, πρώτην γεγενῆσθαι λέγει τὴν γῆν, πλατεῖαν μάλα· διὸ καὶ κατὰ λόγον αὐτὴν ἐποχεῖσθαι τῷ ἀέρι· καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὴν ἀρχὴν τῆς γενέσεως ἐκ γῆς ἔχειν· ἀποφαίνεται γοῦν τὸν ἥλιον γῆν, διὰ δὲ τὴν ὀξεῖαν κίνησιν καὶ μάλ' ἱκανῶς θερμότητα [κίνησιν] λαβεῖν.

   Ξενοφάνης δ' ὁ Κολοφώνιος, ἰδίαν τινὰ ὁδὸν πεπορευμένος καὶ παρηλλαχυῖαν πάντας τοὺς προειρημένους, οὔτε γένεσιν οὔτε φθορὰν ἀπολείπει, ἀλλ' εἶναι λέγει τὸ πᾶν ἀεὶ ὅμοιον· εἰ γὰρ γίγνοιτο τοῦτο, φησίν, ἀναγκαῖον πρὸ τούτου μὴ εἶναι· τὸ μὴ ὂν δ' οὐκ ἂν γένοιτο οὐδ' ἂν τὸ μὴ ὂν ποιῆσαί τι οὔτε ὑπὸ τοῦ μὴ ὄντος γένοιτ' ἄν τι. ἀποφαίνεται δὲ καὶ τὰς αἰσθήσεις ψευδεῖς, καὶ καθόλου σὺν αὐταῖς καὶ αὐτὸν τὸν λόγον διαβάλλει. ἀποφαίνεται δὲ καὶ τῷ χρόνῳ καταφερομένην συνεχῶς καὶ κατ' ὀλίγον τὴν γῆν εἰς τὴν θάλασσαν χωρεῖν. φησὶ δὲ καὶ τὸν ἥλιον ἐκ μικρῶν καὶ πλειόνων πυριδίων ἀθροίζεσθαι. ἀποφαίνεται δὲ καὶ περὶ θεῶν, ὡς οὐδεμιᾶς ἡγεμονίας ἐν αὐτοῖς οὔσης· οὐ γὰρ ὅσιον δεσπόζεσθαί τινα τῶν θεῶν, ἐπιδεῖσθαί τε μηδενὸς αὐτῶν μηδένα μηδ' ὅλως· ἀκούειν δὲ καὶ ὁρᾶν καθόλου καὶ μὴ κατὰ μέρος. ἀποφαίνεται δὲ καὶ τὴν γῆν ἄπειρον εἶναι καὶ κατὰ πᾶν μέρος μὴ περιέχεσθαι ὑπ' ἀέρος· γίγνεσθαι δ' ἅπαντα ἐκ γῆς. τὸν δ' ἥλιόν φησι καὶ τὰ ἄστρα ἐκ τῶν νεφῶν γίγνεσθαι.

   Παρμενίδης δ' ὁ Ἐλεάτης, ἑταῖρος Ξενοφάνους, ἅμα μὲν καὶ τῶν τούτου δοξῶν ἀντεποιήσατο, ἅμα δὲ καὶ τὴν ἐναντίαν ἐνεχείρησε στάσιν· ἀίδιον μὲν γὰρ τὸ πᾶν καὶ ἀκίνητον ἀποφαίνεται [καὶ] κατὰ τὴν τῶν πραγμάτων ἀλήθειαν· εἶναι γὰρ αὐτὸ (B 8.34).

   'μοῦνον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ' ἀγένητον'·

γένεσιν δὲ τῶν καθ' ὑπόληψιν ψευδῆ δοκούντων εἶναι· καὶ τὰς αἰσθήσεις ἐκβάλλει ἐκ τῆς ἀληθείας· φησὶ δ' ὅτι, εἴ τι παρὰ τὸ ὂν ὑπάρχει, τοῦτο οὐκ ἔστιν ὄν, τὸ δὲ μὴ ὂν ἐν τοῖς ὅλοις οὐκ ἔστιν. οὕτως οὖν τὸ ὂν ἀγένητον ἀπολείπει. λέγει δὲ τὴν γῆν τοῦ πυκνοῦ καταρρυέντος ἀέρος γεγονέναι.

   Ζήνων δ' ὁ Ἐλεάτης ἴδιον μὲν οὐδὲν ἐξέθετο, διηπόρησε δὲ περὶ τούτων ἐπὶ πλεῖον.

   Δημόκριτος δ' ὁ Ἀβδηρίτης ὑπεστήσατο τὸ πᾶν ἄπειρον διὰ τὸ μηδαμῶς ὑπό τινος αὐτὸ δεδημιουργῆσθαι, ἔτι δὲ καὶ ἀμετάβλητον αὐτὸ λέγει· καὶ καθόλου, οἷον τὸ πᾶν ἐστι, ῥητῶς ἐκτίθεται, μηδεμίαν ἀρχὴν ἔχειν τὰς αἰτίας τῶν νῦν γιγνομένων, ἄνωθεν δ' ὅλως ἐξ ἀπείρου χρόνου προκατέχεσθαι τῇ ἀνάγκῃ πάνθ' ἁπλῶς τὰ γεγονότα καὶ ἐόντα καὶ ἐσόμενα. ἡλίου δὲ καὶ σελήνης γένεσίν φησι· κατ' ἰδίαν φέρεσθαι ταῦτα μηδέπω τὸ παράπαν ἔχοντα θερμὴν φύσιν μηδὲ μὴν καθόλου λαμπρότητα, τοὐναντίον δ' ἐξωμοιωμένην τῇ περὶ τὴν γῆν φύσει· γεγονέναι γὰρ ἑκάτερον τούτων πρότερον ἔτι κατ' ἰδίαν ὑποβολήν τινα κόσμου, ὕστερον δέ, μεγεθοποιουμένου τοῦ περὶ τὸν ἥλιον κύκλου, ἐναποληφθῆναι ἐν αὐτῷ τὸ πῦρ.

   Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος τὸν περὶ θεῶν τῦφον πειρᾶται καταστέλλειν· ἀλλὰ καὶ οὐδέν, φησί, γίγνεται ἐκ τοῦ μὴ ὄντος· ὅτι τὸ πᾶν ἀεὶ τοιοῦτον ἦν καὶ ἔσται τοιοῦτον· ὅτι οὐδὲν ξένον ἐν τῷ παντὶ ἀποτελεῖται παρὰ τὸν ἤδη γεγενημένον χρόνον ἄπειρον· ὅτι πᾶν ἐστι σῶμα, καὶ οὐ μόνον ἀμετάβλητον ἀλλὰ καὶ ἄπειρον· ὅτι τέλος τῶν ἀγαθῶν ‹ἡ› ἡδονή.

   Ἀρίστιππος ὁ Κυρηναῖος τέλος ἀγαθῶν τὴν ἡδονὴν κακῶν δὲ τὴν ἀλγηδόνα· τὴν δ' ἄλλην φυσιολογίαν περιγράφει, μόνον ὠφέλιμον εἶναι λέγων τὸ ζητεῖν (δ 392).

   'ὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται'.

   Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος στοιχεῖα τέσσαρα, πῦρ, ὕδωρ, αἰθέρα, γαῖαν· αἰτίαν δὲ τούτων φιλίαν καὶ νεῖκος· ἐκ πρώτης φησὶ τῆς τῶν στοιχείων κράσεως ἀποκριθέντα τὸν ἀέρα περιχυθῆναι κύκλῳ· μετὰ δὲ τὸν ἀέρα τὸ πῦρ ἐκδραμὸν καὶ οὐκ ἔχον ἑτέραν χώραν ἄνω ἐκτρέχειν ὑπὸ τοῦ περὶ τὸν ἀέρα πάγου. εἶναι δὲ κύκλῳ περὶ τὴν γῆν φερόμενα δύο ἡμισφαίρια, τὸ μὲν καθόλου πυρὸς τὸ δὲ μικτὸν ἐξ ἀέρος καὶ ὀλίγου πυρός, ὅπερ οἴεται τὴν νύκτα εἶναι. τὴν δ' ἀρχὴν τῆς κινήσεως συμβῆναι ἀπὸ τοῦ τετυχηκέναι κατὰ τὸν ἀθροισμὸν ἐπιβρίσαντος τοῦ πυρός. ὁ δ' ἥλιος τὴν φύσιν οὐκ ἔστι πῦρ ἀλλὰ τοῦ πυρὸς ἀντανάκλασις ὁμοία τῇ ἀφ' ὕδατος γιγνομένῃ. σελήνην δέ φησι συστῆναι καθ' ἑαυτὴν ἐκ τοῦ ἀποληφθέντος ἀέρος ὑπὸ τοῦ πυρός· τοῦτον γὰρ παγῆναι καθάπερ καὶ τὴν χάλαζαν· τὸ δὲ φῶς αὐτὴν ἔχειν ἀπὸ τοῦ ἡλίου. τὸ δ' ἡγεμονικὸν οὔτ' ἐν κεφαλῇ οὔτ' ἐν θώρακι ἀλλ' ἐν αἵματι· ὅθεν καθ' ὅ τι ἂν μέρος τοῦ σώματος πλεῖον ᾖ παρεσπαρμένον [τὸ ἡγεμονικόν], οἴεται κατ' ἐκεῖνο προτερεῖν τοὺς ἀνθρώπους.

   Μητρόδωρος ὁ Χῖος ἀίδιον εἶναί φησι τὸ πᾶν, ὅτι, εἰ ἦν γενητόν, ἐκ τοῦ μὴ ὄντος ἂν ἦν· ἄπειρον δέ, ὅτι ἀίδιον· οὐ γὰρ ἔχειν ἀρχὴν ὅθεν ἤρξατο οὐδὲ πέρας οὐδὲ τελευτήν. ἀλλ' οὐδὲ κινήσεως μετέχειν τὸ πᾶν· κινεῖσθαι γὰρ ἀδύνατον μὴ μεθιστάμενον· μεθίστασθαι δ' ἀναγκαῖον ἤτοι εἰς πλῆρες ἢ εἰς κενόν. πυκνούμενον δὲ τὸν ἀέρα ποιεῖν νεφέλας, εἶτα ὕδωρ, ὃ καὶ κατιὸν ἐπὶ τὸν ἥλιον σβεννύναι αὐτὸν καὶ πάλιν ἀραιούμενον ἐξάπτεσθαι· χρόνῳ δὲ πήγνυσθαι τῷ ξηρῷ τὸν ἥλιον καὶ ποιεῖν ἐκ τοῦ λαμπροῦ ὕδατος ἀστέρας, νύκτα τε καὶ ἡμέραν ἐκ τῆς σβέσεως καὶ ἐξάψεως, καὶ καθόλου τὰς ἐκλείψεις ἀποτελεῖν.

   Διογένης ὁ Ἀπολλωνιάτης ἀέρα ὑφίσταται στοιχεῖον· κινεῖσθαι δὲ τὰ πάντα ἀπείρους τ' εἶναι τοὺς κόσμους. κοσμοποιεῖ δ' οὕτως· ὅτι τοῦ παντὸς κινουμένου καὶ ᾗ μὲν ἀραιοῦ ᾗ δὲ πυκνοῦ γιγνομένου, ὅπου συνεκύρησε τὸ πυκνόν, συστροφὴν ποιῆσαι, καὶ οὕτω τὰ λοιπὰ κατὰ τὸν αὐτὸν λόγον· τὰ κουφότατα τὴν ἄνω τάξιν λαβόντα τὸν ἥλιον ἀποτελέσαι.

EX INCERTIS LIBRIS

[180]    Aelian. fr. 108 (Suda s. vv. ἐγγώνιος, Ἰόρτιος, Μαικήνας).

   Ἐν τῷ συνδείπνῳ τῷ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ἦν ὑπὸ τῇ κλισίᾳ τὸ μέγεθος μεγίστη καὶ κάλλος ἄμαχος· καί, οἷα εἰκός, ἐπῄνουν ἄλλοι ἄλλως αὐτήν· ὁ δὲ Ἰόρτιος, οὐκ ἔχων ὅ τι παρ' ἑαυτοῦ τερατεύσασθαι, σιγῆς γενομένης, 'ἐκεῖνο δὲ οὐκ ἐννοεῖτε, ὦ φίλοι συμπόται, ὡς στρογγύλη ἐστὶ καὶ ἄγαν περιφερής'. ἐπὶ τοίνυν τῇ ἀκράτῳ κολακείᾳ, ὡς τὸ εἰκός, γέλως κατερράγη· Πλούταρχος.

[181] Aulus Gellius, 3.5. Plutarchus refert Arcesilaum philosophum vehementi verbo usum esse de quodam nimis delicato divite, qui incorruptus tamen et a stupro integer dicebatur. nam cum vocem eius infractam capillumque arte compositum et oculos ludibundos atque illecebrae voluptatisque plenos videret, 'nihil interest', inquit, 'quibus membris cinaedi sitis, posterioribus an prioribus.'

[182]    Damascius Vit. Isidori 64 Westermann (6 Photius Bibl. 242). Τούτου (sc. Σεβήρου) ὁ ἵππος ... ψηχόμενος σπινθῆρας ἀπὸ τοῦ σώματος πολλούς τε καὶ μεγάλους ἠφίει ... ἀλλὰ καὶ Τιβερίῳ ὄνος, ὡς Πλούταρχος ὁ Χαιρωνεύς φησιν, ἔτι μειρακίῳ ὄντι καὶ ἐν Ῥόδῳ ἐπὶ λόγους ῥητορικοὺς διατρίβοντι τὴν βασιλείαν διὰ τοῦ αὐτοῦ παθήματος προεμήνυσεν.

[183]    Et. Magn. 184.30. Πλούταρχος δὲ ἀπὸ τοῦ ὀπίσω τὸ ἄψ λέγει εἶναι, τοῦ ο εἰς α τραπέντος καὶ τοῦ π εἰς ψ.

[184]    Eunapius Vit. Sophistarum 2.7. Αὐτίκα οὖν ὁ θεσπέσιος Πλούταρχος τόν τε ἑαυτοῦ βίον ἀναγράφει τοῖς βιβλίοις ἐνδιεσπαρμένως καὶ τὸν τοῦ διδασκάλου, καὶ ὅτι γε Ἀμμώνιος Ἀθήνῃσιν ἐτελεύτα, οὐ βίον προσειπών ... ἀλλὰ τὸ ἴδιον καὶ ‹τὸ› τοῦ διδασκάλου καθ' ἕκαστον τῶν βιβλίων ἐγκατέσπειρεν ὥστε εἴ τις ὀξυδορκοίη περὶ ταῦτα [καὶ] ἀνιχνεύων κατὰ τὸ προσπῖπτον καὶ φαινόμενον, καὶ σωφρόνως τὰ κατὰ μέρος ἀναλέγοιτο, δύνασθαι τὰ πλεῖστα τῶν βεβιωμένων αὐτοῖς εἰδέναι.

[185]    Geoponica, 13.9.

   Πλούταρχος λεπτοκάρυον προσάπτει τοῖς κλινόποσιν εἰς τὸ μὴ προσιέναι τὸν σκορπίον αὐτοῖς. φησὶ γὰρ τῷ λεπτοκαρύῳ μὴ προσιέναι τὸν σκορπίον.

[186]    Isidorus Pelusiotes, Epistulae, 2.42.

   Πλουτάρχῳ δὲ δοκεῖ τὸ σαφὲς καὶ λιτὸν γνήσιον εἶναι Ἀττικισμόν· οὕτω γάρ, φησίν, ἐλάλησαν οἱ ῥήτορες. Γοργίας δ' ὁ Λεοντῖνος πρῶτος τὴν νόσον ταύτην εἰς τοὺς πολιτικοὺς λόγους εἰσήγαγε, τὸ ὑψηλὸν καὶ τροπικὸν ἀσπασάμενος καὶ τῇ σαφηνείᾳ λυμηνάμενος. ἥψατό τε, φησίν, ἡ νόσος αὕτη καὶ τοῦ θαυμαστοῦ Πλάτωνος.

[187]    Iohannes Antiochensis, Archaeologia (Anecd. Graec. Cramer 2. p. 388). Ἰορδάνης λέγεται ὁ ποταμὸς διότι δύο ἅμα μίγνυνται ποταμοί, Ἰόρ τε καὶ Δάνης, καὶ ἀποτελοῦσιν αὐτόν, ὥς φησι Πλούταρχος.

[188]    Lydus, De mensibus 4.148. Εἰλείθυια ‹δ' ἐστὶν ἡ τ›ῶν τικτουσῶν ἔφ‹ορος, ὅ›πω‹ς τὸ ἕν›, ὥς φησι Πλούτ‹αρχος, ὁμ›οίως ἑαυτῇ δ‹ύο ποιή›σειε.

[189]    Iohannes Malalas, Anecdota Graeca 2 p. 232 Cramer.

   Ὁ δὲ Πλούταρχός φησιν ὅτι σφαῖρα πυρὸς κατενέχθη εἰς τὴν Κελτικὴν χώραν ὑπὸ τοῦ θεοῦ ‹καὶ› κατέκαυσε τοὺς Γίγαντας, καὶ εἰς τὸν Ἡριδανὸν ποταμὸν ἐνεχθεῖσα ἡ σφαῖρα ἐσβέσθη.

[190]    Iohannes Malalas, Chronographia 2 p. 55 Dind. 6667 Hode (Migne 97 col. 130). Ἦσαν γὰρ καὶ αὐτοὶ ἀγαλμάτων ποιηταὶ καὶ μυστηρίων ἐξηγηταὶ καὶ τελεσταί (sc. Aegyptii Babylonii Phryges etc.), ἀφ' ὧν μάλιστα εἰς Ἕλληνας ἤχθη ἡ αὐτὴ θρησκεία ... Ἴωνες δὲ οἱ ἐκ τῆς Ἰὼ τούτων ἀρχηγοὶ ἐγένοντο ... οὕστινας μεμφόμενος ὁ Χερονήσιος Πλούταρχος τῇ παλαιᾷ φιλοσοφίᾳ παρ' Ἕλλησι καὶ βαρβάροις ἐπαινουμένῃ ἐξέθετο ὡς πλάνην ἀγαλμάτων τινες εἰσάγουσιν. αὐτὸς δέ φησι τοὺς κατ' οὐρανὸν φωστῆρας θεοποιεῖν ἔδοξεν, τὸν ἥλιον καὶ τὴν σελήνην παρεισάγων, ὡς ἡ τῶν Αἰγυπτίων θεολογία ἔχει αὐτοὺς τὸν σύμπαντα κοσμὸν διοικεῖν τρέφοντας καὶ αὐξάνοντας τὰ πάντα τῇ τριμερεῖ κινήσει τῶν πέντε πλανητῶν καὶ τῆς λοιπῆς ἀστροθεσίας κατὰ γένεσιν καὶ †ἀέρα.

[191]    Philoponus in Arist. Meteor. 1 p. 82 (Comm. Arist. Graec. 14 p. 26).

   (Διὰ τί μὴ συνίσταται νέφη ἐν τῷ πολὺ τῆς γῆς ὑπερανεστηκότι τόπῳ; ὅτι γὰρ οὐ συνίσταται, ἐκ τῆς μακρᾶς ἱστορίας ἐστὶ δῆλον· τὰ γὰρ ὑψηλότατα τῶν ὀρῶν ὑπερνεφῆ τ' ἐστὶ καὶ ὑπερήνεμα.) τέφραν γὰρ ἔν τισι τούτων ἀποθέμενοί τινες ἢ καὶ ἐκ θυσιῶν τῶν ἐν ἐκείνοις γενομένων ἀπολελοιπότες, μετὰ πλείστους ἐνιαυτοὺς περιεργασάμενοι, κειμένην εὗρον αὐτὴν οὕτως ὡς ἔθεσαν. καὶ ἐν Κυλλήνῃ δέ φασιν (Ἀρκαδίας δ' ὄρος ἐστὶ τοῦτο λίαν ὑψηλόν) θύσαντές τινες ἐν τῷ ἐπιόντι θέρει πάλιν θῦσαι ἀνελθόντες ἔτι τὴν τέφραν τῶν ἱερείων οὕτω κειμένην εὗρον μήτε ὑπ' ὄμβρων κατακλυσθεῖσαν μήτε ὑπὸ πνευμάτων διεσκεδασμένην. ἱστορεῖ δὲ Πλούταρχος καὶ γράμματα μεῖναι εἰς ἑτέραν τῶν ἱερείων ἀνάβασιν ἐκ τῆς προτέρας ἐν τῷ Ὀλύμπῳ τῷ Μακεδονικῷ.

[192]    Philostratus. Epist. 73. Πεῖθε δὴ καὶ σύ, ὦ βασίλεια, τὸν θαρσαλεώτερον τοῦ Ἑλληνικοῦ Πλούταρχον μὴ ἄχθεσθαι τοῖς σοφισταῖς μηδ' ἐς διαβολὰς καθίστασθαι τοῦ Γοργίου.

[193]    Porphyrius, De abstinentia, 3.18.

   Ἀρχὴν δέ, ὡς καὶ Πλούταρχός φησιν, οὐκ ἐπεὶ δεῖταί τινων ἡμῶν ἡ φύσις καὶ χρώμεθα τούτοις, ἤδη ἐπὶ πᾶν προακτέον καὶ πρὸς πάντα τὴν ἀδικίαν. δίδωσι μὲν γὰρ καὶ παρέχει τοῖς ἀναγκαίοις τὴν ἄχρι τινὸς βλάβην (εἴ γε βλάβη τὸ λαμβάνειν τι παρὰ τῶν φυτῶν, καίτοι ζώντων μενόντων)· τὸ δ' ἐκ περιουσίας καὶ πρὸς ἡδονὴν ἀπολλύειν ἕτερα καὶ φθείρειν τῆς παντελοῦς ἦν ἀγριότητος καὶ ἀδικίας· καὶ ἡ τούτων ἀποχὴ οὔτε πρὸς τὸ ζῆν οὔτε πρὸς τὸ εὖ ζῆν ἡμᾶς ἠλάττου. εἰ μὲν γὰρ ὡς ἀέρος καὶ ὕδατος φυτῶν τε καὶ καρπῶν, ὧν ἄνευ ζῆν ἀδύνατόν ἐστιν, οὕτω φόνου ζῴων καὶ βρώσεως σαρκῶν ἐτυγχάνομεν δεόμενοι πρὸς τὸν βίον, ἀναγκαίαν ἡ φύσις συμπλοκὴν εἶχεν ἂν πρὸς ταύτην τὴν ἀδικίαν· εἰ δὲ πολλοὶ μὲν ἱερεῖς θεῶν πολλοὶ δὲ βασιλεῖς βαρβάρων ἁγνεύοντες ἄπειρα δὲ γένη ζῴων τὸ παράπαν οὐ θιγγάνοντα τῆς τοιαύτης τροφῆς ζῶσι καὶ τυγχάνουσι τοῦ κατὰ φύσιν τέλους, πῶς οὐκ ἔστιν ἄτοπος ὁ κελεύων, εἴ τισιν ἀναγκαζόμεθα πολεμεῖν, μηδ' οἷς ἔξεστιν εἰρηνικῶς ὁμιλεῖν, ἀλλ' ἢ πρὸς μηδὲν τῇ δικαιοσύνῃ χρωμένους ζῆν ἢ πρὸς πάντα χρωμένους μὴ ζῆν; ὥσπερ οὖν ἐπ' ἀνθρώπων ὁ μὲν αὑτοῦ σωτηρίας ἕνεκα καὶ παίδων καὶ πατρίδος ἢ χρήματά τινων παραιρούμενος ἢ χώραν ἐπιτρίβων καὶ πόλιν ἔχει πρόσχημα τῆς ἀδικίας τὴν ἀνάγκην, ὅστις δὲ ταῦτα δρᾷ διὰ πλοῦτον ἢ κόρον ἢ ἡδονὰς τρυφώσας καὶ ἀποπληρώσεις οὐκ ἀναγκαίων ποριζόμενος ἐπιθυμιῶν, ἄμικτος εἶναι δοκεῖ καὶ ἀκρατὴς καὶ πονηρός· οὕτω τὰς μὲν εἰς φυτὰ βλάβας καὶ πυρὸς καὶ ναμάτων ἀναλώσεις κουράς τε προβάτων καὶ γάλα βοῶν τ' ἐξημέρωσιν καὶ κατάζευξιν ἐπὶ σωτηρίᾳ καὶ διαμονῇ τοῖς χρωμένοις ὁ θεὸς δίδωσι συγγνώμων· ζῷα δ' ὑπάγειν σφαγαῖς καὶ μαγειρεύειν ἀναπιμπλαμένους φόνου, μὴ τροφῆς ἢ πληρώσεως χάριν ἀλλ' ἡδονῆς, καὶ λαιμαργίας ποιουμένους τέλος, ὑπερφυῶς ὡς ἄνομον καὶ δεινόν. ἀρκεῖ γὰρ ὅτι μηδὲν πονεῖν δεομένοις χρώμεθα προκάμνουσι καὶ μοχθοῦσιν,

   'ἵππων ὄνων τ' ὀχεῖα καὶ ταύρων γονάς'

ὡς Αἰσχύλος φησίν (fr. 194 Nauck, 336 Mette)

   'ἀντίδουλα καὶ πόνων ἐκδέκτορα'

χειρωσάμενοι καὶ καταζεύξαντες.

   Ὁ δ' ἀξιῶν ἡμᾶς ὄψῳ μὴ χρῆσθαι βοῒ μηδὲ πνεῦμα καὶ ζωὴν διολλύντας καὶ διαφθείροντας ἡδύσματα πλησμονῆς καὶ καλλωπίσματα προτίθεσθαι τραπέζης τίνος ἀναγκαίου πρὸς σωτηρίαν ἢ καλοῦ πρὸς ἀρετὴν ἀφαιρεῖται τὸν βίον; οὐ μὴν ἀλλὰ καὶ τοῖς ζῴοις τὰ φυτὰ παραβάλλειν κομιδῇ βίαιον· τὰ μὲν γὰρ αἰσθάνεσθαι πέφυκε καὶ ἀλγεῖν καὶ φοβεῖσθαι καὶ βλάπτεσθαι, διὸ καὶ ἀδικεῖσθαι· τοῖς δ' οὐδέν ἐστιν αἰσθητόν, οὕτως δ' οὐδὲ ἀλλότριον οὐδὲ κακὸν οὐδὲ βλάβη τις οὐδ' ἀδικία· καὶ γὰρ οἰκειώσεως πάσης καὶ ἀλλοτριώσεως ἀρχὴ τὸ αἰσθάνεσθαι, τὴν δ' οἰκείωσιν ἀρχὴν τίθενται δικαιοσύνης οἱ ἀπὸ Ζήνωνος. πῶς δ' οὐκ ἄλογον πολλοὺς τῶν ἀνθρώπων ἐπ' αἰσθήσει μόνον ζῶντας ὁρῶντας νοῦν δὲ καὶ λόγον οὐκ ἔχοντας, πολλοὺς δὲ πάλιν ὠμότητι καὶ θυμῷ καὶ πλεονεξίᾳ τὰ φοβερώτατα τῶν θηρίων ὑπερβεβληκότας, παιδοφόνους καὶ πατροκτόνους τυράννους καὶ βασιλέων ὑπουργούς, πρὸς μὲν τούτους οἴεσθαι ‹δίκαιόν τι› εἶναι ἡμῖν, πρὸς δὲ τὸν ἀροτῆρα βοῦν καὶ τὸν σύντροφον κύνα καὶ τὰ γάλακτι μὲν τρέφοντα κουρᾷ δὲ κοσμοῦντα θρέμματα μηδὲν εἶναι, πῶς οὐ παραλογώτατόν ἐστι;

   Ἀλλ' ἐκεῖνο νὴ Δία τοῦ Χρυσίππου πιθανόν [ἦ], ὡς ἡμᾶς αὑτῶν καὶ ἀλλήλων οἱ θεοὶ χάριν ἐποιήσαντο, ἡμῶν δὲ τὰ ζῷα, συμπολεμεῖν μὲν ἵππους καὶ συνθηρεύειν κύνας, ἀνδρείας δὲ γυμνάσια παρδάλεις καὶ ἄρκτους καὶ λέοντας· ἡ δ' ὗς (ἐνταῦθα γάρ ἐστι τῶν χαρίτων τὸ ἥδιστον) οὐ δι' ἄλλο τι πλὴν θύεσθαι ἐγεγόνει, καὶ τῇ σαρκὶ τὴν ψυχὴν ὁ θεὸς οἷον ἅλας ἐνέμιξεν, εὐοψίαν ἡμῖν μηχανώμενος· ὅπως δὲ ζωμοῦ καὶ παραδειπνίων ἀφθονίαν ἔχωμεν, ὄστρεά τε παντοδαπὰ καὶ ἀκαλήφας καὶ γένη πτηνῶν ποικίλα παρεσκεύασεν, οὐκ ἀλλαχόθεν, ἀλλ' [ὡς] αὑτοῦ μέγα μέρος ἐνταῦθα τρέψας εἰς γλυκυθυμίας, τὰς τιτθὰς ὑπερβαλλόμενος, καὶ καταπυκνώσας ταῖς ἡδοναῖς καὶ ἀπολαύσεσι τὸν περίγειον τόπον. ὅτῳ δὴ ταῦτα δοκεῖ τι τοῦ πιθανοῦ καὶ θεῷ πρέποντος μετέχειν, σκοπείτω τί πρὸς ἐκεῖνον ἐρεῖ τὸν λόγον, ὃν Καρνεάδης ἔλεγεν, ‹ὡς› ἕκαστον τῶν φύσει γεγονότων, ὅταν τοῦ πρὸς ὃ πέφυκε καὶ γέγονε τυγχάνῃ τέλους, ὠφελεῖται· κοινότερον δὲ ‹τὸ› τῆς ὠφελείας, ἣν εὐχρηστίαν οὗτοι λέγουσιν, ἀκουστέον· ἡ δ' ὗς φύσει γέγονε πρὸς τὸ σφαγῆναι καὶ καταβρωθῆναι· καὶ τοῦτο πάσχουσα τυγχάνει τοῦ πρὸς ὃ πέφυκε καὶ ὠφελεῖται. καὶ μὴν εἰ πρὸς ἀνθρώπων χρῆσιν ὁ θεὸς μεμηχάνηται τὰ ζῷα, τί χρησόμεθα μυίαις, ἐμπίσι, νυκτερίσιν, κανθάροις, σκορπίοις, ἐχίδναις, ὧν τὰ μὲν ὁρᾶν εἰδεχθῆ καὶ θιγγάνειν μιαρὰ καὶ κατ' ὀδμὰς δυσανάσχετα καὶ φθέγγεται δεινὸν καὶ ἀτερπές, τὰ δ' ἄντικρυς ὀλέθρια τοῖς τυγχάνουσιν; φαλαίνας τε καὶ πρίστεις καὶ τὰ ἄλλα κήτη, 'ἃ μυρία βόσκειν' Ὅμηρός φησιν (μ 97) 'ἀγάστονον Ἀμφιτρίτην', τί οὐκ ἐδίδαξεν ἡμᾶς ὁ δημιουργός, ὅπῃ χρήσιμα τῇ φύσει γέγονε; εἰ δ' οὐ πάντα φασὶν ἡμῖν καὶ πρὸς ἡμᾶς γεγονέναι, πρὸς τῷ σύγχυσιν ἔχειν πολλὴν καὶ ἀσάφειαν τὸν διορισμὸν οὐδὲ ἐκφεύγομεν τὸ ἀδικεῖν, ἐπιτιθέμενοι καὶ χρώμενοι βλαβερῶς τοῖς οὐ δι' ἡμᾶς ἀλλ' ὥσπερ ἡμεῖς κατὰ φύσιν γεγενημένοις. ἐῶ λέγειν ὅτι τῇ χρείᾳ τὸ πρὸς ἡμᾶς ὁρίζοντες οὐκ ἂν φθάνοιμεν ἑαυτοὺς ἕνεκα τῶν ὀλεθριωτάτων ζῴων, οἷα κροκόδειλοι καὶ φάλαιναι καὶ δράκοντες, γεγονέναι συγχωροῦντες. ἡμῖν μὲν γὰρ οὐδὲν ἀπ' ἐκείνων ὑπάρχει τὸ παράπαν ὠφελεῖσθαι· τὰ δὲ ἁρπάζοντα καὶ διαφθείροντα τοὺς παραπίπτοντας ἀνθρώπους βορᾷ χρῆται, μηδὲν ἡμῶν κατὰ τοῦτο δρῶντα χαλεπώτερον, πλὴν ὅτι τὰ μὲν ἔνδεια καὶ λιμὸς ἐπὶ ταύτην ἄγει τὴν ἀδικίαν, ἡμεῖς δ' ὕβρει καὶ τρυφῆς ἕνεκα, ‹καὶ› παίζοντες πολλάκις ἐν θεάτροις καὶ κυνηγεσίοις, τὰ πλεῖστα τῶν ζῴων φονεύομεν.

[194a]    Porphyrius, Περὶ ἀγαλμάτων fr. 8 (Eusebius, Praep. Ev. 3.11.23).

   Τοῦ δ' αὖ πυρὸς τὴν δύναμιν προσειπόντες Ἥφαιστον ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα πεποιήκασιν, πῖλον δὲ περιέθεσαν κυάνεον τῆς οὐρανίου σύμβολον περιφορᾶς ἔνθα τοῦ πυρὸς τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον· τὸ δ' εἰς γῆν κατενεχθὲν ἐξ οὐρανοῦ πῦρ ἀτονώτερον, δεόμενόν τε στηρίγματος καὶ βάσεως τῆς ἐφ' ὕλης· διὸ χωλεύει ὕλης δεόμενον εἰς ὑπέρεισμα. καὶ ἡλίου δὲ τὴν τοιάνδε δύναμιν ὑπολαβόντες Ἀπόλλωνα προσεῖπον ἀπὸ τῆς τῶν ἀκτίνων αὐτοῦ πάλσεως· ἐννέα δ' ἐπᾴδουσιν αὐτῷ Μοῦσαι, ἥ θ' ὑποσελήνιος σφαῖρα καὶ ἑπτὰ πλανητῶν καὶ μία ἡ τῆς ἀπλανοῦς. περιέθεσαν δ' αὐτῷ τὴν δάφνην, τοῦτο μὲν ὅτι πυρὸς πλῆρες τὸ φυτὸν καὶ διὰ τοῦτο ἀπεχθὲς δαίμοσιν, τοῦτο δ' ὅτι λάλον καιόμενον εἰς παράστασιν τοῦ προφητεύειν τὸν θεόν.

[194b]    Lydus, De mensibus 4.86.

   Ὁ δὲ Χαιρωνεύς φησιν ὅτι τοῦ πυρὸς τὴν δύναμιν ... ἀκραιφνέστατον.

[194c]    Lydus, De mensibus 4. 4 = Geoponica 11.2.4.

   Τὴν δάφνην δὲ οἱ παλαιοὶ τῷ Ἀπόλλωνι καθιεροῦσιν ὅτι πυρὸς πλῆρες τὸ φυτόν, ὥς φησιν ὁ Πλούταρχος, καὶ ὁ Ἀπόλλων πῦρ· ἥλιος γάρ ἐστιν. ὅθεν καὶ ἀπεχθάνεται δαίμοσι τοῦτο τὸ φυτόν, καὶ ἔνθεν ἂν εἴη δάφνη ἐκποδὼν δαίμονες, καὶ ἐν ταῖς μαντείαις καίοντες ταύτην οἱ ἄνθρωποι παράστασιν προφητείας δοκοῦσιν εὑρηκέναι.

[195]    Proclus in Platonis Timaeum, 1 p. 415 Diehl.

   Καὶ δεῖ μεμνῆσθαι καὶ ὧν ὁ Χαιρωνεὺς εἶπε περὶ τοῦ τῆς προνοίας ὀνόματος, ὡς Πλάτωνος οὕτως τὴν θείαν αἰτίαν καλέσαντος.

[196]    Proclus in Euclidem, 2 p. 35.

   Ποσότητα δὲ λέγουσιν αὐτὴν (sc. τὴν γωνίαν) ὅσοι φασὶ τὸ πρῶτον διάστημα ὑπὸ τὸ σημεῖον εἶναι τὴν γωνίαν· ὧν καὶ Πλούταρχός ἐστιν, εἰς τὴν αὐτὴν δόξαν συνωθῶν καὶ τὸν Ἀπολλώνιον. 'δεῖ γὰρ εἶναί τι' φησί 'διάστημα πρῶτον ὑπὸ τὴν κλάσιν τῶν περιεχουσῶν γραμμῶν ἢ ἐπιφανειῶν.' καίτοι γε συνεχοῦς ὄντος τοῦ ὑπὸ τὸ σημεῖον διαστήματος, ἀδύνατον τὸ πρῶτον λαβεῖν· ἐπ' ἄπειρον γὰρ πᾶν διάστημα διαιρετόν, πρὸς τῷ καὶ ἐὰν ὁπωσοῦν ἀφορίσωμεν τὸ πρῶτον καὶ δι' ἐκείνου γραμμὴν ἀγάγωμεν, γίνεσθαι τρίγωνον ἀλλ' οὐ μίαν γωνίαν.

[197]    Prolegomenon in Hermogenis Περὶ στάσεων appendices (p. 217 Rabe). ἐκ τῶν Πλουτάρχου εἰς τὸν Πλάτωνος Γοργίαν.

   Ὅρος ῥητορικῆς κατὰ Γοργίαν· ῥητορική ἐστι τέχνη περὶ λόγους τὸ κῦρος ἔχουσα, πειθοῦς δημιουργὸς ἐν πολιτικοῖς λόγοις περὶ παντὸς τοῦ προτεθέντος πιστευτικῆς καὶ οὐ διδασκαλικῆς· εἶναι δὲ αὐτῆς τὴν πραγματείαν ἰδίαν μάλιστα περὶ δίκαια καὶ ἄδικα ἀγαθά τε καὶ κακὰ καλά τε καὶ αἰσχρά.

[198]    Schol. in Plat. Gorg. 462E (p. 307.12 Hermann).

   Ἰστέον ὅτι διαφέρει ἐπιτήδευμα καὶ ἐπιτήδευσις· αὕτη μὲν γὰρ ἐνέργειαν δηλοῖ, ἐκεῖνο δὲ οἷον οὐσίαν, ὥς φησι Πλούταρχος.

[199]    Ibid. 495D (p. 318.26 Hermann).    Ὦ σοφώτατέ συ· κατ' εἰρωνείαν ὑπὸ Καλλικλέος εἴρηται, ὥς φησι Πλούταρχος.

[200]    Stobaeus 1.49.60 (1 p. 445 W). τοῦ αὐτοῦ (sc. Πορφυρίου). Τὰ δὲ παρ' Ὁμήρῳ περὶ τῆς Κίρκης λεγόμενα θαυμαστὴν ἔχει τὴν περὶ ψυχὴν θεωρίαν. λέγεται γὰρ οὕτως (κ 239)

   'οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε

   καὶ δέμας· αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ'.

   Ἔστι τοίνυν ὁ μῦθος αἴνιγμα τῶν περὶ ψυχῆς ὑπό τε Πυθαγόρου λεγομένων καὶ Πλάτωνος, ὡς ἄφθαρτος οὖσα τὴν φύσιν καὶ ἀίδιος, οὔ τι μὴν ἀπαθὴς οὐδ' ἀμετάβλητος, ἐν ταῖς λεγομέναις φθοραῖς καὶ τελευταῖς μεταβολὴν ἴσχει καὶ μετακόσμησιν εἰς ἕτερα σωμάτων εἴδη, καθ' ἡδονὴν διώκουσα τὸ πρόσφορον καὶ οἰκεῖον ὁμοιότητι καὶ συνηθείᾳ βίου διαίτης· ἔνθα δὴ τὸ μέγα παιδείας ἑκάστῳ καὶ φιλοσοφίας ὄφελος, ἂν μνημονεύουσα τῶν καλῶν ἡ ψυχὴ καὶ δυσχεραίνουσα τὰς αἰσχρὰς καὶ παρανόμους ἡδονὰς δύνηται κρατεῖν καὶ προσέχειν αὑτῇ καὶ φυλάττειν, μὴ λάθῃ θηρίον γενομένη καὶ στέρξασα σώματος οὐκ εὐφυοῦς οὐδὲ καθαροῦ πρὸς ἀρετὴν φύσιν ἄμουσον καὶ ἄλογον καὶ τὸ ἐπιθυμοῦν καὶ θυμούμενον μᾶλλον ἢ τὸ φρόνιμον αὐξάνοντος καὶ τρέφοντος. αὐτῆς γὰρ τῆς μετακοσμήσεως εἱμαρμένη καὶ φύσις ὑπὸ Ἐμπεδοκλέους δαίμων ἀνηγόρευται

   'σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι' (B 126)

καὶ μεταμπίσχουσα τὰς ψυχάς, Ὅμηρος δὲ τὴν ἐν κύκλῳ περίοδον καὶ περιφορὰν παλιγγενεσίας Κίρκην προσηγόρευκεν, Ἡλίου παῖδα τοῦ πᾶσαν φθορὰν γενέσει καὶ γένεσιν αὖ πάλιν φθορᾷ συνάπτοντος ἀεὶ καὶ συνείροντος. Αἰαίη δὲ νῆσος ἡ δεχομένη τὸν ἀποθνῄσκοντα μοῖρα καὶ χώρα τοῦ περιέχοντος, εἰς ἣν ἐμπεσοῦσαι πρῶτον αἱ ψυχαὶ πλανῶνται καὶ ξενοπαθοῦσι καὶ ὀλοφύρονται καὶ οὐκ ἴσασιν ὅπῃ ζόφος

   'οὐδ' ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ' ὑπὸ γαῖαν' (κ 191),

ποθοῦσαι δὲ καθ' ἡδονὰς τὴν συνήθη καὶ σύντροφον ἐν σαρκὶ καὶ μετὰ σαρκὸς δίαιταν ἐμπίπτουσιν αὖθις εἰς τὸν κυκεῶνα, τῆς γενέσεως μιγνύσης εἰς ταὐτὸ καὶ κυκώσης ὡς ἀληθῶς ἀίδια καὶ θνητὰ καὶ φρόνιμα καὶ παθητὰ καὶ ὀλύμπια καὶ γηγενῆ, θελγόμεναι καὶ μαλασσόμεναι ταῖς ἀγούσαις αὖθις ἐπὶ τὴν γένεσιν ἡδοναῖς, ἐν ᾧ δὴ μάλιστα πολλῆς μὲν εὐτυχίας αἱ ψυχαὶ δέονται πολλῆς δὲ σωφροσύνης, ὅπως μὴ τοῖς κακίστοις ἐπισπόμεναι καὶ συνενδοῦσαι μέρεσιν ἢ πάθεσιν αὑτῶν κακοδαίμονα καὶ θηριώδη βίον ἀμείψωσιν. ἡ γὰρ λεγομένη καὶ νομιζομένη τῶν ἐν Ἅιδου τρίοδος ἐνταῦθά που τέτακται περὶ τὰ τῆς ψυχῆς σχιζομένη μέρη, τὸ λογιστικὸν καὶ θυμοειδὲς καὶ ἐπιθυμητικόν, ὧν ἕκαστον ἀρχὴν ἐξ αὑτοῦ καὶ ῥοπὴν ἐπὶ τὸν οἰκεῖον βίον ἐνδίδωσι. καὶ οὐκέτι ταῦτα μῦθος οὐδὲ ποίησις ἀλλ' ἀλήθεια καὶ φυσικὸς λόγος. ὧν μὲν γὰρ ἐν τῇ μεταβολῇ καὶ γενέσει τὸ ἐπιθυμητικὸν ἐξανθοῦν ἐπικρατεῖ καὶ δυναστεύει, τούτοις εἰς ὀνώδη καὶ ‹ὑώδη› σώματα καὶ βίους θολεροὺς καὶ ἀκαθάρτους ὑπὸ φιληδονίας καὶ γαστριμαργίας φησὶ γίνεσθαι τὴν μεταβολήν. ὅταν δὲ φιλονεικίαις σκληραῖς καὶ φονικαῖς ὠμότησιν ἔκ τινος διαφορᾶς ἢ δυσμενείας ἐξηγριωμένον ἔχουσα παντάπασιν ἡ ψυχὴ τὸ θυμοειδὲς εἰς δευτέραν γένεσιν ἀφίκηται, πλήρης οὖσα προσφάτου πικρίας καὶ βαρυφροσύνης ἔρριψεν ἑαυτὴν εἰς λύκου φύσιν ἢ λέοντος, ὥσπερ ὄργανον ἀμυντικὸν τὸ σῶμα τῷ κρατοῦντι προσιεμένη πάθει καὶ περιαρμόσασα. διὸ δεῖ μάλιστα περὶ τὸν θάνατον ὥσπερ ἐν τελετῇ καθαρεύοντα παντὸς ἀπέχειν πάθους φαύλου τὴν ψυχὴν καὶ πᾶσαν ἐπιθυμίαν χαλεπὴν κοιμήσαντα καὶ φθόνους καὶ δυσμενείας καὶ ὀργὰς ἀπωτάτω τιθέμενον τοῦ φρονοῦντος ἐκβαίνειν τοῦ σώματος. οὗτος ὁ χρυσόρραπις Ἑρμῆς ἀληθῶς ὁ λόγος ἐντυγχάνων καὶ δεικνύων ἐναργῶς τὸ καλὸν ἢ παντάπασιν εἴργει καὶ ἀπέχει τοῦ κυκεῶνος, ἢ πιοῦσαν ἐν ἀνθρωπίνῳ βίῳ καὶ ἤθει διαφυλάσσει πλεῖστον χρόνον, ὡς ἀνυστόν ἐστι.

[201]    Stobaeus 1.49.61 (1 p. 448 W.). τοῦ αὐτοῦ.

   Πάλιν αἰνιττόμενος ὅτι ταῖς τῶν εὐσεβῶς βεβιωκότων ψυχαῖς μετὰ τὴν τελευτὴν οἰκεῖός ἐστι τόπος ὁ περὶ τὴν σελήνην, ὑπεδήλωσεν εἰπών (δ 563)

   'ἀλλά σ' ἐς ἠλύσιον πεδίον καὶ πείρατα γαίης

   ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς',

ἠλύσιον μὲν πεδίον εἰκότως προσειπὼν τὴν τῆς σελήνης ἐπιφάνειαν ὑφ' ἡλίου καταλαμπομένην, 'ὅτ' ἀέξεται ἁλίου αὐγαῖς' ὥς φησι Τιμόθεος (fr. 13 Diehl), πέρατα δὲ γῆς τὰ ἄκρα τῆς νυκτός, ἣν σκιὰν τῆς γῆς εἶναι λέγουσιν οἱ μαθηματικοί, πολλάκις ἐπιψαύουσαν τῆς σελήνης, ὡς τοῦτο τῆς γῆς πέρας ἐχούσης, οὗ τῇ σκιᾷ μακρότερον οὐκ ἐξικνεῖται.

[202]    Stobaeus 3.1.199 (3 p. 150 H.). Πυθαγορικά·

   Καὶ μὴν οὐδέν ἐστιν οὕτω τῆς Πυθαγορικῆς φιλοσοφίας ἴδιον, ὡς τὸ συμβολικόν, οἷον ἐν τελετῇ μεμιγμένον φωνῇ καὶ σιωπῇ διδασκαλίας γένος· ὥστε μὴ λέγειν

   'ἀείσω ξυνετοῖσι, θύρας δ' ἐπίθεσθε βέβηλοι',

ἀλλ' αὐτόθεν ἔχειν φῶς καὶ χαρακτῆρα τοῖς συνήθεσι τὸ φραζόμενον, τυφλὸν δὲ καὶ ἄσημον εἶναι τοῖς ἀπείροις. ὡς γὰρ ὁ ἄναξ ὁ ἐν Δελφοῖς οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει κατὰ τὸν Ἡράκλειτον (V. S. B. 93), οὕτω τῶν Πυθαγορικῶν συμβόλων καὶ τὸ φράζεσθαι δοκοῦν κρυπτόμενόν ἐστι καὶ τὸ κρύπτεσθαι νοούμενον.

[203]    Stobaeus 3.13.68 (3 p. 468 H.). Θεμιστίου Περὶ ψυχῆς.

   Εἰ μὲν οὖν ὀρθῶς ἐπὶ Πλάτωνος εἶπε Διογένης 'τί δαὶ ὄφελος ἡμῖν ἀνδρὸς ὃς πολὺν ἤδη χρόνον φιλοσοφῶν οὐδένα λελύπηκεν;' ἕτεροι κρινοῦσιν· ἴσως γὰρ ὡς τὸ μέλι δεῖ καὶ τὸν λόγον τοῦ φιλοσόφου τὸ γλυκὺ δηκτικὸν ἔχειν τῶν ἡλκωμένων.

[204]    Stobaeus 4.22.89 (4 p. 530 H.). Θεμιστίου ἐκ τοῦ Περὶ ψυχῆς.

   Ἀλλ' οὖν μάλιστα διψῶν ἀπέθανε τῆς γυναικός, ἐρῶν ἐρώσης ἀπολειπόμενος. οὐθὲν εἰπεῖν οὔτε ποιῆσαι πρὸς αὐτὴν ἰταμὸν ἐτόλμησαν, ἀλλ' οὕτως ἐνεκαρτέρησαν ἀμφότεροι τῷ πρέποντι, ὥσπερ ἀποδείξασθαι θέλοντες ὅτι πλεῖστον αἰδοῦς ἔρωτι δικαίῳ μέτεστιν. ὅθεν ἔμοιγε πλεῖστον αὐτῇ φαίνεται χρόνον ἀνὴρ συμβεβιωκέναι· πάντα γὰρ διόλου τὸν δεκαετῆ χρόνον ὁμαλῶς συνεβίωσεν. αἱ δ' ἄλλαι συνοικοῦσιν οὐ συμβιοῦσιν, ὅταν λυπῶσι τοὺς [μὲν] ἄνδρας ἢ ζηλοτυπῶσιν ἢ διαφέρωνται περὶ χρημάτων ἢ κακῶς λέγωσιν ἢ φεύγωσι θρυπτόμεναι τὰς φιλοφροσύνας καὶ συνδιαιτήσεις· ὥστ' ἂν τοῦτον ἐξαιρῇς τὸν χρόνον ἐν ᾧ ταῦτα πράττουσιν, ἀπολείπεται βραχὺς ἐκεῖνος ὁ τῆς συμβιώσεως.

[205]    Stobaeus 4.50.29 (5 p. 1032 H.). ἐκ τοῦ Θεμιστίου Περὶ ψυχῆς.

   Καίτοι περί γε τῶν γερόντων ὁ Σοφοκλῆς εἴρηκε χαριέντως (O. T. 961)

   'σμικρὰ παλαιὰ σώματ' εὐνάζει ῥοπή'·

καταγωγῇ γὰρ ἔοικεν ὁ γεροντικὸς θάνατος, ἐκβολὴ δὲ καὶ ναυάγιόν ἐστιν ὁ τῶν νέων· ἐκπίπτει γὰρ ἡ ψυχὴ βίᾳ συντριβομένου τοῦ σώματος.

[206]    Stobaeus 4.52.45 (`5 p. 1086 H.). Θεμιστίου ἐκ τοῦ Περὶ ψυχῆς.

   Ὅπου τὸν ἀπὸ τῆς Στοᾶς φιλόσοφον Ἀντίπατρον ἀποθνῄσκοντα λέγουσιν ἐν εὐτυχήματος μέρει †διακεῖσθαι καὶ τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας εὔπλοιαν.

[207]    Stobaeus 3.33.16 (`3 p. 681 H.). Πλουτάρχου.

   Περὶ τῆς καθ' Ὅμηρον ἐχεμυθίας διὰ τούτων σαφῶς δείκνυται· λέγει γὰρ (Β 246-247)

   'Θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητὴς

   ἴσχεο, μηδ' ἔθελ' οἶος ἐριζέμεναι βασιλῆι'.

καὶ τοῦ Τηλεμάχου εἰπόντος (τ 40)

   'ἦ μάλα τις θεῶν ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν'

ἐπιλαμβανόμενος ὁ πατὴρ ἔφη (τ 42-43)

   'σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδ' ἐρέεινε·

   αὕτη τοι δίκη ἐστὶ θεῶν οἳ Ὄλυμπον ἔχουσι'.

τοῦτο ἐκσίγησιν οἱ Πυθαγορικοὶ καλοῦντες οὐδὲν ἀπεκρίνοντο τοῖς περὶ θεῶν ὅ τι τύχοιεν ἰταμῶς καὶ εὐχερῶς ἐρωτῶσι.

[208]    Stobaeus 4.36.23 (5 p. 873 H.). Πορφυρίου ἐκ τοῦ Περὶ Στυγός.

   Ἥ τε ἰτέα αὕτη τὸν καρπὸν ἀποβάλλει πρὶν ἐκθρέψαι· διὸ 'ὠλεσίκαρπον' αὐτὴν ὁ ποιητὴς ὀνομάζει (κ 510). καὶ μέντοι ἱστόρηται ὡς μετὰ οἴνου δοθεὶς ὁ ταύτης καρπὸς ἀγόνους ποιεῖ τοὺς πιόντας καὶ κατασβέννυσι τὸ σπέρμα καὶ μαραίνει τὴν γόνιμον ὁρμήν.

[209]    Stobaeus 4.41.57 (5 p. 944 H.). ἐκ τῶν Πορφυρίου Περὶ Στυγός.

   Ἥ τε γὰρ αἴγειρος, ὥς φασιν ἄλλοι τε καὶ Πλούταρχος, φιλοπενθὴς καὶ ἀτελὴς πρὸς καρπογονίαν. διὸ καὶ Σοφοκλῆς ἔν τισί φησιν (fr. 535 Nauck, 593 Pearson)

   'οὐ χρή ποτ' ἀνθρώπων μέγαν ὄλβον ἀποβλέψαι· τανυφλοίου γὰρ ἰσαμέριος

   φύλλοις τις αἰγείρου βιοτὰν ἀποβάλλει'.

[210]    Stobaeus 4.50.19 (5 p. 1024 H.). Πλουτάρχου. Νέοις δὲ ζηλωτέον τοὺς γέροντας, κατὰ Σιμωνίδην (Semonides, fr. 5 Diehl)

   'ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχειν'·

καθάπερ φησὶν ὁ Πλάτων ἐπὶ τοῦ μιγνυμένου πρὸς ὕδωρ ἀκράτου μαινόμενον θεὸν ἑτέρῳ θεῷ νήφοντι σωφρονίζεσθαι (Legg. 773D).

[211]    Syncellus, Chronographia I 625 Dindorf.

   Οὗτος καὶ τὸν Ἰούλιον Κᾶνον, ἕνα τῶν Στωικῶν φιλοσόφων, ἀνεῖλε· περὶ οὗ παράδοξον Ἕλλησιν, ὡς δοκῶ, πέπλασται. ἀπαγόμενος γὰρ πρὸς τὸ θανεῖν ἀταράχως λέγεταί τινι τῶν ἑταίρων Ἀντιόχῳ τοὔνομα, Σελευκεῖ, συνεπομένῳ προειπεῖν, ὡς ἐντεύξεται αὐτῷ κατὰ τὴν αὐτὴν νύκτα μετὰ τὴν ἔξοδον, καὶ διαπορήσει τι τῶν σπουδῆς ἀξίων, καὶ ὅτι μετὰ τρεῖς ἡμέρας Ῥεκτός, εἷς τῶν ἑταίρων, ὑπὸ Γαΐου φονευθήσεται. ἃ καὶ γέγονεν, τοῦ μὲν ἀναιρεθέντος τριταίου, τοῦ δ' Ἀντιόχου τὴν ἐποψίαν εἰπόντος τῆς νυκτός, ὅτι φανεὶς Ἰούλιος Κᾶνος τὰ περὶ διαμονῆς τῆς ψυχῆς καὶ καθαρωτέρου φωτὸς μετὰ τὴν ἔξοδον διηγήσατο. ταῦτα Πλούταρχος ὁ Χαιρωνεὺς ἱστορεῖ.

[212]    Theodoretus, Cur. Graec. Affect. 1.468a.

   Ὅτι δὲ καὶ τῶν Διονυσίων καὶ τῶν Παναθηναίων καὶ μέντοι τῶν Θεσμοφορίων καὶ τῶν Ἐλευσινίων τὰς τελετὰς Ὀρφεύς, ἀνὴρ Ὀδρύσης, εἰς τὰς Ἀθήνας ἐκόμισε, καὶ εἰς Αἴγυπτον ἀφικόμενος τὰ τῆς Ἴσιδος καὶ τοῦ Ὀσίριδος εἰς τὰ τῆς Δηοῦς καὶ τοῦ Διονύσου μετατέθεικεν ὄργια, διδάσκει μὲν Πλούταρχος ὁ ἐκ Χαιρωνείας τῆς Βοιωτίας.

[213]    Ibid. 1.510b.

   Ὅτι πρώτους θεοὺς ἐνόμισαν καὶ Αἰγύπτιοι καὶ Φοίνικες καὶ μέντοι καὶ Ἕλληνες ἥλιον καὶ σελήνην καὶ οὐρανὸν καὶ γῆν καὶ τἄλλα στοιχεῖα· τοῦτο γὰρ δὴ καὶ ὁ Πλάτων καὶ ὁ Σικελιώτης Διόδωρος καὶ ὁ Χαιρωνεὺς ἐδίδαξε Πλούταρχος.

[214]    Tzetzes, Chiliades 1.812-820. περὶ τοῦ ἱματίου Ἀντισθένους Συβαρίτου.

   Τοιοῦτον τὸ ἱμάτιον ὑπῆρχεν Ἀντισθένους·

   ἦν σοῦσον ἁλουργὲς πεντεκαιδεκαπηχυαῖον,

   ἔχον μὲν ζῷδα καὶ θεοὺς καὶ Περσικὰ καὶ σοῦσα,

   μαργάροις ἠσκημένα τε καὶ λίθοις τιμαλφέσι,

   χειρίδι δὲ θατέρᾳ μὲν εἶχε τὸν Ἀντισθένην

   ἐν δὲ θατέρᾳ Σύβαριν, τὴν πόλιν Ἀντισθένους.

   τοῦτο δὲ Διονύσιος, ὁ πρότερος κρατήσας,

   εἰς ἑκατὸν καὶ εἴκοσι τάλαντα νομισμάτων

   Καρχηδονίοις ἐμπολεῖ· Πλούταρχος οἶμαι γράφει.

[215]    Marc. gr. 196

ΕΚ ΤΩΝ ΤΟΥ ΧΑΙΡΩΝΕΩΣ

[215a]    Ὅτι οὐ τὸ ἐπιστητὸν αἴτιον τῆς ἐπιστήμης, ὡς Ἀρκεσίλαος· οὕτω γὰρ καὶ ἡ ἀνεπιστημοσύνη τῆς ἐπιστήμης αἰτία φανεῖται.

[215b]    Ὅτι οὐχ ἡ ψυχὴ τρέπει ἑαυτὴν εἰς τὴν τῶν πραγμάτων κατάληψιν καὶ ἀπάτην κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς. πῶς γὰρ αἰτία ἑαυτῇ γνώσεως ἡ ψυχὴ καὶ ἀγνοίας, μήπω αὐτὰς ἔχουσα ἀρχήν;

[215c]    Ὅτι μόνῳ τῷ Πλάτωνι ῥᾷστον ἀποδοῦναι τὸν λόγον, εἰς λήθην καὶ ἀνάμνησιν ἀναφέροντι τὴν γνῶσιν καὶ τὴν ἄγνοιαν.

[215d]    Ὅτι ἔνεισιν μὲν αἱ ἐπιστῆμαι, κρύπτονται δὲ ὑπὸ τῶν ἄλλων ἐπεισοδίων ὁμοίως τῇ ὑπὸ Δημαράτου πεμφθείσῃ δέλτῳ.

[215e]    Ὅτι καὶ τὸ ζητεῖν καὶ τὸ εὑρίσκειν δηλοῖ τὴν ἀνάμνησιν· οὔτε γὰρ ζητήσειεν ἄν τις οὗ ἐστιν ἀνεννόητος οὔτε ἀνεύροι διά γε ζητήσεως· λέγεται γὰρ εὑρίσκειν καὶ ὁ κατὰ περίπτωσιν.

[215f]    Ὅτι ἄπορον ὄντως εἰ οἷόν τε ζητεῖν καὶ εὑρίσκειν, ὡς ἐν Μένωνι (81d) προβέβληται· οὔτε γὰρ ἃ ἴσμεν, μάταιον γάρ· οὔτε ἃ μὴ ἴσμεν, κἂν γὰρ περιπέσωμεν αὐτοῖς, ἀγνοοῦμεν, ὡς τοῖς τυχοῦσιν. οἱ μὲν γὰρ Περιπατητικοὶ τὸν δυνάμει νοῦν ἐπενόησαν· ἡμεῖς δ' ἠποροῦμεν ἀπὸ τοῦ ἐνεργείᾳ εἰδέναι καὶ μὴ εἰδέναι. ἔστω γὰρ εἶναι τὸν δυνάμει νοῦν, ἀλλ' ἔτι ἀπορία ἡ αὐτή· πῶς γὰρ οὗτος νοεῖ; ἢ γὰρ ἃ οἶδεν ἢ ἃ οὐκ οἶδεν. οἱ δὲ ἀπὸ τῆς Στοᾶς τὰς φυσικὰς ἐννοίας αἰτιῶνται· εἰ μὲν δὴ δυνάμει, ταὐτὸ ἐροῦμεν· εἰ δὲ ἐνεργείᾳ, διὰ τί ζητοῦμεν ἃ ἴσμεν; εἰ δὲ ἀπὸ τούτων ἄλλα ἀγνοούμενα, πῶς ἅπερ οὐκ ἴσμεν; οἱ δὲ Ἐπικούρειοι τὰς προλήψεις· ἃς εἰ μὲν διηρθρωμένας φασί, περιττὴ ἡ ζήτησις· εἰ δὲ ἀδιαρθρώτους, πῶς ἄλλο τι παρὰ τὰς προλήψεις ἐπιζητοῦμεν, ὅ γε οὐδὲ προειλήφαμεν;

[215g]    Ὅτι καὶ ἡ ἀλήθεια τὸ ὄνομα δηλοῖ λήθης ἐκβολὴν εἶναι τὴν ἐπιστήμην, ὅ ἐστιν ἀνάμνησις.

[215h]    Ὅτι καὶ οἱ μητέρα τῶν Μουσῶν τὴν Μνημοσύνην εἰπόντες αὐτὸ τοῦτο ἐνδείκνυνται· αἱ μὲν γὰρ Μοῦσαι τὸ ζητεῖν παρέχονται, ἡ δὲ Μνημοσύνη τὸ εὑρίσκειν.

[215i]    Ὅτι καὶ οἱ πολλοὶ τὸ ἀγνοεῖν ἐπιλελῆσθαι λέγοντες τῷ αὐτῷ μαρτυροῦσι· λανθάνειν γὰρ ἡμᾶς φαμεν ἅπερ ἀγνοοῦμεν, καὶ λαθραῖα πράγματα καλοῦμεν τὰ ἀγνοούμενα.

[215j]    Ὅτι καὶ προβιοτῆς ἀναμνήσεις ἱστοροῦνται, οἵα καὶ ἡ τοῦ Μύρωνος.

[215k]    Ὅτι καὶ ὅσοι γαλῆν φοβοῦνται ἢ σαῦρον ἢ χελώνην, οὓς εἰδέναι αὐτός· καὶ ὁ Τιβερίου ἀδελφιδοῦς ἄρκτους θηρῶν καὶ λέοντας, ὅμως ἀλεκτρυόνα οὐδὲ ἰδεῖν ἠδύνατο· φαρμακοπώλην δέ τινα εἰδέναι ὑπὸ μὲν ἀσπίδων καὶ δρακόντων μηδὲν πάσχειν, μύωπα δὲ φεύγειν μέχρι βοῆς καὶ ἐκστάσεως. Θεμίσων δὲ ὁ ἰατρὸς τὰ μὲν ἄλλα πάθη πάντα μετεχειρίζετο, τὸν δὲ ὑδροφόβαν εἴ τις καὶ ὠνόμασε μόνον, ἐταράττετο καὶ ὅμοια ἔπασχε τοῖς ὑπ' αὐτοῦ κατεχομένοις· ὧν αἰτίαν εἶναι τὴν ἀνάμνησιν τῆς προπαθείας.

[215l]    Ὅτι αἱ τῶν προπαθειῶν σφοδρότεραι τυποῦσι τὰς μνήμας εἰς δύο γενέσεις· οἷον τὸ Πολεμάρχου καὶ τῶν ἐν Κορίνθῳ ὑπὸ τῷ μεγάλῳ σεισμῷ καὶ τὸ ἐν Ἀμοργῷ τοῦ Δημητρίου ἐγγεγραμμένον τῷ τάφῳ.

[215m]    Ὅτι ὅμοια πάσχουσι καὶ οἱ ποταμοὺς μᾶλλον ἢ θάλατταν δεδοικότες καὶ οἱ πρὸς τὰ ὕψη ταραττόμενοι.

[216]    Ibid. παρὰ τοῦ αὐτοῦ συστάσεις ἕτεραι.

[216a]    Ὅτι τὰ νεογενῆ παιδία ἀμειδῆ ἐστι καὶ ἄγριον βλέπει μέχρι τριῶν σχεδὸν ἑβδομάδων ὑπνώττοντα τὸν πλείω χρόνον· ἀλλ' ὅμως ποτὲ καθ' ὕπνους καὶ πολλάκις γελᾷ καὶ διαχεῖται. τίνα οὖν τρόπον ἄλλον τοῦτο συμβαίνει ἢ τῆς ψυχῆς τότε ἀπὸ τῆς δίνης τοῦ ζῴου ἀναφερούσης καὶ κατὰ τὰς ἑαυτῆς προπαθείας κινουμένης;

[216b]    Ὅτι καὶ αἱ πρὸς τάδε ἢ τάδε εὐφυίαι τοῦτον ἀποβαίνουσι τὸν τρόπον.

[216c]    Ὅτι τὸ μὲν λέγειν οὕτω πεφυκέναι παχύ τε καὶ ἰδιωτικὸν καὶ ἀρκοῦν πρὸς πᾶσαν ἀπόκρισιν. ἀλλ' οἷον τὸ πεφυκέναι ζητητέον ὅμως· ἄλλο γὰρ ἄλλου, ὡς τῆς λογικῆς ψυχῆς τὸ ἀπὸ τῶν προεγνωσμένων τὰ παρόντα ἀναγνωρίζειν.

[216d]    Ὅτι ἔσωθεν ἐκφέρομεν τὰς τῶν ζητημάτων ἐπιστήμας, δηλοῖ τὸ πρὸς τὴν εὕρεσιν συντεινομένους εἴσω βλέπειν.

[216e]    Ὅτι καὶ ἡ εὐφροσύνη ἡ ἐπὶ τοῖς εὑρήμασι δηλοῖ τὸν ἀναγνωρισμὸν τῆς ὅτι μάλιστα οἰκείας ἡμῖν ἀληθείας ἐν τῷ μέσῳ χρόνῳ οἷον ἀπολομένης.

[216f]    Ὅτι Βίων ἠπόρει περὶ τοῦ ψεύδους, εἰ καὶ αὐτὸ κατ' ἀνάμνησιν ὡς τοὐναντίον γε, ἢ οὔ· καὶ τί ἡ ἀλογία. ἢ ῥητέον ὡς καὶ τοῦτο γίγνεται κατὰ τὸ εἴδωλον τοῦ ἀληθοῦς· τὸ δὲ εἴδωλον εἶναι τοῦτο, ὅπερ ἀληθὲς οὐκ ἄν τις νομίσειεν, εἰ μή πῃ εἰδείη τὸ ἀληθές.

[216g]    Ὅτι Στράτων ἠπόρει, εἰ ἔστιν ἀνάμνησις, πῶς ἄνευ ἀποδείξεων οὐ γιγνόμεθα ἐπιστήμονες, πῶς δὲ οὐδεὶς αὐλητὴς ἢ κιθαριστὴς γέγονεν ἄνευ μελέτης. ἢ μάλιστα μὲν γεγόνασί τινες καὶ αὐτοδίδακτοι· Ἡράκλειτος, ὁ Αἰγύπτιος γεωργός, Φήμιος ὁ Ὁμήρου, Ἀγάθαρχος ὁ γραφεύς. εἶτα καὶ αἱ ψυχαὶ πολλῷ τῷ κάρῳ κατεχόμεναι τῆς γενέσεως πολλῆς πρὸς ἀνάμνησιν δέονται τῆς μολείας· διὸ καὶ τῶν αἰσθητῶν χρῄζουσιν.

[217]    Ibid.

   Ἐπιχειρημάτων διαφόρων συναγωγὴ δεικνύντων ἀναμνήσεις εἶναι τὰς μαθήσεις ἐκ τῶν τοῦ Χαιρωνέως Πλουτάρχου.

   Εἰ ἀφ' ἑτέρου ἕτερον ἐννοοῦμεν. οὐκ ἂν εἰ μὴ προέγνωστο. τὸ ἐπιχείρημα Πλατωνικόν.

[217b]    Εἰ προστίθεμεν τὸ ἐλλεῖπον τοῖς αἰσθητοῖς. καὶ αὐτὸ Πλατωνικόν.

[217c]    Εἰ παῖδες εὐμαθέστεροι, ὡς ἐγγίους τῆς προβιοτῆς, ἐν ᾗ ἡ μνήμη ἐσῴζετο. ἐπιπόλαιος ὁ λόγος.

[217d]    Εἰ ἄλλοι πρὸς ἄλλο μάθημα ἐπιτηδειότεροι.

[217e]    Εἰ πολλοὶ αὐτοδίδακτοι ὅλων τεχνῶν.

[217f]    Εἰ πολλὰ παιδία ὑπνώττοντα γελᾷ, ὕπαρ δὲ οὔπω· πολλὰ δὲ καὶ ὄναρ ἐφθέγξατο, ἄλλως οὔπω φθεγγόμενα.

[217g]    Εἰ ἔνιοι καὶ ἀνδρεῖοι ὄντες ὅμως φοβοῦνται φαῦλα ἄττα, οἷον γαλῆν ἢ ἀλεκτρυόνα, ἀπ' οὐδεμιᾶς φανερᾶς αἰτίας.

[217h]    Εἰ μὴ ἔστιν ἄλλως εὑρίσκειν. οὔτε γὰρ ἃ ἴσμεν ζητήσειεν ἄν τις, οὔτε ἃ μηδαμῶς ἴσμεν πρότερον, ἀλλ' οὐδ' ἂν εὕροιμεν ἃ μὴ ἴσμεν.

[217i]    Εἰ ἡ ἀλήθεια κατ' ἀφαίρεσιν τῆς λήθης ἔντευξις τοῦ ὄντος ἐστίν. λογικὴ ἡ ἐπιχείρησις.

[217j]    Εἰ ἡ μήτηρ τῶν Μουσῶν Μνημοσύνη, ὡς ἡ ἀδιάρθρωτος μνήμη τῶν ζητήσεων αἰτία.

[217k]    Εἰ, ἅπερ ἀδύνατον γιγνώσκειν, οὐδὲ ζητοῦμεν. ἀλλὰ τὸ ἐπιχείρημα πάλιν ἀπὸ τῆς εὑρέσεως.

[217l]    Εἰ τοῦ ὄντος ἡ εὕρεσις πάντως, ὅτι καὶ θεωρημάτων· καὶ ποῦ οὖν ὄντων; ἢ δῆλον ὅτι ἐν ψυχῇ.